Problemata
- Authority group
- Alexander (catalogue association; authorship remains anonymous)
- Edition reference
- Problemata (lib. 1–2) [Sp.], ed. J. L. Ideler, Physici et medici Graeci minores, vol. 1, Berlin: Reimer, 1841 (repr. Amsterdam: Hakkert, 1963): 3–80.
- CTS identifier
urn:cts:greekLit:tlg0732.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
2
καὶ περιττωματικά, <καὶ τὰ ὑγρὰ πάθη>, καὶ οἱ οἰνοφλυ-
γήσαντες καὶ πυκνὰ λουόμενοι. τυγχάνουσι δὲ καὶ ἧττον
ἀπέριττοι τὰς ἐκροὰς τῶν περιττωμάτων, ῥῖνά φημι καὶ
στόμα καὶ ὀφθαλμούς. οἱ δὲ <ἁπλότριχες> ὑγροκέφαλοι
πεφυκότες, τὰ ἐναντία πάσχουσι, βράδιον ἢ οὐδὲ ὅλως φα-
λακρούμενοι, φαλακροῦνται γὰρ καὶ διὰ γένους διαδοχήν,
ὥσπερ καὶ ποδάγρα καὶ ἄλλα πάθη κατὰ συγγένειαν δια-
δέχεται τὰ τικτόμενα. τάχιον δὲ πολιοῦνται καὶ ὑπνώδεις
καὶ περιττωματικοὶ [τυγχάνουσι]. αἱ δὲ πολιαὶ λευκαί. μι-
μοῦνται γὰρ τοῦ <γεννήσαντος> φλέγματος τὴν χροιάν.
ἐνιότε δὲ καὶ χρυσοειδεῖς τυγχάνουσιν, ὅταν συναναμιχθῇ
ἡ λεκιθώδης χολὴ τῷ φλέγματι.
3
Διὰ τί οἱ γέροντες περιττωματικοὶ καὶ ἄγρυπνοι;
περιττωματικοὶ μὲν διότι ψυχρότεροι τῷ χρόνῳ καὶ ἀδυ-
νατότεροι γεγονότες. καὶ ἧττον πέττονται, πολλὰ συνά-
γουσι περιττώματα κατὰ τοὺς πόρους. ξηροὶ μέντοι κατὰ
τὰ στερεὰ σώματα πεφυκότες εἰσὶ καὶ διὰ τοῦτο ἄγρυπνοι.
τὰ δὲ βρέφη ὑγρὰ τοῖς πόροις τε καὶ τοῖς στερεοῖς σώμα-
σιν ὑπάρχει.
4
Διὰ τί τὰ παιδία ὑγρὰ ὄντα καὶ περιττωματικὰ
πολιὰς οὐκ ἀναφέρει; ὅτι ὑγρὰ καὶ θερμὰ τυγχάνουσι· τὸ
μέντοι φλέγμα ὑγρὸν καὶ ψυχρόν. ἄλλως τε καὶ τὸ βρέγμα
τῆς κεφαλῆς ἔχει δερματῶδες καὶ ἀραιοπόρον. καὶ διαφορεῖ
τὰ περιττώματα. τῷ χρόνῳ γὰρ σκληρύνεται καὶ ὀστῶδες
γίνεται πυκνότερον. ὅθεν καὶ ῥαφὰς αὐτῷ δέδωκεν ἡ φύσις
ὕστερον, πρὸς τὸ διαφορεῖν ἐκεῖθεν τὰ ἀτμώδη περιττώ-
ματα. [ἡ λύσις ἐκ κράσεως καὶ κατασκευῆς σωμάτων.]
5
Διὰ τί αἱ γυναῖκες καὶ οἱ εὐνοῦχοι ταχέως πολιοῦν-
ται; αἱ γυναῖκες μὲν ὡς φύσει ψυχραί· καὶ ἀπὸ τῆς ἀργίας
δὲ περιττώματα συνάγουσι πλείονα, καὶ μάλιστα τῶν κατα-
μηνίων ἐκλελοιπότων. εὐνοῦχοί γε τῷ μηκέτι τὸ σπέρμα
ἐκκρίνειν, ἀλλ' ἔχειν τὸ περίττωμα τὸ γεννητικὸν τοῦ σπέρ-
ματος συναναδιδόμενον τῷ αἵματι καθ' ὅλον τὸ σῶμα,
ὅπερ ἐστὶ φλεγματῶδες.
6
Διὰ τί δὲ καὶ ἄτριχες; γυναῖκες μὲν ὡς ψυχραὶ
πυκνοὺς ἔχουσι τοὺς πόρους τοῦ σώματος· τὸ γὰρ ψυχρὸν
πιλητικόν· καὶ οὐκ ἔχουσιν ὁδὸν αἱ τρίχες πρὸς ἔξοδον. καὶ
εὐνοῦχοι δὲ ὡς ὑγροὶ καὶ περιττωματικοὶ σφόδρα. τούτῳ
γὰρ τῷ λόγῳ καὶ τὰ κάθυγρα χωρία βοτάνας οὐ βλαστά-
νει, οὔτε μὴν τὰ ἄγαν ξηρὰ καὶ πετρώδη ἐοικότα ταῖς φα-
λακρώσεσι.
7
Διὰ τί τῶν εὐνούχων ὡς ἐπὶ τὸ πλεῖστον οἱ πόδες
διαστρέφονται; ὅτι ὑπὸ τῆς εἰρημένης πολλῆς ὑγρότητος
ἔχουσι τὰ μόρια διάβροχα σφόδρα καὶ μαλακά, διὰ τοῦτο
δὲ καὶ ἀσθενῆ· τὸ οὖν ὑποκείμενον βάρος τοῦ σώματος
τὰ σκέλη μὴ φέροντα στρεβλοῦνται. οὕτω γὰρ καὶ καλάμῳ,
ἐὰν ἐπιθῇς βάρος κάμπτεται. ὅτι δὲ τὸ μὲν σκληρὸν καὶ
ξηρὸν ἰσχυρὸν καὶ πρὸς ἐνέργειαν μᾶλλον ἀντέχει, τὸ δὲ
ὑγρὸν καὶ μαλακὸν εὐθενὲς πρὸς ἐνέργειαν, δηλοῖ καὶ ξύλα
καὶ δέρματα καὶ σχοινία. δηλοῦσι δὲ καὶ ἄνθρωποι. ὑπὸ
γὰρ λουτρῶν καὶ ποτῶν πλειόνων ἀσθενέστεροι πρὸς ἐνέρ-
γειαν, ὑπὸ δὲ εὐταξίας συμμέτρως ξηρανθέντες, εὐσθενεῖς
εἰσι πρὸς ἔργον. ὅθεν εὐνοῦχοι μὲν καὶ γυναικώδεις ἀσθε-
νεῖς· <ἴσως> δὲ καὶ οἰνόφλυγες, ὡς φλεγματωδέστεροι. ψυχροὶ
γὰρ γινόμενοι τὸ ἐναντίον ἀντεισάγειν <ποθοῦσιν>· οἶνος
δὲ θερμὸς φύσει. Αἰθίοπες δέ, ὡς ξηρότεροι, οὐλότριχες,
ἰσχνοί, μυώδεις, ἰσχυροὶ πρὸς ἔργον.
8
Διὰ τί δὲ καὶ ὀξύφωνοι; πάλιν γὰρ ἡ πλείων ὑγρό-
της παχύνουσα τὴν τραχεῖαν ἀρτηρίαν αὐτῶν ἀποστενοῖ
καὶ τὸ πνεῦμα διὰ στενῶν τόπων διαβαῖνον ὀξυφωνίαν ποιεῖ,
διὰ δὲ εὐρυτέρων ὡς ἐπὶ ἀνδρῶν <μεγαλοφωνίαν>· εἰκόνα
δὲ λάμβανε τῶν αὐλῶν τὰς ὀπάς· ὅτι δὲ πλείστης ὑγρό-
τητός εἰσιν ἔμπλεοι, <δῆλον> ἐκ τοῦ καὶ ἁδρύνεσθαι καὶ
μαστοὺς γυναικώδεις ποιεῖν, καὶ βλέφαρα οἰδαλέα καὶ ἁπλό-
τριχες καὶ πολιώδεις.
9
Διὰ τί ἔνιοι τῶν εὐνούχων ποσῶς ἀφροδισίων ὀρέ-
γονται καὶ ἐρῶσί ποτε; ὅτι πολὺ παρὰ τὸ ἡβάσκειν ὠρχο-
τομήθησαν ἢ ἐθλάσθησαν καὶ ὥσπερ ἡμιτελεῖς εἰσιν εὐ-
νοῦχοι. καὶ οἱ φύσει δὲ θερμότεροι τὸ ἧπαρ καὶ τὰ σπερ-
ματικὰ ἀγγεῖα μεγάλα ἔχοντες, οἵ τινες φαντάζονται μὲν
τὴν χρῆσιν, οὐκ ἐνεργοῦσι δὲ τὴν ἐπιθυμίαν, διότι τὸ αἰ-
δοῖον αὐτὸ μὲν ἀπεμαράνθη. τὸ γὰρ οἰδίσκον πνεῦμα
συνεχῶς ἐκλέλοιπεν, ὅπερ ὑπὸ τοῦ σπέρματος ἐτίκτετο. καὶ
διὰ τῶν σπερματικῶν πόρων ἐφύετο ἐκ τῶν περὶ τὰ ἰσχία
μερῶν. ὡς ἐπὶ παιδίων δὲ τετύφλωνται αὐτῶν οἱ σπερμα-
τικοὶ πόροι συμπεσόντες.
10
Διὰ τί ἐν παντὶ τόπῳ τετριχωμένῳ πολιὰς ποιοῦ-
μεν, ἐν δὲ μασχάλαις οὐκέτι; ὅτι ὁ τόπος θερμός· ἀρτη-
ριώδης γὰρ καὶ φλεβώδης. ἄλλως τε καὶ ἀραιοπόρος ὢν
διαφορεῖ συνεχῶς τὰ φλεγματώδη περιττώματα. δηλοῖ δὲ
τοῦτο τὸ συνεχῶς ἱδροῦν αὐτάς.
