The Greek Library Author

Alexander Of Aphrodisias

Περὶ Πυρετῶν [Sp.]

Scientific editors
Julius Ludwig Ideler
Edition reference
Physici et medici Graeci minores. · Berlin · Reimeri · 1841
CTS identifier
urn:cts:greekLit:tlg0732.tlg003.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Chapter 1

Ἤ̓́ιτησας ἡμᾶς, Ἀσκληπιαδῶν ἄριστε, Ἀπολλώνιε, περὶ πυρετῶν σοι τοσαῦτα διὰ γραφῆς παραδοῦναι, ὅσα σχεδὸν πὰρ ἡμῖν φοιτῶντι διὰ γλώττης παρεδηλώσαμεν, ἵν’ ὥσπερ ὑπόμνημα τῆς ἡμῶν εἴη σοι διδασκαλίας, βουλομένῳ περὶ πυρετῶν θεωρεῖν, καὶ μάλιστα νυνί, ὅτε καὶ ἀποδημεῖν ἡμεῖς ἐβουλευσάμεθα, καὶ μακρὰν ἀφ᾽ ὑμῶν γενέσθαι, σὺ δὲ οὐκέτ᾽ ἴσως ἕξεις τὸν οὕτω σοι προθύμως τὰ τῆς ἰατρικῆς διασαφήσοντα ὄργια.

Ἐγὼ μὲν οὖν ἕπεσθαί σοι ῥᾴδιος, ἐφ᾽ ἃ κελεύεις αὐτός. καὶ μὴ ὅτι περὶ πυρετῶν, ἀλλὰ καὶ περὶ παντὸς ἄλλου θεωρήματος ἰατρικοῦ ἕτοιμος ἂν ἦν, σοῦ χάριν καὶ γλώττῃ καὶ γράμμασι διδασκαλίαν ποιήσασθαι, εἴγε μὴ νῦν, ὅτε πρὸς ἀλλ᾽ ἄττα, τῆς ἐξόδου βιαζομένης, ἡμεῖς ἐπειγόμεθα, μὴ συγχωροῦντα τὴν περὶ τὰ τοιαῦτα σπουδήν, ἀλλὰ πρὸ καιροῦ, ὅτε δηλονότι οἷόν τε ἦν καὶ χρόνον ἡμῖν ἐγγενέσθαι μετὰ τὴν αἴτησιν πρὸς τὴν τοῦ θεωρήματος ξυγγραφήν, τὸ περὶ τούτων ὤφθης αἰτούμενος.

Πολυσχιδὴς γάρ, ὡς οἶδας, καὶ δυσθεώρητος ἡ περὶ πυρετῶν θεωρία καὶ πολλοῦ δεομένη χρόνου πρὸς κατάληψίν τε καὶ ξυγγραφήν· δεῖν δὲ καὶ αὐτὸς ἂν ξυμφαίης σαυτοῦ τε καὶ ἡμῶν αὐτῶν ἄξιον εἶναι τὸ σπουδαζόμενον, εἰ μὴ μάτην αὐτὸς μὲν γράφειν, σὺ δὲ ἀναγινώσκειν αἱρούμεθα.

Καὶ εἴασα ἂν τελέως τοὐγχείρημα διὰ ταῦτα, εἰ μή τις λόγος παλαιῶν ἀνδρῶν καὶ καλῶς ἔχων ἐπῆλθε πείθων με, ὡς ἀνάγκη φιλίαις εἴκειν, κἂν δέῃ συγκατιέναι τὴν τέχνην, μηδ᾽ αὐτοῦ δὴ τούτου γε φείδεσθαι.

Ἀμέλει καὶ ἔδοξέ μοι, ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ, τὸ παρὸν συντάξασθαι σύγγραμμα, καὶ ἄλλο ἐπαγγελλόμενον περὶ τῆς ὅλης τῶν πυρετῶν θεωρίας, ἐν ἁρμόζοντι δῆθεν ἐσόμενον χρόνῳ, νυνὶ τουτί σοι ὡς ἐν ὑποθήκης ἐκδοῦναι λόγῳ, ἀκριβοῦς φιλίας ὑπόμνημα.

Καὶ δὴ λέγωμέν σοι πειθόμενοι, ἃ ἂν ὁ καιρὸς διδῷ, μὴ τῷ τῆς τέχνης πλάτει, καὶ τῇ ἡμετέρᾳ περὶ τὸ λέγειν, εἴ τίς ἐστιν, εὐπορίᾳ, τοῦ χρόνου δὲ μᾶλλον χρησάμενοι τῇ βραχύτητι. ἀμφοτέροις δὲ παρ᾽ ἀμφοτέρων ἔσται συγγνώμη, σοὶ μὲν πάλαι αἰτήσαντι, ὅτε μὲν εἰσαγωγήν, ἀλλὰ βίβλον μακρὰν πυρετῶν εἰληφέναι ῥᾴδιον ἦν, ἐμοὶ δὲ φίλοις ἐφ’ ὁποιῳδηποτοῦν οὐκ ἀντιβαίνειν

