De corporis humani fabrica libri quinque
- Edition reference
- De corporis humani fabrica libri quinque, ed. G. A. Greenhill, Theophili Protospatharii de corporis humani fabrica libri v, Oxford: Oxford University Press, 1842: 1–272.
- CTS identifier
urn:cts:greekLit:tlg0729.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
2
διάπλασις αὐτῶν, καὶ ἡ ἐνέργεια, καὶ ἡ χρεία. Ἀλλ'
ἐπειδὴ καὶ αὐτῶν τῶν περιεκτικῶν μορίων, τὰ μὲν
τοῦ ζῆν ἕνεκα γέγονεν (ὡς κεφαλὴ, καὶ θώραξ, καὶ
ὀσφὺς), τὰ δὲ τοῦ καλῶς ζῆν (ὡς χεῖρες, καὶ πόδες)·
πρῶτον μὲν περὶ τῶν χειρῶν εἴπωμεν, ὅτι δεόντως κα-
τεσκευάσθησαν. Συνθέτων δὲ καὶ αὐτῶν οὐσῶν ἔκ τε
βραχίονος, καὶ πήχεως, καὶ ἄκρων χειρῶν, ἀρξώμεθα
τοῦ λόγου ἀπὸ τῆς ἄκρας χειρὸς, ὅτι εἰς τοσοῦτον
ἥκει σοφίας ἡ τέχνη τῆς φύσεως, ὡς μήπω πᾶσαν
αὐτὴν εὑρῆσθαι, τοσοῦτον χρόνον ζητουμένην ὑπὸ
τηλικούτων ἀνδρῶν. Ἐπεὶ γὰρ οὕτως ἐστὶν ὁ Δημι-
ουργὸς ἡμῶν σοφὸς, ὡς μὴ μίαν ἕκαστον τῶν ὑπ'
αὐτοῦ γεγονότων ἔχειν χρείαν, ἀλλὰ καὶ δύο, καὶ
τρεῖς, πολλάκις καὶ πλείους, διὰ τοῦτο ῥᾷστον ἤδη
τῶν ἀφανεστέρων τοῖς πολλοῖς παραλιπεῖν ἔνια.
Νόει οὖν μοι, κατὰ τὸ τοῦ ζώου σῶμα μηδὲν ἀργὸν,
μηδ' ἀκίνητον· ἀλλὰ πάντα παντοίαν ἔμπρακτον
ἐνέργειαν ἐνεργοῦντα, μετὰ τῆς πρεπούσης κατα-
σκευῆς, καὶ θείας αὐτοῖς δυνάμεις τοῦ Δημιουργοῦ
χαρισαμένου. Ἐπεὶ δ' οὐκ ἐνδέχεται τῶν μορίων
ἐξευρίσκειν τὰς χρείας, ἀγνοουμένων τῶν ἐνεργειῶν,
διὰ τοῦτο, ἑκάστου τῆς ἐνεργείας ἀναμνήσαντες, ἐπὶ
τὰς χρείας εὐθέως μεταβησόμεθα.
3
ΔΙΑ γὰρ τῶν χειρῶν ὁ ἄνθρωπος πολεμίοις ἀντι-
τάσσεται, ὅπλον παρὰ τοῦ Δημιουργοῦ Θεοῦ δεξάμε-
νος τὰς χεῖρας· δι' αὐτῶν καὶ ἱμάτιον ὑφαίνει, καὶ οἶκον
καὶ ναῦν κατασκευάζει, καὶ νόμους γράφει, καὶ βίβλους
πρὸς ὑπομνήματα συγγράφεται, καὶ ἄγρια ζῶα ὑπο-
τάττει, τὰ μὲν πρὸς ὑπηρεσίαν, τὰ δὲ τροφῆς ἕνεκεν.
Ὥστε ἐπειδὴ ἀντιληπτικὸν ὄργανον ἐδόθη ἡ χεὶρ τῷ
ἀνθρώπῳ, παντοίων μὲν σχημάτων, παντοίων δὲ με-
γεθῶν, καὶ [ὅσων] πέφυκεν ἀντιλαμβάνεσθαι, ἄμεινον
ἦν αὐτῇ (ὡς καὶ γέγονεν) σχισθῆναι πολυειδῶς· εἰς
πολλὰ γὰρ σχισθεῖσα, καὶ τοὺς πολὺ μείζονας [ἑαυ-
τῆς] ὄγκους ῥᾳδίως περιλαμβάνει, καὶ θηρᾷ τὰ σμι-
κρότατα τῶν σωμάτων ἀκριβῶς. τοῖς μὲν γὰρ μεγά-
λοις σώμασιν ἐπεκτείνεται, τῇ διαστάσει τῶν δακτύ-
λων αὐτὰ περιλαμβάνουσα· τὰ σμικρότατα δὲ οὐχ
ὅλη πειρᾶται λαμβάνειν (διαδιδράσκει γὰρ), ἀλλ' ἀρκεῖ
πρὸς ταῦτα δυοῖν δακτύλοιν [χρῆσθαι] τοῖς ἄκροις.
Ὡσαύτως δὲ καὶ πρὸς τὸ πολυειδῆ σχήματα περι-
λαμβάνειν καλῶς, ἔσχισται πολυειδῶς· καὶ γὰρ περὶ
τὸ σφαιροειδὲς σφαιροῦσθαι δύναται, κατὰ κύκλον
αὐτὸ περιλαμβάνουσα, καὶ τὰ εὐθῆ ἢ κοῖλα ἀσφα-
λῶς περιλαμβάνει. Ἐπεὶ δὲ πολλὰ τῶν σωμά-
των μείζονα τὸν ὄγκον ἔχει ὡς πρὸς μίαν χεῖρα,
σύμμαχον ἑκατέρᾳ τὴν ἑτέραν ὁ Δημιουργὸς Θεὸς
ἡμῶν πεποίηκεν, ὥστε ἀμφοτέρας ἐξ ἐναντίων πε-
ριλαμβανούσας μηδὲν ἀπολείπεσθαι. Διὰ τοῦτο
ὥσπερ καὶ πρὸς ἀλλήλας νενεύκασι, καὶ πάντη
4
πεφύκασιν ἴσαι. Τῇ θέσει δὲ οὐκ ἐπ' εὐθείας πάντας
τοὺς δακτύλους συντέθεικεν, ἐχρῆν γὰρ τὸν ἕνα τοῖς
τέτρασιν ἀντιτεταγμένον εἶναι, ὥσπερ καὶ νῦν ἐστιν·
οὕτω γὰρ ἔχει θέσεως καὶ κινήσεως ὁ εἷς, ὥστε
ἐπιστρεφόμενος μεθ' ἑκάστου τῶν τεσσάρων ἐνερ-
γεῖν, ὡς μηδὲ τὸ σμικρότατον σῶμα διαφεύγειν, οἷον
κέγχρον, καὶ τρίχας, καὶ ἀκάνθας, καὶ τὰ ὅμοια.
Διὰ τοῦτο οὖν καὶ μαλακοὶ, καὶ περιφερεῖς, καὶ
ὄνυχας ἔχοντες κατεσκευάσθησαν· οὐδὲ γὰρ ἂν ἀντι-
λαμβάνεσθαι ἠδύναντο τῶν σμικρῶν τε καὶ σκληρῶν
σωμάτων, εἰ σαρκῶδες μόνον αὐτῶν τὸ πέρας ἦν.
ἕδρας τοιγαροῦν ἐδέοντο πρὸς τὸ μὴ ἀνατρέπεσθαι,
τοῦτο δ' ἐστὶν ὄνυχες. Πάλιν δὲ οὐδὲ ὄνυξι μόνοις
οἷόν τε λαβεῖν τῶν τοιούτων οὐδέν· σκληροὶ γὰρ
ὄντες, ἀπὸ τῶν σκληρῶν ὁμοῦ ὀλισθαίνουσιν.