11
Διὰ τί ἔνιοι αἰδούμενοι ἱδρῶσι τὰς μασχάλας; ὅτι
μᾶλλον ἀραιοπόροι. ἡ φύσις γὰρ ἀποστρεφομένη τὸ τιμῆς
ἢ εὐλαβείας ἄξιον μετρίως φεύγει σὺν τῷ αἵματι εἰς τὰς
μεγίστας φλέβας καὶ ἀρτηρίας. καὶ αὗται πληρούμεναι ἀπο-
στάζουσιν. οἱ δὲ χαιρόμενοι τῷ διαχαλᾶσθαι καὶ ἀραιοῦ-
σθαι, πλεῖστον δὲ τὰς μασχάλας, [ταὐτὸ τοῦτο πάσχουσιν].
12
Διὰ τί οἱ φοβούμενοι ὠχροί εἰσιν; ὅτι ἡ ἡμετέρα
φύσις καὶ ἡ προνοουμένη τοῦ σώματος δύναμις δέει τοῦ
μὴ παθεῖν τι περὶ τῶν ἐκτός, ὥσπερ καὶ ἡμεῖς ἐν οἴκοις
ἀποφεύγομεν, καὶ αὐτὴ φεύγει σφόδρα πρὸς τὸ βάθος τοῦ
σώματος ἀσφαλείας χάριν. συνέλκει δὲ μεθ' ἑαυτῆς τὸ αἷμα,
ᾧ κέχρηται τροφῇ καὶ ὀχήματι, ὡς καὶ χρηστῷ μόνῳ χυμῷ·
τοῦτο δὲ ἦν τὸ ῥοδίζον τὸ δέρμα καὶ ἐρυθριαῖνον.
13
Διὰ τί καὶ τρέμουσιν; ὅτι καὶ ἡ ψυχικὴ δύναμις
κατὰ συμπάθειαν τῆς φύσεως φεύγουσα τὰ νεῦρα κατα-
λιμπάνει, ἅπερ ἐφύλαττον τὰ ἄτρομα μόρια. διὰ τοῦτο δὲ
καὶ ἀποπατοῦσι καὶ οὐροῦσιν ἀπροαιρέτως. οἱ γὰρ κλείον-
τες τοὺς πόρους τῶν περιττωμάτων μῦες νῦν ἀσθενοῦν-
τες ἀφιᾶσι τὰ περιττά.
14
Διὰ τί οἱ χαίροντες ἐρυθριῶσιν; ὅτι ἡ φύσις αὐτο-
διδάκτως τῷ ἥδοντι προτρέπει κατὰ τὸ ἐκτὸς ὄντι, καθάπερ
ἡμεῖς φίλῳ ἢ τέκνῳ. συνέπεται δὲ τὸ αἷμα ταύτῃ. μεμα-
θήκαμεν δὲ τοῦτο ῥοδίζειν τὸ δέρμα τῷ ἰδίῳ χρώματι. οἱ
δ' ὠχριῶντες διὰ τὸ ἐναντίον [τὸ ἐναντίον πάσχουσι].
15
Διὰ τί οἱ αἰδούμενοι ἐρυθριῶσιν; ὅτι ἡ φύσις
αὐτοδιδάκτως τινὶ συνειδήσει τὸ τιμῆς ἄξιον αἰσχυνομένη,
καθάπερ εὐγενὴς κόρη, μετρίως ὑποστέλλεται πρὸς τὸ βά-
θος καὶ ἐντὸς τοῦ σώματος. τοῦ αἵματος τοίνυν συγκρι-
νομένου καὶ χεομένου, τὸ δέρμα βάπτεται τῷ τοῦ αἵματος
χρώματι. οἱ δέ φασιν, ὅτι ὥσπερ αὐτὸ προβάλλεται σκέπης
ἕνεκεν. οὕτω γὰρ καὶ τὴν χεῖρα φυσικῶς τῷ προσώπῳ προ-
φέρουσιν.
16
Διὰ τί ἔνιοι φοβηθέντες ἀπέθανον; ὅτι φεύγουσα
λίαν ἡ φυσικὴ δύναμις εἰς τὸ βάθος μετὰ τοῦ αἵματος τὸ
ἔμφυτον θερμὸν καὶ ζωτικὸν τὸ παρὰ τῆς καρδίας <γενό-
μενον> ἀθρόως καταβαπτίζει καὶ σβέννυσι καὶ φθορὰν
ἐπάγει. τούτῳ γὰρ τῷ λόγῳ καὶ τὸ ἔλαιον πολύ τε καὶ ἀθρόως
ἐπιβαλλόμενον λυχνιαίᾳ φλογὶ σβέννυσιν <αὐτήν>. ἀναλογεῖ
δὲ τὸ ἐκ καρδίας θερμὸν λυχνιαίᾳ φλογί. καὶ οἱ ἀμέτρως
δὲ ὀδυνώμενοι ἀπέθανον τῷ αὐτῷ λόγῳ. ἀπόλλυται γὰρ ἡ
ἐκτὸς κίνησις τοῦ ἐμφύτου θερμοῦ, καθάπερ καὶ τὸ πῦρ
ἐπιπωματιζόμενον σβέννυται.
17
Διὰ τί πολλοὶ τῶν οἰνοφλυγησάντων ἀπέθανον;
ὅτι πάλιν τὸ πλῆθος τοῦ οἴνου τὴν φυσικὴν καὶ τὴν ζω-
τικὴν δύναμιν καὶ θερμότητα καταβαπτίζει. πάσχουσι δὲ
τοῦτο μάλιστα, ὅσοι τὸ ἔμφυτον θερμὸν ὀλίγον καὶ ἀσθε-
νὲς ἔχουσι, τὸ πολὺ γὰρ καὶ ἰσχυρὸν ἀντέχειν μᾶλλον δύ-
ναται, καὶ τῷ χρόνῳ πέττει τὸ πλῆθος. καθάπερ καὶ ἡ
πλείων φλὸξ φέρει πλείονα τοῦ ἐλαίου τὴν ἐπίχυσιν.
18
Διὰ τί οἱ γέροντες τρέμουσιν; ὅτι τὰ νεῦρα πά-
λιν τῶν ψυχικῶν δυνάμεων καὶ οἱ μῦες τῶν μορίων μὴ
δεχόμενοι τὴν ἀρκοῦσαν δύναμιν κινητικὴν οὐκ ἀντέχου-
σιν ὁμοίως βαστάζειν τὸ βάρος τοῦ σώματος. γίνεται δὲ
τρόμος τῷ ἕλκειν ἐπὶ τὸ κάτω τὸ βάρος τοῦ σώματος τὸ
μόριον, τὴν δὲ ψυχικὴν δύναμιν ἐπὶ τὸ ἄνω. καὶ τοῦτο
κατὰ διαδοχὴν καὶ συνεχῶς γινόμενον τὸν τρόμον ποιεῖ.
ὅθεν λοιπὸν ἐπὶ κάτω νεύουσιν ἐπὶ γῆν σπεύδοντες, ὅπου
καὶ φύσις βιάζεται. ὅθεν καὶ βακτηρίαις ἑαυτοὺς καθά-
περ τοίχους παλαιοὺς ἀντὶ ξύλων στηρίζουσι. διὰ τοῦτον
τὸν λόγον τῆς ἀσθενείας τῶν δυνάμεων, ἀπροαιρέτως ἐξίασι
σκύβαλον καὶ οὖρον.
19
Διὰ τί οἱ λυπούμενοι ὠχριῶσιν; ὅτι πᾶσα ἡ φύ-
σις ὑπομιμνησκομένη τοῦ ἀνιαροῦ, κατ' ὀλίγον συννεύει
πρὸς τὸ βάθος μετὰ τοῦ ῥοδίζοντος αἵματος τὸ δέρμα·
ἧττον μέντοι τῶν φοβουμένων [ὠχριῶσιν].
20
Διὰ τί οἱ χαιρόμενοι ἀθρόως καὶ σφοδρῶς, ποτὲ
καὶ ἐκλύονται; τῷ τὴν ζωτικὴν δύναμιν καὶ τὸ ἔμφυτον
θερμὸν ἀμέτρως ἔξω φερόμενον πρὸς τὸ ἦδος διαφορεῖσθαι
καὶ ἀπόλλυσθαι. ὅθεν καὶ ἱδροῦσι καὶ ἐρυθριῶσι διὰ τὴν
παρουσίαν τοῦ αἵματος. τὸ γὰρ ἔμφυτον θερμὸν καὶ αὐτὸ
τὸ πῦρ τῇ μὲν θερμότητι καὶ τῇ φύσει τοῦ οἰκείου τόπου
ἐπὶ τὸ ἄνω κινεῖται. πάλιν δὲ διὰ τὴν ὄρεξιν τῆς τροφῆς
ἐπὶ τὸ κάτω. ὁποτέρα τοίνυν τῶν κινήσεων ἀπόλλυται
διαφθείρει τοῦτο.
21
Διὰ τί οἱ λυπούμενοι καὶ οἱ ἐρῶντες καὶ οἱ ὀρ-
γιζόμενοι στενάζουσι μέγα καὶ συνεχῶς; ὅτι οἱ μὲν λυ-
πούμενοι πρὸς τὸ λυπῆσαν ἔχουσι τὴν ψυχὴν ἐστραμμέ-
νην, οἱ δὲ ποθοῦντες πρὸς τὸ ποθούμενον, οἱ δὲ χολῶντες
πρὸς τὸ τὴν ὀργὴν κινῆσαν αὐτοῖς. ἡ ψυχὴ τοίνυν ἐστραμ-
μένη πρὸς τὸ κινῆσαν αὐτὴν ἀμελεῖ καὶ ὥσπερ ἐπιλανθά-
νεται χορηγεῖν τοῖς τοῦ θώρακος μυσὶ τὴν κινητικὴν δύ-
ναμιν. ἡ καρδία τοίνυν μήτε τῇ διαστροφῇ τοῦ θώρακος
εἰςδεχομένη τὸν ἀέρα καὶ ῥιπιζομένη καὶ ἐψυχομένη μήτε
διὰ τῆς συστολῆς ἐκκρίνουσα τὰ λιγνυώδη περιττώματα,
ἅπερ ἡ ἐξ αἵματος ἔκκαυσις <ἐγέννησε>, δέει τοῦ μὴ πνιγμὸν
παρακολουθῆσαι, τὴν ψυχὴν ἀναγκάζει καὶ ὑπομιμνήσκει
πλείστην τοῖς μυσὶν ἐπιχορηγεῖν κίνησιν καὶ ποιεῖν μεί-
ζονα τὴν εἰσπνοὴν καὶ ἐκπνοὴν πρὸς τὸ καὶ πλῆθος ἀέρος
ψυχροῦ λαβεῖν καὶ πλῆθος <ἐκκενοῦν> τῶν περιττωμάτων,
ἵν', ὅπερ ἔμελλον αἱ μικραὶ καὶ συνεχεῖς ἀναπνοαὶ ποιεῖν,
τοῦτο μία ποιήσῃ μείζων. καὶ τοῦτο καλεῖται <στενάζειν>
παρὰ τοῖς παλαιοῖς παρὰ τὴν στενοχωρίαν τῆς καρδίας.