Chapter 2

Πυρετὸν τοίνυν, ἵν᾽ ἐντεῦθεν τοῦ λόγου ἄρξωμαι, ἄλλοι μὲν ἄλλως ὡρίσαντο, Ἐμπεδοκλῆς δὲ καὶ Ζήνων καὶ τῶν Ἱπποκρατείων οἱ πλείους θερμασίαν παρὰ φύσιν, ἀπὸ καρδίας μὲν ἀρχομένην, προϊοῦσαν δὲ ἐκ ταύτης δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐφ᾽ ἅπαν τὸ σῶμα, καὶ τὰς φυσικὰς αἰσθγτῶς βλάπτουσαν ἐνεργείας, ἔφασαν εἶναι· καὶ εἰκότως.

Δεῖ γὰρ παρὰ φύσιν εἶναι τὴν ταῖς φυσικαῖς ἐνεργείαις ἀντιπράττουσαν θέρμην, καὶ ἀπὸ καρδίας ἄρχεσθαι, ὅθεν δήπου τὸ φυσικὸν ἀναβλύζει θερμόν, καὶ δι᾽ αὐτῶν ἐκείνων ἐφ’ ἅπαν προϊέναι τὸ σῶμα, δι᾽ ὧν ἐκεῖνο πρόεισι, τὰς φυσικὰς ἐνεργείας ἀποτελοῦν· εἰ γὰρ μὴ δι᾽ ἐκείνων, αἷς τὸ φυσικὸν προϊὸν ἐνεργεῖ, πόθεν ἂν ἕξῃ τὰς διόδους ὥστ᾽ ἐφ᾽ ἅπαν ἐξαπλωθῆναι τὸ σῶμα; καλῶς οὖν ἀπεφήναντο οἱ οὕτω τὸν πυρετὸν ὁρισάμενοι. Ἵνα δ᾽ ὁ λόγος ἡμῖν καὶ σαφέστερος ᾖ, δίκαιον ἂν εἴη καὶ τὸν ὅρον αὐτόν, ὡς ἔχοι, κατὰ μέρος ἐπιστῆσαι, καὶ εἴ τι ἐπιλύσασθαί οἱ ἀπορίας ἐχόμενον ἔνεστι.

Παρὰ φύσιν μὲν οὖν θερμασία γένος ἐστὶ τοῦ πυρετοῦ, δι᾽ ἣν ὁ πυρετὸς νόσος, οὐκ ἐν διαπλάσει, ἀλλ᾽ ἐν κράσει δυσκρασία θερμή τις οὖσα, μεθ᾽ ἧς ξυνέρχεται καὶ ξηρά. ἡ γὰρ οὐσία τῶν πυρετῶν ἐν τῷ γένει τῆς παρὰ φύσιν θερμότητος, τὰ δ᾽ ἄλλα πάντα διαφοραί, αἷς συνίσταταί τε καὶ τῶν ἄλλων θερμασιῶν διενήνοχεν· οὐ γὰρ εἴ τι παρὰ φύσιν θερμασία, τοῦτ᾽ ἐστι πυρετός πυρετός γε μὴν ἅπας παρὰ φύσιν γε θερμασία.

Αὐτίκα ἡ ἐν πνεύμασιν ἐξ ἡλιοκαΐας ἢ πυρὸς ἢ ἄλλου τούτων προκαταρκτικῶν αἰτίων γινομένη παρὰ φύσιν θεμότης, οὔπω δ᾽ εἰς τὴν καρδίαν ἰοῦσα, ἤτοι τὸ σῶμα αὐτῆς, ἢ τοὺς περιεχομένους ἐν ταῖς κοιλίαις αὐτοὺς χυμούς, ἢ τὴν ἀερώδη οὐσίαν κατειληφυῖά τε καὶ ἀνάψασα, πυρετὸς οὔτ᾽ ἐστιν, οὔτε λέγεται· πολλοῦ γε καὶ δεῖ.

Δεῖ γὰρ ἐκ καρδίας ἄρχεσθαι, καὶ διὰ πνευμάτων καὶ αἵματος ἀπὸ ταύτης ἐφ᾽ ἅπαν ἰέναι τὸ σῶμα τὸν πυρετόν· ὅπερ οὐκ ἐνῆν τῇ προρρηθείσῃ θερμότητι· ταῦτά τοι πρόσκειται ἐν τῷ ὅρῳ τό, ἀπὸ καρδίας μὲν ἀρχομένη.