Ταῦτ' ἄρα, τῆς μὲν σαρκοειδοῦς οὐσίας ἐν ταῖς τῶν
δακτύλων κορυφαῖς τὸ τῶν ὀνύχων ὀλισθηρὸν ἐπα-
νορθουμένης, τῶν δὲ ὀνύχων τὸ τῆς σαρκὸς εὐανά-
τρεπτον στηριζόντων, ὄργανον ἀντιληπτικὸν ἁπάντων,
τῶν σκληρῶν ἅμα καὶ σμικρῶν σωμάτων, ὁ δάκτυλος
τοιοῦτος ἐγένετο. Πολλαὶ δὲ καὶ ἄλλαι χρεῖαι τῶν
ὀνύχων. Ἐπεὶ τοίνυν τὸ μὲν ἔργον τῆς χειρὸς ἡ ἀν-
τίληψις, δῆλον ὡς τὸ πρῶτον αὐτῇ τῆς ἐνεργείας
μόριόν ἐστι τὸ κινοῦν αὐτὴν, τοῦτο δέ ἐστιν οἱ μύες·
τὰ δ' ἄλλα πάντα, τὰ μὲν ἕνεκα τοῦ βέλτιον γενέσθαι
τὰς ἐνεργείας, τὰ δὲ ὧν οὐκ ἄνευ γενέσθαι δυνατὸν,
τὰ δὲ ὑπὲρ τῆς φυλακῆς πάντων ἐδημιουργήθη. Τὸ
μὲν δὴ γένος τῶν ὀνύχων τοῦ βελτίονος ἕνεκα ἐγέ-
νετο, ἵνα τὰς κορυφὰς τῶν δακτύλων στηρίζῃ· διὰ
τοῦτο καὶ σκληροὶ συμμέτρως γεγόνασιν, ὅτι οὐκ
ἀμυντήρια ὅπλα παρὰ Θεοῦ τῷ ἀνθρώπῳ δεδώ-
ρηται, καθάπερ τοῖς ἀλόγοις ζώοις· ἥμερον γὰρ τὸ
ζῶον καὶ λογικόν. Διατί δὲ περιφερεῖς εἰσι παν-
ταχόθεν; ὅτι καὶ τὸ κυκλοτερὲς σχῆμα δυσπαθέστε-
ρόν ἐστι τῶν τὰς γωνίας ἐχόντων σχημάτων, εὔ-
θραυστα γὰρ τὰ τοιαῦτα. Αὐξάνονται δὲ οὐκ εἰς
πλάτος καὶ βάθος, ἀλλὰ μόνον εἰς μῆκος ταῖς θριξὶ
παραπλησίως, ὑπὲρ τοῦ τοῖς ἀποτριβομένοις ἑκά-
στοτε κατὰ τὸ πέρας αὐτῶν εἶναι τὸ ἀντικαθιστά-
μενον. Οὕτω μὲν εἰς ἄκρον ἥκει προμηθείας τὰ κατὰ
5
τοὺς ὄνυχας παρὰ τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν· τὸ
δὲ τῶν ὀστῶν γένος ἐν τοῖς δακτύλοις, ὅτι καὶ
αὐτὸ τοῦ βελτίονος ἕνεκα γέγονεν, ἐκ τῶνδε ἂν
μάθοις. κινεῖσθαι μὲν γὰρ πολυειδῶς ὑπῆρχεν ἂν αὐ-
τοῖς καὶ χωρὶς τῶν ὀστῶν, ὥσπερ καὶ πολύποσι· τὸ
ἑδραῖον δὲ οὐκ ἄν ποτε ἔχοιεν, ἀποροῦντα ἀντιβατικοῦ
καὶ σκληροῦ μορίου· τοιοῦτον δέ ἐστιν ἐν τοῖς τῶν
ζώων σώμασι τὸ γένος τῶν ὀστῶν. Ἐπεὶ δὲ καὶ
κάμπτεσθαι, καὶ ἐκτείνεσθαι, καὶ πολυειδῶς ἅμα
κινεῖσθαι οἱ δάκτυλοι πεφύκασιν, οὔτε ἐξ ἑνὸς ὀστοῦ,
οὔτε ἴσοι τὸ μέγεθος ἐγεγόνεισαν, ἀλλ' ἐκ τριῶν τε
καὶ ἀνίσων ἀλλήλοις συνηρθρωμένων, ὡς εἰς ἅπασαν
ἐνέργειαν ἑτοίμως σχηματίζεσθαι. Πρὸς δὴ ταῦτα
χρήσιμος καὶ ἡ τῆς σαρκὸς γένεσις, συνειλημένη τοῖς
ὀστοῖς, καὶ σκέπουσα πανταχόθεν, καὶ τὰς κενὰς
χώρας ἐν ταῖς κάμψεσιν ἀναπληροῦσα, ὡς φαίνεσθαι
κατὰ τοὺς κατ' εὐθὺ κειμένους τέσσαρας δακτύλους
ἔξωθεν μὲν ὀλιγοστὴν ἢ οὐδ' ὅλως, ἔσωθεν δὲ καὶ ἐν
τοῖς πλαγίοις μέρεσι πλείστην· ὡς, εἰ καί τι τῶν
ὑγρῶν σωμάτων ἐθέλοις κατέχειν, ὑπτίαν ἐργασά-
μενος τὴν χεῖρα, μὴ ἐᾶν ἐκρυῆναι. ἔτι δὲ πρὸς
τούτοις, μαλάττειν καὶ τρίβειν ὅσα μετρίως μαλακά.
Αὗται μὲν ἴδιαι χρεῖαι τῆς ἐν τῇ χειρὶ σαρκός· αἱ δὲ
κοιναὶ, τὸ οἷον πρόβλημά τι τοῖς ὀστώδεσι σώμασι
τὴν σάρκα εἶναι, καὶ ὅτι ἅπασαν θερμὴν ἐντὸς ἑαυτῆς
ἔχει τὴν ἐκ τοῦ αἵματος ἰκμάδα, καὶ ὅτι θερμὴ οὖσα
συμμέτρως, ἀρήγει κατ' ἴσον ταῖς ἀμετρίαις κρύους
τε καὶ θάλπους. Ἀλλὰ περὶ μὲν σαρκὸς γενέσεως
6
τῆς ἐν τοῖς δακτύλοις ἀρκεῖ τοσαῦτα· περὶ δὲ τῆς
ἄρθρων φύσεως τῶν ἐν τοῖς δακτύλοις αὖθις ἐπάνι-
μεν, εἰπόντες αὐτῶν τό τε πλῆθος, καὶ τὸ μέγεθος,
καὶ τὸ σχῆμα, καὶ τὸν τρόπον τῆς διαρθρώσεως.
Περὶ μὲν πλήθους, ὅτι διὰ τριῶν ἐπιτελεσθῆναι
τούτους ἀναγκαῖον μόνων· τὰ γὰρ ἐκ πλειόνων
συγκείμενα μορίων ῥᾷον ὀκλάζει τῶν ἐξ ἐλαττόνων·
ἐλάττω δὲ τῶν τριῶν εἴπερ ἐγένετο, τὴν ποικιλίαν
τῶν κατὰ μέρος σχημάτων οὐκ ἂν ἔσχε τοσαύτην.
ἵν' οὖν καὶ κινῆται πολυειδῶς, καὶ φύγῃ τὴν εὐπά-
θειαν, ὁ τῶν τριῶν ἀριθμὸς αὐτάρκης. Περὶ δὲ
μεγέθους, ὅτι χρὴ τὸ προτεταγμένον ὑπερέχειν τοῦ
μετ' αὐτὸ, πρόδηλον παντί· τὸ μὲν γὰρ ὀχεῖ, τὸ δὲ
ὀχεῖται, μεῖζον δὲ χρὴ εἶναι τὸ βαστάζον τοῦ
βασταζομένου· γενέσθαι γὰρ ἑτέρως τοῦτο ἀμήχανον,
μὴ κατὰ βραχὺ μειουμένου τοῦ μεγέθους τῶν ὀστῶν.
καὶ διὰ τοῦτο ἔλαττον χρὴ εἶναι τοῦ προτέρου τὸ
7
δεύτερον. Περὶ δὲ τοῦ σχήματος αὐτῶν, ὅτι μὲν
ἀπὸ πλατυτέρας τῆς ἄνω βάσεως εἰς στενοτέραν τὴν
κάτω τελευτᾷ, τὰς αὐτὰς ἕξει τοῖς περὶ τοῦ μεγέθους
εἰρημένοις αἰτίας. Ὅτι δὲ καὶ περιφερῆ, τὴν δυσπά-
θειαν αἰτιατέον· ἁπάντων γὰρ τῶν σχημάτων τὸ τοι-
οῦτον δυσπαθέστατον, ὡς ἂν οὐδεμίαν ἔχον ἐξοχὴν
ὑπὸ τῶν προσπιπτόντων ἔξωθεν ἀποθραυσθῆναι δυ-
ναμένην. Διατί δὲ ἀκριβῶς μὲν ἔξωθεν κυρτὸν,
ἔνδοθεν δὲ κἀκ τῶν πλαγίων οὐκ ἀκριβῶς; καὶ
τοῦτο τοῦ βελτίονος ἕνεκα. τοῖς μὲν γὰρ ἐντὸς
μέρεσιν οἱ δάκτυλοι καὶ τρίβουσι, καὶ μαλάττουσι,
καὶ λαμβάνουσι τὰ σύμπαντα· χεῖρον δ' ἂν ἐγίνετο,
κυρτῶν ταύτῃ γινομένων τῶν ὀστῶν· τοῖς δ' ἐκτὸς οὐ-
δὲν τούτων, οὐδ' ἄλλην τινὰ ἐνέργειαν ἐνεργοῦντες, εἰς
μόνην τὴν δυσπάθειαν ἀκριβῶς παρεσκευάσθησαν κυρ-
τοί. Ἐν δ' αὖ τοῖς πλαγίοις τὸ μὲν δυσπαθὲς εἶχον
ἀλλήλους φρουροῦντες, ἐδέοντο δὲ ἐν τῷ συνάγεσθαι
μηδεμίαν ἀπολιπεῖν χώραν κενὴν ἐν τῷ μεταξύ· οὔκουν
ἐχρῆν αὐτοὺς κυρτοὺς ταύτῃ γενέσθαι. Πίστις δὲ ἱκανὴ
τοῦ λεγομένου τὸ τοῦ μεγάλου δακτύλου καὶ τοῦ μικροῦ,
τοῦ μὲν τὴν ἄνωθεν, τοῦ δὲ τὴν κάτωθεν περιφέρειαν
κυρτὰς ἀκριβῶς γενέσθαι· οὔτε γὰρ ἐφρουροῦντο
[ταύτῃ] πρὸς οὐδενὸς, οὔθ' ὡμίλουν ἑτέρῳ δακτύλῳ.
Θαῦμα μὲν δὴ καὶ τοῦτο τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν τοῦ
διαπλάσαντος οὕτως τὴν τῶν ὀστῶν κατασκευὴν,
θαῦμα δὲ οὐδὲν ἧττον καὶ ὁ τῆς διαρθρώσεως τρόπος.
οὐ γὰρ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἐκ τριῶν ὀστῶν
ἕκαστος διήρθρωται τῶν τεσσάρων δακτύλων, ἀλλ'
ὥσπερ οἱ τῶν θυρῶν στρόφιγγες, οὕτως καὶ τῶν
ἄρθρων ἕκαστον ἐξοχὰς [κοιλότησιν] ἀντεμβαινούσας
ἔχει συμμέτρους. εὐρυτέρας μὲν γὰρ τῆς κοιλότητος
γενομένης, χαλαρὸν ἂν ἦν τὸ ἄρθρον· στενοτέρας δὲ,
δυσχερής τε ἂν ἡ κίνησις ἐγίνετο μηδεμίαν ἀναστρο-
φὴν ἔχουσα, καὶ κίνδυνος οὐ μικρὸς τὰς ἐξοχὰς τῶν
ὀστῶν θραυσθῆναι στενοχωρουμένας. Ἀλλ' οὔτε
τούτων οὐδέτερον ἐγένετο, καὶ πάσας τῶν ὀστῶν τὰς
κοιλότητας οἷον ἄμβωνές τινες κύκλῳ περιθέουσιν,
ἀσφάλειαν μεγάλην τοῖς ἄρθροις παρεχόμενοι, τοῦ
μήποτε ἐκπεσεῖν ἄνευ τινὸς ἐξαισίου ἀνάγκης.