καὶ στένουσι διά τινος χρόνου μέγα. καὶ τοῦτο ποιοῦσι πολ-
λάκις τῷ τὴν ψυχὴν ἀπεστράφθαι μὲν ἀεὶ πρὸς τὸ κινῆ-
σαν αὐτήν, τὴν δὲ φύσιν ἀναγκάζειν ποτὲ διὰ τὴν καρδίαν
ἐπιπέμπειν πλείονα δύναμιν κινητικὴν τοῖς μυσὶ τοῦ θώ-
ρακος. ὅπερ δὲ ἐν θώρακι ἀναπνοή, τοῦτο ἐν σώματι
διαπνοὴ διὰ τῶν ἀρτηρίων. καὶ ἔοικε τῇ μὲν εἰσπνοῇ ἡ
διαστολή, τῇ δὲ ἐκπνοῇ ἡ συστολή. συστολῆς δὲ καὶ δια-
στολῆς σφυγμὸς κατηγορεῖται.
22
Διὰ τί ὁ ἴσικος δύσπεπτος; ὅτι κοῦφος ὢν ἐμ-
πλέει ἐν τῇ ὑγρᾷ τροφῇ κατὰ μέσον καὶ οὐκ ὁμιλεῖ τῷ σώ-
ματι αὐτῆς, δι' ἧς ὁμιλίας ἡ πέψις γίνεται. καὶ παρὰ τὸν
οἰσοφάγον δὲ πλεονάζει, [οὗ] ἡ ὄρεξις ἔργον καὶ οὐ πέψις.
ἐκτὸς δὲ εἰς ὕδωρ ἐμπλέει μὴ βυθιζόμενον, ὅτι ἐν τῇ τρίψει
τῶν κρεῶν ἐναπολαμβάνεται πνεῦμα κοῦφον, ὅπερ μετεω-
ρίζει τὸ σῶμα τοῖς ὑγροῖς ἐπινήχεσθαι. διὰ τοῦτο δὲ καὶ
χαῦνός ἐστι τῇ μετοχῇ τοῦ πνεύματος.
23
Διὰ τί τοῖς κνηστιῶσι τὸ ἄγαν ζέον φίλον; ὅτι τὸ
μὲν ποιοῦν τὸν κνησμὸν φλέγμα παχὺ καὶ ψυχρὸν ὄν,
δυσαίσθητον ἀποτελεῖ τὸ δέρμα.
24
Διὰ τί δὲ καὶ ἥδονται ἐν τοῖς λουτροῖς κνηστιῶντες;
ὅτι ἡ θερμότης χέει τὸ φλέγμα· καὶ οἱ ὄνυχες διαφοροῦσι.
25
Διὰ τί δὲ καὶ τὰ νῶτα μάλιστα κνηστιῶσιν; ὅτι
τὰ μέρη ταῦτα ψυχρότερα τῶν ἐμπροσθίων ὄντα πλέον
φλέγμα ἔχει· ὅθεν καὶ γέρουσιν ὡς ψυχροῖς μᾶλλον τὸ
πάθος πλεονάζει.
26
Διὰ τί οἱ βραχεῖς τῷ σώματι τῶν μακρῶν φρονι-
μώτεροι ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν; ὅτι συνέσφιγκται αὐτοῖς
καὶ συνκεκρότηται ἡ ψυχὴ ἐν ὅλῳ τῷ σώματι. ἐπὶ δὲ τῶν εὐ-
μεγεθῶν εἰς μῆκος ἐπεκτεινομένη ἐκλύεται. διὸ καὶ Ὅμηρος
Ὀδυσσέα μὲν βραχὺν καὶ φρόνιμον λέγει, Αἴαντα δὲ μα-
κρὸν καὶ μωρότερον. τὸν δὲ τρόπον [τοῦτον] ἰσχυροὶ μᾶλ-
λον οἱ ἐλάσσονες τῶν μειζόνων.
27
Διὰ τί οἱ ἧττον φρόνιμοι μετεωρίζονται περιπα-
τοῦντες; ὅτι ὥσπερ κυβερνήτης μὴ ἄγαν ἐρρωμένος οὐκ
ἐπ' εὐθείας ἄγει τὸ σκάφος, οὕτως καὶ ἡ σαθροτέρα ψυχὴ
τὸ σῶμα.
28
Διὰ τί πολλοὶ μωροὶ φρονίμους ἄγαν τίκτουσι,
πολλοὶ δὲ ἄγαν φρόνιμοι μωροτέρους; ὅτι οἱ μωρότεροι ἐν
τῇ συνουσίᾳ νικώμενοι σφοδρᾷ τῇ ἡδονῇ ἔχουσι τὴν ψυχὴν
ἄγαν βεβαπτισμένην τῷ σώματι, καὶ διὰ τοῦτο τὸ σπέρμα
πλείστης μετέχον δυνάμεως λογιστικῆς καὶ φυσικῆς τὰ ὑπ'
αὐτοῦ τικτόμενα φρονιμώτερα ποιεῖ. ἐπὶ μέντοι τῶν φρο-
νίμων καὶ μάλιστα τῶν πεπαιδευμένων, ἀεὶ τὸ φρονοῦν
καὶ ἐν τῇ συνουσίᾳ λογιζόμενόν τινα τῶν ἐκτὸς ἀναγκαίων
καὶ μετεωριζόμενον ἔχει τὸ σπέρμα κατιὸν ἄμοιρον πλεί-
στης ψυχικῆς δυνάμεως. ἔνθεν λυτέον, διὰ τί οἱ μωροὶ
καὶ ἀπαίδευτοι τῷ σώματι εὐσθενεῖς τίκτουσι μᾶλλον, οἱ
δὲ πεπαιδευμένοι ἀσθενεῖς.
29
Διὰ τί τῶν ἀγρίων ζῴων ἡ κόπρος ἧττον δυσώδης
ἐστί; διότι καὶ ξηροτέρᾳ καὶ ἀπέπτῳ κέχρηται τροφῇ καὶ
γυμνάζεται πλέον. ἡ δὲ τῶν δορκῶν καί τινων ζῴων κό-
προς ἀρωματίζει ποσῶς. ἡ μέντοι τῶν ἀνθρώπων ὑπὲρ
πάντα τὰ ζῷα δυσώδης ἐστίν, ὅτι καὶ ποικίλῃ καὶ ὑγρᾷ
χρῶνται τροφῇ καὶ πλέον τοῦ κόρου παρὰ καιρὸν μὴ δεό-
μενοι καὶ ἀγυμναστότεροι καὶ ἧττον τῶν ἀλόγων θερμό-
τεροι. μὴ πεττομένη τοίνυν τελείως καὶ τῷ πλήθει μὴ
διαπνεομένη ποσῶς σηπομένη δυσώδης ἐστίν.
30
Διὰ τί τὸ σίνηπι καὶ τὸ πέπερι καὶ πάντα τὰ
δριμέα ἐπιτιθέμενα μὲν τῷ δέρματι ἕλκουσιν αὐτό, κατα-
πινόμενα δὲ οὐκέτι τὴν κοιλίαν ἕλκουσι; διότι φθάνουσι
μεταβληθῆναι καὶ πεφθῆναι πρὶν δράσωσι, καὶ ὅτι ἐκλύε-
ται ἡ δριμύτης τῇ πολλῇ τῆς κοιλίας ὑγρότητι. ἄλλως τε
ἐν τῇ ἐπιθέσει τὸ δέρμα καὶ τῇ πυκνότητι δίδωσι καιρὸν
πρὸς τὸ δρᾶν τοῖς δριμέσι καὶ τὸ ἀσθενὲς δέ. τὸ δὲ βά-
θος καὶ ἀραιοπόρον καὶ ἰσχυρὸν μᾶλλον.
31
Διὰ τί δὲ οἱ λυπούμενοι καὶ οἱ χαιρόμενοι γε-
λῶντες δακρύουσιν; οἱ μὲν λυπούμενοι τῇ πυκνότητι τῶν
ἐν ὀφθαλμοῖς πόρων ἐκθλίβουσι τὸ ἐν αὐτοῖς ὑγρόν· ἡ
λύπη γὰρ ψύξιν καὶ πύκνωσιν ἐργάζεται τῶν πόρων· οἱ δὲ
χαιρόμενοι τὸ ἐναντίον τῇ ἀραιότητι τῶν πόρων ἐκχέουσι
τὰ ὑγρά. ἐπί τινων δὲ στενοπόρων ὀφθαλμῶν οὐ γίνεται
τὸ δάκρυον ἐπ' ἀμφοτέρων.
32
Διὰ τί τοῖς λυπουμένοις ὠχρὸν γίνεται τὸ ἐπι-
πολῆς; τῷ τὴν φύσιν μετὰ τοῦ αἵματος εἰς τὸ βάθος συν-
νεύειν, ὡς ἐμάθομεν. ὅπερ ἦν θερμαῖνον καὶ ἀραιοῦν τὴν
ἐπιφάνειαν.
33
Διὰ τί τοῖς οὐροῦσι παρέπεται πολλάκις καὶ φῦ-
σαν ἐκκρίνειν; ὅτι ἡ οὐροδόχος κύστις τοῦ οὔρου πεπλη-
ρωμένη ὀγκοῦται καὶ θλίβει καὶ ῥενοῖ τὸ ἀπευθυσμένον
ἔντερον. νῦν οὖν ἐν τῇ ἐκκενώσει χαυνούμενον δίδωσι και-
ρὸν πρὸς διέξοδον τῷ ἐναπολαμβανομένῳ πνεύματι ἐν τοῖς
ἐντέροις. οἱ δέ φασιν, ὅτι καὶ συμπάθειά τίς ἐστι τῶν μο-
ρίων πρὸς τὴν ἀπόκρισιν.
