The Greek Library Catalogue

Anonymous

De natura hominis

Edition reference
De natura hominis, ed. J. A. Cramer, Anecdota Graeca e codd. manuscriptis bibliothecarum Oxoniensium, vol. 3, Oxford: Oxford University Press, 1836 (repr. Amsterdam: Hakkert, 1963): 5–157.
CTS identifier
urn:cts:greekLit:tlg0730.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Digital facsimile
View facsimile ↗
Facsimile rights
Creative Commons Public Domain Mark 1.0

5

{Πόνημα ἐν συνόψει περὶ φύσεως ἀνθρώπου ἐξερα-

νισθὲν καὶ συντεθὲν παρὰ Μελετίου μονάχου ἐκ

τῶν τῆς ἐκκλησίας ἐνδόξων, καὶ τῶν ἔξω λογάδων

καὶ φιλοσόφων.}

ΤΑ περὶ τῆς ἀνθρώπου κατασκευῆς, καὶ ἐξ ὅσων ἐστὶ φύ-

σεων, καὶ τίς ἡ τῆς ψυχῆς οὐσία· καὶ πῶς ἐν σώματι περι-

έχεται· καὶ περὶ τῆς συναμφοτέρων ἑνώσεως, καὶ τῶν ἐξ

ἀμφοῖν γινομένων ἐνεργειῶν καὶ δυνάμεων καὶ αἰσθήσεων· καὶ

τῆς τοῦ σώματος ἡμῶν διαπλάσεως· καὶ ἐξ ὅσων στοιχείων

συνίσταται· καὶ εἰς ὅσα καταμερίζεται μόρια, πολλοὶ τῶν

ἀρχαίων σοφῶν καὶ ἰατρῶν διωρίσαντό τε καὶ ἔγραψαν· ἐκ σο-

φίας καὶ συνέσεως, καὶ ἀνατομικῆς ἐπιστήμης ἐξακριβωσά-

μενοι πάντα· καὶ τὰ μὲν περὶ σώματος αὐτοῖς πονηθέντα,

πᾶσι τοῖς εὐμάθεσι καὶ φιλοπόνοις ἔγνωσται καὶ ἀνωμολόγη-

ται, καὶ ὡσαύτως ἔχειν διατετήρηται· ὅσα δὲ περὶ ψυχῆς

ἐφιλοσόφησαν Ἕλληνες μάταια ἀπεδείχθησαν· οὐδὲν γὰρ

περὶ τῆς οὐσίας αὐτῆς ἀληθὲς ἐδυνήθησαν βεβαιώσασθαι, ἢ

δεῖξαι ὁποίᾳ τῇ φύσει ἐστί· ἀλλὰ γὰρ καὶ προϋφεστάναι τοῦ

σώματος ταύτην, καὶ ἔμπαλιν ταύτης τὸ σῶμα, τινὲς αὐτῶν

ἐφληνάφησαν· ὅθεν καὶ ἀσύμφωνα πάντες διαφωνήσαντες,

ἐματαιώθησαν ἐν τοῖς ἑαυτῶν διαλογισμοῖς· ὅτι μὲν οὖν τῷ

σώματι συνυφαίνεται ἡ ψυχὴ, καὶ ὅτι τιμιωτέρα τούτου ἐκείνη,

καὶ κυριωτέρα, καὶ ἀπὸ ταύτης ὡς ὄργανον τοῦτο κινεῖται, καὶ

αὕτη ἐστὶν ἡ ζωογονοῦσα καὶ συγκρατοῦσα αὐτὸ προνοία Θεοῦ

καὶ φύσεως ἀκολουθία· καὶ ὅτι οὐσία ἐστὶν ἀσώματος, λο-

γικὴ, νοερὰ καὶ ἀθάνατος, πᾶσι τοῖς εὖ φρονοῦσι γνωστόν·

6

τί δ' ἐστὶ τῇ οὐσίᾳ, καὶ πῶς ἐν σώματι τὸ ἀσώματον, μόνου

τοῦτο εἰδέναι Θεοῦ, τοῦ τῶν ἀνθρώπων δημιουργοῦ· ὅθεν καὶ

ἡμεῖς τὸν περὶ ψυχῆς ἰδίᾳ λόγον ἀπολιπόντες, τὰ περὶ τῆς

τοῦ καθόλου φύσεως ἀνθρώπου πονηθέντα παρὰ τῶν ἀρχαίων,

καὶ σποράδην κείμενα ἐν ἀνατομικαῖς καὶ ἐτυμολογικαῖς βί-

βλοις κατὰ τὸ ἡμῖν ἐφικτὸν, ἐκλεξάμενοι, εἰς ἓν κατάξωμεν·

ὡς ἂν ἔχοιμεν ἐξ ἐτοίμου μανθάνειν καὶ θαυμάζειν τὸν ἀριστο-

τέχνην Θεόν· καὶ μετὰ τοῦ προφήτου βοᾶν· “ἐθαυμαστώθη ἡ

”γνῶσίς σου ἐξ ἐμοῦ.“

Μέλλοντες δὲ τοῦτο ποιεῖν, ἐπικαλεσώμεθα Χριστὸν τὸν

Θεὸν ἡμῶν, ἐπὶ τὸ συνετίσαι καὶ συμβιβάσαι ἡμᾶς ἐν

τῇ ὁδῷ ταύτῃ ᾗ πορευόμεθα· ὅτι αὐτὸς ἐστὶ καὶ τῆς φύσεως

δημιουργὸς, καὶ τῆς σοφίας χορηγὸς, καὶ τῶν ἀσόφων διορ-

θωτής· ἐν γὰρ χερσὶν αὐτοῦ, καὶ ἡμεῖς καὶ οἱ λόγοι ἡμῶν.

Καὶ πρῶτα μὲν εἴπωμεν τί ἐστιν ἄνθρωπος, καὶ διατί οὕτως

ἐπονομάζεται· ἐπ' οὐδενὸς γὰρ τῶν ἁπάντων οἱ παλαιοὶ τὰς

ὀνομασίας καὶ τοὺς ὅρους ἀσκόπως ἐπέθεντο, μή τοι γε ἐν τῷ

ἑαυτῶν σώματι· τὸ γὰρ ἐκείνων σῶμα τοῖς πᾶσιν ἀνθρώποις

ἐστὶ παραπλήσιον, ὅτι μὴ διαλλάττοι κατά τινα φύσεως

διαφορὰν ἄνθρωπος ἀνθρώπου, ἀλλ' ὡσαύτως ἔχειν ἀλλήλοις

ἄνθρωποι πεφύκασι κατὰ τὸν τῆς συστάσεως λόγον· ὥστε καὶ

ὑφ' ἓν εἶδος πάντας ἀνάγεσθαι καὶ ἕνα ὁρισμόν.

Ἄνθρωπος γάρ ἐστι φασὶ ζῶον λογικὸν θνητὸν, νοῦ καὶ ἐπι-

στήμης δεκτικόν· ζῶον μὲν, ὅτι καὶ ὁ ἄνθρωπος οὐσία ἐστὶν

ἔμψυχος αἰσθητική· οὗτος γὰρ ὅρος ζώου· λογικὸν δὲ, ἵνα χωρι-

σθῇ τῶν ἀλόγων, καὶ θνητὸν, ἵνα διαστῇ τῶν ἀθανάτων λογικῶν,

ἤγουν ἀγγέλων· τοῦ δὲ νοῦ καὶ ἐπιστήμης δεκτικὸν, ὅτι διὰ

μαθήσεως προσγίνονται ἡμῖν αἱ τέχναι καὶ ἐπιστῆμαι· ἔχουσι

7

μὲν δύναμιν δεκτικὴν, τὴν δὲ ἐνέργειαν κτωμένοις ἐκ τῶν μαθη-

μάτων. τὸ δὲ ἄνθρωπος ὄνομα, παρὰ τὸ ἔναρθρον ἔχειν φωνήν·

τῶν ἄλλων ζώων ἁπάντων ἀνάρθρως καὶ ἀσημάντως φωνούν-

των· τινὲς δὲ παρὰ τὸ ἀθρεῖν καὶ λογίζεσθαι ἅπερ ὄπωπε·

τουτέστι παρὰ τὸ βλέπειν κατὰ νοῦν καὶ λογίζεσθαι τὰ δέ-

οντα· τῶν ἄλλων ζώων μὴ προνοουμένων ἢ μὴ λογιζομένων·

ἄλλοι δὲ παρὰ τὸ ἀνώθειν τὸν ὀφθαλμὸν, ἤγουν ἄνω αἴρειν· ἢ

παρὰ τὸ δρῶ τὸ βλέπω, ἢ πράττω, ἄδρωπος καὶ ἄνθρωπος·

ἢ παρὰ τὸ ἄνω ῥέπειν, ἀνάροπός τις ὤν· ”τὰ μὲν γὰρ τετρά-

“ποδα,” φησὶν ὁ μέγας Βασίλειος, “ἐπὶ τὴν γῆν βλέπει, καὶ

”πρὸς τὴν γαστέρα νένευκεν· ἀνθρώπῳ δὲ ἄνω πρὸς οὐρανὸν ἡ

“βλέψις, ὥστε μὴ σχολάζειν γαστρὶ, μηδὲ τοῖς ὑπὸ γαστέρα

”πάθεσι·“ γνώριμόν τε ὅτι τοῖς ἀψύχοις κοινωνεῖ, καὶ τῆς τῶν

λογικῶν μετείληχε νοήσεως· εὐθὺς γὰρ ἐν τῇ πρώτῃ σπορᾷ ἐκ

καταβολῆς τοῦ σπέρματος ἐν τῇ μήτρᾳ τὸ προσπεσὸν τοῖς

ἀψύχοις ἐστὶ σώμασι παραπλήσιον· ἐκ τῶν τεσσάρων στοι-

χείων ἔχον τὴν κράσιν· πλὴν ὡς ἐκ ζώντων ἀποκρινόμενον, ζῶ-

σαν δεικνύει καὶ τὴν ἐνέργειαν· τῶν φυσικῶν δυνάμεων ἐν αὐτῷ

ἀναφαινομένων· μικρὸν γάρ τινα χρόνον παραμεῖναν τῇ μήτρᾳ

ἐκεῖσε πεσὸν, καί τινος φυσικῆς ἰκμάδος ἐκζέσεως προσλα-

βόμενον, τοῖς ζωοφύτοις ἐξομοιοῦται κατὰ τὴν θρεπτικὴν καὶ

αὐξητικὴν δύναμιν.