Κἂν γὰρ ὁ πυρετὸς τοῦ ὅλου σώματος ᾖ νόσος, ἀλλ᾽ οὖν προηγουμένως μέν ἐστι τῆς καρδίας, ἑπομένως δέ γε τοῦ ὅλου σώματος; πῶς γὰρ ἂν ἡ παρὰ φύσιν θερμότης εἰς ὅλον ἰέναι τὸ σῶμα δυνήσαιτο, μὴ πρότερον τὴν καρδίαν ἀνάψασα; ἢ τί τῶν ἄλλων μορίων θερμαινόμενον παρὰ φύσιν οἷόν τέ ἐστι τὸ ὅλον σῶμα θερμᾶναι, καὶ τὴν ἣν ἔχει διάθεσιν τῷ παντὶ μεταδοῦναι, καθάπερ ἡ καρδία μόνη τῶν ἄλλων δύναται, μὴ διὰ μέσης τῆς καρδίας τοῦτο ποιῆσαν, πρῶτον μὲν ἐκείνην, ἔπειθ᾽ ὅλον τὸ σῶμα διὰ ταύτης ἀνάψαν; οὗ πάντως αἴτιον τὸ μᾶλλον τῶν ἄλλων ἐκείνην χορηγεῖν τε καὶ διοικεῖν ὅλον τὸ σῶμα ταῖς ἰδίαις ἐπιρροαῖς· ὥστε δῆλον ἐντεῦθεν, ὡς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα πρώτως θερμότης ἀληθὴς ἀρχὴ πυρετοῦ.

Ἀρχὴν δὲ λέγω τὴν οἷα μεγέθους, οὐδὲ ταύτης τὴν ἀμερῆ, ἀλλὰ τὴν δυναμένην τῷ ὅλῳ μεγέθει συνδιαιρεῖσθαι· ἀληθὴς γὰρ τῷ ὄντι πυρετὸς ἡ ἐν τῇ καρδίᾳ παρὰ φύσιν ἀναφθεῖσα θερμότης, κἂν μήπω τῷ ὅλῳ μεταδοθῇ, τῷ ποσῷ μόνον τῆς ἐν τῷ παντὶ διαφέρουσα, ἐπεὶ καὶ τὸ ὅλον ἡ καρδία μόνη δυνατεῖ, οὐκ ἄλλο τῶν μορίων

Chapter 3

Ἀλλ᾽ ἀπορῆσαι ἄξιον, διὰ τί καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ; δοκεῖ γάρ πως διαφορὰν αὐτὸ εἶναι, ᾗ διαφέρει θερμοῦ τοῦ κατὰ φύσιν ὁ πυρετός, μόνη δ’ ἡ θερμασία γένος· ὁ μὲν οὖν περὶ τοῦ τῶν ὁμωνύμων λόγος, ἐκεῖνα χρὴ διορίσασθαι πρῶτον, περὶ οὗ αὐτῷ πρόκειται λέγειν, ἵνα σαφὴς γένηται, ὡς περὶ κυνὸς τῷ ἀστρῴῳ καὶ τῷ χερσαίῳ διοριζόμεθα λέγοντες.

Ἐπειδὴ οὖν καὶ ἡ θερμασία τῶν πολλαχῶς ἐστι λεγομένων, ἡ μὲν γάρ ἐστι λέγεται, ἡ δὲ συστατικὴ τοῦ ζῴου, ἥτις καὶ κατὰ φύσιν φθαρτική, ἥπερ καὶ παρὰ φύσιν λέγεται, καὶ ἀμφστέρων τὸ εἶναι ἐν τῷ παρὰ φύσιν ἢ τῷ κατὰ φύσιν ἐστίν· ἀνάγκη τὸν περὶ ταύτης λόγον διασημᾶναι πρῶτον περὶ ποίας οἱ ὁ σκοπός.

Σημαίνεται δὲ τὰ ὁμώνυμα τῷ λόγῳ τῆς οὐσίας αὐτῶν, ὁ δὲ λόγος τῆς οὐσίας γενικὸς ἑκάστου, γένος αὐτοῦ ἐστιν· εἰκότως ἄρα καὶ τὸ παρὰ φύσιν γένος ἐστὶ τοῦ πυρετοῦ, ὡς λόγος ὑπάρχων γενικὸς τῆς οὐσίας αὐτοῦ, ᾧ σημαίνεται, καὶ τὸ εἶναι ἔχει, καὶ οὐχ ἡ θερμασία

Chapter 4

Καλῶς δὲ τῷ ὅρῳ πρόσκειται καὶ τί, προϊοῦσα δ᾽ ἐκ ταύτης δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐφ᾽ ἅπαν τὸ σῶμα. Δύναται μὲν γὰρ τὰ παρὰ φύσιν θερμανθέντα μόρια τῇ ἁφῇ τὰ πλησιέστερα τῶν μορίων θερμᾶναι, καὶ ταῦτα ἄλλα, κἀκεῖνα ἕτερα.