34
Διὰ τί οἱ βλέποντες χασμωμένους χασμῶνται;
διὰ τὸ τὴν φύσιν ὁμοιοπαθῆ καὶ συμπάσχειν τῶν ζῴων,
πλέον δὲ τῶν ἀλόγων· οὕτω γὰρ ἑνὸς οὐροῦντος ὄνου καὶ
οἱ λοιποὶ συνεξουροῦσιν αὐτῷ πεπληρωμένοι οὔρων.
35
Διὰ τί ὁ ὀφθαλμιῶν τῷ ὑγιαίνοντι μεταδίδωσι
τοῦ πάθους, οὐκέτι μὴν ὁ ὑγιαίνων τῷ πάσχοντι μεταδί-
δωσι τῆς ὑγείας; τῷ εἶναι τοὺς ὀφθαλμοὺς ὑγροὺς καὶ μα-
λακοὺς καὶ εὐπαθεῖς, ἔτι γε μὴν καὶ τῆς ὑγείας ἐκ συμ-
μέτρου κράσεως οὔσης, τῆς δὲ νόσου ἐξ ἀμέτρου δυσκρα-
σίας· τὸ οὖν σύμμετρον ῥᾷον ὑπὸ τοῦ ἀμέτρου μεταβάλ-
λεται καὶ τρέπεται, ἤπερ τοὐναντίον. οὐκοῦν ἡ ὀφθαλμία
δυσκρασία τις ἄμετρος οὖσα τὴν ὑγείαν τρέπει θᾶττον,
οὖσαν εὐκρασίαν σύμμετρον. ἔγνωμεν δὲ τὴν τροπὴν γί-
νεσθαι διὰ τὴν φυσικὴν τῶν σωμάτων συμπάθειαν.
36
Διὰ τί τὸ νόμισμα καὶ τὸ μῆλον ἐν ὕδατι μεί-
ζονα ἑαυτῶν φαίνεται; ὅτι τὸ ὁμιλοῦν αὐτοῖς ὕδωρ [ποιού-
μενον] τὴν χρόαν αὐτῶν ἀναδέχεται καὶ τὴν ὄψιν ἀπατᾷ,
ὡς μειζόνων αὐτῶν ὄντων. τούτῳ γὰρ τῷ λόγῳ καὶ ἥλιος
καὶ σελήνη καὶ οἱ πλανῆται περὶ τὸν ἀνατολικὸν ἢ δυτι-
κὸν ὁρίζοντα τυγχάνοντες μείζονες νομίζονται τῷ σώματι
τῷ τὸν περὶ αὐτῶν ἀέρα ποιεῖσθαι.
37
Διὰ τί τὰ τετράγωνα πόρρωθεν στρογγύλα νομί-
ζονται; τῷ τὴν ὄψιν μὴ σθένουσαν μακρόθεν ὁρᾶν τὰς
γωνίας ὡς ὀξείας, μὴ βλέπειν αὐτὰς τῇ ἀγνοίᾳ. τούτων δὲ
ὑπεξαιρουμένων κατὰ ἀπάτην τῆς ὄψεως τὸ λοιπὸν σῶμα
στρογγύλον φαίνεσθαι, τοῦτο γίνεται κατὰ ἀπάτην τῆς
ὄψεως, [ὥσπερ] καὶ ἡ κεκλασμένη κώπη ἐν ὕδατι.
38
Διὰ τί ξύλου τυπουμένου πόρρωθεν ὁρῶμεν τὴν
πληγὴν εὐθέως, τὸν δὲ κτύπον βράδιον, καίπερ ἅμα τῇ
πληγῇ τοῦ κτύπου γινομένου. ὅτι τὴν ὄψιν κεκτήμεθα τῆς
ἀκοῆς λεπτομερεστέραν καὶ ὁξυτέραν. προλαμβάνει τοίνυν
κατὰ τὸν χρόνον ὡς ὀξυτέραν τὴν πληγὴν ὄψις, ἡ δὲ ἀκοή,
ὡς παχυμερεστέρα βράδιον τῆς πληγῆς ἀντιλαμβάνει. τῷ
λόγῳ γὰρ ἀρχὴν τούτῳ λυτέον, ὅτι καὶ ἐπὶ τῆς παρατρίψεως
τῶν νεφῶν ἐν χειμῶνι, πληγῆς τικτομένης τῆς λεγομένης
βροντῆς καὶ ἐκπυρώσεως λεγομένης ἀστραπῆς, ὡς ἐπὶ πυρ-
εκβόλων, πρῶτον ὁρῶμεν τὴν ἀστραπήν, εἶθ' οὕτως ὕστε-
ρον ἀκούομεν τῆς βροντῆς, καίπερ τῆς πληγῆς πρῶτον τῆς
ἀστραπῆς τὴν βροντὴν ἀποτελούσης ἢ ἅμα. κἀνταῦθα τοί-
νυν ἡ ὄψις προλαμβάνουσα τὴν ἀκοήν, ὡς λεπτομερεστέρα,
πρώτη τὴν ἀστραπὴν ὁρᾷ, εἶθ' οὕτως ὕστερον ἡ ἀκοὴ τῆς
βροντῆς αἰσθάνεται ὡς παχυμερεστέρα καὶ βραδεῖα πρὸς
ἀντίληψιν.
39
Διὰ τί τῆς μὲν ὄψεως γυμνῆς οὔσης, τοῦ δὲ παν-
τὸς σώματος ἠμφιεσμένου ἐν κρύει σφοδρῷ τὸ μὲν σῶμα
πᾶν ῥιγοῦμεν, τὸ δὲ πρόσωπον οὐδόλως; διὰ τὸ ἔθος·
εἴθισε γὰρ ἡ ὄψις ἀεὶ τῷ ἀέρι προσομιλεῖν. ᾧ δ' ἂν ᾖ
γυμνὴ τυγχάνουσα, μέγα δὲ πέφυκεν ὅπλον πρὸς δυσπά-
θειαν ἡ συνήθεια.
40
Διὰ τί ἡ ξανθὴ δι' ὅλου τοῦ βίου παραμένουσα
χιτῶνι, τῇ λεγομένῃ κύστει χοληδόχῳ, λίαν εὐπαθεῖ, οὐδ'
ἀναβιβρώσκει τοῦτον, κατασκήπτουσα δὲ τῷ ὀδόντι βραχὺν
χρόνον, σώματι δυσπαθεστάτῳ, παραχρῆμα τὴν διάβρωσιν
ἐργάζεται; φημὶ διὰ τὸ παρὰ φύσεως ὡρίσθαι κατοικεῖν
αὐτὴν ἐν ἐκείνῳ τῷ σώματι μόνῳ καὶ διὰ τοῦτο μηδὲν αὐ-
τὴν λυμαίνεσθαι. μέγα γὰρ φάρμακον κωλυτικὸν ἀνίας
ὄνομα τῆς φύσεως· καὶ μυρίων ἄλλων παραδείγματα δύ-
ναμαί σοι λέγειν. ἐν μήτρᾳ δεκαμηνιαῖον βρέφος βραδὺ
παραμένει μηδεμίαν αἴσθησιν βάρους παρέχον τῇ κυοφο-
ρούσῃ, πνεῦμα δὲ κοῦφον ἐνσκῆψαν εἰς αὐτὴν ὀδύνην ἐρ-
γάζεται παραχρῆμα, τάσιν καὶ βάρος ἀφόρητον ἐμποιοῦν.
τραχεῖα ἀρτηρία πνεύματός ἐστι δοχεῖον μόνον, καὶ ἐὰν
ψὶξ ἢ ποτὸν εἰς αὐτὴν παραδράμῃ, πνιγμὸς ἕπεται καὶ βὴξ
σύντονος. ἡ γὰρ φύσις οὐχ ὥρισε τοῦτο γενέσθαι κἂν ἐπ'
ὀλίγον ἀδύνατα.
41
Διὰ τί τῶν λουομένων οἱ μὲν εἰσιόντες διψώδεις
ἐξίασιν ἄδιψοι, οἱ δὲ τοὐναντίον; ὅσοι μὲν ξηρότεροι δι-
ψῶντες, ὑπὸ τοῦ λουτροῦ ὑγραινόμενοι γίνονται ἄδιψοι
(ἡ δίψη γὰρ ἀπὸ ξηρότητος), καὶ μάλιστα ἐὰν μὴ διαφο-
ρηθῶσιν ὑπὸ τοῦ ξηροῦ θόλου· ὅσοι δὲ ὑγρότεροι καὶ ἄδιψοί
εἰσιν, ἐγχρονίσαντες καὶ μάλιστα ἐν ἀέρι σφόδρα θερμῷ
καὶ τῷ ξηρῷ θόλῳ [ἐὰν] διαφορηθῶσι τὴν ὑγρότητα διὰ
τῶν ἱδρώτων διψώδεις ἀποτελοῦνται.
42
Διὰ τί τῶν ἐσθιόντων ῥάφανον οἱ μὲν δυσῶδες
ἐρεύγονται, οἱ δὲ οὐ δυσῶδες; φαμὲν ὅσων μὲν ἡ κοιλία
καὶ ὁ στόμαχος ἀπέριττός ἐστι μοχθηρῶν χυμῶν καὶ μά-
λιστα φλεγματωδῶν ἡ ἐρυγὴ καθαρά· ὅσων δὲ πεπλήρωται,
δυσώδης ἐστί, τῷ τὴν ῥάφανον θερμὴν καὶ τμητικὴν χυ-
μῶν καὶ λεπτύνουσαν αὐτοὺς κινεῖν ἐκ τῶν χυμῶν τὰ
πνεύματα, καὶ ταῦτα δι' ἐρυγῶν κενοῦν διὰ στόματος. οὕτω
γὰρ καὶ βόρβορος ἡσυχάζων μὲν οὐκ ἀναπέμπει δυσωδίαν,
ὑπὸ δέ τινος κινούμενος καὶ ταρασσόμενος ἀναπέμπει. ὅσοι
δέ φασιν αὐτὴν τὴν ῥάφανον μοχθηρᾶς εἶναι φύσεως καὶ
δυσώδους ποιότητος, ἐκ τοῦ καὶ ἐκτὸς αὐτὴν χρονίζουσαν
δυσώδη γίνεσθαι, σφάλλονται. πάντας γὰρ ἔδει τοὺς προσ-
ενεγκαμένους αὐτὴν δυσώδη ἐρεύγεσθαι.