Καὶ γὰρ τρέφεται καὶ αὔξεται τὸ ἀνθρωπόφυτον τοῦτο,

καὶ εἰς μέρη καὶ μέλη ἀποτυποῦται· πάλιν δὲ κατ' ὀλί-

γον ἐναδρυνόμενον ζωοῦται ἐκεῖ· καὶ ζωτικαὶ ἐν αὐτῷ ἐνερ-

γοῦσι δυνάμεις· ὅτε καὶ τοῖς ἐναλίοις ζώοις ἐστὶ παρα-

πλήσιον· διὸ καὶ ἔμβρυον λέγεται διὰ τὸ ἔσωθεν βρύειν,

8

τρέφεσθαί τε καὶ αὔξεσθαι· ἢ διὰ τὸ ἔνδον τὴν βορὰν ἔχειν·

ἢ διὰ τὸ ἔνδον εἶναι βροτοῦ· ἡ δὲ μήτρα παρὰ τὸ μήτηρ

εἶναι τοῦ γεννωμένου· λέγεται δὲ καὶ νηδὺς καὶ δελφὺς καὶ

ὑστέρα· νηδὺς μὲν, ὅτι μεθ' ἡδύτητος ἐνεργεῖ· ἢ ἀπὸ τοῦ νε-

νῆσθαι, ὅ ἐστι σεσωρεῦσθαι, καὶ πεπληρῶσθαι τραχύτητος·

καὶ γὰρ ἡ φύσις τραχεῖαν ταύτην ἐποίησε, καὶ κοτυληδόνας

ἔχειν μετὰ φλεβῶν καὶ ἀρτηριῶν τινῶν· ἵνα μὴ τοῦ σπόρου

ἐξολισθαίνοντος διὰ λειότητα, ἄκαρπος ἡ τίκτουσα διαμένῃ·

ἢ ὅτι ἡ παρόδευσις τῆς τροφῆς τοῦ ἐμβρύου ἀπ' αὐτῆς γί-

νεται· νάειν γὰρ τὸ ῥέειν· ἢ παρὰ τὸ νη στερητικὸν καὶ τὸ

δυς μόριον· ὅτι καὶ παιδοποιΐας στερεῖται, καὶ δυστοκίας

ὑφίσταται· δελφὺς δὲ, ὅτι ἀδελφοποιός ἐστι, καὶ ἀδελφὰ ποιεῖ

τὰ τικτόμενα· ἀδελφὸς γὰρ, ὁ ἐκ τῆς αὐτῆς δελφύος, ἤγουν

μήτρας· καὶ ὁμόδελφος, ὁ αὐτάδελφος. ὑστέρα δὲ, ὅτι

ὕστερον πάντων τῶν ἄλλων μορίων τὰς ἐνεργείας αὐτῆς ἐπι-

δείκνυται· τὴν ἑλκτικὴν, τὴν καθεκτικὴν, τὴν ἀλλοιωτικὴν

καὶ ἀποκριτικήν· δηλονότι κατὰ τὸ βρεφουργεῖν· ἢ ὅτι ἐσχάτη

τῶν μετὰ τὴν γαστέρα κεῖται. τρέφεται γὰρ ἐν τῇ μήτρᾳ τὸ

ἔμβρυον, καὶ ἀναπνεῖ οὐκ ἐκ τοῦ στόματος, ἀλλ' ἐκ τοῦ ὀμφα-

λοῦ, ἐξ αἱματικῶν μητρώων περιπτωμάτων· ὅθεν καὶ ὀμφαλὸς

παρὰ τὸ ὀμπνεῖν εἴρηται, ὅ ἐστιν ἀναπνεῖν· ἔστι δὲ τὸ μέσον

τοῦ σώματος· ἐν δὲ τῇ γενέσει τούτου τοῦ ζώου λέγεται πρῶ-

τον πήγνυσθαι ὑμένα τινὰ λεπτόν· ὃν καλοῦσι χόριον, ὡς

περιέχον τὸ ἔμβρυον· ἢ ὡς χωρίον αὐτοῦ ὂν, ἢ χορηγὸν τῶν

διατρεφόντων αὐτό· εἶτα ἡ καρδία πρώτη καταβληθεῖσα παρὰ

τῆς φύσεως, ἀναλογοῦσαν τοῖς μέλεσι τὴν παρὰ τῆς φύσεως

9

καταβολὴν παραλαμβάνει· διὸ καὶ συμμέτρως ταῖς οἰκείαις

ἀρχαῖς ἐν τῷ τῆς φύσεως ἐργαστηρίῳ περιυφαινομένου τοῦ

σώματος ἀπαρτίζεται κατὰ σύνθεσιν.

Ἐσχημάτισται δὲ ἐν τῇ μήτρᾳ τὰ μὲν τετράποδα τῶν ζώων

ἐκτεταμένα κεῖσθαι· ὁ δὲ ἄνθρωπος τὴν μὲν ῥῖνα μέσον τῶν

γονάτων ἔχειν, τοὺς δὲ ὀφθαλμοὺς ἐπὶ τοῖς γόνασι· τὰ δὲ ὦτα

ἐκτός· καὶ ὅταν τὸν τεταγμένον τῆς κυήσεως ἐκπληρώσῃ χρό-

νον, πρὸς ὄγκον ἡ γαστὴρ διεγειρομένη ὠθεῖ τὸ ἔμβρυον ἔξω·

καὶ πρῶτον τῆς κεφαλῆς ἀπολυομένης ῥέπει κατὰ τὴν κίνησιν

τὰ βαρυογκωδέστερα τοῦ σώματος ἐπισυρομένη· ταῦτα δέ ἐστι

τὰ περὶ τοὺς ὤμους μέρη καὶ θώρακα· καὶ αὕτη ἐστὶν ἡ ἐπὶ τοῖς

κατὰ φύσιν τικτομένοις ἐπ' εὐθείας ὁδός· τοὺς γὰρ παρὰ φύσιν

τόκους ἢ δυστοκίας παραλειπτέον· μετὰ γοῦν τὴν χειρουργίαν

τοῦ ὀμφαλοῦ μετάγεται ἡ τροφὴ καὶ ἀναπνοὴ ἐν τῷ στόματι·

ἡ δὲ μετὰ ταῦτα τροφὴ τοῦ βρέφους πᾶσι δήλη ἐστὶ τὸ

καλὸν εἰς ἀνατροφὴν τῶν βρεφῶν γάλα· οὐδὲν δέ ἐστι γάλα

ἢ αἷμα λευκαινόμενον ἐν τοῖς μαστοῖς τῶν μητέρων παρὰ τῶν

ἀμφιβαινόντων φλεβῶν τῶν ἀπὸ τῆς μήτρας, τοῦτο τὸ αἷμα

δεχομένων. μαστοὶ δὲ κυρίως ἐπὶ τῶν γυναικῶν, οἷον μασητοί·

οὗτοι γὰρ ἄλλοις τροφή· ἢ ἀπὸ τοῦ τὴν μάστακα, τουτέστι

τὴν τροφὴν τοῖς γεννωμένοις παρέχειν· ἀφ' ἧς καὶ τὸ μάσημα·

ἢ ἀπὸ τοῦ προσμάττεσθαι καὶ προσφύεσθαι τούτοις πρώτοις

τὰ βρέφη· ἢ ἀπὸ τοῦ ὑπὸ τῶν θηλαζομένων ἐπισπᾶσθαι· ἢ

παρὰ τὸ μαίω τὸ ζητῶ· ὃν ἐπιζητοῦσιν οἱ παῖδες· ἐξ οὗ καὶ

μήτηρ, ἡ ζητουμένη παρὰ τῶν παίδων· ἢ ἡ μαστεύουσα τὰ πρὸς

10

τροφὴν τοῖς κυηθεῖσιν· ἢ ὅτι φυσικῶς αὐτὰ μαστεύει καὶ ζη-

τεῖ τὰ γεννηθέντα· ὅτι καὶ μαίω τὸ ζητῶ ἐστι, φησὶν Ὅμηρος·

μαιομένη κευθμῶνα. (Od. Ν. 367.)

ἐκ τούτου καὶ μαῖα ἡ κατὰ γαστρὸς τῶν γυναικῶν ζητοῦσα

τὰ βρέφη.