8
Ἀλλ' ἐπεὶ πάλιν ἐκ τῆς οὕτως ἀσφαλοῦς κατα-
σκευῆς κίνδυνος ἦν τάς τε κινήσεις δυσχερέστερον
γίνεσθαι, τάς τε ὑπεροχὰς ἐκτρίβεσθαι, διὰ τοῦτο
διττὴ βοήθεια παρὰ τοῦ Δημιουργοῦ τούτοις δεδώ-
ρηται· χόνδρῳ μὲν γὰρ πρότερον τούτοις ὑπαλείψας
τῶν ὀστῶν ἑκάτερον, ἐπιχέας δὲ τοῖς χόνδροις, οἷον
ἔλαιον, λιπαρὸν καὶ γλισχρὸν χυμὸν, εὐκίνητός τε
ἅμα καὶ ἀνέκπτωτος ἅπασα διάρθρωσις ἐγένετο τῶν
ὀστῶν. Ἦν μὲν οὖν καὶ τὸ κατὰ τὰς κοιλότη-
τας τῶν ὀφρύων τέχνημα τῆς δημιουργίας ἱκανὸν
κωλύειν τὰς διεκπτώσεις τῶν ἄρθρων· ἀλλ' οὐκ ἐπί-
στευσεν αὐτῷ μόνῳ τὴν φυλακὴν ὁ Θεὸς, εἰδὼς πολ-
λὰς καὶ πολλάκις βιαίους τε καὶ σφοδρὰς κινήσεις
καταληψομένας τὸ ζῶον. Ἵν' οὖν πανταχόθεν ἀκρι-
βῶς ἅπαν ἄρθρον φρουρηθῇ, συνδέσμους τινὰς τῶν
ὀστῶν ἑκατέρων ἐξέφυσεν, [ἐκ θατέρου] καθάπτοντας
εἰς θάτερον. εἰσὶ δὲ αὐτῶν οἱ μὲν, ὥσπερ νεῦρα,
στρογγύλοι τε καὶ παχεῖς, οἱ δὲ, ὥσπερ ὑμένες, προ-
μήκεις τε καὶ [λεπτοὶ,] κατὰ τὴν χρείαν ἀεὶ τῶν ἄρ-
θρων τοιοῦτοι γεγονότες· μέγιστοί τε καὶ παχύτατοι
τά τε κυριώτατα τῶν ἄρθρων φρουροῦντες καὶ συνδέ-
οντες, οἱ λοιποὶ δὲ ἐν τοῖς ἀκυροτέροις αὐτῶν καὶ μι-
κροτέροις. Ταῦτ' οὖν ἅπαντα κοινῶς κατὰ πᾶν ἄρθρον
ἐτεχνήσατο, καὶ κατὰ τοὺς δακτύλους, ἐν τούτοις γὰρ
ἔπρεπε μάλιστα· μικραὶ μὲν γὰρ αἱ διαρθρώσεις αὐ-
τῶν, ἀλλ' ἀκριβῶς ἐγγεγλυμμέναι, λεπταῖς τε ἴτυσι
πανταχόθεν ἐστεφανωμέναι, καὶ χόνδροις ἰσχνοῖς ἐπα-
ληλιμμέναι, καὶ συνδέσμοις ὑμενώδεσι συνημμέναι.
Τὸ δὲ μηδαμῆ τὰς ὀφρύας τῶν ὀστῶν ἴσας ἐργά-
ζεσθαι, ἀλλ' ἔξωθεν μὲν πολὺ μείζους, ἔσωθεν δὲ
ἐλάττους, μέγιστον δεῖγμα καὶ αὐτὸ τῆς τοῦ Θεοῦ
σοφίας ἐν δακτύλου κατασκευῇ. μικραὶ μὲν γὰρ
ἔξωθεν γενόμεναι, ἐπέκεινα ἂν τῆς ἐσχάτης ἐκτά-
σεως συνεχώρουν ἀνακλᾶσθαι τοῖς ἄρθροις· μείζους
δὲ εἴπερ ἔσωθεν ἦσαν, ἐκώλυον ἂν ἐπὶ πλεῖον κάμ-
πτεσθαι. καὶ διὰ τοῦτο ἐλάττους μὲν ἐντὸς, μείζους
δὲ ἐκτός. Διὰ τί δὲ σκληρὰ, καὶ ἀμύελα, καὶ πυκνὰ
τὰ τῶν δακτύλων ὀστᾶ; ἢ ὅτι γυμνὰ πάντη, καὶ διὰ
τοῦτο [εὐπαθῆ]; μέγιστον ἄρα βοήθημα αὐτοῖς ἡ
τῆς οἰκείας κατασκευῆς δυσπάθεια.
Τὰ μὲν δὴ τῶν ὀστῶν τῶν ἐν τοῖς δακτύλοις
9
ὧδε ἔχει· τὰ δὲ τῶν μυῶν ἐν τῷ Περὶ Μυῶν Κινή-
σεως βιβλίῳ Γαληνοῦ αὐτάρκως εἴρηται· περὶ δὲ
τενόντων καὶ ἰνῶν καὶ ὑμένων τῶν τε τὴν χεῖρα
καὶ τοὺς δακτύλους κινούντων εἴς τε τὴν ἐκτὸς
κίνησιν καὶ τὴν ἐντὸς καὶ εἰς πλάγια, ὡσαύτως
καὶ ἐν τῷ Περὶ Μυῶν Κινήσεως Γαληνοῦ, καὶ
ἐν τῷ πρώτῳ βιβλίῳ τῆς Ἀνατομικῆς αὐτοῦ
Ἐγχειρήσεως. Περὶ δὲ νεύρων καὶ ἀρτηριῶν καὶ
φλεβῶν εἰπεῖν ἡμῖν οὐ πρόκειται· ὅτι μὲν γὰρ
ἐγκέφαλος, καὶ καρδία, καὶ ἧπαρ ἀρχαί, καὶ ὡς ἀπὸ
ἐγκεφάλου τὴν ἀρχὴν ὁ νωτιαῖος λαμβάνει, ἐκ δὲ
τοῦ νωτιαίου καὶ αὐτοῦ τοῦ ἐγκεφάλου τὰ νεῦρα τὴν
ψυχικὴν δύναμιν, ἐκ καρδίας δὲ τὴν σφυγμικὴν αἱ
ἀρτηρίαι, αἱ δὲ φλέβες ἐξ ἥπατος τὴν θρεπτικὴν,
ἐν τῷ Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος βιβλίῳ
Γαληνοῦ ἱκανῶς λέλεκται.
10
Ὑπόλοιπον δ' ἂν εἴη περὶ τῶν ἐντὸς τῆς ἄκρας
χειρὸς διελθεῖν, διὰ τί τε λεῖον καὶ ἄτριχόν ἐστι καὶ
σκληρὸν ἔτι τε κοῖλον τὸ μέσον, ὅπερ καὶ θέναρ
καλεῖται· τοῦ γὰρ μυὸς τοῦ κατὰ τοὺς τέσσαρας
δακτύλους ἑνὸς ὀντὸς μικροῦ καθ' ἕκαστον δάκτυλον,
ἰδίως δύο κατὰ τὸν μέγαν δάκτυλον εἰσίν· οἳ καὶ τὰ
καλούμενα θέναρα γεννῶντες [προσέρχονται] μέγιστοι,
δι' οὓς τό τε σαρκῶδες τῆς χειρὸς ὑψηλὸν γίνεται καὶ
τὸ μέσον κοῖλον, καὶ τῶν δακτύλων [ἑκάτερος], ὅ τε
μέγιστος καὶ ὁ μικρότατος, ἐπὶ πλεῖστον τῶν ἄλλων
ἀπάγονται. Καὶ μὴν καὶ ὁ μεταξὺ τοῦ τε μεγάλου
καὶ τοῦ λιχανοῦ μῦς ἕνεκα τοῦ σαρκῶδες ἐργάσασθαι
τὸ [ταύτῃ] μέρος τῆς χειρὸς ἐγένετο. Ἐξηγήσασθαι δὲ
χρὴ τὸν ὑποπεφυκότα τῷ δέρματι τῆς χειρὸς ἔσωθεν
τένοντα, τὴν μὲν ἔκφυσιν ἔχοντα ἐκ τοῦ μέσου μυὸς τοῦ
εὐθέος, ὃς ἐλάττων ἐστὶ τῶν ἄλλων τεσσάρων μυῶν,
ὅτι μηδὲ κινεῖ τινα διάρθρωσιν, ἐπιπολῆς δὲ ὑπὸ τῷ
δέρματι τὴν μέσην χώραν τοῦ κοιλώματος εἴληφεν.
Ἀποφύεται μὲν οὖν ὁ τένων οὗτος πρὶν ἐπὶ τὴν τοῦ
καρποῦ διάρθρωσιν ἀφικνεῖσθαι, πλατύνεσθαι δὲ ἄρ-
χεται κατ' ἐκείνην πρῶτον, ἐντεῦθέν τε φαίνεται, κα-
θάπερ τι δεύτερον δέρμα λευκὸν καὶ πυκνὸν καὶ
ἄναιμον, ὑποτεταγμένος παντὶ τῷ δέρματι κατ' ἄκραν
τὴν χεῖρα καὶ τοὺς δακτύλους κατὰ σύμφυσιν. Καὶ
διὰ τοῦτο ἐν τῇ ἄκρᾳ χειρὶ καὶ τοῖς δακτύλοις δέρμα
τὸ ἐντὸς οὐκ ἀποδέρεται· διὰ ταύτην δὲ τὴν αἰτίαν καὶ
τὸ [κατὼ] τῶν ποδῶν δέρμα, ἔτι τε τὸ μέτωπον, καὶ
ὀλίγου δεῖν ἅπαν τὸ πρόσωπον, ἄλλα τέ τινα τῶν
κατὰ τὸ ζῶον οὐκ ἔστιν ἀποδεῖραι διὰ τὴν τῶν τοι-
ούτων τενόντων ἢ μυῶν εἰς αὐτὰ κατάφυσιν. Καθό-
λου δὲ χρὴ γινώσκειν, ὡς ἤτοι τοῦ μεταδοῦναι χάριν
αἰσθήσεως ἀκριβεστέρας, ἢ κινήσεως τῆς καθ' ὁρμὴν,
δυσπερίτρεπτον καὶ σκληρὸν καὶ ἄτριχον εἴργασται τὸ
δέρμα, καὶ καταφύονταί τινες τοιοῦτοι εἰς αὐτὸ τένοντες.