Ἐπεὶ δὲ πᾶν τὸ ἐκ τῆς καρδίας θερμὸν εἰς ὅλον τὸ σῶμα παραπεμπόμενον διὰ μέσων ἴεται τοῦ πνεύματος καὶ τοῦ αἵματος, ἂ παντὶ πρόσεστι μορίῳ τοῦ σώματος, ἐκ τῆς αὐτῆς ἰόντα καρδίας, εἰκότως τὴν παρὰ φύσιν θέρμην, ἐκ τῆς καρδίας ἀρχομένην, δι᾽ ἀρτηριῶν καὶ φλεβῶν εἰς ἅπαν ἰέναι τὸ σῶμά φαμεν. Τοῖς γὰρ αὐτοῖς, οἷς τὸ φυσικὸν θερμὸν παντὶ μορίῳ τοῦ σώματος μεταδίδωσιν ἡ καρδία, καὶ τὸ παρὰ φύσιν θερμὸν παραπέμψει, καὶ μάλισθ᾽ ὅτε καὶ ὁ πυρετὸς δοκεῖ τὸ φυσικὸν θερμὸν εἶναι εἰς τὸ πυρῶδες

Chapter 5

Τό γε μήν, καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσα ἐνεργείας, ὅπερ ἐστὶ τὸ τελευταῖον τοῦ ὅρου, χωρίζει τὸν πυρετὸν ἀπὸ θυμοῦ τε καὶ ὁμοίων· ὁ γὰρ θυμὸς οὐ βλάπτει τὰς ἐνεργείας αἰσθητῇ τινι βλάβῃ, ἐφ᾽ ᾗ πυρετὸς γένοιτο.

Βουλόμεθα δὴ τὸν πυρετὸν διὰ τοῦτο οὐ πᾶσαν εἰναι τὴν παρὰ φύσιν θερμασίαν, κἂν δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐκ καρδίας τῷ ὅλῳ μεταδοθῇ σώματι, ἀλλ᾽ ἐκείνην μόνην, ἤ ἐστι νόσος· νόσος γὰρ ἡ παρὰ φύσιν διάθεσις τὰς ἐνεργείας

Chapter 6

Ἐνεργείας δέ φαμεν φυσικὰς τὰς τῆς φυσικῆς ψυχῆς δυνάμεως ἐνεργείας, αἳ μάλιστα τῇ παρὰ φύσιν βλάπτονται θερμασίᾳ διὰ τὸ γίνεσθαί τε καὶ τελεῖσθαι τῶν ἄλλων μᾶλλον ὥσπερ δι’ ὀργάνου τοῦ φυσικοῦ θερμοῦ· τὸ γὰρ τῶν φυσικῶν δυνάμεων ὄργανον ἡ τῶν μοῥίων ἐστὶ κρᾶσις, ὥσπερ αὖ πάλιν τῶν ζωτικῶν ἡ τῶν αὐτῶν τούτων ἰδία διάπλασις.

Τὸ δὲ φυσικὸν θερμὸν μὴ τῶν ἁπλῶν, ἀλλὰ τῶν κεκραμένων εἶναι τίς ὅλως ἀμφαγνοεῖ; εἰ καὶ φυσικὰς ἐνεργείας ἐστὶν εἰπεῖν ἁπάσας τὰς τῆς ψυχῆς ἐνεργείας τῷ τε φύσει ταύτας τελεῖσθαί τε καὶ γίγνεσθαι, καὶ τῷ μήτε τὸ αἰσθάνεσθαι, μήτε τὸ κινεῖσθαι, μήτε μὲν τὸ τρέφεσθαι καὶ αὔξεσθαι καὶ γεννᾶν ἄνευ τοῦ φυσικοῦ καὶ ἐμφύτου θερμοῦ μὴ δύνασθαι γίγνεσθαι· ἡ γὰρ τῶν ὁμοιομερῶν κρᾶσις τῆς διαπλάσεως βάσις ἐστὶ καὶ

Chapter 7

Ταῦτά τοι τῇ παρὰ φύσιν θερμότητι πάσας ὁρῶμεν βλάπτεσθαι τὰς τῆς ψυχῆς ἐνεργείας, καὶ μᾶλλον ἐκείνας, ἃς φυσικὰς ἰατρῶν παῖδες καλοῦσιν· ἐξ οὗ δῆλον, ἁπάντων τῶν ἄλλων νοσημάτων τὸν πυρετὸν δεινότερον καὶ ἐπαχθέστερον εἶναι, ἀρχόμενον μὲν ἀπὸ τῆς ἀρχοειδεστάτης ἀρχῆς, τῆς καρδίας, εἰς ὅλον δὲ προϊόντα τὸ σῶμα καὶ πάσας τὰς ἐν ἐκείνῳ βλάπτοντα ἐνεργείας.

Οὕτω μὲν οὖν καὶ διὰ ταῦτα πυρετός ἐστι παρὰ φύσιν θερμασία, ἀπὸ καρδίας μὲν ἀρχομένη, προϊοῦσα δ᾽ ἐκ ταύτης δι᾽ ἀρτηριῶν καὶ φλεβῶν ἐφ᾽ ὅλον τὸ σῶμα καὶ τὰς φυσικὰς αἰσθητῶς βλάπτουσα ἐνεργείας, καθάπερ εἴρηται.