Βρέφος δὲ εἴρηται παρὰ τὸ δέεσθαι φορβῆς, ὅ ἐστι τρο-

φῆς· κοινωνεῖ οὖν τοῖς μὲν ἀψύχοις κατὰ τὸ σῶμα, καὶ

τὴν ἀπὸ τῶν τεσσάρων στοιχείων κράσιν· τοῖς δὲ φύτοις

κατά τε ταῦτα, καὶ τὴν θρεπτικὴν καὶ τὴν σπερματικὴν δύ-

ναμιν· τοῖς δὲ ἀλόγοις, καὶ ἐν τούτοις μὲν, ἐξ ἐπιμέτρου δὲ,

κατά τε τὴν καθ' ὁρμὴν κίνησιν, καὶ κατὰ τὴν ὄρεξιν καὶ τὸν

θυμὸν, καὶ τὴν αἰσθητικὴν καὶ ἀναπνευστικὴν δύναμιν· ταῦτα

γὰρ ἅπαντα κοινὰ τοῖς ἀνθρώποις καὶ τοῖς ἀλόγοις ἐστὶν, εἰ

καὶ μὴ πᾶσι πάντα ἀλλὰ καὶ διὰ τοῦ λογικοῦ ταῖς ἀσωμά-

τοις καὶ νοεραῖς συνάπτεται φύσεσιν εἰς μέτρον ἡλικίας ἐλ-

θόν· λογιζόμενος καὶ νοῶν καὶ κρίνων ἕκαστα· ἡ δὲ ψυχὴ

ἀρχῆθεν σὺν τῇ σπορᾷ τῷ σώματι συνεξυφαίνεται· καθὼς καὶ

ὁ σοφώτατος Γρηγόριος ἔγραψεν· ”Οὐδὲ γὰρ εἶναι,“ φησὶ,

”δυνατὸν λογιζόμεθα ἀλλοτρίαις οἰκοδομαῖς τὴν ψυχὴν ἐναρ-

“μόζεσθαι· ὡς οὐκ ἔστι τὴν ἐν τῷ κηρῷ σφραγῖδα πρὸς

”ἀλλοτρίαν ἁρμοσθῆναι γλυφήν.“

Καθάπερ γὰρ τὸ σπέρμα ἐκ βραχυτάτου πρὸς τὸ τέλειον

πρόεισιν, οὕτω καὶ ἡ τῆς ψυχῆς ἐνέργεια καταλλήλως ἐμφυ-

τευομένη τῷ ὑποκειμένῳ συνεπιδίδωσι καὶ συναύξεται σώματι·

προηγεῖται μὲν γὰρ αὐτῆς ἐν τῇ πρώτῃ κατασκευῇ, οἷον ῥίζης

τινὸς τῇ γῇ κατακρυφθείσης, ἡ αὐξητικὴ καὶ θρεπτικὴ δύναμις

11

μόνη· οὐ γὰρ χωρεῖ τὸ περισσότερον ἡ τοῦ δεχομένου βραχύτης·

εἶτα προϊόντος εἰς φῶς τοῦ φυτοῦ, καὶ ἡλίῳ τὴν βλάστην δείξαν-

τος, ἡ αἰσθητικὴ χάρις ἐπήνθησεν· ἀνδρωθέντος δὲ ἤδη καὶ εἰς

σύμμετρον μῆκος ἀναδραμόντος καθάπέρ τις καρπὸς, ἡ λογικὴ

δύναμις ἄρχεται, οὐ πᾶσα ἀθρόως ἐκφαινομένη, ἀλλὰ τῇ τοῦ ὀρ-

γάνου τελειώσει δι' ἐπιμελείας συναύξουσα· τοσοῦτον ἀεὶ καρ-

ποφοροῦσα, ὅσον χωρεῖ τοῦ ὑποκειμένου ἡ δύναμις· τῇ γὰρ πρώτῃ

τῆς συστάσεως ἀφορμῇ συνεσπαρμένην τὴν τῆς φύσεως ἔγνω-

μεν δύναμιν· ἐξαπλοῦσθαι δὲ καὶ φανεροῦσθαι διά τινος φυσι-

κῆς ἀκολουθίας πρὸς τὸ τέλειον ἀνιοῦσαν· οὐ προσλαμβά-

νουσάν τι τῶν ἔξωθεν εἰς ἀφορμὴν τελειώσεως, ἀλλ' ἑαυτὴν εἰς

τὸ τέλειον δι' ἀκολουθίας προάγουσαν· ὡς μήτε ψυχὴν πρὸ τοῦ

σώματος, μήτε χωρὶς ψυχῆς τὸ σῶμα, ἀληθὲς εἶναι λέγειν κατὰ

τὴν τῶν Ἑλλήνων ἐρεσχελίαν, ἀλλὰ μίαν ἀμφοτέρων ἀρχήν.

Ἐπειδὴ δὲ ἐκ σώματος ἐστὶν ὁ ἄνθρωπος· πᾶν δὲ σῶμα

ἐκ τεσσάρων στοιχείων συνίσταται· ἀνάγκη τούτοις τοῖς

πάθεσι περιπίπτειν αὐτὸν, οἷς καὶ τὰ στοιχεῖα· τὰ δὲ στοι-

χεῖα δι' ὧν ὁ κόσμος ἅπας, γῆ ἐστὶ, καὶ ὕδωρ καὶ πῦρ καὶ

ἀὴρ· εἴρηται δὲ στοιχεῖα παρὰ τὸ συστοιχεῖν ἀλλήλοις καὶ

ἐφαρμόζειν τῆς τῶν ἐξ ἁπάντων εὐαρμόστου ποιότητος· οὐ

μόνον γὰρ τῶν στοιχείων ἕκαστον ἰδιάζουσαν καὶ ἀποκεκλη-

ρωμένην ἔχει ποιότητα, δι' ἧς τῶν λοιπῶν ἀποκρίνεται, καὶ

ὁποῖον ἐστὶν ἐπιγινώσκεται· ἀλλὰ καὶ συνεζευγμένας ἔχει τὰς

ποιότητας, καὶ οὐδὲν ἀπολελυμένως ἐστὶ μοναχὸν, οὐδὲ ἁπλοῦν

καὶ εἰλικρινὲς τῶν στοιχείων· ἀλλ' ἡ μὲν γῆ ξηρὰ καὶ ψυχρά·

τὸ δὲ ὕδωρ ὑγρὸν καὶ ψυχρόν· ὁ δὲ ἀὴρ θερμὸς καὶ ὑγρός· τὸ

δὲ πῦρ θερμὸν καὶ ξηρόν· οὕτω γὰρ διὰ τῆς συζύγου ποιότη-

τος ἡ δύναμις προέρχεται τοῦ ἀναμεμίχθαι ἕκαστον πρὸς

12

ἕκαστον· οἷον ἡ γῆ ξηρὰ οὖσα καὶ ψυχρὰ ἑνοῦται μὲν κατὰ

τὴν συγγένειαν τῆς ψυχρότητος ὕδατι· ἑνοῦται δὲ διὰ τοῦ

ὕδατος τῷ ἀέρι· ὁ δὲ ἀὴρ θερμὸς ὢν καὶ ὑγρὸς, τῇ μὲν

θερμότητι ἑνοῦται τῷ πυρὶ, τῇ ὑγρότητι δὲ τῷ ὕδατι· τὸ

δὲ πῦρ θερμὸν καὶ ξηρὸν ὑπάρχον τῇ φύσει, τῷ μὲν θερμῷ

πρὸς τὸν ἀέρα συνδεῖται, τῷ δὲ ξηρῷ πρὸς τὴν κοινωνίαν

τῆς γῆς ἐπανέρχεται· τὸ δὲ ὕδωρ ψυχρὸν ὂν καὶ ὑγρὸν, τῇ

μὲν ψυχρότητι τῆς γῆς, τῇ ὑγρότητι δὲ τοῦ ἀέρος ἐφάπτεται·

καὶ οὕτως γίνεται κύκλος καὶ χορὸς ἐναρμόνιος· καὶ ταῦτα μὲν

ὡς πρῶτα στοιχεῖα εἰς ὕλας καὶ εἴδη ἀναλυόμεθα.

Τὰ ἄτομα συνιστᾶ πάντων γενῶν· ἐμψύχων, ἀψύχων καὶ

ζωοφύτων· καὶ τοὺς συγγενεῖς τοῦ σώματος ἡμῶν ἐναπογεννῶσι

χυμούς· αἷμα λέγω καὶ φλέγμα, χολὴν ξανθήν τε καὶ μέλαι-

ναν· ἀναλογεῖ γὰρ τὸ μὲν αἷμα, θερμὸν ὂν καὶ ὑγρὸν, τῷ ἀέρι· ἡ

δὲ ξανθὴ χολὴ, θερμὴ οὖσα καὶ ξηρὰ, τῷ πυρί. ἡ δὲ μέλαινα,

ψυχρὰ καὶ ξηρὰ οὖσα, τῇ γῇ· τὸ δὲ φλέγμα, ὡς ψυχρὸν καὶ

ὑγρὸν, τῷ ὕδατι· ἀλλ' ἐπειδὴ ταῦτα τομῇ καὶ μεταβολῇ καὶ

ῥεύσει ἀεὶ περιπίπτει, ἀνάγκη καὶ τὰ σώματα τούτων τοῖς

πάθεσι περιπίπτειν· τομῇ μὲν, τῶν χυμῶν ἀπ' ἀλλήλων δια-

χωρίσει, καὶ καθὸ τέμνεται εἰς ὕλην καὶ εἶδος· μεταβολῇ

δὲ, τῇ κατὰ ποιότητα, ἢ ποσότητα, ἐν θερμάνσει καὶ ψύξει,

πλεονασμῷ καὶ ὑφέσει· τυχὸν καὶ νοσήμασι καὶ ταῖς τῶν

ἡλικιῶν ἀλλοιώσεσι.

Τεσσάρων γὰρ οὐσῶν ὡρῶν τῷ ἐνιαυτῷ, ἔαρος, θέρους,

χειμῶνος, καὶ μετοπώρου, τέσσαρες εἰσὶν ἡλικιαὶ καὶ τοῖς

ἀνθρώποις· πρώτη μὲν ἡ τῶν νέων· δευτέρα ἡ τῶν ἀκμα-

13

ζόντων· τρίτη ἡ τῶν μέσων· καὶ τετάρτη ἡ τῶν γερόντων· εἰ

καὶ ἄλλας προστιθέασιν οἱ ἰατροί· τὴν τῶν παίδων, τὴν

μειρακιῶν, καὶ τῶν ἐσχατογήρων· πλεονάζει δὲ τοῖς μὲν

νέοις τὸ αἷμα· τοῖς ἀκμάζουσι δὲ ἡ ξανθὴ χολή· τοῖς παρακ-

μάζουσιν ἡ μέλαινα· τοῖς γέρουσι δὲ τὸ φλέγμα· καὶ εἰσὶν οἱ

μὲν νέοι θερμοὶ καὶ ὑγροὶ, τῇ κράσει ἀναλογοῦντες τῷ ἀέρι·

οἱ δὲ ἀκμάζοντες θερμοὶ καὶ ξηροὶ ὅμοιοι τῷ θέρει· οἱ δὲ παρ-

ακμάζοντες, οἱ καὶ μέσοι, ξηροὶ καὶ ψυχροὶ τῷ μετοπώρῳ

προσεοικότες· οἱ γέροντες δὲ ψυχροὶ καὶ ὑγροὶ παραπλήσιοι

τῷ χειμῶνι· τὸ δὲ ἔμφυτον θερμὸν, ἐν μὲν τοῖς νέοις καὶ τοῖς

ἀκμάζουσιν ἐστὶ πολύ· μέσον δὲ ἐν τοῖς μέσοις· ὀλίγον δὲ ἐν

τοῖς γέρουσι· καὶ πῆ μὲν πλεονάζει· πῆ δὲ αὔξεται· πῆ δὲ

ἵσταται· πῆ δὲ μειοῦται· καὶ πῆ μὲν μᾶλλον, πῆ δὲ ἧττον·

ῥεύσει δὲ πάλιν πάσχει, ὅτι ἀεὶ κενοῦται τὸ ζῶον, διά τε τῶν

προδήλων πόρων καὶ τῶν ἀδήλων· καὶ ἐκ προδήλων μὲν πόρων,

τὰ οὖρα καὶ περιττώματα, μῦξαι καὶ πτύελα καὶ πνεῦμα

ἀποκρίνεται· ἐκ δὲ ἀδήλων ὑπονόμων καὶ φυσικῶν, οἱ ἐκ τοῦ

ἥπατος ὀχετοὶ ἐξ ἅπαντος σώματος πολυσχιδῶς διαπνέουσιν.