Ἔπρεπε δὲ καὶ ταῖς χερσὶν, ἀντιληπτικοῖς ὑπαρχούσαις
ὀργάνοις, καὶ δυσπερίτρεπτον ἔχειν τὸ ἐντὸς δέρμα καὶ
ἄτριχον, ὡς πρὸς ἄλλα τε πεποιημέναις, καὶ μάλιστα
πρὸς τὴν τῶν μικρῶν σωμάτων ἀσφαλῆ τε καὶ
ἀκριβῆ λαβήν. Καὶ μέντοι καὶ αἰσθητικώτερον παν-
τὸς τοῦ ἄλλου δέρματος. οὐ γὰρ ἕτερον μὲν ἐχρῆν
εἶναι τὸ ἀντιληπτικὸν, ἕτερον δὲ τὸ ἁπτικὸν ὄργανον·
οὐδ' ἄλλο μὲν λαμβάνειν ἕκαστον τῶν ἐκτὸς, ἄλλο
δὲ κρίνειν τὴν τῶν ληφθέντων θερμότητα καὶ ψυχρό-
τητα καὶ σκληρότητα καὶ τὰς ἄλλας τὰς [ἁπτὰς] δια-
φοράς· ἀλλ' εὐθέως ἅμα τῷ λαμβάνειν ἕκαστον ἄμει-
νόν ἐστι καὶ συνδιαγινώσκειν ὁποῖόν τι κατὰ τὴν
φύσιν ἐστί. Συντελεῖ δὲ οὐ σμικρὰ πρὸς ἀκριβῆ
διάγνωσιν ἁπασῶν τῶν [ἁπτῶν] ποιοτήτων καὶ τὸ
ἄτριχον τοῦ ταύτῃ δέρματος, ἐκ τῆς τοῦ πλατυνθέντος
τένοντος ἀποφύσεως ἀπεργασθὲν, καὶ μάλιστα διὰ
τὰς ἐν τῷ θέναρι μαλαγὰς ἐμπλάστρων τε καὶ χειρο-
πλάστων. Διὰ ταῦτα μὲν δὴ τοὺς τοιούτους τένοντας
εἰς τὰ τῶν χειρῶν ἔνδον ἡ τοῦ ἀγαθοῦ Θεοῦ ἡμῶν
πρόνοια ἐνέφυσε δέρματα.
Καὶ περὶ μὲν τῆς κατασκευῆς τῆς ἄκρας χειρὸς
11
ἱκανὰ τὰ εἰρημένα· περὶ δὲ τῶν λοιπῶν μορίων τῆς
ὅλης χειρὸς μετέλθωμεν ἐξηγήσασθαι, τὴν ἀρχὴν ἀπὸ
τοῦ πήχεως ποιησάμενοι, Χριστὸν, τὸν ἀληθινὸν Θεὸν
ἡμῶν, ἐπιτάρροθον καὶ ὁδηγὸν γενέσθαι [ἐπικαλού-
μενοι]. Ὅτι μὲν οὖν ἔκτασιν καὶ κάμψιν τῆς ὅλης
χειρὸς ὁ πῆχυς καὶ τὸ τούτου ἄρθρον ἐργάζεται, τὴν
δὲ περιστροφὴν πρὸς τὸ πρηνῆ καὶ ὑπτίαν γενέσθαι
τὴν χεῖρα ἡ κερκὶς καὶ τὸ ταύτης ἄρθρον, πᾶσι τοῖς
ἐμπείροις ἀνατομικῆς ἐγχειρήσεως δῆλόν ἐστιν. Ἀλλ'
ἐπειδὴ τῷ πήχει καὶ τῇ κερκίδι προηγοῦνται ὅ τε
καρπὸς καὶ τὸ μετακάρπιον, ἀπ' αὐτῶν ἀρξώμεθα
τῆς ἐξηγήσεως· θαυμάσωμεν δὲ τὴν σοφίαν τοῦ
Δημιουργοῦ Θεοῦ ἡμῶν, πῶς τὰ μεγάλα τῶν ὀστῶν
(μηρόν τε, καὶ κνήμην, καὶ τὰ λοιπὰ) ἐξ ἑνὸς ὀσ-
τοῦ, τὸν δὲ καρπὸν, σμικρὸν καὶ οὐτιδανὸν ὄντα, ἐκ
τοσούτων ὀστῶν συνέθηκεν. Ἀλλ' ἐὰν μὲν ἀκριβῶς
καταμάθωμεν τὴν ἐνέργειαν καὶ τὴν χρείαν αὐτοῦ,
πάντως καὶ ἀναγκαῖον εἶναι αὐτὸν κυρώσομεν ἐκ
πολλῶν ὀστῶν συγκεῖσθαι, σμικρῶν τε καὶ ἀμυέλων,
καὶ τὴν σύνταξιν αὐτῶν διὰ συνδέσμων εὐρώστων
γεγενῆσθαι· δυσπαθὲς γὰρ τὸ ἐκ πολλῶν ὀστῶν
σύνθετον ὀστοῦν. Καθάπερ γὰρ τὰς ἀσπίδας οὐκ ἐκ
μιᾶς σανίδος, ἀλλ' ἐκ πολλῶν καὶ σμικρῶν, οἱ κατὰ
τοὺς πολέμους ἔμπειροι συντεθείκασι, διὰ τὸ μὴ
εὐκόλως θραύεσθαι, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ
καρποῦ καὶ ἐπὶ τοῦ μετακαρπίου. †ἐπειδὴ γὰρ καὶ
δόρυ, καὶ φάσγανον, καὶ λίθου βολὴν, καὶ πᾶσαν
ἰσχυρὰν ἐνέργειαν, τῆς ἄκρας χειρὸς ῥίζαν εἶναι τὸν
καρπὸν καὶ τὸ μετακάρπιον ὁμολογοῦμεν.†
12
Διὰ τί δὲ τὸ μὲν μετακάρπιον ἐκ τεσσάρων ὀσ-
τῶν σύγκειται, ὁ δὲ καρπὸς ἐξ ὀκτώ; ὅτι τὸ μὲν
μετακάρπιον διαρθροῦται τοῖς τέτρασι δακτύλοις τοῖς
κατ' εὐθεῖαν κειμένοις. ὁ γὰρ μέγας, ὃν καὶ ἀντίχειρα
καλοῦμεν, οὐ τῷ μετακαρπίῳ διαρθροῦται, ἀλλὰ τῇ
ἐξοχῇ τοῦ πήχεως τῇ συναπτομένῃ τῷ καρπῷ. Ὅτι
δὲ, τεσσάρων ὄντων τοῦ μετακαρπίου τῶν ὀστῶν,
ἔμελλε τὸ αὐτὸ μετακάρπιον διαρθροῦσθαι κατὰ τὸ
ἕτερον πέρας τῷ καρπῷ, (δῆλον ὡς καὶ τοῦ καρποῦ
τεττάρων ὄντων τῶν τοιούτων ὀστῶν,) οὐκ ἤρκει δὲ
διὰ τὴν σμικρότητα· προστίθησιν ἡ τοῦ Θεοῦ πρόνοια
τοῖς τέτρασιν ἄλλα τέσσαρα ἐπὶ δύο στοίχους κοιλαι-
νόμενα κατὰ τὴν ἕνωσιν αὐτῶν εἰς ὑποδοχὴν τῶν τοῦ
μετακαρπίου ὀστῶν, ὡς εἶναι πάντα τὰ ὀστᾶ τοῦ
καρποῦ ὀκτὼ οὔτε πλείω οὔτε ἐλάσσω. Μάθοις
δ' ἂν τὸ λεγόμενον, εἰ ἀληθές ἐστιν, ἐξ ἀνατομῆς·
ξέσαι γὰρ σφόδρα [δεῖ,] ὡς καθαρὸν ἀπεργάσασθαι
τὸν καρπὸν, εἰ [μέλλεις] ἀκριβῶς θεᾶσθαι τὰ συντε-
θέντα τῶν καρπῶν ὀστᾶ. Διὰ τί δὲ τὰ τοῦ καρποῦ
ὀστᾶ σιμὰ μὲν ἐντὸς, κυρτὰ δὲ ἐκτός; ἵνα ταῖς
ἀνακλάσεσι τῆς ἄκρας χειρὸς, μήτε πέρα τοῦ μέ-
τρου περιάγηται, μήτε ἀστήρικτον μένῃ, καὶ ὡς ἂν
εἴποι τις πάρετον. Ὡσαύτως δὲ καὶ περὶ τῶν
[ἐπιφύσεών] τε καὶ ἀποφύσεων ἁπασῶν τῶν ἐν τοῖς
κώλοις, ἔνθα χρὴ διάρθρωσιν γίνεσθαι ὀστῶν, καὶ
μάλιστα μεγάλων, κυρτὸν μὲν εἶναι χρὴ τὸ ἐμβησό-
μενον, κοῖλον δὲ τὸ ὑποδεχόμενον ὀστοῦν καὶ περι-
φερὲς πανταχόθεν, ὥστε μὴ ὀλισθαίνειν ἐν ταῖς
σφοδραῖς κινήσεσι τὴν κεφαλὴν τοῦ ἐμβαίνοντος
ὀστοῦ. Ἐπεὶ τοίνυν καὶ τὸν καρπὸν ἔδει διαρ-
θροῦσθαι τοῖς πήχεώς τε καὶ κερκίδος πέρασι, δεόν-
τως ἑκάτερον τῶν ὀστῶν ἐπίφυσιν ἔσχε, κυρτὴν μὲν
καὶ περιφερῆ τοῖς ἐκτὸς, κοίλην δὲ τοῖς ἔνδοθεν. Ἀλλ'
ἡ μὲν τῆς κερκίδος πανταχόθεν ὀφρὺν ἔχει περιθέ-
ουσαν, ὑφ' ἧς ἀκριβῶς σφίγγεται τῷ ταύτης πέρατι
ὁ καρπός· ἡ δὲ τοῦ πήχεως οὐκ ἔθ' ὁμοίως, ἀλλὰ τὸ
μὲν ἔσω τε καὶ πρὸς τὴν κερκίδα βλέπον τοιοῦτον,
τὸ δ' ἄλλο τὸ κατὰ μῆκός τε καὶ εὐρυχωρίαν ὅλου τοῦ
κώλου πέρας εἰς περιφερῆ κεφαλὴν τελευτᾷ, ᾗ περι-
βέβληται τὸ [ταύτῃ] τεταγμένον ὀστοῦν τὴν τοῦ
καρποῦ γληνοειδῆ κοιλότητα. Ὥστε διττὴν εἶναι κατὰ
τὸν καρπὸν διάρθρωσιν, ἑτέραν μὲν τῶν ἐμβαινόντων
αὐτῶν τοῦ καρποῦ περάτων εἰς τὴν μεταξὺ τῶν κερ-
κίδος τε καὶ πήχεως ἀποφύσεων κοιλότητα, [τὴν δ'
ἄλλην τὴν μικρὰν τοῦ περιλαμβάνοντος ὀστοῦ τὴν
μικρὰν ἀπόφυσιν τοῦ πήχεως·] αὕτη μὲν οὖν ἕνεκα
τῶν ἐπὶ τὸ πρανές τε καὶ ὕπτιον ἐπιστροφῶν τῆς
χειρὸς ἐγένετο, διὰ δὲ τῆς ἄλλης τῆς μεγάλης ἐκτεί-
νεται καὶ κάμπτεται τὸ κατὰ τὸν καρπὸν ἄρθρον.