Ἐπεὶ δὲ παρὰ φύσιν αὐτὸν λέγομεν θερμασίαν, δίκαιον ἂν εἴη φάναι, τίς τε φυσικὴ πρῶτον, τίς τε παρὰ φύσιν θερμασία· τοῦ γὰρ γένους ἐκδήλου γεγονότος, τάχα καὶ τὸ οὗ ἐστι γένος οὐκ

Chapter 8

Φυσικὴ τοίνυν ἐστὶ θερμότης, τὴν αὐτὴν δέ φημι καὶ ἔμφυτον δήπου θερμόν, ᾗ ἡ ἀρχὴ τοῦ ζῴου ἡ φύσις· συμφύεται γὰρ τῷ ζῴῳ, καὶ διὰ τοῦτο λέγεται φυσική, ὄργανον οὖσα καθόλου τῶν τῆς ψυχῆς δυνάμεων· οὐδὲ γὰρ οἷόν τε τὴν ψυχὴν ἄνευ τοῦ τοιούτου θερμοῦ παράξαι τινὰ τὴν τυχοῦσαν ἐνέργειαν.

Ἅπαν γε μὴν ὄργανον ἀνάλογόν τε ἐκείνῳ δεῖ εἶναι, οὗ ἐστιν ὄργανον, καὶ τὸν προσήκοντα λόγον πρὸς τὸ ἔργον καὶ τὸ ἀποτέλεσμα σώζειν. ἄλλως γὰρ τό,τε ὄργανον τό,τε οὗ ἐστιν ὄργανον, καὶ τὸ δι᾽ ὃ τὸ ὄργανον, μάτην ἂν εἴη, καὶ οὕτως ἐν τοῖς οὖσι καθ᾽ αὑτὸ δήπου τι μάτην συνεισαχθείη.

Δεῖ ἄρα καὶ τὴν ἔμφυτον θερμασίαν, ὄργανον οὖσαν ψυχῆς, ὥσπερ εἴρηται, μὴ ἀπολελυμένην τε καὶ ἁπλῆν ἔχειν τὴν κρᾶσιν, ἀλλ᾽ ἀναφερομένην πρός τε τὰς τῆς ψυχῆς δυνάμεις, πρός τε τὰ ἔργα τούτων, κἀκείνοις ἀνάλογον εἶναι, καὶ διὰ ταῦτα ξυγεκραμένην ψυχρῷ τε καὶ ὑγρῷ καὶ ξηρῷ, καὶ εὔκρατόν τε καὶ σύμμετρον. καὶ καλοῖτ᾽ ἂν διὰ ταῦτα δικαίως φυσική τε καὶ ἔμφυτος κρᾶις, μᾶλλον δὲ ἀπὸ ταύτης ἡ φυσικὴ καὶ ἔμφυτος κρᾶσις θερμὴ λέγοιτ᾽ ἄν, τοῦτο μέν, διὰ τὸ ἐν τῇ τῶν λόγων κράσει τὸ θερμὸν τὰς ἄλλας νικᾶν καὶ ὑπερβάλλειν ποιότητας· τὰ γὰρ ζῷα θερμὰ δήπου διὰ τὴν ἐν αὐτοῖς ὑπερβάλλουσαν θέρμην καὶ τὰς λοιπὰς νικῶσαν ποιότητας· τοῦτο δέ, διὰ τὸ τὸ θερμὸν δραστικώτατον εἶναι τῶν ἄλλων ἁπασῶ ν ποιοτήτων· οὐδεμία γάρ τε γειτνιῶσα αὐτῇ μεταβάλλει ποιότης, ὡς τὸ θερμόν.

Τοιαύτη μὲν οὖν ἡ φυσικὴ καὶ ἔμφυτος θερμασία· ἡ δὲ παρὰ φύσιν ἐστὶν ἡ ἔκ τινος ἐξωτερικῆς αἰτίας, ἥτις ποτ᾽ ἂν εἴη, μήτε οἰκείας τῇ φύσει, μήτε μὴν ἀπὸ ταύτης τὴν ἀρχὴν εἰληφυίας, ἐπερχομένη τῷ σώματι, οὐκ ἀνάλογον ὄργανον οὖσα τῶν φυσικῶν δυνάμεων, οὐδὲ τὸν ἁρμόζαντα πρὸς τὰ ἔργα σώζουσα λόγον, τοῦτο μὲν τῷ ἐπείσακτον καὶ ἀλλοτρίαν εἶναι, τοῦτο δ᾽ αὖ πάλιν τῇ ἑαυτῆς δυσκρασίᾳ μὴ σώζουσα τὴν πρὸς τὰς δυνάμεις καὶ τὰ ἔργα ἀναλογίαν· λέγοιτο δ᾽ ἂν ἡ τοιαύτη καὶ παρὰ φύσιν κρᾶσις, πρὸς τὸ θερμότερον ἀποκλίνουσα κατὰ τὸν αὐτὸν λόγον τῆς ἐμφύτου θερμότητος.