Αἱ δὲ λιγνυώδεις ἀναθυμιάσεις διὰ τῆς κεφαλῆς καὶ τῶν

ἀρτηριῶν, καὶ τῶν τοῦ σώματος πόρων ἐκκενοῦνται· ἔτι δὲ καὶ δι'

ἱδρώτων· ξηρῶν δὲ ὄντων τῶν κενουμένων καὶ ὑγρῶν καὶ πνευ-

μάτων, ἀνάγκη ξηρᾶς καὶ ὑγρᾶς τροφῆς δεῖσθαι τὸ ζῶον, καὶ

πνεύματος, ἵνα μὴ ἐνδείᾳ τῶν ἐπεισερχομένων τροφῶν δια-

λυθῇ, καὶ ἐκπέσῃ· ἀλλὰ τοῖς κενουμένοις ἀντεισέλθῃ τὰ ἶσα

διὰ τῆς καταλλήλου τροφῆς· καὶ γὰρ τὸ ἐν ἡμῖν ἔμφυτον θερ-

μὸν ἀεὶ τὴν ὑπεκκαίουσαν καὶ τρέφουσαν αὐτὸ ὕλην ἐπιζητεῖ·

14

καὶ εἰ περιδράξαιτο ποθὲν αὐτῆς, οὐδὲ οὕτως ἵσταται αὐτῆς

ἡ ἐνέργεια, ἀλλὰ καθάπερ ἐν χωνευτηρίῳ σύντηξιν τῶν ἐπ-

εισελθόντων καὶ ἔκκρισιν ποιησαμένων ἑτέρων αὖθις τροφὴν

ἐπιζητεῖ· καὶ οὐδέποτε, εἰ κατὰ φύσιν ἔχει τὸ ζῶον, τῆς τοι-

αύτης ἵσταται ὁρμῆς· εἰ δέ ποτε κενούμενον παύσαιτο, καὶ

τὸ εἶναι ἀπώλεσε· τὴν δὲ τοιαύτην ὁρμὴν ὄρεξιν ὀνομάζομεν.

οὐδὲν γὰρ ἄλλο ἐστὶν ὄρεξις, ἢ τροφῆς καὶ ποτοῦ ἐπιζήτησις.

τὸ δὲ ὀρέγεσθαι ἔργον ἐστὶ φυσικὸν τοῦ στομάχου, μετὰ ψυ-

χικῆς συναισθήσεως γινόμενον.

Ἔστι δὲ ἡμῖν ἡ τροφὴ καὶ τὸ ποτὸν διὰ τῶν στοιχείων, ἐξ

ὧν καὶ συνέστημεν· ὅτι τὰ στοιχεῖα μὲν εἰς τοὺς καρποὺς

ἀναλύονται· οἱ δὲ καρποὶ, εἰς τὰς τροφάς· αἱ τροφαὶ εἰς τοὺς

στοιχειώδεις χυμοὺς, ἤγουν εἰς αἷμα καὶ φλέγμα, χολὴν

ξανθήν τε καὶ μέλαιναν· καὶ οὗτοι εἰς σάρκα, εἰς δέρμα, εἰς

ὀστέα, νεῦρα, φλέβας, ἀρτηρίας, μυελοὺς, πιμελὴν, πνεύ-

ματα, ὑμένας, ἀδένας, συνδέσμους, μύας, χόνδρους, ὄνυχας,

τρίχας· καὶ ταῦτα, εἰς τόπους, καὶ μόρια, καὶ μέλη, καὶ μέρη·

ἐξ ὧν τὸ εἶδος μετὰ τοῦ σώματος ἡμῶν ἀπαρτίζεται.

Καὶ γὰρ τῶν στοιχείων τὰ μὲν προσεχῶς τε ἅμα καὶ

διὰ μέσων τινῶν προσφερόμεθα· ὡς ὕδωρ ποτὲ μὲν καθ' αὐτὸ,

ποτὲ δὲ διὰ μέσου τοῦ οἴνου, καὶ τοῦ ἐλαίου, καὶ πάντων

τῶν ἄλλων τῶν καλουμένων ὑγρῶν καρπῶν· ὁμοίως δὲ καὶ

πυρὸς μεταλαμβάνομεν· ποτὲ μὲν προσεχῶς ὑπ' αὐτοῦ θαλ-

πόμενοι· ποτὲ δὲ τῇ ἑψήσει διὰ μέσων ὧν ἐσθίομεν καὶ πί-

νομεν· τὸν αὐτὸν τρόπον καὶ τοῦ ἀέρος· προσεχῶς μὲν ἀνα-

πνέοντες αὐτὸν καὶ περιχεχυμένον ἔχοντες· καὶ ἐν τῷ ἐσθίειν

καὶ πίνειν ἕλκοντες διὰ τῆς ἀναπνοῆς· διὰ μέσου δὲ τῶν ἄλλων

ὧν προσφερόμεθα· τὴν δὲ γῆν, προσεχῶς μὲν ἡμῖν οὐδαμῶς

ἐσθίομεν· διὰ μέσων δὲ τῶν ζώων, καὶ σπερμάτων καὶ φυτῶν·

15

ἡ γὰρ τῶν φυτῶν καὶ σπερμάτων φύσις οὐ δι' ἑαυτὴν, ἀλλ'

εἰς τροφὴν καὶ σύστασιν ἀνθρώπων καὶ τῶν ἄλλων ζώων παρὰ

τοῦ δημιουργοῦ εἰς τὸ εἶναι παρήχθη· ὡς εὑρίσκεσθαι τὰ μὲν

φυτὰ καὶ σπέρματα διὰ τὰ ζῶα, αὐτὰ δὲ τὰ ζῶα διὰ τὸν

ἄνθρωπον γεγονότα· ἵνα τῶν τροφῶν ὡς ἐν κύκλῳ χορηγουμένων,

ἀνελλιπὴς καὶ ἡ τῶν προσφερομένων τοὺς καρποὺς διαμένῃ

φύσις· εἰ καὶ λεληθότως ὁσημέραι πρὸς ἕκαστον τῶν στοιχείων

τὰ διάφορα γενήματα χωροῦσι.

Ἡ γὰρ τῶν ἑτεροφυῶν στοιχείων προσάλληλα συνδρομὴ κατὰ

τὴν τοῦ σώματος ἡμῶν κατασκευὴν, καὶ τῶν ἄλλων ἁπάντων

διαφόρων γενῶν, σύνθεσις τίς ἐστι διὰ πλειόνων ἀνομοίων ἁρμο-

ζομένη· ἐκλυθείσης δὲ τῷ καθήκοντι καιρῷ τῆς συνδεούσης τὴν

τῶν στοιχείων συνδρομὴν ἁρμονίας, πάλιν τὸ σύνθετον εἰς τὰ ἐξ

ὧν συνέστηκε φθαρὲν, ἀναλύεται· ἑκάστου τῶν συνελθόντων,

πρὸς τὴν οἰκείαν χώραν ἐπανιόντος· τοῦτο δὲ οἷον κυκλικόν ἐστι

σχῆμα· ὃ καὶ τῆς φύσεως ἐστὶν ἀκολουθία, καὶ τοῦ σώματος

ἔργον· καὶ τῶν στοιχείων εἱρμός· καὶ τοῦ χρόνου διὰ τῆς ἑβ-

δομαδικῆς ἀνακυκλήσεως μέτρον· ὅπερ ἐξ ἑαυτοῦ ἄρχεται, καὶ

εἰς ἑαυτὸν καταλήγει· οἷον δή τι κατὰ γεωργίαν ἐστὶν ἰδεῖν

τῆς ἐκ νεφῶν ἐπομβρίας, ἢ τῆς τῶν ὀχετῶν ἐπιῤῥοῆς διάβρο-

χον ποιούσης τὸ ὑποκείμενον. κῆπος δέ τις ὑποκείσθω τῷ λόγῳ·

μυρίας δένδρων διαφορὰς παντοδαπάς τε τῶν ἐκ γῆς φυομένων

ἰδέας ἐν ἑαυτῷ τρέφων· ὧν καὶ τὸ σχῆμα καὶ ἡ ποιότης, καὶ ἡ

τῆς χροίας ἰδιότης ἐν πολλῇ διαφορᾷ τοῖς καθ' ἕκαστον ἐν-

θεωρεῖται. Τοσούτων τοίνυν κατὰ τὸν ἕνα χῶρον τῷ ὑγρῷ τρε-

φομένων, ἡ μὲν ὑπονοτίζουσα τὰ καθ' ἕκαστον δύναμις, μία τίς

κατὰ τὴν φύσιν ἐστίν· ἡ δὲ τῶν τρεφομένων ἰδιότης εἰς δια-

φόρους τὸ ὑγρὸν μεταβάλλει ποιότητας· τὸ γὰρ αὐτὸ πικραί-

νεται μὲν ἐν τῇ ἀψίνθῳ· εἰς φθοροποιὸν δὲ χυμὸν ἐν τῷ

16

κωνείῳ μεθίσταται· καὶ ἄλλως ἐν ἄλλῳ γίνεται· ἐν κρόκῳ, ἐν

βαλσάμῳ, ἐν μήκωνι· τῷ μὲν γὰρ ἐκθερμαίνεται· τῷ δὲ

καταψύχεται· τῷ δὲ μέσην ἔχει ποιότητα· καὶ ἐν δάφνῃ, καὶ

ἐν σχίνῳ, καὶ τοῖς τοιούτοις εὔπνοον ἐστί· ἐν συκῇ τε καὶ

ἀμπέλῳ κατεγλυκάνθη· καὶ ὁ ταύτης βότρυς οἶνος ἐγγίνεται·

καὶ ὁ τοῦ μήλου χυλὸς· καὶ τὸ τοῦ ῥόδου ἐρύθημα· καὶ τὸ τοῦ

κρίνου λαμπρόν· καὶ τὸ κυανίζον τοῦ ἴου· καὶ πάντα ὅσα κατὰ

τὴν γῆν ἐστὶν ἰδεῖν, ἐκ μιᾶς καὶ τῆς αὐτῆς ἰκμάδος ἀναβλα-

στάνοντα· εἰς τοσαύτας δὲ διαφορὰς κατά τε τὸ σχῆμα, καὶ

τὸ εἶδος, καὶ τὰς ποιότητας διακρίνεται, ὅσας οὐδὲ ῥᾴδιον

ἀριθμῆσαι.