13
Περὶ δὲ θέσεως καὶ διαπλάσεως τῆς κερκίδος καὶ
τοῦ πήχεως ἑξῆς ἂν εἴη ῥητέον. Ἡ μὲν δὴ θέσις
αὐτῆς λοξὴ γέγονεν, ἡ δὲ τοῦ πήχεως εὐθεῖα· κατὰ
γὰρ τὴν φύσιν τῆς κινήσεως ἑκατέρας, ἐχρῆν εἶναι
καὶ τὴν θέσιν ἑκατέρου τῶν ὀστῶν· ἡ μὲν γὰρ κατ'
ἔκτασίν τε καὶ κάμψιν κίνησις ὑπὸ τοῦ πήχεως
γίνεται ὅλου τοῦ κώλου κατ' εὐθεῖαν γινομένη· ἡ δὲ
ἐπὶ τὸ πρανὲς καὶ τὸ ὕπτιον καὶ κατὰ τὰ πλάγια
τῆς χειρὸς κίνησις ὑπὸ τῆς κερκίδος γίνεται. εὐλόγως
ἄρα λοξὴ μὲν ἡ κερκὶς, εὐθὺς δὲ ὁ πῆχύς ἐστιν. Διὰ
τοῦτο καὶ ἡ εἰς τὸν βραχίονα διάρθρωσις ἑκατέρων τῶν
ὀστῶν ἀνόμοιος ἐγένετο· τοῦ μὲν γὰρ πήχεως ἐπὶ τῆς
πρὸς τὸν βραχίονα δύο ἀποφύσεις εἰσὶ, κυρταὶ μὲν
ἔξωθεν, ἔσωθεν δὲ κοῖλαι· μία μὲν ἐκ τῶν ὄπισθέν τε
καὶ κάτωθεν αὐτοῦ μερῶν, ἥπερ δὴ καὶ μείζων ἐστὶν,
ἑτέρα δὲ ἐκ τῶν ἄνωθέν τε καὶ πρόσθεν, ἐλάσσων
ἐκείνης. ἐστραμμένων δὲ πρὸς ἀλλήλας τῶν κοιλο-
τήτων καὶ ἡνωμένων, μία μεγάλη κοιλότης γίνεται,
ἐοικυῖα τῷ Ϲ γράμματι. Ὀνομάζουσι δὲ τὰς ἀπο-
φύσεις ταύτας ἀμφοτέρας μὲν κορώνας, διότι περι-
φερεῖς εἰσιν ἀμφότεραι· τὴν δὲ μεγάλην τὴν ὄπισθεν
Ἀθηναῖοι μὲν ὀλέκρανον, Ἱπποκράτης δὲ ἀγκῶνα.
Τῶν δὲ ὅλης τῆς χειρὸς εἰς τὰ πλάγια κινήσεων, αἱ
μὲν ὑπὸ τὸ ὕπτιον ἐλάττους εἰσὶν ἐνέργειαι, αἱ δὲ ὑπὸ
τὸ πρανὲς μείζονές τε καὶ ἀναγκαιότεραι· καὶ διὰ τοῦτο
καὶ τὴν τῆς κερκίδος θέσιν ἑτοιμοτέραν ὑπακούειν ἐπὶ
τὸ πρανὲς, τοιαύτην ἡ πρόνοια τοῦ Θεοῦ κατεσκεύασε,
τὸ μὲν ἄνω πέρας ἐπὶ τὴν ἔξωθεν κεφαλὴν τοῦ βρα-
χίονος ἀγαγοῦσα, τὸ δὲ κάτω ἐπὶ τὸν μέγαν ἐκτείνασα
δάκτυλον. Ἐναντίαν δὲ εἴπερ ἔσχε τὴν θέσιν, [ῥᾷον]
ἂν ἐπὶ τὸ ὕπτιον ἢ ἐπὶ τὸ πρανὲς ἐκεκίνητο· τῇ μὲν
γὰρ νῦν οὔσῃ θέσει τὸ [πρανὲς] σχῆμα πλησιέστε-
ρον, τῇ δὲ ἐναντίᾳ τὸ ὕπτιον.
Διὰ ταῦτα μὲν δὴ ἡ κερκὶς λοξὴ κατεσκευάσθη,
14
καὶ ὡδί πως λοξή· διὰ τί δὲ ἐπίκειται τῷ πήχει; ὅτι
μακρότερος αὐτῆς ἐκεῖνος, καὶ τὸ πλεῖστον τῆς πρὸς
τὸν βραχίονα διαρθρώσεως αὐτὸς ἐπέχει· εὔλογον δὲ
ἦν ὀχεῖσθαι τὸ βραχύτερον ὀστοῦν ὑπὸ τοῦ μακρο-
τέρου. Διὰ τί δὲ ἀμφοτέρων τὰ μὲν ἐν τῷ μέσῳ
λεπτότερα, τὰ δὲ κατ' ἀγκῶνά τε καὶ καρπὸν παχύ-
τερα; ὅτι τὰ μὲν ἐχρῆν χώραν τοῖς μυσὶ παρέχειν,
τὰ δὲ ὀγκωθῆναι ταῖς ἐπιφύσεσιν· αὗται δὲ πρὸς τὰς
διαρθρώσεις εἰσὶ χρήσιμοι. Διὰ τί δὲ αὐτῶν τῶν
περάτων, πήχεως μὲν τὸ κατ' ἀγκῶνα παχύτερον,
κερκίδος δὲ τὸ πρὸς τὸν καρπόν; ἢ ὅτι κοινὴ μὲν
ἀμφοῖν ἐστιν ἡ πρὸς τὸν καρπὸν διάρθρωσις, ἐν δὲ
[τῇ] πρὸς τὸν βραχίονα πλεονεκτεῖν ἀναγκαῖόν
ἐστι τὸν πῆχυν εἰς τοσοῦτον τῆς κερκίδος, εἰς
ὅσον περ ἡ διάρθρωσις αὐτοῦ χρησιμωτέρα ταῖς
ἄλλαις τῆς χειρὸς ἐνεργείαις ὑπάρχει; Περὶ μὲν
δὴ τῶν τοῦ πήχεως καὶ τῆς κερκίδος ὀστῶν θέσεώς
τε καὶ διαπλάσεως καὶ κινήσεων ἀμφοτέρων ὧδ' ἔχει·
τίνες δὲ μύες καὶ τένοντες οἱ κινοῦντες αὐτὰ, ἐν τῷ
Περὶ Μυῶν Κινήσεως Γαληνοῦ αὐτάρκως εἴρηται.
15
λείποιτο δ' ἂν ἔτι τὰ κατὰ τὸν βραχίονα τοῦ πήχεως
εἰπεῖν· γίνεται δὲ οὕτω. Τοῦ πήχεως αἱ κορῶναι τῇ
μεγάλῃ κοιλότητι τοῦ βραχίονος διαρθρούμεναι τὴν
ἔκτασιν καὶ τὴν κάμψιν τῆς χειρὸς ἀπεργάζονται,
ὥσπερ ἡ τῆς κερκίδος πρὸς τὸν βραχίονα τὴν ἐπὶ τὸ
πρανὲς καὶ ὕπτιον κίνησιν. Ἀκριβοῦνται δὲ ἀμφοτέ-
ρων αἱ διαρθρώσεις, τῆς τε κερκίδος [καὶ] τῶν κορω-
νῶν τοῦ πήχεως, πρὸς τὸν βραχίονα πανταχόθεν περι-
σφιγγόμεναι ταῖς βαθμίσι τῆς κοιλότητος τοῦ βρα-
χίονος, ὡς μὴ ἀπολείπεσθαι χώραν κενὴν μεταξύ·
ὥστε ἐν ταῖς ἐκτάσεσι τῆς χειρὸς, πρὸς τοὐπίσω μὴ
ἀνακλᾶσθαι τὴν χεῖρα, μηδ' αὖ πάλιν εἰς τὰ πλάγια,
ἀλλ' ἐκτείνεσθαί τε καὶ κάμπτεσθαι μόνον τὴν χεῖρα
συμμέτρως. Σύνδεσμοι δέ τινες ἰσχυροὶ, κατὰ τὰς
τῶν ἐπιφύσεων χώρας ἀνίσχοντες, συνάπτουσί τε καὶ
συσφίγγουσι κυκλοτερῶς περικείμενοι τὴν διάρθρωσιν
ὅλην, ὡς μὴ ἐκπίπτειν ῥᾳδίως τάς τε κορώνας καὶ τὸν
ἀγκῶνα ἐκ τῆς ὑποκειμένης κοιλότητος. Τὸ δὲ τοῦ
βραχίονος ὀστοῦν κυρτὸν μέν ἐστιν ἐν τοῖς ἔξωθεν
μέρεσιν, ἐν δὲ τοῖς ἔσωθεν κοῖλον, καὶ τοῦτο τῇ προ-
νοίᾳ τοῦ Δημιουργοῦ Θεοῦ ἡμῶν· πρὸς ἀλλήλας γὰρ
βλέπειν τὰς χεῖρας ἄμεινον, καὶ διὰ τοῦτο τὰ μὲν
κοῖλα τοῦ βραχίονος ἐντὸς, τὰ δὲ κυρτὰ πρὸς τὰ
16
ἐκτὸς ἀπεστράφθαι. Μύες δὲ τέσσαρες οἱ κινοῦντες
τὸν βραχίονα, δύο μὲν ἔσωθεν, δύο δὲ ἔξωθεν· ἐπί-
κειται δὲ ὁ ἕτερος τῷ ἑτέρῳ, τέμνοντες ἀλλήλους
κατὰ γωνίας ὀξείας καὶ ἀμβλείας τῷ Χ γράμματι
παραπλησίως, πρὸς τὸ σκεπάσαι τὸν βραχίονα παν-
ταχόθεν, ὡς μὴ παραλιπεῖν χώραν γυμνήν. Μέγιστον
δὲ θαῦμα τῆς κατασκευῆς αὐτῶν, ὅτι διτταῖς κινήσεσι
λοξαῖς μίαν εὐθεῖαν ἀπεργάζονται· ἀρχομένου γὰρ
τοῦ μὲν ἑτέρου τῶν τὸν πῆχυν καμπτόντων μυῶν
ἀπὸ τῶν ἔνδον μερῶν τοῦ κατ' ὦμον χωρίου, καὶ
φερομένου ἐντεῦθεν ἐπὶ τὰ πρόσω τοῦ βραχίονος, τοῦ
δὲ ἑτέρου τὴν μὲν ἔκφυσιν ἐκ τῶν ἔξωθεν μερῶν
τοῦ βραχίονος [ἴσχοντος], εἴσω δὲ ἐντεῦθεν ἀτρέμα
ἐπιστρεφομένου, πρόδηλος μὲν καὶ ἡ θέσις ὅτι τῷ
Χ γράμματι ὡμοίωται, πρόδηλος δὲ καὶ ἡ τῆς κινή-
σεως λοξότης. ἀμφοτέρων γὰρ τεινόντων, κατ' εὐθὺ
μὲν ἀκριβῶς κάμπτουσι τὸν πῆχυν· εἰ δὲ ὁ μὲν αὐτῶν
ἐνεργήσειεν, [ὁ δ' ἀργήσειε,] βραχὺ τῆς εὐθύτητος
ἐφ' ἑκάτερα παρατρέπουσιν. Διὰ τί δὲ ὁ βραχίων τοῦ
πήχεως μείζων; ὅτι καὶ οἱ κινοῦντες τὸν βραχίονα
μύες μείζονές εἰσιν τῶν τὸν πῆχυν κινούντων μυῶν·
ὥστε εἶναι καὶ τοὺς ὄγκους τῶν ὑποκειμένων αὐτοῖς
ὀστῶν μείζονας, καὶ διὰ τοῦτο καὶ ὁ βραχίων τοῦ
πήχεως μείζων ἐστὶν, διά τε τὸ μέγεθος αὐτοῦ χαυνό-
τερος. καὶ σηραγγώδης καὶ κοῖλος ἔνδοθεν, ἅμα μὲν
ὥστε ἀβαρὴς εἶναι, ἅμα δὲ καὶ τὴν οἰκείαν τροφὴν
[ὀστοῦ] ἐν τῇ κοιλότητι ἐναποτίθεσθαι, ἥνπερ δὴ
μυελὸν ὀνομάζομεν.