Chapter 9

Ἰστέον δέ, ὅτι, ὥσπερ ἔμφυτον, οὕτω καὶ ἐπείσακτον θερμὸν λέγομεν, οὐ μὴν δέ, ὥσπερ ἐπείσακτον, οὕτω καὶ ἔμφυτον ψυχρὸν λέγομεν· οὗ πάντως αἴτιον τὸ μὴ ἁπλῶς τε καὶ καθ᾽ αὑτὸ τὸ ψυχρὸν τὸ τῆς φύσεως ἔργον εἰσδύεσθαι, καθάπερ καὶ τὸ θερμόν· ἀλλότριον γὰρ καὶ φθαρτικὸν τῆς τῶν ἐμψύχων, καὶ μάλιστα τῆς τῶν ζῴων φύσεως τὸ ψυχρόν, καὶ ἀκινησίας μᾶλλον ἢ κινήσεως αἴτιον. Εἰ γάρ που καὶ γίνεται τῇ φύσει γε συμπαρομαρτοῦν, οὐ καθ᾽ αὑτό γε μήν, ἀλλὰ κατὰ

Chapter 10

Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἡ φυσικὴ καὶ ἔμφυτος θερμότης παρὰ φύσιν θερμότητος διενήνοχε πρῶτον μὲν τοῖς αἰτίοις, ἔπειτα τῷ εὐκράτῳ τε καὶ δυσκράτῳ, καὶ ὅλως ὥσπερ τὸ ἄκρον τοῦ μέσου· ὡς γὰρ ἀρετὴ πρὸς κακίαν, οὕτως εὐκρασία πρὸς δυσκρασίαν· κἀντεῦθεν ἑπομένως τῷ τε εἴδει καὶ τῇ μορφῇ, καθάπερ τὸ ὑγιεινὸν τοῦ νοσώδους διενήνοχε σώματος περὶ γε μὴν τὸ αὐτὸ ὑποκείμενον ἄμφω, ὡς πρὸς τρόπου τοῖς ἐναντίοις, εἰώθασι γίγνεσθαι, εἴτε πνεῦμα, εἴτε χυμός, εἴτε μόριον τοῦ τ᾽ ἂν εἴη, ἐν ᾧ πρὸς ἀλλήλας καὶ ποιοῦσι καὶ πάσχουσι.

Τὸ γὰρ ἔμφυτον θερμὸν ἢ εὔκρατον τῷ παρὰ φύσιν θερμῷ, καθάπερ ἄκρῳ μέσον, ἀντίκειται, καὶ ἐναντία ἡ ἔμφυτος θέρμη τῇ παρὰ φύσιν θερμότητι, καθάπερ ἀρετῇ κακία, ὡς μικρῷ πρόσθεν ἐλέγομεν. Τοιαύτη μὲν οὖν ἥ τε κατὰ φύσιν ἥ τε παρὰ φύσιν θερμότης, καὶ τοιαύταις ἀλλήλων διαφοραῖς, ὡς ἐκ πολλῶν ὀλίγα λέγειν,

Chapter 11

Ἐπεὶ δ᾽ ὁ πυρετὸς δοκεῖ τε καὶ λέγεται τὸ φυσικὸν θερμὸν εἶναι πρὸς τὸ πυρῶδες μεταβάλλον, φέρε θεωρήσωμεν, εἰ καλῶς δοκεῖ τε καὶ λέγεται· ἔχει γάρ πως φυσικωτέραν θεωρίαν ἡ

Chapter 12

Φημὶ δή, δυοῖν ἐναντίων πρὸς ἄλληλα δρώντων τε καὶ πασχόντων ἐν τῇ αὐτῇ ὕλῃ, θάτερον μὲν ἐκβάλλεσθαί τε καὶ φθείρεσθαι, θάτερον δὲ ἀντεισάγεσθαι. οὐδὲ γὰρ καὶ ἄμφω δυνατὸν ἐντελεχείᾳ ἐν τῷ αὐτῷ παρεῖναι ὑποκειμένῳ, οὐδ᾽ αὖ τοῦ αὐτοῦ ἀπεῖναι ὑποκειμένου, ἀλλὰ θατέρῳ μὲν ἐπερχομένῳ θάτερον ἀνάγκη τῆς ὕλης παραχωρῆσαι, θατέρου δὲ παραχωροῦντος, θάτερον αὖθις εἰσιέναι καὶ τὴν ὕλην εἰδοποιεῖν.

Οὐδέποτε γάρ, οὐδ᾽ ἐν αὐτῷ τῷ νῦν τοῦ χρόνου τῷ ἀμερεῖ, τὴν δεκτικὴν τῶν ἐναντίων ὕλην τε καὶ οὐσίαν ὑπὸ μηδετέραν οἷόν τε, φύσει τῶν ἐναντίων, εἶναι μορφήν, οὐδ᾽ αὖ τὰ πλεῖστον ἀλλήλων διεστηκότα, κἂν ὑπὸ τὸ αὐτὸ γένος ᾖ, τὴν ἐν τῷ αὐτῷ φέρει δίαιταν, ἄλλως ὑπ᾽ ἄλλῳ τεταγμένῳ τε καὶ διακειμένῳ οὐδὲ γὰρ πρὸς τὸν λόγον, καὶ εἰ τὰ μὲν ἔμμεσα, τὰ δ᾽ ἄμεσα εἴη τῶν ἐναντίων.