Τοιοῦτόν τι κατὰ τὴν ἔμψυχον ἡμῶν ἄρουραν θαυματοποι-

εῖται παρὰ τῆς φύσεως, μᾶλλον δὲ παρὰ τοῦ δεσπότου τῆς

φύσεως· ὀστέα τε καὶ χόνδροι, φλέβες καὶ ἀρτηριαὶ, καὶ

πάντα τὰ μικρῷ ἔμπροσθεν εἰρήμενα· ἐξ ὧν πάλιν ὀφθαλμοὶ

καὶ χιτῶνες, ῥῖνες καὶ ὦτα· γλῶσσα καὶ ὀδόντες· οὖλα καὶ

γαργαρεών· κλείς τε καὶ θώραξ· καρδία καὶ πνεύμων· ἔντερα

καὶ γαστήρ· καὶ ἔγκατα πάντα μετὰ σπληνὸς καὶ ἥπατος,

καὶ τῶν ἄλλων πάντων τῶν ἔσωθεν· πρὸς τούτοις χεῖρες καὶ

πόδες, καὶ πάντα τὰ ὀργανικὰ μόρια διαφόροις ἰδιώμασιν ἀπ'

ἀλλήλων κεχωρισμένα, μιᾷ, τῇ τῆς τροφῆς χυλώσει, καταλ-

λήλως τῇ ἑαυτῶν τρέφεται φύσει· ὡς τῆς τροφῆς, ᾧ ἂν προσ-

πελάσῃς μέρει, κατ' ἐκεῖνο ἀλλοιουμένης, οἰκείας τε καὶ συμ-

φυοῦς τῇ τούτου οἰκειότητι γινομένης· εἰ γὰρ κατὰ τὸν ὀφθαλ-

μὸν γένοιτο, τῷ ὁρατικῷ μορίῳ συγκατεκράθη· καὶ τῶν περὶ

τὸν ὀφθαλμὸν χιτώνων ταῖς διαφοραῖς οἰκείως εἰς ἕκαστον

κατεμερίσθῃ· εἰ δὲ τοῖς κατὰ τὴν ἀκοὴν μέρεσιν ἐπιῤῥυῇ, τῇ

ἀκουστικῇ καταμίγνυται φύσει· καὶ ἐν χείλει γινόμενον, χεῖ-

17

λος ἐγένετο· καὶ ἐν ὀστέῳ πήγνυται· καὶ ἐν μυέλῳ ἁπαλύνε-

ται· καὶ τονοῦται μετὰ τοῦ νεύρου· καὶ τῇ ἐπιφανείᾳ συμπαρα-

τείνεται· καὶ εἰς ὄνυχας διαβαίνει· καὶ εἰς τριχῶν γένεσιν

λεπτοποιεῖται τοῖς καταλλήλοις ἀτμοῖς· εἰ μὲν διὰ σκολιῶν

παράγοιντο πόρων, οὐλοτέρας καὶ κατηγκυλωμένας τὰς τρί-

χας ἐκφαίνουσα· εἰ δὲ δι' εὐθείας ἡ τῶν τριχοποιῶν ἀτμῶν

γένοιτο πρόοδος, τεταμένας τε καὶ εὐθείας προάγουσα· αἵ-

τινες τρίχες καὶ διὰ τὴν λιγνὺν τὴν ἀναπεμπομένην ἐπὶ τὴν

κεφαλὴν ἐκ στομάχου, λευκὴν μὲν οὖσαν καὶ φλεγματικωτέ-

ραν, ταχέως λευκαίνονται· χολωδεστέραν καὶ ξηροτέραν, βρα-

δύτερον. ἴδιον δὲ καὶ τὸ πολιοῦσθαι μόνου ἀνθρώπου, ὥσπερ

καὶ τὸ γελᾶν· τοῦτο μὲν γὰρ πάντι καὶ μόνῳ ἀνθρώπῳ ἁρμό-

ζει· οὐκ ἀεὶ δέ· ἀλλ' ἐν τῷ γήρᾳ γίνεται μόνον· καλεῖται δὲ

πολιὰ ἤτοι παρὰ τὸ λευκὴν εἶναι· τὸ γὰρ λευκὸν πολιόν· ἢ

οἷον παλαιά· ἐν γήρᾳ γὰρ γίνεται.

Χρηστοῦ οὖν ὄντος τοῦ τρέφοντος ἅπαν τὸ σῶμα χυλοῦ, καὶ

εὐχύμου· καὶ εὐκράτως τοῦ ζωτικοῦ πνεύμωνος διάγοντός τε

καὶ διαμένοντος, εὔχροα καὶ εὐκίνητα τὰ σώματα δείκνυται·

συνεργοῦσι δὲ πρὸς τοῦτο καὶ καιρῶν μεταβολαὶ καταλλήλως

γενόμεναι· καὶ ἀνέμων καταστάσεις· καὶ ἀέρων εὐκρασίαι· καὶ

τροφῶν ἐπιτηδειότητες· κατά τι γὰρ σφαλλομένης ἐκ τούτων,

ἢ παρὰ τῆς φύσεως τὸ ἀνάπαλιν γίνεται· διεισδύνον γὰρ τὸ

ψυχρὸν ἐν τῷ βάθει, καταψυχεῖ τὸ ἔμφυτον θερμὸν, καὶ οἷον

μαρασμώδη ποιεῖται διάθεσιν· ἐφ' ᾗ ἀπόλλυται τὸ ἄνθος τοῦ

σώματος, ἤγουν τὸ ἐρυθρὸν αὐτοῦ χρῶμα.

Ἐπειδὴ καὶ ψύχεται ἡμῶν τὸ σῶμα ἐν ταῖς τῶν ὡρῶν

μεταβολαῖς, καὶ θερμαίνεται· οὐ περιέθηκε δὲ ἡμῖν ὁ θεὸς

18

ἐκ φύσεως δέρμα παχὺ ὡς τοῖς βουσὶν, ἢ τοῖς ἄλλοις ζώοις

τοῖς παχυδέρμοις· οὔτε τρίχας μεγάλας καὶ πυκνὰς ὡς τοῖς

προβάτοις, ἢ ταῖς αἰξίν· οὔτε φολίδας, ὡς τοῖς ὄφεσι, καὶ

τοῖς ἰχθύσιν· οὔτε ὄστρακα, ὡς ταῖς χελώναις, καὶ τοῖς

κοχλίαις, καὶ τοῖς ὀστρακοδέρμοις πᾶσιν· οὔτε πτέρυγας, ὡς

τοῖς ὀρνέοις· ἀναγκαίως ἐσθῆτος ἐδεήθημεν ἀναπληρούσης

ἡμῖν ὅπερ ἡ φύσις τοῖς ἀλόγοις ἐδωρήσατο· οὐ μόνον δὲ

ἀλλὰ καὶ οἰκήσεως διὰ τοὺς ὄμβρους καὶ χειμῶνας καὶ

καύματα, διὰ τοῦτο ὡς ἐξαπορούμενοι ἐξ ὄμβρων καὶ χειμῶ-

νος καὶ καύματος ἐσθῆτος ἐδεήθημεν καὶ οἰκήσεως· διὰ δὲ

τὸ διαφορεῖσθαι τὴν ἐπεισερχομένην τροφὴν, ἄλλης τροφῆς καὶ

ποτοῦ· διὰ δὲ τὰς δυσκρασίας τῶν ποιοτήτων, καὶ τὴν λύσιν τῆς

συνεχείας τοῦ σώματος, ἰατρῶν θεραπείας ἐν χρείᾳ κατέστημεν.

Οὐ γὰρ δὴ μόνον εἰς τροφὴν ἀνθρώπου τὰ ὄντα ἐγένετο,

ἀλλὰ πολλῷ μᾶλλον εἰς θεραπείαν αὐτοῦ· οὐδὲν γάρ ἐστι

τῶν ἐπὶ γῆς, ὃ μὴ συνεργεῖ ἐν τῇ ἰατρικῇ τέχνῃ καὶ βοη-

θεῖ τῷ ἀνθρώπῳ· κ' ἂν θηρία εἴπῃς· κ' ἂν ἑρπετά· κ' ἂν πετεινά·

κ' ἂν φυτά· κ' ἂν βοτάνας· κ' ἂν λίθους· κ' ἂν ὅτι οὖν τῶν ὄντων,

ἐν γῇ τε καὶ θαλάσσῃ, καὶ ἐν πάσῃ τῇ κτίσει· χρεία τοίνυν

ἀνθρώπῳ ἀεὶ τροφῆς μὲν καὶ ποτοῦ διὰ τὰς κενώσεις καὶ δια-

φορήσεις, καὶ τὸ συνεστάναι τὸ ζῶον· καὶ γὰρ τὴν στερεὰν

τροφὴν κατὰ προηγούμενον προσφερόμεθα λόγον· τὴν δὲ

ὑγρὰν κατὰ δεύτερον· ὥστε ὄχημα γενέσθαι τῇ ξηρᾷ, καὶ

χειραγωγῆσαι αὐτὴν πρὸς τὴν ἀνάδοσιν, ὡς φησὶν Ἱπποκράτης·

”ὑγρασίη τροφῆς ὄχημα·“ ἐσθῆτος δὲ πάλιν δεόμεθα, διὰ τὸ

μηδεμίαν ἔχειν ἐκ φύσεως περιβολὴν ἰσχυράν· οἴκου δὲ, διὰ

τὰς δυσκρασίας τοῦ περιέχοντος ἡμᾶς ἀέρος καὶ τὰ θηρία·

θεραπείας δὲ, διὰ τὰς μεταβολὰς τῶν ποιοτήτων καὶ τὴν

αἴσθησιν τὴν ἐνδοθεῖσαν ἡμῶν τῷ σώματι· εἰ γὰρ μὴ προσῆν

19

ἡμῖν ἡ αἴσθησις, οὐκ ἂν ἠλγοῦμεν· οὐδ' ἂν θεραπείας ἐδεήθη-

μεν, μὴ ἀλγοῦντες· καὶ διεφθάρημεν ἂν, ἐν ἀγνωσίᾳ τοῦ κακοῦ

τὸ πάθος οὐκ ἰώμενοι.