17
Διὰ τί δὲ ἓν μὲν ὀστοῦν ἐν τῷ βραχίονι, δύο δὲ ἐν
τῷ πήχει; ἢ ὅτι καὶ ἡ ἐνέργεια τοῦ πήχεως καὶ
σφόδρα ἀναγκαία καὶ πολλάκις γινομένη; ἢ διότι ἡ
τοῦ βραχίονος κεφαλὴ μεγάλη καὶ σιμὴ καὶ οὐδαμῶς
κονδυλώδης; Διὸ καὶ τὴν ὑποδεχομένην αὐτὴν κοιλό-
τητα τῆς ὠμοπλάτης, οὐ κοτύλην γεγονέναι ἀλλὰ
γλήνην, μηδαμόσε ὀφρύας περιέχουσαν, λεπτοῖς τε
καὶ χαλαροῖς καὶ ὑμενώδεσι συνδέσμοις κατὰ τὸ κατ'
ὦμον ἄρθρον διειλημμένην.
ΚΑΙ περὶ μὲν τῆς κατασκευῆς τῶν χειρῶν, τῆς τε
τῶν ὀστῶν, καὶ συνδέσμων, καὶ ἄρθρων, ἱκανὰ τὰ
18
εἰρημένα. καιρὸς οὖν λοιπὸν ἐξηγήσασθαι περὶ τῆς
τῶν σκελῶν κατασκευῆς καὶ τῶν ἄκρων ποδῶν, (τὴν
τοῦ Θεοῦ βοήθειαν αἰτουμένοις, ὅπως μεγαλύνωμεν
αὐτὸν ἐν τοῖς δημιουργήμασιν αὐτοῦ·) πῶς ἐν τοῖς
πεζοῖς ζώοις μόνον τὸν ἄνθρωπον δίπουν εἰργάσατο,
καὶ οὐ μόνον δίπουν ἀλλὰ καὶ ὄρθιον· κατ' εὐθεῖαν
γὰρ γραμμὴν ἐκπεφυκότα τῆς ῥάχεως τὰ σκέλη
πεποίηκεν. Εἰ γὰρ καὶ τὰ πτηνὰ δίποδα καὶ ἄνω τὸν
ὦπα ἔχοντα ἐδημιουργήθη, ἀλλὰ πρὸς τὰς ὀρθὰς
γωνίας ἡ ῥάχις τοῖς σκέλεσιν αὐτοῖς διάκειται βαδί-
ζουσιν, ὥσπερ ἀνθρώπῳ ἐν τῷ καθέζεσθαι ἡ μὲν
ῥάχις τοῖς μηροῖς πρὸς ὀρθὰς γωνίας κεῖται, οἱ μηροὶ
δὲ τῇ κνήμῃ. Τῶν δ' αὖ τετραπόδων οὐχ οὕτω·
πάντα γὰρ εἰς τὰ πρόσω τὰς καμπὰς ἔχει τῶν
ὀπισθίων σκελῶν, καθάπερ τῶν ἔμπροσθεν εἰς τοὐ-
πίσω· καὶ γὰρ τὰς καμπὰς πρὸς ἄλληλα ποιεῖται τὰ
τετράποδα ζῶα, ὁμοιότατον τρόπον βαδίζοντα τοῖς
ἐπὶ τῶν χειρῶν ἕρπουσι βρέφεσιν. Ὥστε σοφῶς ὁ
ἀγαθὸς Θεὸς ἡμῶν τοιούτους τοὺς ἀνθρώπους ἐσχη-
μάτισεν, ὀρθοὺς μὲν καὶ καθημένους τὰς κατὰ τὸν
βίον ἐνεργείας ἐργάζεσθαι, πρανεῖς δὲ καὶ ὑπτίους
τῶν τοιούτων ἐνεργεῖν οὐδέν· καὶ ἄλλως ὀρθίους
ἑστηκότας εἰς τὸν οὐρανὸν ἑτοίμῳ ἀναβλέπειν ὄμ-
ματι, καὶ νοῦν καὶ χεῖρας ἐκτείνοντας πρὸς τὸν κατοι-
κοῦντα ἐν οὐρανοῖς Θεὸν ἡμῶν τὸν ἀγαθόν τε καὶ
ἅγιον, εἰς αἶνον καὶ ὕμνον τῶν θαυμασίων αὐτοῦ.
Τούτου χάριν καὶ τοιούτους τοὺς ἀνθρώπους ἐδη-
μιούργησεν· εἰ γὰρ ὁ καλούμενος οὐρανοσκόπος
ἰχθὺς τὸ ὄμμα ἄνω ἔχει, ἀλλὰ τῆς δόξης τοῦ Θεοῦ
ἄμοιρος, ἄλογος γάρ. ἐπὶ τὸ προκείμενον δὲ λοιπὸν
ἐπανέλθωμεν.
19
Εἴπωμεν οὖν περὶ τῆς τῶν σκελῶν κατασκευῆς·
ὥσπερ γὰρ ἡ χεὶρ ἀντιληπτικὸν ὄργανον, οὕτω τὸ
σκέλος βαδιστικὸν ἐγένετο, ὡς ἂν πρέπῃ ζώῳ σοφῷ
λογικῷ τε καὶ ἡμέρῳ. Ὅτι μὲν οὖν προμήκεις τε καὶ
πλατεῖς καὶ μαλακοὺς καὶ πολυσχιδεῖς ἔπρεπεν τοὺς
πόδας γενέσθαι, τοῦτο ἐναργῶς καὶ φαίνονται καὶ εἰσί·
πρὸς πάσας γὰρ τὰς δυσχωρίας ἐπιτήδειος ἡ τοιαύτη
κατασκευὴ, εἴ που [δεηθείημεν] ὑψηλοῖς ἀνιέναι τοί-
χοις, ἢ δένδροις, ἢ πέτραις. ἀλλὰ καὶ κοίλους μὲν ἀτρέ-
μα κάτωθεν, ἄνωθεν δὲ κυρτοὺς εἶναι. Ἐπεὶ τοίνυν ἡ
βάδισις γίνεται, τοῦ μὲν ποδὸς ἐπὶ γῆς ἐστηριγμένου,
τοῦ δὲ σκέλους τοῦ ἑτέρου περιφερομένου, ἀνάγκη
ἄκρους μὲν τοὺς πόδας ἕδρας ἕνεκα γεγονέναι, τὰ δὲ
σκέλη τῆς κατὰ τόπον ἀμείψεως· καὶ γὰρ πολλάκις δι'
αἰτίαν τινὰ τῶν ἄκρων ποδῶν ἀποτμηθέντων, δύναν-
ται κόντους ἐπιθέντες περιπατεῖν οἱ ἄνθρωποι. ὥστε
ἐπεὶ ἕδρας ἕνεκα γεγόνασιν οἱ ἀκρόποδες, ἀνάγκη καὶ
πλατεῖς εἶναι, καὶ προμήκεις, καὶ πολυσχιδεῖς. Καὶ
κοῖλοι μὲν κάτωθεν, κυρτοὶ δὲ ἄνωθεν· ὥσπερ γὰρ αἱ
χεῖρες τῇ ποικιλίᾳ τῶν ἄρθρων [καὶ] ταῖς κοιλότησιν
ἐπιτήδειαι παντὶ τῷ σώματι περιπτύσσεσθαι, οὕτως
οἱ πόδες, ὡς μάλιστα χεῖρας μιμησάμενοι, καὶ πολυ-
σχιδεῖς μὲν ταῖς διαρθρώσεσι γενόμενοι, κοῖλοι δὲ κατ'
ἐκεῖνα καθ' ἃ ἐρείδεσθαι τοῖς κυρτοῖς ἐδάφεσιν ἔμελ-
λον, ἐν παντὶ χωρίῳ καλῶς στηρίζεσθαι πεφύκασιν.