43
Διὰ τί ἐν τῷ ἄκρῳ κρύει οἱ δάκτυλοι καὶ τὰ ἄκρα
τοῦ σώματος μελαίνεται καὶ ἀποπίπτει; ὅτι ἡ ἄκρα ψύξις
ἀπελαύνει καὶ ἀποκλείει τὸ ἔμφυτον θερμὸν εἰς τὸ βάθος
τοῦ σώματος· καὶ λοιπὸν τὰ ἄκρα, ἀποτυχόντα τῆς ζωτι-
κῆς δυνάμεως καὶ θερμότητος, πρῶτον μὲν πελιδνοῦνται,
εἶτα μελαίνονται, καὶ ἐκκρούονται. καὶ ἀποπίπτει δὲ τῷ
τὴν φύσιν μὲν προνοουμένην τοῦ λοιποῦ σώματος παρα-
σφίγγειν μὲν εἰς <αὑτὴν> τὸ ὑγιές, τὸ δὲ νεκρὸν ἀφιεῖσαν
ἀπορρίπτειν. τὰ δὲ ἄκρα μάλιστα πάσχει τῷ εἶναι αὐτὰ
μὴ ἄγαν σαρκώδη καὶ ἧττον θερμά. οὕτω γὰρ καὶ τῶν
φυτῶν ταῦτα χειμῶνος φυλοῤῥοεῖ, ὅσα καὶ ἧττον θερμὰ
καὶ ἀσθενῆ καὶ ἀραιότερα. <ὅσοι> δὲ λέγουσιν, ὅτι ἐξ ἀρχῆς
μὲν τὸ ἔμφυτον θερμὸν φεύγει τὸ ψυχρὸν ὡς ἐναντίον
εἰς τὸ βάθος, συναθροισθὲν δὲ καὶ ὥσπερ ἀνακτησάμενον
ἑαυτὸ κάτεισι πάλιν εἰς τὰ μόρια μετὰ πλήθους ἀθρόως
πρὸς ἐπικουρίαν, καὶ τῇ ἀθροότητι καὶ τῷ πλήθει τοῦ
θερμοῦ καίει τὰ ἄκρα τῶν μορίων (ἐκεῖ γὰρ ἱσταμένη μᾶλ-
λον συνάγεται), ψευδολογοῦσι.
44
Διὰ τί οἱ ψυγέντες τὰ ἄκρα καὶ προσάγοντες πυρὶ
πρὸς τὸ θερμαίνειν, ὀδυνῶνται σφόδρα; φημὶ ὅτι τῇ ἀθρόᾳ
μεταβολῇ τῆς ποιότητος. ἀπὸ γὰρ πλείονος ψύξεως εἰς
πλείονα πάλιν μεταβάλλουσιν αὐτὰ θερμότητα. πᾶν δὲ τὸ
ἀμέτρως καὶ ἀθρόως γινόμενον κατὰ δυσκρασίαν λυπεῖ
τὴν φύσιν, κατὰ δὲ εὐκρασίαν καὶ συμμετρίαν καὶ εἰς τὸ
κατὰ φύσιν ἀθρόως μεταβαλλόμενον εὐφραίνει σφόδρα τὴν
φύσιν. ἔχει γὰρ ἐν συμμετρίᾳ κρᾶσιν τὴν ὕπαρξιν τὸ ἀν-
θρώπου σῶμα μᾶλλον τῶν ἄλλων ζῴων.
45
Διὰ τί οἱ προσενεγκάμενοι πέπερι [καὶ ἄρτον μεί-
ζονα] λύζουσι; φημὶ ὅτι ἀναλογεῖ τοῖς κἀπὶ τῶν ἐκτὸς βα-
σταζομένοις καὶ λυποῦσι, τὸ μὲν πέπερι καὶ ἡ ξανθὴ χυλὴ
ταῖς ἀκάνθαις, τὸ δὲ φλέγμα καὶ ὁ ἄρτος λίθῳ βαρυτάτῳ.
ὅσοι τὸ στόμα τῆς γαστρὸς ἔχουσιν ἄπεπτον καὶ εὐαίσθη-
τον καὶ θερμόν, οὗτοι ταχέως ὑπὸ τῆς δριμύτητος τοῦ
πεπέρεως δακνόμενοι διεγείρουσι τὸν στόμαχον πρὸς ἔκ-
κρισιν καὶ δίωξιν τοῦ λυποῦντος καὶ ποιοῦσι τὸν λεγόμε-
νον λύγγα. ὅσοι δ' εἰσὶ στόμαχον φλεγματικώτεροι καὶ
δυσαίθητοι καὶ ψυχρότεροι, βραδέως λύζουσι. πάσχουσι
δὲ αὐτὸ καὶ οἱ ἀθρόως μέγιστον ἄρτον καταπιόντες τῷ
πλήθει καὶ τῷ μεγέθει τοῦ ἄρτου βαρυνόμενοι. οὐκ
ἀνέχεται γὰρ τῶν μορίων ἡ φύσις ἠρεμεῖν, ὅταν παρῇ τι
τὸ λυμαινόμενον. τὸ μὲν οὖν πέπερι ποιότητι δριμείᾳ ποιεῖ
κατὰ ἀναλογίαν καὶ τῆς ἔνδον νυττούσης χολῆς, ὁ δὲ ἄρ-
τος ποσότητι βαρῶν, καθὼς καὶ πλῆθος φλέγματος ἔνδο-
θεν βαρῦνον, λυγμὸν ποιεῖ.
46
Διὰ τί ἐν τοῖς ὄνυξι τῶν δακτύλων τὰ συνιστά-
μενα πάθη σφοδρὰν τὴν ὀδύνην ἐργάζεται; ὅτι τὰ νεῦρα
κατιόντα ἐν τοῖς πέλμασι τῶν δακτύλων ἐκ τῶν οἰκείων
περιττωμάτων ποιεῖ τοὺς ὄνυχας, ὥσπερ καὶ τοὺς ὀδόντας
ἐν τοῖς οὔλοις. ἐπειδὴ τοίνυν ἡ διὰ τῶν νεύρων αἰσθητικὴ
δύναμις κατιοῦσα πρὸς τοῖς ἄκροις τῶν νεύρων ἱσταμένη
κἀκεῖσε συναγομένη πλεῖον γίνεται, καθάπερ καὶ ὕδωρ συρ-
ρέον εἰς μισγάγγειαν, δῆλον ὡς μᾶλλον αἰσθανομένη τοῦ
πάθους μᾶλλον καὶ ὀδυνήσεται.
47
Διὰ τί ἐπὶ τῶν ἀθρόως καταπιόντων ἄρτον μεί-
ζονα καὶ λυζόντων ἡ τοῦ πνεύματος κατοχὴ λύει τὸν λυγμόν;
φημὶ ὅτι ὁ στόμαχος παράκειται τῇ τραχείᾳ ἀρτηρίᾳ καὶ
λοιπὸν αὐτὴ τὸν στόμαχον θλίβουσα καὶ στενοχωροῦσα
ποιεῖ εἰς αὐτὸν ἐσφηνωμένον ψωμὸν ἐκθλίβεσθαι κατὰ
τὴν γαστέρα. καὶ οὗτος ἐλευθερούμενος ἀπὸ τοῦ βάρους
παύει τὸν λυγμόν.
48
Διὰ τί οἱ λύζοντες ὑπὸ ἄρτου ἀκούσαντές τι λυ-
πηρόν, οὐ λύζουσιν; ὅτι τὴν ψυχὴν ἔχουσιν ἐστραμμένην
καὶ νεύουσαν πρὸς τὸ λυπῆσαν αἴτιον, καὶ ἀμελοῦσαν τοῦ
κινεῖν τὸν θώρακα. πάλιν οὖν τὸ πνεῦμα μὴ ἐξιὸν καὶ
συναγόμενον τῷ πλήθει τὸν λυγμὸν λύει, ὡς ἐμάθομεν.
49
Διὰ τί ἐπὶ τῶν εἰκόνων πλησίον μὲν ἑστηκότες
ἰσόπεδα τὰ χρώματα βλέπομεν, πόρρωθεν δὲ τὰ μὲν κοῖλα
τὰ δὲ κυρτά; λέγω ὅτι ἡ ὀπτικὴ δύναμις ἐπὶ πολὺ διάστημα
ἐκτεινομένη καὶ ἐκλυομένη οὐ δύναται ἀκριβῶς ὁρᾶν τὰ
πάθη τῶν χρωμάτων, τὰ λευκὰ ὁρῶσα κυρτά, τὰ δὲ με-
λάντερα κοῖλα. τὸ μὲν γὰρ λευκὸν πλησιάζον τῷ λαμπρῷ
ἐπὶ τὰ ἔξω λάμπει, τὸ δὲ μέλαν ὡς σκοτεινὸν ἐπὶ τὰ ἐν-
τός. τῶν δὲ τεχνῶν αἱ μὲν μετασχηματίζουσι τὴν ὕλην,
ὡς ὅταν ὁ ἀνδριαντοποιὸς τὸν χαλκὸν ἵππον ἢ βοῦν ἤ τι
τοιοῦτον ζῷον χωνεύσας ἢ ἐλάσας, πλάσῃ ἄνθρωπον ἢ ἕτε-
ρόν τι σκεῦος, ἀπὸ εἴδους εἰς εἶδος μεταβαλὼν τὴν ὕλην
τοῦ χάλκου· αἱ δὲ προσθέσει, ὡς κηροῦ πλάστης ἢ πηλο-
ποιός· αἱ δὲ ἀφαιρέσει, καθώς τις γλύφων ποιεῖ τι ζῷον·
αἱ δὲ κατὰ σύνθεσιν καὶ παράθεσιν καὶ κόλλησιν, ὡς οἰ-
κοδομική, ναυπηγική, ὑφαντική, τεκτονική. τὰ δὲ ἀλλοιώσει
κράσεως γίνεται καὶ διὰ βάθους· ὡς ἡ φύσις ἐκ σπέρμα-
τος ζῷα [γεννᾷ]. τὰ δὲ ἐξ ἀλλοιώσεως καὶ κράσεως καὶ
προσθέσεως σώματος, ὡς ἡ φύσις τὰ μόρια αὔξει τρέφουσα·
τὰ δὲ μίξει χρωμάτων καὶ προσθέσει σωμάτων, ὡς [τὰ]
ζωγραφικά.