Διὰ δὲ τὰς τέχνας καὶ τὰς ἐπιστήμας, καὶ τὰς ἀπὸ τού-

των χρείας ἀλλήλων δεόμεθα· διὰ δὲ τὸ δεῖσθαι ἀλλήλων

εἰς ταυτὸ πολλοὶ συνελθόντες, κοινωνοῦμεν ἀλλήλοις κατὰ

τὰς τοῦ βίου χρείας ἐν τοῖς συναλλάγμασιν· ἥντινα σύν-

οδον καὶ συνοικίαν πόλιν ὠνόμασαν· ἵνα ἐγγύθεν, καὶ μὴ

πόῤῥωθεν τὰς παρ' ἀλλήλων ὠφελείας καρπώμεθα· φύσει γὰρ

συναγελαστικὸν καὶ πολιτικὸν ζῶον γέγονεν ὁ ἄνθρωπος· εἷς

γὰρ οὐδεὶς αὐτάρκης ἑαυτῷ πρὸς ἅπαντα· δῆλον οὖν ὡς αἱ

πόλεις διὰ τὰ συναλλάγματα καὶ τὰ μαθήματα συνέστησαν·

ὁρίζονται γὰρ πόλιν, οὐ μόνον σύστημα ἱδρύμενον κατὰ νόμον

διοικούμενον, ἀλλὰ καὶ σύνοδον, καὶ συνοικίαν πολλῶν εἰς ὠφε-

λείαν.

Δύο δὲ τῶν πρεσβείων τούτων ὁ ἄνθρωπος ἐξαιρέτων ἔτυ-

χεν ὑπὲρ πάντα τὰ ὄντα λογικά τε καὶ ἄλογα ζῶα· καὶ γὰρ

οὗτος μόνος συγγνώμης τυγχάνει μετανοῶν, καὶ τὸ σῶμα

τούτου θνητὸν ὂν ἀπαθανατίζεται· καὶ τοῦ μὲν σωματικοῦ διὰ

τὴν ψυχὴν, τοῦ δὲ ψυχικοῦ, διὰ τὸ σῶμα τυγχάνει· μόνος γὰρ

ὁ ἄνθρωπος τῶν λογικῶν ἐξαίρετον ἴδιον ἔσχηκεν, τὸ συγγνώμης

ἐν τῷ μετανοεῖν ἀξιοῦσθαι· ἐπειδὴ γὰρ τὰ ἄλογα πάθη, ἐκ

τῆς πρὸς τὴν ἄλογον φύσιν συμπαθείας τε καὶ συγγενείας

τὰς ἀφορμὰς ἔχει· ἡ γὰρ τῶν παθημάτων συγγένεια κατὰ τὸ

ἶσον ἡμῖν τε καὶ τοῖς ἀλόγοις ἐμφέρεται· διπλὴν φέρει ὁ ἄν-

θρωπος πρὸς τὰ ἐναντία τὴν τιμιότητα· τῷ μὲν θεοειδεῖ

τοῦ νοῦ πρὸς τὸ θεῖον κάλλος μεταμορφούμενος· ταῖς δὲ κατὰ

20

τὸ πάθος γινομέναις ὁρμαῖς πρὸς τὸ κτηνῶδες φέρων τὴν οἰκειό-

τητα· πολλάκις δὲ καὶ ὅλος ἀποκτηνοῦται διὰ τῆς πρὸς τὰ

ἄλογα ῥοπῆς τε καὶ διαθέσεως· συγκαλύπτων τὸ κρεῖττον τῷ

χείρονι· τούτου γοῦν χάριν ἐχαρίσατο τὸ ἐξαίρετον αὐτὸ ὁ Θεὸς

προτέρημα, τὸ διὰ τῆς μετανοίας ἀπολύεσθαι τῶν προημαρ-

τημένων αὐτῷ τὰς αἰτίας ἀποδυρόμενος· καὶ γὰρ μόνῳ ἀν-

θρώπῳ τοῦτο δεδώρηται, καὶ παντὶ, καὶ ἀεὶ, παρὰ τὸν καιρὸν

τῆς ἐγκοσμίου ζωῆς· μετὰ δὲ θάνατον οὐκ ἔτι· καὶ ὥσπερ ἴδιον

ἐστὶ τοῦ εἴδους αὐτοῦ τὸ γελαστικὸν, ἐπειδὴ καὶ μόνῳ τούτῳ

πρόσεστι, καὶ παντὶ, καὶ ἀεί· εἰ καὶ μὴ ἀεὶ κέχρηται αὐτῷ·

οὕτως ἴδιον αὐτῷ καὶ ἐξαίρετον, καὶ μόνῳ τῶν ἄλλων ζώων, τὸ

μετὰ θάνατον ἀνίστασθαι, καὶ εἰς ἀθανασίαν χωρεῖν· τυγχάνει

δὲ τούτου διὰ τὴν τῆς ψυχῆς ἀθανασίαν· ὥσπερ τοῦ θανάτου,

διὰ τὴν τοῦ σώματος ἀσθένειάν τε καὶ πολυπάθειαν.

Ἴδια δὲ αὐτοῦ καὶ τὰ τῶν τεχνῶν καὶ ἐπιστημῶν μαθήματα·

καὶ αἱ κατὰ τὰς τέχνας πάσας ἐνέργειαί τε καὶ ἐφευρέσεις

πάσας· τρεῖς δὲ περὶ τὸ ζῶον τοῦτο τὸ λογικὸν ἐνεργοῦσι δυνά-

μεις ἀεί· ψυχικαὶ, φυσικαὶ καὶ ζωτικαί· τουτέστιν ἡγεμονικαὶ,

αἰσθητικαὶ καὶ κινητικαί· ψυχικαὶ μὲν καὶ ἡγεμονικαὶ, φαν-

τασία, λογισμὸς, μνήμη, δόξα, διάνοια· αἴτε κατὰ μέρος αἰσθή-

σεις, καὶ αἱ κατὰ προαίρεσιν κινήσεις· ζωτικαὶ δὲ, οἷον ἀνα-

πνευστικὴ καὶ σφυγμική· φυσικαὶ δὲ, οἷον γεννητικὴ, θρε-

πτικὴ, αὐξητική· καὶ αἱ τούτων ὑπηρέτιδες, ἐλεγκτικὴ καὶ

ἑλκτικὴ, ἀλλοιωτικὴ καὶ ἀποκριτική· ἔτι δὲ σὺν ταύταις

καὶ τίς ἕτερα διακριτικὴ λεγομένη, ἥτις κατὰ πᾶν μόριον ἐνερ-

γοῦσα, συνιστᾶ ταῦτα καὶ τρέφει, καὶ τὸ περιττὸν ἀπωθεῖται.

Χρὴ δὲ γινώσκειν ταύτας τὰς δυνάμεις ἐκ τριῶν ὁρμᾶσθαι

μορίων· ἐκ κεφαλῆς μὲν, ᾗ λογιζόμεθα καὶ αἰσθανόμεθα καὶ

21

μεμνήμεθα· καὶ τόπον ἐκ τόπου μετερχόμεθα· ἐκ καρδίας δὲ,

ᾗ θυμούμεθα, καὶ διάθερμοι τυγχάνομεν ὄντες· ἔτι δὲ σφυγμὸν

ἔχομεν αὐτῇ τῇ καρδίᾳ· καὶ ἐξ αὐτῆς ἐν ἁπάσαις ταῖς ἀρτη-

ρίαις· ἐξ ἥπατος δὲ, ᾧ τρεφόμεθα καὶ αὐξανόμεθα, καὶ τὸ

πᾶν ἡμῶν ἐπαρδεύεται σῶμα· ἑκάστη δὲ αὐτῶν τῶν δυνάμεων

διὰ τοῦ νοὸς ἐνεργεῖται· ὅτι πᾶσα ἐνέργεια διανοίας ἐστὶν

ἀποτέλεσμα· αἱ δὲ ἐνέργειαι δυνάμεις εἰσὶ τοῦ νοός· ὁ δὲ νοῦς

ἡγεμονικόν ἐστι τῆς ψυχῆς· εἰ γὰρ καὶ ἀθεώρητός ἐστιν ἡ τοῦ

νοῦ φύσις καθ' ἑαυτὴν, καὶ οὐδεὶς αὐτὴν τόπος ἐμπεριέχει τῷ

σώματι διὰ τὸ ἄϋλον καὶ ἀσώματον, ἀλλ' ὅμως πᾶσα προ-

αιρετικὴ κίνησις τούτου ἔργον ἐστί· πάσης δὲ προαιρετικῆς

κινήσεως προηγεῖται φαντασία· φαντασία δέ ἐστι τύπωσις τοῦ

ἡγεμονικοῦ, δι' ἧς γίνεται τῶν ἀφανῶν καὶ ἀμελετήτων πρα-

γμάτων ἐξ ἐπινοίας τινὸς ἀμυδρὰ ἔλλαμψις· διάνοια δέ ἐστι

νοὸς οἰκεία κίνησις· ἡ δι' αὐτοῦ ἐνεργοῦσα, καὶ τὰ πράγματα

κρίνουσα· τοῦ διανοητικοῦ δὲ εἰσὶν αἵ τε κρίσεις καὶ αἱ συγ-

καταθέσεις, καὶ ἀποφυγαὶ τῶν κακῶν καὶ ὁρμαί· καὶ αἱ νοή-

σεις τῶν ὄντων· καὶ αἱ ἀρεταί· καὶ αἱ ἐπιστῆμαι· καὶ τῶν

τεχνῶν οἱ λόγοι· καὶ τὸ βουλευτικόν· ἡ μνήμη δέ ἐστι φυ-

λακὴ τῶν ῥηθέντων, ἢ διανοηθέντων, ἢ ἐνεργηθέντων, ἢ ἀκου-

σθέντων· ἡ δόξα δὲ συντελεστικὴ τούτων ὑπάρχουσα, διὰ τῶν

αἰσθητηρίων ἀντιλαμβανομένη τὰ φαντασθέντα καὶ διανοη-

θέντα, καὶ ἐνεργηθέντα, καὶ ἀκουσθέντα, διὰ τῆς τοῦ λογισμοῦ

συγκαταθέσεως ἐκπληροῖ.

Ἔστι δὲ λογισμὸς νοῦς μετὰ ὀρθοῦ λόγου προτιμῶν τὸν

σοφὸν βίον· νοῦς δέ ἐστι φύσις ἐπινοητικὴ καὶ ἀποτελεστικὴ

πάντων τῶν ὄντων, τεχνῶν τε καὶ ἐπιστήμων· νοῦς δὲ παρὰ

τὸ νέεσθαι· ὁ πάντοτε κινούμενος, καὶ ἐπὶ παντὸς προϊὼν ἐν

22

ἡμῖν πράγματος· τί γὰρ ὁρμητικώτερον τοῦ νοῦ; καθὼς Ὅμηρος

φησὶν,

ὡς δ' ὅταν ἀΐξῃ νοὸς ἀνέρος· (Il. Ο. 80.)