[Τοῦτ'] οὖν τὸ περιττόν ἐστι τῆς τῶν ἀνθρωπίνων
σκελῶν κατασκευῆς, οὐχ ὡς βαδιστικῷ μόνον, ἀλλὰ
καὶ ὡς λογικῷ ζώῳ, πρέποντας αὐτῷ δοθῆναι τοιού-
τους πόδας παρὰ τοῦ Δημιουργοῦ Θεοῦ ἡμῶν. Μά-
θοις δ' ἂν ἐναργέστερον τὸ λεγόμενον, εἰ ἐπὶ λεπτῆς
κλίμακος ἴδοις ἀναβαίνοντά τινα· περιλαμβάνοντα
γὰρ ἐνταῦθα ὄψει τῇ [κοιλότητι] τοῦ ποδὸς τὴν [κυρ-
τότητα] τῶν βαθμίδων, εἶτα ἑκατέρωθεν ἐπιπτύσσοντα
κατὰ τοὺς δακτύλους τε καὶ τὴν πτέρναν, ὅλην ὡς οἷόν
τε μάλιστα τὴν βάσιν ἀπεργάζεσθαι περιφερῆ, δίκην
20
χειρὸς περιλαμβάνουσαν τὸ ὑποκείμενον σῶμα. Κατὰ
τοῦτο οὖν ὅμοιοι ταῖς χερσὶν οἱ πόδες εἰσὶν, ἀντίχειρ
δὲ αὐτοῖς οὐ δέδοται διὰ τὸ ἕδρας μόνον εἶναι ὄργανα·
ἀλλὰ καὶ [τὸ] τῷ καρπῷ παραπλήσιον ἔσχον, ὅπερ
καλεῖται ταρσὸς, καὶ τῷ μετακαρπίῳ τὸ πρὸς τῶν
νεωτέρων ἰατρῶν ὀνομασθὲν πεδίον. τὰ μὲν οὖν τρία
μέρη ταῦτα τοῦ ποδὸς οἷά περ τῆς χειρός εἰσιν,
οἱ δάκτυλοι, τὸ πεδίον, ὁ ταρσὸς, ὧν οὐδέν ἐστιν
ἄλλῳ ζώῳ πλὴν ἀνθρώπῳ. Τὸ δὲ ὑποκείμενον τῇ
κνήμῃ μέρος τοῦ ποδὸς, σύνθετον ὂν, ἴδιον ὄνομα οὐ
κέκτηται, σύγκειται δὲ ἐκ τριῶν ὀστῶν, ἀστραγάλου
τε, καὶ πτέρνης, καὶ τοῦ κληθέντος ὑπὸ τῶν ἀνατο-
μικῶν ἰατρῶν, σκαφοειδοῦς· ὁ δὲ ταρσὸς καὶ τὸ
πεδίον, κἂν σύνθετα ὦσι, τῶν συνήθων ὀνομάτων
τετυχήκασι. Λέξομεν οὖν ἕκαστον τῶν ἁπλῶν ἐν τῷ
ποδὶ μορίων, τί τὸ σχῆμα κέκτηται, καὶ τίνα τὴν
σχέσιν, ὅπως τε τῆς πρὸς ἄλληλα συντάξεως
ἔχουσι, καὶ ὅστις ἀριθμὸς αὐτῶν ἐστιν· ἀλλὰ καὶ
περὶ μαλακότητος καὶ πυκνότητος, καὶ ὅσα τοῖς σώ-
μασιν ὑπάρχουσι, διέλθωμεν.
21
Ὅτι μὲν πέντε δάκτυλοι τοῦ ποδὸς, μαρτυρεῖ τὸ
φαινόμενον· διὰ τί δὲ οἱ τέσσαρες ἐκ τριῶν φαλάγ-
γων, ὁ δὲ μέγας ἐκ δυοῖν; ἐπειδὴ ὑψηλότερόν τε καὶ
κοῖλον ἔμελλεν ἔσεσθαι τὸ ἐντὸς τοῦ ποδὸς, οἷον
ψαλὶς, εὔλογον ἦν ἕδρας ἀσφαλεῖς τε καὶ μείζονας
γενέσθαι, καὶ δύο τὰ τοῦ μεγάλου δακτύλου ὀστᾶ.
Ἐφεξῆς δὲ τούτοις ὄπισθεν ἡ τοῦ πεδίου θέσις,
συναπτομένη τῷ τοῦ μεγάλου δακτύλου ὀστῷ κατὰ
γῆς ἐστηριγμένῳ. Ἀναλογεῖ δὲ τὸ πεδίον τῷ μετα-
καρπίῳ, ὑποδεχόμενον τῶν πέντε δακτύλων τὰ ὀστᾶ·
καὶ ἐπειδὴ κατὰ στίχον ἕνα κεῖνται οἱ πέντε δάκτυλοι,
εὔλογον καὶ τὸ πεδίον ἔχειν ὀστᾶ πέντε πρὸς ὑπο-
δοχὴν τῶν πέντε δακτύλων. Ἀπὸ δὲ τοῦ πεδίου
ὄπισθεν ὁ ταρσὸς, συγκείμενος καὶ αὐτὸς ἐκ τεσ-
σάρων ὀστῶν μικρῶν τε καὶ ἀμυέλων· ἐξ ὧν ἐστιν
ἓν τὸ κυβοειδὲς, κείμενον ἐκ τῶν ἔξω αὐτοῦ μερῶν,
διαρθροῦται δὲ τῇ τῆς πτέρνης κοιλότητι· †τῶν δὲ
λοιπῶν τριῶν ἐπιβαίνει ὁ κύβος τοῦ σκαφοειδοῦς
ὀστοῦ, ὁ δ' αὐτὸς κύβος ὑποβέβηκε τῇ κεφαλῇ τοῦ
ἀστραγάλου·† ὁ δὲ ἀστράγαλος ἔγκειται μὲν ταῖς
τῆς κνήμης καὶ περόνης ἐπιφύσεσιν, ἐπίκειται δὲ τῇ
πτέρνῃ, κάτω δύο τινὰς ἐξοχὰς ταῖς κοιλότησιν
ἐκείνης ἐνηδρακώς. Καὶ ἔστι τὸ μὲν ἐκτεῖναί τε καὶ
κάμψαι τὸν ἄκρον πόδα ἄνω τε καὶ κάτω τοῦ ἀστρα-
γάλου τῆς διαρθρώσεως ἔργον πρὸς τὰς τῆς κνήμης
τε καὶ περόνης [ἐπιφύσεις]· τὸ δὲ εἰς τὰ πλάγια
περιφέρειν, τοῦ αὐτοῦ ἀστραγάλου τῆς πρὸς τὸ σκα-
φοειδὲς διαρθρώσεως. Ἡ δὲ πτέρνα, ἕδρας ἕνεκα
γεγονυῖα, δικαίως μείζων πάντων τῶν ἐν τῷ ποδὶ
ὀστῶν γέγονεν· ἔστι δὲ κάτωθεν μὲν πλατεῖά τε καὶ
λεία, ὄπισθεν δὲ περιφερὴς, δύο κοιλότητας ἔχουσα,
εἰς ἃς ὑποδέχεται τὰς τοῦ ἀστραγάλου ἐξοχάς. Ὁ γὰρ
ἀστράγαλος μέσος κεῖται τῆς κνήμης καὶ περόνης
καὶ πτέρνης, ἄνωθεν μὲν διαρθρούμενος τῇ κνήμῃ καὶ
τῇ περόνῃ, κάτωθεν δὲ τῇ πτέρνῃ καὶ τῷ σκαφοειδεῖ
ὀστῷ, συνδέσμοις εὐρώστοις ἐν ἀμφοτέροις τοῖς ἄρ-
θροις ἐσφιγμένος.
Περὶ μὲν οὖν τῆς συντάξεως τῶν ὀστῶν τοῦ ἄκρου
ποδὸς, τῆς τε θέσεως αὐτῶν καὶ κινήσεως, ἰκανὰ τὰ
22
εἰρημένα· ὑπόλοιπον δ' ἂν εἴη περὶ τῶν τοῦ σκέλους
ὀστῶν διελθεῖν, ἐξηγουμένους περί τε τοῦ σχήματος
αὐτῶν καὶ μεγέθους, θέσεώς τε καὶ κινήσεως, καὶ τῆς
ἐν αὐτοῖς διαρθρώσεως. Ἔστι μὲν οὖν ἡ κνήμη
πρὸς μὲν τὸ ἄνω πέρας παχεῖα, πρὸς τὸ κάτω δὲ
ἀπολειπομένη βραχὺ τοῦ μεγέθους, ῥάχιν ἔχουσα ἔμ-
προσθεν ἀπὸ τοῦ ἄνω μέρους ἕως κάτω, ἐπικειμένη
μὲν τῷ σκαφοειδεῖ ὀστῷ, τῇ δὲ περόνῃ συγκειμένη.
Ἀμφοτέρων δὲ τὰ κάτω πέρατα, τῆς τε κνήμης καὶ
τῆς περόνης, ἡνωμένα ὄντα, διαρθροῦνται τῷ ἀστρα-
γάλῳ ἰσχυροῖς καὶ νευρώδεσι συνδέσμοις· τῷ δὲ
μηρῷ διαρθροῦνται κατὰ τὰ ἄνω αὐτῶν πέρατα.