50
Διὰ τί, εἰ τὸ ψυχρὸν ὕδωρ τοῖς νεύροις πολέ-
μιον, τὸ θερμὸν μὴ φίλον, ἀλλὰ καὶ αὐτὸ πολέμιον; εἰ
γὰρ τόδε τι βλαβερόν, τὸ ἐναντίον αὐτῷ ὠφέλιμον· τὰ γὰρ
ἐναντία ἐπὶ τὸ αὐτὸ οὐ δύνανται ἐνεργεῖν ὁμοίως κατὰ
πρῶτον λόγον καὶ καθ' αὑτό. φημὶ ὅτι οὐχ ᾗ θερμὸν πο-
λέμιον ἁπλῶς, ἀλλ' ᾗ θερμὸν καὶ ὑγρόν. ἐπὶ δὲ τῶν νευ-
ροτρώτων τὰ νεῦρα διὰ τὴν πολλὴν αἴσθησιν πόνου καὶ
στύψεως δέεται· ξηρὰ γὰρ φύσει. ἡ δὲ ὑγρότης ὡς ἐναντία
μαλακύνει καὶ χαυνοῖ αὐτὰ καὶ σήπει. ὅτι δὲ οὐ κυρίως τὸ
θερμὸν βλαβερόν, δῆλον· τὸ γὰρ θερμὸν ἔλαιον καταντλού-
μενον ὠφέλιμον τῷ μετέχειν καὶ στύφειν.
51
Διὰ τί ἀεὶ αἱ ὀπῶραι βλαβεραὶ τῷ εἶναι αὐτὰς
ψυχρὰς καὶ ὑγράς, μὴ τὸ ὕδωρ τῆς αὐτῆς ὂν κράσεως;
λέγω ὅτι τὸ ὕδωρ λεπτομερέστερον ὂν τῶν ὀπωρῶν καὶ
ταχέως ἀναδεδόμενον οὐχ ὁμοίως ἀδικεῖ. ἄλλως τε καὶ το-
νοῖ μετρίως τὰ μόρια.
52
Διὰ τί τὰ δύσπεπτα καὶ παχύχυμα πολλοὶ ῥᾷον
πέττουσιν, ὡς πετραίους ἰχθύας; οἱ μέν φασι δι' ἔθος, οἱ
δὲ διά τινα ἕξιν φυσικὴν ἄρρητον καὶ ἀναιτιολόγητον. ἄλλοι
δέ φασι δι' ἄμετρον θερμότητα κοιλίας, τὰ μὲν εὔπεπτα
ὑπερπεττόμενα ὡς εὐμετάβλητα, ὑπὸ τῆς σφοδρᾶς πυρώ-
σεως φρύττεσθαι καὶ φθείρεσθαι, τὰ δὲ δύσπεπτα καὶ
δυσμετάβλητα μὴ ἄγαν μεταβαλλόμενα πέττεσθαι μόνον.
οὕτω γὰρ καὶ τὰ ἄχυρα ὡς εὐπαθῆ ὑπὸ πλείονος πυρὸς
ἐκτεφροῦται, δρύϊνα δὲ ξύλα τοῦτο οὐχ ὑπομένει καιόμενα.
53
Διὰ τί τὸ κρίθινον ἄλευρον ψυχρὸν ὂν διαφορεῖ
τὰς φλεγμονάς, εἴ γε τὸ ψυχρὸν πυκνώτερον καὶ δυσδια-
φόρητόν ἐστι; φημὶ ὅτι οὐ τῷ ψύχειν διαφορεῖ, ἀλλὰ τῷ
ῥύπτειν. μετέχει γὰρ ῥυπτικῆς δυνάμεως καὶ τμητικῆς τῶν
χυμῶν· καὶ ἄλλα δὲ πολλὰ εἴδη ἐστίν, ἅ τινα τὸ ἐναντίον
αὐτῶν δρᾷ οὐ κατὰ πρῶτον λόγον καὶ καθ' ἑαυτὸ καὶ κυ-
ρίως, ἀλλὰ κατὰ δεύτερον καὶ κατὰ συμβεβηκός· οἷον τὸ
σέλινον θερμὸν ὂν μειοῖ πυρετόν, οὐ τῷ θερμὸν εἶναι (τὸ
γὰρ ὅμοιον αὐξητικὸν τῶν ὁμοίων), ἀλλὰ τῷ ῥύπτειν τοὺς
νοσοποιοὺς χυμοὺς ἐκ τῶν φλεβῶν καὶ εἶναι διουρητικόν.
ὁμοίως ἶρις καὶ ὕσωπος συμβάλλεται πλευρίτιδι θερμὰ
τυγχάνοντα τῷ τέμνειν τοὺς ἐργαζομένους χυμοὺς τὴν
φλεγμονὴν τοῦ ὑπεζωκότος τὰς πλευρὰς εἶναι μόνον. καὶ
τὸ ψυχρὸν ὕδωρ παραχυθὲν διεφόρησε τὸν ἀπὸ τῶν γλί-
σχρων καὶ ψυχρῶν χυμῶν τέτανον οὐ κυρίως, ἀλλὰ κατὰ
συμβεβηκὸς διὰ μέσου τινός, λέγω δὲ τῆς ἐναποκλεισθεί-
σης θερμότητος. ἐὰν μὲν οὖν ἀφ' ἑαυτοῦ καὶ ἀμέσως ποιῇ,
κυρίως λέγεται καὶ κατὰ πρῶτον λόγον ποιεῖν, ἐὰν δὲ διὰ
μέσου τινὸς ἐνεργῇ καὶ μὴ ἀφ' ἑαυτοῦ κατὰ συμβεβηκὸς
ἐνεργεῖν λέγεται καὶ κατὰ δεύτερον λόγον.
54
Διὰ τί πρὸ μὲν τοῦ εἰσόδου τοῦ βαλανείου θερ-
μὸν οὐροῦμεν, εἰς δὲ τὸ βαλανεῖον χρονίσαντες, ψυχρόν;
φημί, ὅτι περ κατὰ σύγκρισιν ἄλλου τοῦτο γίνεται· τὸ μὲν
γὰρ οὖρον ἀληθῶς χλιαρᾶς ὑπάρχει κράσεως, ἐξαιρουμένου
καὶ μετρίως θερμῆς. ἔξω μὲν οὖν, ἐπειδὴ ψυχρὸν ἡμῶν
ἐστι τὸ σῶμα τὸ ἐξαιρούμενον ὡς πρὸς σύγκρισιν τοῦ σώ-
ματος θερμόν ἐστιν. ἐν δὲ τῷ λουτρῷ ἐπειδὴ τὸ σῶμα
θερμαίνεται πλεῖον τοῦ οὔρου, ψυχρὸν τὸ οὖρον φαίνεται,
καίτοι ποσῶς θερμὸν ὄν. ὅτι δὲ ἀληθὲς τὸ λεγόμενον,
εἰσιὼν εἰς λουτρόν, πρὶν θερμανθῆναι, ἐὰν εἰς θερμὴν
δεξαμενὴν κατέλθῃ τις, τὸ θερμὸν ὕδωρ δόξειεν αὐτῷ πάνυ
ζέον· ἐὰν δὲ προσθερμανθεὶς εἰσέλθῃ οὐχ ὁμοίως αὐτῷ
φανήσεται ζέον.
55
Διὰ τί ἔν τισι τόποις παραθαλαττίοις σκάπτοντες
εὑρίσκομεν ὕδωρ γλυκύ; φαμέν, [ὅτι] ἐν τῇ θαλάττῃ τὸ
μὲν λεπτομερέστερον ὕδωρ γλυκὺ τυγχάνει, τὸ δὲ παχυ-
μερέστερον ἁλμυρόν. τὸ λεπτομερέστερον οὖν καὶ γλυκὺ
διὰ τῶν πόρων τῆς γῆς διηθούμενον εἰς αὐτὴν κρύπτεται,
ὅπερ καὶ ὀρύττοντες εὑρίσκομεν. τοῦτο καὶ ἐν χειμῶνι
μετεωριζόμενον εἰς ἀέρα ὕδωρ γλυκὺ καὶ ὑέτιον γίνεται, τὸ
δὲ πανὺ ξηραινόμενον καὶ ἀπολιθούμενον ἅλες. ἐπὶ δὲ τῶν
ἀραιοπόρων αἰγιαλῶν τὸ εὑρισκόμενον ὕδωρ ἁλμυρόν ἐστι.
διηθεῖται γὰρ τὸ παχύτερον τῆς θαλάσσης ὕδωρ.
56
Διὰ τί τὸ φρεατιαῖον ὕδωρ ἐν χειμῶνι θερμόν
ἐστιν, ἐν δὲ τῷ θέρει ψυχρόν; ἐροῦμεν, ὅτι ἀεὶ τὸ ἐναν-
τίον ὡς πολέμιον φεύγει τὸ ἐναντίον. ἐπειδὴ τοίνυν τὸ
θερμὸν τῷ ψυχρῷ ἐναντίον καὶ φθαρτικόν, δῆλον ὡς ἐν
τῷ θέρει θερμότητος περιεχούσης τὸν ἀέρα τὸ ψυχρὸν
φεύγει εἰς τὸ βάθος τῆς γῆς καὶ διὰ τοῦτο ψύχει τὸ ὕδωρ·
ἐν δὲ τῷ χειμῶνι τοῦ ψυχροῦ ἐπικρατοῦντος ἐν τῷ ἀέρι
πάλιν τὸ θερμὸν ἐν τῷ βάθει φεῦγον θερμαίνει τὸ ὕδωρ·
τὰ δ' ἐναντία κατὰ τὸν αὐτὸν τρόπον καὶ χρόνον οὐκ ἐνο-
μοθέτησεν ἡ φύσις ἅμα μένειν.
57
Διὰ τί ἐν τῇ Αἰγύπτῳ θερμοτάτῃ οὔσῃ τίκτεται
ψυχρὸς οἶνος; διὰ τὸν αὐτὸν λόγον· πάλιν γὰρ περὶ τὰς
ῥίζας φεύγει τῶν ἀμπέλων καὶ ψύχει αὐτάς, ὡς εὐπαθεῖς
μᾶλλον τῶν ἄλλων φυτῶν.
58
Διὰ τί τὸ θερμαινόμενον ὕδωρ καὶ εἰς φρέαρ
χαλώμενον ψυχρότατον ὕδωρ ποιεῖ; ὅτι τὸ ἐν τῷ φρέατι
ψυχρὸν ἀντιμαχόμενον τῷ θερμῷ ὕδατι καὶ τῷ πλήθει τῆς
ψυχρότητος ἐπικρατοῦν αὐτοῦ διώκει τὸ θερμὸν ἀθρόως,
καὶ μετὰ πολλῆς ψυχρότητος διέρχεται διὰ τοῦ θερμαίνον-
τος ὕδατος καὶ οὕτως ἄγαν αὐτὸ ψύχει.