καὶ ἀλλαχοῦ·

ὥστε πτερὸν, ἠὲ νόημα· (Od. Η. 36.)

ἐκ νοὸς δὲ καὶ ὁ λόγος γεννᾶται· καὶ φωναῖς τυποῦται, καὶ

γράμμασιν ὡσπερεὶ σωματοῦται· ὁ γὰρ λόγος ὃν ἐκφέρομεν

διὰ γλώσσης καὶ χειλέων, γέννημα ἐστὶ τοῦ νοῦ· γεννᾶται δὲ

οὐκ ὄψει· οὐ πάθει· οὐ πόνῳ· οὐ διαιρέσει· ἔστι γὰρ ἀσώ-

ματος, ἀόρατος καὶ ἀκράτητος· ἀκοῇ μόνον παραδεχόμενος·

οὐδεὶς εἶδεν ὄψει λόγον· οὐδεὶς κατέχει χειρί· ἀλλ' ἔστιν

ἀσώματος καὶ ἀκράτητος φύσις, ὑπὸ μιᾶς αἰσθήσεως κρατού-

μενος τῆς ἀκοῆς· καὶ οὐκ ἐκτείνασα χεῖρας ἡ ἀκοὴ κατέχει

αὐτόν· ἀλλ' αὐτὸς ὁ λόγος εἰσελθὼν κρατεῖται, καὶ οὐ μερί-

ζεται, καὶ τοῦ νοῦ τοῦ γεννήσαντος αὐτὸν οὐκ ἀποσχίζεται·

ἀλλὰ καὶ πάντας πληροῖ τοὺς ἀκούοντας αὐτοῦ, καὶ τοῦ γεν-

νήσαντος αὐτὸν οὐκ ἀφίσταται νοῦ· ἀπὸ δὲ τοῦ λόγου κατα-

λαμβάνεται ἡ διάνοια καὶ ἡ βουλὴ τῆς ψυχῆς· διὸ φησὶν ὁ

μέγας Βασίλειος· ”τοῦ λόγου τὴν χρῆσιν δέδωκεν ἡμῖν ὁ

“κτίσας ἡμᾶς Θεὸς, ἵνα τὰς βουλὰς τῶν καρδιῶν ἀλλήλοις

”ἀποκαλύπτωμεν· καὶ διὰ τὸ κοινωνικὸν τῆς φύσεως ἕκαστος τῷ

“πλησίον μεταδίδωμεν· ὥσπερ ἔκ τινων ταμιείων τῶν τῆς καρ-

”δίας κρυπτῶν προφέροντες τὰ βουλεύματα. εἰ μὲν γὰρ

“γυμνῇ τῇ ψυχῇ διεζῶμεν, εὐθὺς ἂν ἀπὸ τῶν νοημάτων ἀλ-

”λήλοις συνεγινόμεθα. Ἐπεὶ δὲ ὑπὸ παραπετάσματι τῇ

“σαρκὶ ἡμῶν καλυπτομένη ἡ ψυχὴ τὰς ἐννοίας ἐργάζε-

”ται, ῥημάτων δεῖται καὶ ὀνομάτων πρὸς τὸ δημοσιεύειν τὰ

“ἐν τῷ βάθει κείμενα·” πλὴν πρότερον ὁ ἀπὸ τῶν γραμ-

23

μάτων τύπος ἐγγίνεται τῇ νοήσει· ἔπειτα μετὰ τὸ φαν-

τασιωθῆναι, ἀπὸ τῶν ὑποκειμένων τὰς οἰκείας καὶ προσφυεῖς

ἑκάστου σημασίας ἐκλεγόμενος ἐξαγγέλλει· εἶτα τῇ ὑπηρεσίᾳ

τῶν φωνητικῶν ὀργάνων διαδιδοὺς τὰ νοηθέντα, οὕτως διὰ

τῆς τοῦ ἀέρος τυπώσεως κατὰ τὴν ἔναρθρον τῆς φωνῆς κίνησιν

τὸ ἐν τῷ κρυπτῷ νόημα σαφηνίζει.

Καὶ τοῦτο ἐν τῇ φύσει τοῦ λογικοῦ ζώου, τὸ διὰ λό-

γου ἐκκαλύπτειν προφορικοῦ τὰ τῆς ψυχῆς ἀπόκρυφα· ἡ γὰρ

νοερὰ τῶν ἀγγέλων οὐσία, ἐξ αὐτῶν τῶν νοημάτων ἀλλήλοις

συγγίνονται· τὸν λόγον δὲ τὸν ἀνθρώπινον τινὲς ἄγγελον ὡρί-

σαντο νοήματος· λέγεται δὲ, ὁ μὲν ἐνδιάθετος, ὁ δὲ προφορικός·

καὶ ἐνδιάθετος μέν ἐστιν, ὁ ἐν καρδίᾳ λαλούμενος· ὁ δὲ ἐν τῇ

προφορᾷ καὶ χρήσει, ῥῆμα ἀπὸ διανοίας ἐκπεμπόμενον μετὰ

φωνῆς· φωνὴ δὲ οὐ πᾶς λόγος λέγεται, ἀλλὰ πᾶν ὃ ψόφον δι'

ἀκοῆς ἐμποιεῖ· ἐπὶ μὲν γὰρ τῆς ἡμετέρας ψυχῆς διτταὶ εἰσὶν

αἱ ἐνέργειαι· αἱ μὲν γνωστικαὶ, οἷον νοῦς, δόξα, φαντασία,

αἴσθησις καὶ διάνοια, καθὼς προείπομεν· αἱ δὲ ζωτικαὶ καὶ

ὀρεκτικαὶ, οἷον, βούλησις, θυμός, καὶ ἐπιθυμία· περὶ ὧν μετ-

έπειτα ἐνσημάνομεν.

Τὰς δὲ τοῦ νοὸς ἐνεργείας πάσας τινὲς κατὰ τὰς ἐν τῇ

κεφαλῇ τοῦ ἐγκεφάλου κοιλίας, ἤγουν τὰς ἐμπροσθίους καὶ

ὀπισθίους καὶ μέσας κοιλότητας, διαμένειν εἶπον· διὰ τὸ ἐν

νοσήμασι τοῖς κατὰ παρατροπὴν τινὰ γενομένοις ταύτας

ἀπόλλυσθαι· ποτὲ μὲν γὰρ ὁμοῦ τὸ φανταστικὸν, καὶ τὸ δια-

νοητικὸν, καὶ μνημονευτικὸν, καὶ τὸν λογισμὸν αὐτὸν διαφθεί-

ρονται οἱ φρενητιάσαντες, ἢ παρακοπὴν πάσχοντες· ποτὲ

δὲ καθ' ἕκαστον τούτων· πλὴν ἀλλ' ὁ μὲν νοῦς ἐπὶ τῶν κατὰ

24

φύσιν διακειμένων ἀνθρώπων, τὸ οἰκεῖον τῆς φρονήσεως ἔργῳ ἢ

λόγῳ ἐνήργησεν· ἐπὶ δὲ τῶν ἀσθενῶς διακειμένων μορίων δέξα-

σθαι τὴν φυσικὴν αὐτοῦ δύναμιν ἢ κίνησιν, ἄπρακτος καὶ

ἀνενέργητος ἔμεινεν· ἐπεὶ καὶ μουσικὸς ἔμπειρος δεῖξαι τὴν ἐπι-

στήμην ἀδυνατεῖ, εἰς τὰ τῷ χρόνῳ διεφθορότα ἢ παραρηγμένα

ἐκ καταπτώσεως τῆς τεχνικῆς αὐτοῦ πράξεως ὄργανα.

Οὐ μόνον δὲ τῆς ψυχικῆς, καὶ ζωτικῆς, καὶ φυσικῆς δυνά-

μεως ἐπιστατεῖν αὐτὸν οἴδαμεν, ἄλλα καὶ διὰ τῶν πεντὲ

αἰσθήσεων ἐνεργεῖσθαι γινώσκομεν· ταῖς γὰρ αἰσθητικαῖς δυνά-

μεσιν ἑαυτὸν καταμερίζων καταλλήλως δι' ἑκάστης, τὴν τῶν

ὄντων γνῶσιν ἀναλαμβάνει· οὗτος γὰρ θεωρεῖ διὰ τῶν ὀφθαλ-

μῶν τὸ φαινόμενον· καὶ συνΐησι διὰ τῆς ἀκοῆς τὸ λεγόμενον·

καὶ διὰ τῆς γλώσσης διακρίνει τῶν γευστῶν τὰς ποιότητας·

καὶ διὰ τῆς ὀσφρήσεως δοκιμάζει τὰς διαφορὰς τῶν ἀτμῶν·

καὶ τῇ χειρὶ χρῆται πρὸς ὃ βούλεται· τῇ τοῦ ὀργάνου συν-

εργίᾳ εἰς ταῦτα χρώμενος· ὁ γὰρ περιεκτικὸς τοῦ ἐγκεφάλου

ὑμὴν δι' αἰσθητικῶν ὀργάνων ἐξ ἑαυτοῦ κινουμένων, τῇ ὁράσει,

καὶ τῇ ὀσφρήσει, καὶ τῇ ἀκοῇ, καὶ τῇ γεύσει ἁρμοζόμενος,

φυσικῶς διὰ τοῦ ψυχικοῦ πνεύματος τῶν αἰσθήσεων ἀντιλαμ-

βάνεται.