αἱ περὶ ἀμφοτέρων γὰρ ὁ αὐτὸς ἁρμόζει λόγος, ὅσα γε πρὸς τὴν ὕλην τε καὶ μεταβολήν· καὶ ἄλλως δέ, τὰ μέσα τοῖς ἄκροις πῶς τὰ αὐτά;

Ἐπεὶ δὲ πᾶσα φυσικὴ δρᾶσις ἢ πεῖσις, ἡ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχουσα κίνησις, κίνησις δὲ ἐν χρόνῳ, τοῦ δὲ χρόνου τὸ μὲν ἀρχή, τὸ δὲ μέσον, τὸ δ᾽ ἄκρον καὶ ἔσχατον, ἔτι δὲ καὶ τἀναντία, ἐν οἶς ἡ κίνησις, ἔμμεσα, πολλῶν ὄντων μεταξὺ τοῖν δυοῖν εἰδῶν τε καὶ ὑποστάσεων, ἀνάγκη μήτ᾽ ἐν τῇ ἀρχῇ τῆς κινήσεως θάτερον μὲν τῶν ἐναντίων φθαρῆναι, θάτερον δὲ ἀντεισαχθῆναι, μήτε μὴν ἐν τῷ μέσῳ· μάτην γὰρ ἄν ἦν ἡ ἀπὸ τῆς ἀρχῆς ἄχρι τοῦ μέσου καὶ τελευταίου, καὶ ἡ ἀπὸ τοῦ μέσου πάλιν ἐπὶ τὸ ἔσχατον κίνησις.

Λείπεται τοίνυν μόνον ἐν τῷ τῆς κινήσεως ἄκρῳ τε καὶ ἐσχάτῳ τὸ μὲν τῶν ἐναντίων πάντη φθαρῆναι καὶ μηκέτι εἶναι, τὸ δὲ ἀντεισαχθῆναι κατὰ τὸ αὐτὸ νῦν τοῦ χρόνου, ὃ καὶ ὅρος ἐστὶ τῆς κινήσεως ὁ εἰς ὅ· καὶ μεταξὺ δὲ τοῖν δυοῖν ὅροιν, τοῦ τ᾽ ἐξ οὗ, τοῦ τ᾽ εἰς ὅ, πολλὰ τῶν μέσων εἰδῶν ἀνάγκη γίγνεσθαι δήπου, τοῦ μὲν προηγούμενα, τοῦ εἰς ὅ, τῷ δ᾽ ἑπόμενα, τῷ ἐξ οὗ, ἃ οὐδέτερον τῶν ἄκρων οὔτ᾽ ἐστιν, οὔτε λέγεται, οἷον φαιόν, ὠχρόν, ἐρυθρὸν καὶ τἄλλα τῶν μέσων, εἰς ἃ πρῶτον μεταβάλλει τὸ ἐκ τοῦ μέλανος εἰς λευκὰ μεταβάλλον, ὅ οὔτ᾽ ἔστιν, οὔτε λέγεται λευκὸν ἢ μέλαν ἁπλῶς, εἰ μήπου τοῖν δυοῖν ἄκροιν παραβαλλόμενον, πρὸς ἐκεῖνο μὲν μέλαν, πρὸς δὲ τοῦτο λευκὸν λέγοιτ᾽ ἄν, ἁπλῶς δὲ οὐκ ἔστιν, εἰ μή τις τὰ εἴδη συγχέειν βούλοιτο.

Τὰ αὐτὰ δ᾽ ἂν φαίη τις καὶ περὶ τῶν ἀποστάσεων τῶν αὐτῶν καὶ τῶν ἄκρων πλὴν ὅτι τῶν ἄκρων μὲν ἐκεῖνα τῷ εἴδει, αἱ δ᾽ ἀποστάσεις τῶν αὐτῶν τῷ μᾶλλόν τε καὶ ἧττον καὶ τῇ εὐτομότητι διαφέρουσι. Τὰ αὐτὰ δὴ πάντα κἀν τῷ πυρετῷ νοῶν, οὐκ ἂν ἁμάρτοις.