59
Διὰ τί τὸ ζωΰφιον ἐν τῷ ὀφθαλμῷ προσπεσὸν
ἔξεισιν, ἐὰν τὸν ἕτερον τῶν ὀφθαλμῶν μύσωμεν; ἐροῦμεν,
ὡς τὸ πνεῦμα τὸ ὀπτικὸν οὐκέτι ἐξιὸν διὰ τοῦ μύοντος, ὡς
ἐμάθομεν, ἀλλὰ συναγόμενον τῷ πλήθει ἐπὶ τὸν ἠνεωγμέ-
νον ἐρχόμενον πληροῖ αὐτὸν καὶ διογκοῖ καὶ προπετέστερον
ἐπὶ τὰ ἔξω ποιεῖ. καὶ οὕτως διώκεται καὶ ἐξωθεῖται τὸ
ἐμπεσόν, ὡς ἀσθενές. ἴσως δὲ καὶ αὐτὸ τὸ ἐρχόμενον πνεῦμα
τῇ ἀθροότητι διὰ τῶν πόρων τοῦ ὀφθαλμοῦ ἐξωθεῖ τὸ
ζωΰφιον.
60
Διὰ τί οἱ ῥαπιζόμενοι πῦρ ὁρῶσιν; ὅτι τὸ πνεῦμα
τὸ ὀπτικὸν ὑπὸ τῆς πληγῆς λεπτυνόμενον ἄγαν ἐκπυροῦται
καὶ ἐξιὸν ἐπὶ τὸν ἀέρα τοιοῦτον φαίνεται οἷον καὶ γίγνε-
ται. οὕτω γὰρ καὶ ὑπὸ δύο λίθων ἢ σιδήρων παρατριβο-
μένων ἄγαν ὁ ἐναπολαμβανόμενος ἀὴρ πληττόμενος καὶ
λεπτυνόμενος σφόδρα πῦρ γίνεται. ὁμοίως δὲ καὶ ἐπὶ νε-
φελῶν.
61
Διὰ τί οὐ πάντες οἱ λίθοι παρατριβόμενοι πῦρ
ἐκπέμπουσι; διὰ τὸ εἶναι αὐτοὺς χαύνους καὶ κούφους καὶ
ἀραιοπόρους, οὐχ ὁμοίως παρατριβόμενος ὁ ἀὴρ λεπτύνε-
ται, μήτε σφοδρῶς πληττόμενος διὰ τὴν κουφότητα φεύ-
γων τε καὶ εἴκων ἐν τοῖς πόροις, ὁμοτίμως πᾶς οὐ πλήτ-
τεται καὶ ἐκπυροῦται. τὸ αὐτὸ καὶ ἐπὶ ξύλων παρατριβο-
νέμων. τὸ δὲ ἀπὸ ἡλίου καὶ ὕδατος πῦρ τῷ ἀνακλωμένας
τὰς ἀκτῖνας τοῦ ἡλίου πρὸς τὴν ὕαλον, καθάπερ καὶ ἐπὶ
τῶν κατόπτρων πλέον ἐκπυροῦσθαι καὶ πάλιν διαπέμπεσθαι
ἐπὶ τὸ ὕπτιον.
62
Διὰ τί μᾶλλον κλίμακα κάτιμεν ἢ ἄνιμεν; ὅτι
ἔχομεν ἐν τῷ κατέρχεσθαι τὸ βάρος τοῦ σώματος συμβαλ-
λόμενον τῇ κάτω φορᾷ· ἐν δὲ τῷ ἀνιέναι κάμνει ἡ δύνα-
μις ἀνέχουσα πρὸς τὸ ἄνω τὸ βάρος τοῦ σώματος. οὕτω
γὰρ καὶ λίθος ῥᾷον ἐπὶ τὸ κάτω φέρεται ἤπερ ἐπὶ τὸ ἄνω.
τὸ γὰρ βαρὺ κατώφορον.
63
Διὰ τί τὰ βρέφη γεννηθέντα παραυτίκα κλαίει;
διότι τὴν αἴσθησιν καὶ τὴν φύσιν ξενιζομένην ἔχει. ἀπὸ
γὰρ θερμῶν σωμάτων καὶ ἁπαλῶν τῆς μήτρας εἰς ἄγαν
ψυχρὸν ἔξεισιν. ἴσως δὲ καὶ ὑπὸ τοῦ φωτὸς καταπλήττεται.
οὐ γάρ, ὥς τινές φασι, ψυχὴ τὸν οὐράνιον χῶρον ἀποβα-
λοῦσα σῶμα γήϊνον οἰκεῖ καὶ διὰ τοῦτο κλαίειν ἀναγκάζει
τὰ βρέφη.
64
Διὰ τί μέλισσαι καὶ μύρμηκες καὶ μυῖαι καὶ κα-
θόλου πάντα τὰ ἔντομα ζῷα ὑπὸ ἐλαίου ἀπόλλυνται; διότι
τὰ ἀναπνευστικὰ στενὰ τούτων καὶ οὕτως ἀπόλλυνται. πά-
σχουσι δὲ τὸ αὐτὸ καὶ οἱ ὄφεις ὑπὸ τῆς ὀδμῆς τῶν δυσω-
δῶν καὶ βαρυόδμων. τὸ γὰρ στενοπόρον τῶν ἀναπνευστι-
κῶν ἐμφράττεται ὑπὸ τῆς παχύτητος τῶν θυμιωμένων.
65
Διὰ τί φυσῶντες τὰ μὲν θερμὰ ψύχομεν, τὰ δὲ
ψυχρὰ θερμαίνομεν; τῷ τὴν ἀναπνοὴν θερμὴν εἶναι καὶ
τὸ ἐξιὸν πνεῦμα διαφορεῖν τὴν ἐν αὐτοῖς ποιότητα· τὰ δὲ
θερμὰ ψύχομεν τῷ κινεῖν καὶ διαφορεῖν τὴν ἐν αὐτοῖς
ποιότητα θερμὴν οὖσαν.
66
Διὰ τί τὰ ὑπὸ τὴν σελήνην κρέα νυκτερεύσαντα
σήπεται; ὅτι τότε ὁ ἀὴρ θερμὸς καὶ ὑγρὸς γίνεται ὑπ'
αὐτῆς· ἔστι δὲ ἡ κρᾶσις αὕτη σηποποιός, τὰ δὲ θερμὰ
ψυχόμενα τῷ κινεῖν καὶ διαφορεῖν τὴν ἐν αὐτοῖς ποιότητα
θερμαίνουσαν. εἰ μὲν γὰρ εἴη σύμμετρος ἡ θερμότης
καὶ ὑγρότης, πέψις γίνεται· εἰ δὲ ἡ ὑγρότης ὀλίγῳ πλέον
ὑπερβάλλοι τὴν θερμότητα, σῆψις γίνεται· εἰ δὲ ἀμέτρως
ἐπικρατήσειε, σβέσις· εἰ δὲ ἡ θερμότης ἄγαν ἐπικρατήσειεν
αὐτῆς, καῦσις. ἴσθι δὲ καὶ τὴν σελήνην τὰς τέσσαρας ἀνα-
δεχομένην κράσεις. ἐν μὲν γὰρ τῷ διχομήνῳ σχήματι ὑγρὰ
καὶ θερμή ποσῶς ἐστιν· ἐν δὲ τῷ πανσελήνῳ θερμὴ καὶ
ξηρά ποσως· ἐν δὲ τῇ ἀποκρούσει ξηρὰ καὶ ψυχρά· ὅτε δὲ
ἀφώτιστος, ψυχρὰ καὶ ὑγρά. ἀμοιρεῖ γὰρ τῶν ἡλιακῶν ἀκτί-
νων τότε θερμῶν οὐσῶν.
67
Διὰ τί τὸ πέπερι καὶ σίνηπι ἄκοπα μὲν κατα-
πινόμενα τὴν κοιλίαν οὐ θερμαίνουσι, κοπέντα δὲ θερμαί-
νουσιν; ὅτι ὅσα δυνάμει καὶ οὐκ ἐνεργείᾳ ἔχει τὰς ἑαυτῶν
ποιότητας, δέονταί τινος ἔξω βοηθείας πρὸς τὸ δύναμιν
εἰς ἐνέργειαν φανερῶσαι. γινόμενα τοίνυν ὑπὸ τῆς κοπῆς
λεπτομερῆ καὶ εἰσδύνοντα τοὺς πόρους τοῦ σώματος εἰς
βάθος καὶ ὑπὸ τῆς ἐμφύτου θερμότητος κινούμενα, δρῶ-
σιν οὕτως· ὁ αὐτὸς δὲ λόγος καὶ ἐπὶ τῶν λοιπῶν ποιοτή-
των. τῶν δὲ κατὰ ποιότητα δρώντων τὰ μὲν ἐνεργείᾳ ἔχει
τὴν ἑαυτῶν ποιότητα παροῦσαν ὡς ὕδωρ πότιμον, πτισ-
σάνη, γάλα· ὑγρὰ γάρ ἐστι καὶ ψυχρά, μὴ δεόμενά τινος
ἔξωθεν ἐπικουρίας πρὸς τὸ ψῦξαι καὶ ὑγρᾶναι, ἀλλ' αὐτό-
θεν καὶ κυρίως δρῶντα. ὁμοίως δὲ καὶ ἅλες καὶ γῆ καὶ
ὅμοια· ξηρᾶς γὰρ ὑπάρχουσι φύσεως καὶ τῇ δυνάμει καὶ
τῷ φαινομένῳ καὶ τῇ ἐνεργείᾳ. θάλασσα μέντοι καὶ ἅλμη
καὶ τὰ αὐτοφυῆ τῶν ὑδάτων ὑγρὰ μὲν τῇ φαντασίᾳ καὶ τῷ
φαινομένῳ, ξηρὰ δὲ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ. λινόσπερ-
μον δὲ καὶ ἄρτος ξηρὰ μὲν τῇ φαντασίᾳ καὶ τῷ φαινο-
μένῳ, ὑγρὰ δὲ τῇ δυνάμει καὶ τῇ ἀληθείᾳ.