Τὰς δὲ ζωτικὰς δυνάμεις ἐκ καρδίας ὁρμᾶσθαι μάθομεν·

καὶ γὰρ τοῦ ἐν ἡμῖν ἐμφύτου θερμοῦ τῇ ἀεικινήτῳ ὁρμῇ,

ὃν καὶ ζωτικὸν τόνον τινὲς ὠνόμασαν, ἡ ψυχὴ ὡς ὀργάνῳ

χρωμένη, πᾶσαν ἑαυτῆς ἐνέργειαν ἐπιτελεῖ· τὸ γὰρ ἐκεῖθεν

πηγάζον ζωτικὸν πνεῦμα χορηγούμενον ἐπὶ τὸν ἐγκέφαλον,

καὶ δι' αὐτοῦ ἐπὶ τὰ αἰσθητήρια, καὶ ἐπὶ τὰ πανταχοῦ τοῦ

σώματος διήκοντα νεῦρα δεχόμενοι, ζῶντες καὶ ἐνεργοῦντες

δεικνυόμεθα· ἐκ καρδίας γὰρ καὶ ἡ σφυγμικὴ ὁρμᾶται κίνησις·

25

οὐδὲν γάρ ἐστι σφυγμὸς, ἢ κίνησις καρδίας καὶ ἀρτηριῶν ὑπὸ

ζωτικῆς δυνάμεως φυσικῶς γινομένη, κατὰ διαστολὴν καὶ συ-

στολὴν τοῦ πνεύμονος, πρὸς ἐκφόρησιν τῶν λιγνυωδῶν περιττω-

μάτων, καὶ ἀντεισαγωγὴν τοῦ καθαροῦ ἀέρος, πρὸς τὸ ῥιπίζεσθαι

καὶ ἀναζωπυρεῖν τὸν ζωτικὸν τόνον, ὅ ἐστι τὸ ἔμφυτον θερμὸν

τὸ ἐν τῇ καρδίᾳ.

Ἐξ ἥπατος δὲ αἱ φυσικαὶ δυνάμεις ὁρμῶνται· καὶ γὰρ

διὰ τῆς ἐργασίας αὐτοῦ τρέφεται ἡμῶν ἅπαν τὸ σῶμα,

καὶ αὐξανόμεθα· καὶ πάλιν τροφῆς ὀρεγόμεθα· πέψει, καὶ

ἀναδόσει, καὶ ἐξαιματώσει, καὶ προσθέσει, καὶ διακρίσει, καὶ

ἀποκρίσει· αἱ γὰρ τρεῖς αὗται δυνάμεις· ἡ ἐκ καρδίας· ἡ

ἐξ ἥπατος· καὶ ἡ ἐξ ἐγκεφάλου, πᾶσαν ἡμῶν διοικοῦσι ζωήν·

διὸ καὶ τῆς ψυχῆς μέρη τινὲς ταῦτα ὡρίσαντο εἶναι· τὸ γὰρ

“τριμερὲς τῆς ψυχῆς ἐν ἀπαθείας βυθῷ” τῶν σοφῶν τὶς

“καταποντίζεσθαι” εὔχεται· καὶ θαυμαστὸν πῶς τριμερὴς ἡ

ἀσώματος· πλὴν ἐνέργειαί τινες εἰσὶν, εἴτουν δυνάμεις, τὸ

θυμικὸν, τὸ ἐπιθυμητικὸν, καὶ τὸ λογιστικόν· ὁρμῶνται δὲ, τὸ

θυμικὸν μὲν ἐκ καρδίας· τὸ δὲ ἐπιθυμητικὸν ἐξ ἥπατος· ἐξ

ἐγκεφάλου δὲ τὸ λογιστικόν· καὶ ἐκ μὲν τοῦ θυμικοῦ ὁ θυμὸς

γεννᾶται· ἔστι δὲ θυμὸς ζέσις τοῦ περικαρδίου αἵματος πρὸς

ὄρεξιν ἀντιλυπήσεως τῶν παροξυνάντων κινούμενος· παράγεται

δὲ παρὰ τὸ θύω τὸ ὁρμῶ· ἢ παρὰ τὸ θύειν αἷμα· θυαιμός τις

ὢν· ἢ ὁ θύειν, ἤγουν ὁρμᾶν αἷμα κινούμενος, καὶ ὁρμώμενος ὑπὸ

αἵματος. ἐκ δὲ τοῦ ἐπιθυμητικοῦ ἡ ἐπιθυμία κινεῖται· ἔστι δὲ

ἡ ἐπιθυμία παντὸς ἐμψύχου ὁρμὴ πρωτὴ πρός τι τῶν φιλου-

μένων· ἐκ τοῦ λογιστικοῦ δὲ ὁ λογισμὸς ἐφορμᾶται· λογισμὸς

δέ ἐστι τὸ πρῶτον ἐν νοῒ ἀνελθὸν νόημα· ἢ ἀόρατος κίνησις καὶ

ταραχὴ πραγμάτων· ἢ αἰσθητῶν πραγμάτων συνισταμένη κατὰ

διάνοιαν εἰκών· μεθ' ἧς ὁ νοῦς κινούμενος λέγει τι ἢ πράττει

26

φανερῶς ἢ κρυπτῶς πρὸς τὰ μορφούμενα ὑπ' αὐτοῦ· καὶ τοῦ

μὲν θυμικοῦ εἰσὶν ἀρεταὶ, ὑπομονὴ, καὶ ἐγκράτεια καὶ ἀν-

δρεία· κακίαι δὲ, ὀργὴ καὶ μανία, καὶ δειλία, καὶ ἀνανδρία·

τοῦ ἐπιθυμητικοῦ ἀρεταὶ μὲν, σωφροσύνη, καὶ ὄρεξις τῶν ἀθα-

νάτων ἀγαθῶν· καὶ ἀγάπη Θεοῦ, καὶ τῶν πλησίον· κακίαι δὲ,

ἀσέλγεια, καὶ ἀκολασία, καὶ τῶν γηϊνῶν ἀγαθῶν ἐπιθυμία·

τοῦ λογιστικοῦ δὲ ἀρεταὶ μὲν, σύνεσις, καὶ εὐσέβεια, καὶ φό-

βος Θεοῦ· κακίαι δὲ, πανουργία καὶ δολιότης, καὶ ἀφοβία

Θεοῦ.

Ὁπηνίκα γὰρ ὁ Θεὸς τὸν ἄνθρωπον κατεσκεύαζε, τὰ πάθη

αὐτῷ καὶ τὰ ἤθη περιεφύτευσε· μᾶλλον δὲ δεκτικὸν αὐτὸν τῶν

ἀμφοτέρων ἐποίησε, καὶ διὰ τῶν αἰσθητηρίων ἐνεθρόνισε τὸν

ἡγεμόνα νοῦν· καὶ τούτῳ νόμον δέδωκε αὐτεξούσιον, καθ' ὃν

πολιτευσάμενος βασιλεύσει βασιλείαν σώφρονά τε καὶ δικαίαν,

καὶ ἀγαθὴν καὶ ἀνδρείαν· εἰ τὸ κρεῖττον ἕληται· ἵν' ἦ φησὶ

τὸ ἀγαθὸν οὐχ ἧττον ἢ τοῦ παρασχόντος Θεοῦ τὰ σπέρματα,

σοφίας μείζονος γνώρισμα· ἐν γὰρ τῇ ἀρετῇ, καὶ τὸ ἐφ' ἡμῖν

ἀνεμπόδιστον, καὶ ἡ σοφία τοῦ Θεοῦ καταφανὴς ἡ ἐντεθεῖσα

ἡμῖν ἐστί. τῆς δὲ σοφίας εἴδη τέσσαρα· ἅσπερ καὶ γενικὰς

ἀρετὰς τινὲς ὀνομάζουσι· φρόνησις, δικαιοσύνη, σωφροσύνη καὶ

ἀνδρεία· κυριωτάτη δὲ πασῶν ἡ φρόνησις· ἐξ ἧς τῶν παθῶν ὁ

λογισμὸς ἐπικρατεῖ· σοφία τοίνυν ἐστὶ γνῶσις θείων καὶ ἀν-

θρωπίνων πραγμάτων· σωφροσύνη δὲ ἐπικρατεία τῶν ἐπιθυμιῶν·

ἢ οὕτως σωφροσύνη ἐστὶν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ, καθ' ἣν

κατέχουσι τοῦ λογισμοῦ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας

ὁρμάς.

Τῶν δὲ ἐπιθυμιῶν, αἱ μὲν εἰσὶ ψυχικαί· αἱ δὲ σωματικαί·

27

καὶ ἀμφοτέρων ἐπικρατεῖν ὁ λογισμὸς φαίνεται· ὁ γὰρ λο-

γισμὸς τῶν ἀρετῶν μὲν ἐστὶν ἡγεμὼν, τῶν δὲ παθῶν αὐτοκρά-

τωρ· οὐχ ὥστε αὐτὰ καταλύσαι, ἀλλ' ὥστε αὐτοῖς μὴ

εἶξαι· οἷον, ἐπιθυμίαν τίς οὐ δύναται ἐκκόψαι ἡμῶν· ἀλλὰ τὸ

μὴ δουλωθῆναι τῇ ἐπιθυμίᾳ δύναται ὁ λογισμὸς παρασχέσθαι·

ὁμοίως θυμὸν τίς ἐκκόψαι οὐ δύναται, ἀλλὰ τὸ μὴ δουλωθῆναι

τῷ θυμῷ δύναται τῷ λογισμῷ βοηθῆσαι· οὐ γὰρ ἐκριζώτης

τῶν παθῶν ὁ λογισμός ἐστιν, ἀλλ' ἀνταγωνιστής· παθῶν δὲ

φύσεις εἰσὶν αἱ περιεκτικώταται δύο, ἡδονή τε καὶ πόνος·

τούτων δὲ ἑκάτερον καὶ περὶ τὸ σῶμα καὶ περὶ τὴν ψυχὴν

πέφυκεν· ἀκολουθίαι δὲ παθῶν πολλαὶ περὶ τὰ ἀμφότερα·

πρὸ μὲν οὖν τῆς ἡδονῆς ἐστὶν ἐπιθυμία ἐκ τῆς ἡδονῆς κινου-

μένη· μετὰ δὲ τὴν ἡδονὴν χαρὰ ἢ λύπη συνίσταται· εἰ μὲν

γὰρ ἀγαθὰ τὰ τῆς ἡδονῆς τέλη, χαρά· εἰ δὲ φαῦλα, λύπη·

πρὸ δὲ τοῦ πόνου, φόβος· μετὰ δὲ τὸν πόνον, λύπη ἕπεται· ὁ δὲ

θυμὸς κοινὸν πάθος ἐστὶν ἡδονῆς καὶ πόνου· ὅτι δὲ τὰ τέλη τῆς

ἡδονῆς ἀμφότερα συνιστᾶ χαρά τε καὶ λύπη, οὐδ' ὁ τυχὼν

ἀγνοεῖ· καὶ γὰρ τὰ βρέφη μασθοῦ μητρικοῦ ἐπιθυμήσαντα

ἄττεί τε…

κα…

The complete text is available when the reading interface loads.