Ἔστι μὲν οὖν ἡ περόνη προσπεπλασμένη τῇ κνήμῃ
κατὰ τὸ ἔξωθεν αὐτῆς μέρος, λεπτὴ μὲν πάνυ, ἀλλὰ
χρειώδης τῷ σκέλει. κατὰ μὲν γὰρ τὴν κάτω διάρ-
θρωσιν καθ' ἣν διαρθροῦται τῷ ἀστραγάλῳ, σὺν τῇ
κνήμῃ τὸν ἄκρον πόδα κινεῖ ἄνω τε καὶ κάτω· κατὰ
δὲ τὴν πρὸς τὰ ἄνω ἕνωσιν τῆς κνήμης, βαστάζει τὸν
μηρὸν πάνυ μέγιστον ὄντα· τρίτη δὲ αὐτῆς χρεία,
ὅτι πρὸς τἀκτὸς ἐπιβεβλημένη τῇ κνήμῃ, διαφυλάττει
τὰ τοῦ σκέλους ἀγγεῖα καὶ τοὺς μῦς πασῶν τῶν
ἔξωθεν προσβολῶν ἀπαθεῖς· ἀλλὰ καὶ χώραν παρέ-
χειν τοῖς μυσὶ τοῖς περιειλημμένοις τῷ σκέλει ἐπι-
τήδειος ἡ λεπτότης ἐστίν. Ἐπειδὴ δὲ ἡ κνήμη
βαστάζει τὸν μηρὸν, μεῖζον δὲ τὸ βαστάζον τοῦ
βασταζομένου εἶναι χρὴ, ἔδει τὴν κνήμην μείζονα τοῦ
μηροῦ γεγενῆσθαι. ἀλλ' εἴπερ μείζων ἐγένετο, ἐκώ-
λυεν ἂν τῷ βάρει τὴν εἰς τάχος κίνησιν· πάλιν δὲ εἰ
ἐλάσσων ἦν, κατέπιπτεν ἂν ὁ ἄνθρωπος ἐν τῇ ἕδρᾳ
τῆς στάσεως, ὄρθιος γάρ. Ἵνα οὖν καὶ τὸ βάρος
ἐκφύγῃ διὰ τὸ μέγεθος, καὶ τὴν ἕδραν σχῇ τῆς τοῦ
μηροῦ βαστάσεως, προενοήσατο ἡ φιλάγαθος τοῦ
Θεοῦ δημιουργία συμπλέξαι τῇ κνήμῃ τὴν περόνην
ἀναπληροῦσαν ἀμφότερα, τήν τε ἑδραίαν στάσιν καὶ
τὸ τάχος τῆς κινήσεως. Διαρθροῦνται δὲ ἀμφότεραι
τῷ μηρῷ κατὰ τὰς τῆς κνήμης κοιλότητας, συν-
δέσμοις εὐρώστοις πανταχόθεν περιδεδεμέναι, φρου-
ρεῖν τε ἅμα καὶ φυλάττειν τὴν διάρθρωσιν, ὡς μήτε
καμπτόντων μήτε ἐκτεινόντων ἐπὶ πλεῖστον ὀλισθαί-
νειν ἀπὸ τῆς κνήμης τὸν μηρόν. Ἡ δὲ ἐπιγονατὶς
(ἡ καὶ μύλη καλουμένη), νευροχονδρῶδες ὀστοῦν
οὖσα, τὰ πρόσω μέρη τῆς διαρθρώσεως ἅπαντα
καταλαμβάνει, κωλύουσα μὲν καὶ αὐτὸν τὸν μηρὸν
ὀλισθαίνειν εἰς τὰ πρόσω, κατ' ἐκεῖνα μάλιστα τὰ
σχήματα τὰ καλούμενα γνὺξ καὶ ὀκλάξ· ἤδη δὲ καὶ
τοῦ μὴ καταπίπτειν, καὶ μάλιστα ἐν τοῖς κατάντεσι
χωρίοις προπετὲς εἰς τὰ πρόσω τὸ πᾶν ἡμῶν σῶμα
γενόμενον, οὐ μικρὰν ὠφέλειαν παρεχομένη.
23
Ὁ δὲ μηρὸς ἁπάντων τῶν ὀστῶν τῶν ἐν τῷ
σώματι εὐλόγως μέγιστος ἐγένετο· πρῶτος γὰρ
οὗτος ὑπερήρεισται τῇ κοτύλῃ, καὶ πρῶτος ἅπαντα
τὸν ὑπερκείμενον ὄγκον τοῦ σώματος ἐπικείμενον
ἔχει. Διαρθροῦται δὲ ἡ κεφαλὴ τοῦ μηροῦ τῇ κατ'
ἰσχίον κοτύλῃ διὰ συνδέσμων τριῶν εὐρώστων τε
ἅμα καὶ στρογγύλων· ἑνὸς μὲν ἐκ τῶν ἔξω μερῶν
ὅλης τῆς διαρθρώσεως περιτεταμένου, δευτέρου δὲ ἐκ
τῶν ἔσω, τρίτου δὲ ἐκ τῶν μεταξὺ τῆς ὀπίσω κἂν
τῷ μέσῳ χώρας. Οὐ κατ' εὐθὺ δ' ἐκτεταμένος [φαί-
νεται] ὁ μηρὸς, ἀλλὰ κυρτὸς μὲν εἰς τὰ πρόσω καὶ τὰ
ἔξω, σιμὸς δὲ ὀπίσω τε καὶ ἐντός. ταύτην δὲ αὐτοῦ
τὴν ἰδέαν καὶ εἰπεῖν οἶδεν Ἱπποκράτης, καὶ καταγέντα
φυλάττειν, καὶ μὴ διαστρέφειν εὐθύς· ὅσοις γὰρ ὁ
μηρὸς φύσει εὐθύτερος τοῦ δέοντος ἐγένετο, βλαι-
σοῦνται κατὰ γόνυ. Ἐξ ἀνάγκης οὖν κυρτοῦσθαι
δεῖ τὸν μηρὸν πρόσω τε καὶ ἐκτός· ἀπαγόμενος γὰρ
τῆς κοτύλης λοξῶς, χώρας εὐρείας παρέχει τοῖς βου-
βῶσι καὶ τοῖς ἐντὸς μέρεσιν αὐτοῦ, πρὸς ὑποδοχὴν
τῶν τε μυῶν καὶ τῶν νεύρων, καὶ ἀρτηριῶν καὶ
φλεβῶν ἀξιολόγων οὐσῶν αὐτῶν. Κυρτοῦνται οὖν
τῷ σχήματι εὐλόγως· ἀπὸ γὰρ τῆς κοτύλης ἕως τοῦ
μέσου λοξὸς ἀπαγόμενος, ἐκ τοῦ μέσου πάλιν ἕως τοῦ
γόνυος ὡς ἐπὶ τὰ ἐντὸς ῥέπει, εὔθετον ποιῶν τὸ
σχῆμα εἴς τε τὰς καθίσεις καὶ πρὸς πολλὰ τῶν
ἔργων ὅσα δρῶμεν καθήμενοι. Ἀποφύσεις δὲ ἔχει,
μικρὸν ὑποκάτω τοῦ αὐχένος ἐν τῷ σιμῷ μέρει, δύο,
ἃς τροχαντῆρας ὀνομάζουσιν· ἀλλὰ δὲ μείζονα ἀπό-
φυσιν τὴν ἐν τῷ κυρτῷ ἔξω, ἣν γλουτὸν καλοῦσιν.
24
Περὶ μὲν οὖν χειρῶν ἄκρων καὶ ἕως βραχιόνων,
καὶ τῶν μεταξὺ τούτων διαρθρώσεών τε καὶ κινή-
σεων, ὁμοίως δὲ καὶ ποδῶν ἄκρων ἕως μηρῶν, ἐν τῷ
παρόντι λόγῳ αὐτάρκως διήλθομεν· τίνες δὲ μύες καὶ
τένοντες οἱ κινοῦντες αὐτὰ, ἐν τῷ Περὶ Μυῶν [Κινή-
σεως] Γαληνοῦ καλῶς εἴρηται· καὶ ὅστις μαθεῖν θέλει
αὐτὰ, ἐν ἐκείνῃ τῇ βίβλῳ γυμναζέσθω.
2
t
{ΘΕΟΦΙΛΟΥ}
{ΠΕΡΙ ΤΗΣ ΤΟΥ
ΑΝΘΡΩΠΟΥ ΚΑΤΑΣΚΕΥΗΣ
ΒΙΒΛΙΟΝ Β.}
1
ἘΝ τῷ πρὸ τοῦδε βιβλίῳ, πρώτῳ ὄντι τῆς ὅλης
πραγματείας, τὰ περὶ τῆς τῶν χειρῶν, καὶ ἄκρων
ποδῶν, καὶ σκελῶν κατασκευῆς διήλθομεν ἐξηγού-
μενοι, ἐπειδὴ καὶ τὸ καλῶς ζῆν τὸν ἄνθρωπον δι'
αὐτῶν ἔφαμεν γίνεσθαι, ἐπεὶ δὲ καὶ τρέφεσθαι ταῦτα
καὶ τὰ ἄλλα πάντα τοῦ ζώου μόρια ἀναγκαῖον ἦν,
τῆς δὲ θρέψεως προηγεῖται ἡ ἐξομοίωσις, αὐτῆς δὲ
πάλιν ἡ πρόσφυσις, ταύτης δὲ ἡ πρόσθεσις, τῆς δὲ
προσθέσεως ἡ διὰ τῶν ἀγγείων τῆς κοίλης φλεβὸς
ἀνάδοσις εἰς ὅλον τὸ σῶμα, ταύτης δὲ ἐκ τῆς στελε-
χιαίας φλεβὸς εἰς τὴν κοίλην μετάληψις τοῦ αἵματος,
τῆς δὲ κατὰ τὴν στελεχιαίαν φλέβα αἱματοποιήσεως
προηγεῖται ἡ διὰ τῶν μεσαραϊκῶν φλεβῶν ἀνά-
δοσις τοῦ ἐκ γαστρὸς καὶ λεπτῶν ἐντέρων χυλοῦ,
αὕτη δὲ ἡ γαστὴρ χυλοποιεῖ, τὰ σιτία πρώτως ὑπο-
δεχομένη διὰ τοῦ οἰσοφάγου καὶ τοῦ φάρυγγος, ὑπὸ
τῶν ὀδόντων προλεανθέντα· καλῶς ἂν ἔχοι ἐν τῷδε
τῷ γράμματι ἀπὸ τῆς γαστρὸς ποιήσασθαι τὴν ἐξή-
γησιν, πάντων γὰρ τῶν προσφερομένων σιτίων τε
καὶ ποτῶν πρῶτος ὑποδοχεὺς αὕτη κατεσκευάσθη
παρὰ τοῦ Δημιουργοῦ Θεοῦ ἡμῶν.
2
ἘΙΠΩΜΕΝ οὖν πρότερον περὶ τῆς θέσεως αὐτῆς,
εἶτα περὶ τοῦ σχήματος καὶ περὶ τῶν ἐν αὐτῇ δυνά-
μεων, ἑξῆς δὲ περὶ τῆς ἐνεργείας αὐτῆς, εἶτα περὶ τῆς
καθ' ὅλον τὸ σῶμα οὐσίας αὐτῆς. ἀρκτέον οὖν ἐν-
τεῦθεν. Ἡ μὲν οὖν γαστὴρ ἐν τῷ μέσῳ τοῦ ζώου
καθίδρυται, εἴσοδον ἔχουσα πρὸς τὸ ἄνω αὐτῆς μέρος
(ὅπερ καὶ στόμα κοιλίας ὠνόμασται) στενήν τε καὶ
προμήκη, ἀπὸ τοῦ…
μέχρι…
The complete text is available when the reading interface loads.