68
Διὰ τί ἔνιοι τὴν μὲν ἡμέραν ὁρῶσι, τὴν δὲ νύκτα
οὐχ ὁρῶσι; διὰ τὸ ἔχειν τὸ ὀπτικὸν πνεῦμα παχύτερον καὶ
μὴ δύνασθαι διαβαίνειν τὸν ἀέρα ἐπὶ τὸ ὁρατόν· ἐν νυκτὶ
δὲ παχὺ γίνεται διὰ τὸ καταψύχεσθαι τῇ ἀπουσίᾳ τοῦ
ἡλίου· οἱ δέ φασιν, ὅτι ἐν μὲν ἡμέρᾳ ὑπὸ τοῦ ἀέρος λεπτοῦ
καὶ θερμοῦ ὄντος λεπτύνεται, ἐν δὲ νυκτὶ παχύνεται· ἐπὶ
μέντοι αἰλούρων καὶ ὑαίνων καὶ νυκτερίδων τὸ ἔμπα-
λιν· ἡμέρας οὐχ ὁρῶντα σχεδὸν νύκτωρ ἀκριβῶς ὁρῶσιν·
ἔχουσι γὰρ τὸ ὀπτικὸν πνεῦμα λεπτότατον καὶ διαυγέστα-
τον. καὶ ἐν μὲν νυκτὶ μετρίως παχυνόμενον ἐπιτήδειον
γίνεται πρὸς ἀντίληψιν τῶν ὁρατῶν, ἐν δὲ τῇ ἡμέρᾳ καὶ
τῷ λαμπρῷ φωτὶ ἄγαν λεπτυνόμενον διαφορεῖται καὶ σκε-
δάννυται· ὅθεν καὶ λέοντες τοιοῦτοί ποσως ὄντες διὰ τοῦ
ἡλίου διαβαίνειν οὐ δύνανται· καὶ πῦρ μεθ' ἡμέραν ὁρῶν-
τες φεύγουσιν· ἔστι δὲ ὁρᾶν αὐτῶν καὶ τὴν κόρην ἄγαν
καταλαμπομένην· ἔχουσι δὲ καὶ τὰ ὑγρὰ τῶν ὀφθαλμῶν
διαυγέστατα.
69
Διὰ τί ἐν νυκτὶ καθεύδοντες καὶ ἀθρόως ἀνοίγοντες
τοὺς ὀφθαλμοὺς φῶς ὁρῶμεν; ὅτι τὸ ὀπτικὸν πνεῦμα συν-
αγόμενον καὶ πολὺ γινόμενον ἐν τῷ καθεύδειν ἀθρόως καὶ
πολὺ ἐξιὸν κατὰ τὸ σκότος καὶ λάμπον αὐτὸ ὁρᾷ φωτοειδές.
70
Διὰ τί οἱ αἰδούμενοι τοὺς ὀφθαλμοὺς συμπεφύκα-
σιν· οὕτω γὰρ καὶ τὰ πάθη τῆς ψυχῆς δι' ὀφθαλμῶν ὁρῶ-
μεν, λυπουμένης, ὀργιζομένης, αἰδουμένης. ἐπειδὴ τοίνυν
οὐκ ἀντέχει ἡ ψυχὴ πρὸς τὸ τιμῆς ἄξιον ἀντιβλέπειν συν-
ειδήσει τινὶ ἐπὶ χρόνον πολύν, ἀναγκάζει τοὺς μῦς τῶν
ὀφθαλμῶν ἕλκειν αὐτοὺς ἐπὶ τὸ κάτω δίκην καλύμματι τοῦτο
πράττουσα.
71
Διὰ τί ἡ ἀκοὴ παντὸς ἀνέχεται ὑγροῦ χωρὶς ὕδα-
τος; ὅτι ψυχρὸν ὂν τῷ ἀκουστικῷ νεύρῳ προςομιλεῖ παρα-
χρῆμα. τὸ γὰρ ψυχρὸν νεύροις πολέμιον.
72
Διὰ τί ἀνέμου σφοδροῦ μέλλοντος κινεῖσθαι ὡς
ἀστέρος διατρέχοντος προδηλοῦσιν αὐτὸν ἢ ὡς ἀστραπαὶ
καὶ μάλιστα καθαροῦ ὄντος τοῦ ἀέρος. φημὶ ὅτι ἤρξατο μὲν
κινεῖσθαι καὶ ἡμῖν μὲν ὡς παχυμερέσι τοῖς σώμασι καὶ
δυσαισθήτοις οὔπω κατὰ δῆλόν ἐστιν. τὸν μέντοι ἀνώτε-
ρον ἀέρα ὡς λεπτομερῆ καὶ αἰθεροειδῆ κινῶν ἐκπυροῖ αὐτὸν
καὶ μέρη αὐτοῦ σπινθηροειδῆ ὁρῶμεν. καὶ οὕτω λοιπὸν
τῷ χρόνῳ σφοδρότερος γιγνόμενος κινεῖ καὶ τὸν περίγειον
καὶ τὸν παχύτερον ἀέρα. καὶ οὕτως αἰσθόμεθα.
73
Διὰ τί διὰ στενῶν τόπων ἄνεμος διαβαίνων ἰσχυ-
ρότερός ἐστι μᾶλλον ἤπερ δι' εὐρυτέρων; ὅτι συναγόμενος
εἰς ἕνα τόπον τονοῦται μείζων ἑαυτοῦ γιγνόμενος καὶ μεγε-
θύνεται καὶ σφοδρύνει. ἐπὶ δὲ τῶν εὐρυτέρων χωρίων ἐξ-
απλούμενος καὶ σκεδαννύμενος, ἄτονος καὶ ἀσθενὴς γίνε-
ται. παραπλησίως δὲ καὶ τὸ θερμὸν καὶ αἱ ποιότητες καὶ
τὰ ὕδατα.
74
Διὰ τί πολλὰ τὰ πόρρωθεν καὶ μεγαλὰ οὐχ ὁρῶν-
τες τὰ πλησίον καὶ μικρὰ ὁρῶμεν, οὓς καὶ μύωπας κα-
λοῦμεν, παρὰ τὸ μυώπης ὁρᾶν. ὅτι τούτοις τὸ ὀπτικὸν
πνεῦμα λεπτόν ἐστι καὶ καθαρὸν καὶ πόρρωθεν μὲν ἁπιὸν
διαφορεῖται καὶ οὐκ ἀσθενεῖ κατοπτεύειν τὰ ὁρατά, μόλις
δὲ τὰ πλησίον ὁρᾷ. καὶ διὰ τοῦτο λεπτόν ἐστι καὶ καθαρόν.
οἵ τινες καὶ τὰ μικρότατα πόρρωθεν βλέπουσιν, ὡς καί
τινες γέροντες οὔτοι κατὰ τὸ ἐναντίον, διὰ τὸ ἔχειν τὸ
πνεῦμα τὸ ὀπτικὸν παχὺ καὶ πολύ. καὶ δέεσθαι κινεῖσθαι
μῆκος ὁδοῦ πρὸς τὸ αὐτὸ ἀπολεπτυνθῆναι καὶ ἐπιτήδειον
πρὸς ἀντίληψιν ὁρατῶν γενέσθαι· ἐκ τούτου λυτέον καὶ
τὰς ὑπολοίπους δύο ἀντιθέσεις.
75
Διὰ τί ὑπὲρ πάντα τὰ ζῷα κύνες μόνοι δεσμοῦνται
κατὰ τὴν ὀχείαν; ὅτι στενοπόρος ἐστὶν ὁ αὐχὴν τῆς μή-
τρας, καὶ τὸ αἰδοῖον ἐν τῇ χρήσει φυσᾶται καὶ οὐκ ἔξεισιν
εὐθύς. καὶ ὅτι τὸ σπέρμα κολῶδες ὑπάρχει, ἀμφότερα δὲ
αὐτοῖς διὰ πολλὴν ξηρότητα γίνεται· τὸ γὰρ ξηρὸν οἶδε
πυκνοῦν καὶ ἀποστενοῦν τὰ μόρια καὶ πηγνύειν τὰ ὑγρά.
76
Διὰ τί μόνοι κύνες ἐν τῷ θέρει λυττῶσιν. ὅτι
διὰ τὴν πρόληψιν τῆς ξηρᾶς κράσεως· φύσει γάρ εἰσι ξηροί,
καὶ πλέον ἐν τοῖς καύμασι. θερμαινόμενα οὖν καὶ κατα-
ξηραινόμενα ἐκπυροῦνται τὰ ἐν αὐτοῖς ὑγρὰ καὶ ἡ κρᾶσις.
καὶ οὕτως μαίνονται καθάπερ φρενιτιῶντες. ὅθεν καὶ τὸ
σιαλὸν αὐτοῖς ἰῶδες γίνεται καὶ ξηρότατον. ὅτι δὲ ἐκπυ-
ροῦται δῆλον ἐκ τοῦ ἀσθμαίνειν πυκνῶς, καὶ πυρώδη τὰ
ὄμματα ἔχειν καὶ ἠνεωγμένον τὸ στόμα πρὸς ἔμψυξιν
ἀέρος· καὶ ἡ οὐρὰ στραγγαλοῦται ἀπὸ τῆς ξηρότητος καὶ
ἰχνοῦται. λυττῶσι δὲ οἱ ἐν αὐτοῖς ξηρότατοι, καὶ οὐ πάντες.
τινὲς δέ φασι καὶ τὸν κύνα τὸ ἄστρον συμβάλλεσθαι κατά
τινα ἀπόρροιαν τούτοις πρὸς τὴν λύσσαν.
77
Διὰ τί οἱ ἐξαίφνης καὶ ἀκουσίως τεμνόμενοι, ἧτ-
τον ὀδυνῶνται τῶν κατὰ προαίρεσιν τεμνομένων; ὅτι οἱ
μὲν ἀκουσίως ἔχουσι τὴν ψυχὴν εἴς τι πρᾶγμα τετραμμέ-
νην καὶ ἀνομοίως ἀντιλαμβανομένην τῶν αἰσθήσεων, οἱ
δὲ κατὰ προαίρεσιν εἰδότες ὃ μέλλουσι πάσχειν, τρέπουσιν
ἀεὶ τὴν ψυχὴν παρὰ τὸ τεμνόμενον σῶμα. καὶ ἀκριβῶς
ἀντιλαμβανόμενοι τῆς αἰσθήσεως, μᾶλλον…
τῇ…
κ…
The complete text is available when the reading interface loads.