Τοῦ γὰρ ἐπεισάκτου καὶ ἀλλοτρίου θερμοῦ τὸ ἐν ἡμῖν πνεῦμα, ἢ χυμόν, ἢ μόριον, ἅπερ εὔκρατά ἐστι τῇ τοῦ θερμοῦ, ἢν ἐλέγομεν, εὐκρασίᾳ, θερμαίνοντός τε καὶ ἀλλοιοῦντος, ἀνάγκη θερμότερον ἑαυτοῦ γίγνεσθαι ἕκαστον, ὡσπερεὶ ἐκ ψυχροῦ ἢ χλιαροῦ μετέβαλεν εἰς θερμόν· ἐπεὶ δὲ τὸ θερμαινόμενον οὔπω τεθέρμασται, τὸ δὲ τεθερμάσθαι ὁ εἰς ὃ τῆς θερμάνσεως ὅρος, δεῖ πάντως τὸ ἐξ εὐκράτου θερμαινόμενον ἄχρι τοῦ τεθερμάσθαι διὰ μέσων ὅτι πλείστων εἰδῶν τε καὶ ἀποστάσεων ἰέναι τῆς παρὰ φύσιν θερμότητος, ὧν οὐδεμία τῷ ἄκρῳ πάντη παρόμοιος, οὐδ᾽ ἕξις ἔστιν, οὐδὲ λέγεται.

Τὸ δὲ τοιοῦτον μέσον, τὸ δὴ τοῦ σώματος ἀλλοιώσεων, εἴτε θέρμανσις εἴτε ψύχρανσις εἴη, εἴτε καὶ ἄλλη τις τῶν ἐκ τῶν πρώτων ποιοτήτων παρωνύμως γε λεγομένων, παρ᾽ ἰατροῖς δυσκρασία λέγεται διὰ τὸ τὴν τῶν ἐναντίων ἐν αὐτῇ μάχην ἐνεστάναι· δυσκρασία μὲν τῷ μὴ ἀνάλογος εἶναι ταῖς φυσικαῖς ἐνεργείας, διάφορος δὲ τῇ πρὸς τὴν φυσικὴν αὐτῆς σχέσει.

Ἐν τῷ τοιούτῳ τοίνυν μέσῳ καὶ τὰ τοῦ σώματος μόριά φαμεν εἶναι, ὅτε τὸ σῶμα πυρέττει τὸν ἐπὶ πνεύμασιν ἢ χυμοῖς σηπυμένοις ἀναπτόμενον πυρετόν, ὡς ἐκ τῶν ἔμπροσθεν ῥηθέντων ἐστὶν ἰδεῖν.

Τῆς δ᾽ ἀλλοιώσεως ἤδη πρὸς τὸ τέλος ἡκούσης, καὶ τῆς τῶν ἐναντίων πρὸς ἄλληλα μάχης γε παυσαμένης, ἥ τ᾽ ἐπιγινομένη κρᾶσις ἴση λέγεται, θατέρου τῶν ἐναντίων ὅλου φθαρέντος, καὶ τὰ μόρια ὑπὸ τὴν τοιαύτην κρᾶσιν εἶναι καὶ ὑπὸ τὸ τεθερμάσθαι φαμέν.

Παυσαμένης δὲ τῆς ἀλλοιώσεως καὶ τῆς ἴσης ἐκείνης καλουμένης κράσεως ἐπιγενομένης, ἐπεὶ τὸ αἰσθάνεσθαι ἀλλοιώσει τινὶ τῶν αἰσθήσεων γίνεται, οὐκ ἔσται τῆς ἴσης ἐκείνης, ὥσπερ οὐδὲ τῆς φυσικῆς οὐδεμία κράσεως αἴσθησις, οὐδὲ ὀδύνη λυποῦσα τὴν αἴσθησιν.

Γέγονε γὰρ ὡσπερεὶ φυσική τις τῶν μορίων διάθεσίς τε καὶ κρᾶσις, ἧς οὐδεμία παρὰ τοῦ ἔχοντος αἴσθησις, τοῦ μηδεμίαν αὐτοῦ τινος εἰς ἑαυτὸν γίγνεσθαι δρᾶσιν, καὶ ὥσπερ ἕξις τις τοῖς μορίοις ἐμπεφυκυῖα, ὅθεν καὶ τοῦ ὀνόματος ἔτυχεν, ἑκτικὸς πυρετὸς καλουμένη παρ᾽ ἰατροῖς.

Τούτων τοίνυν οὕτω διωρισμέ νων, ἐντεῦθεν ἐστὶν ἰδεῖν, ὅτι ὥσπερ οὐκ ἔστι κυρίως εἰπεῖν τὸ μέλαν, ὅτε λευκαίνεται, ταὐτὸν δὲ εἰπεῖν, ὅτε ὑπὸ τὴν κίνησιν ἔτι καὶ ἐν τῷ μεταξύ ἐστι τῆς κινήσεως, ὅτι μετέβαλεν εἰς λευκόν, τῷ τὸ λευκαινόμενον ἔτι μὴ λελευκάσθαι, καθάπερ οὐδὲ λευκανθὲν καὶ ἐν τῷ εἰς ὃ τῆς κινήσεως ὂν λέγοιτ’ ἂν ἀμηγέπη μέλαν, τῆς μελανίας πάντη φθαρείσης, οὕτως οὐδὲ τὸν ἐπὶ πνεύμασι καὶ χυμοῖς σηπομένοις ἀναπτόμενον πυρετὸν λέγειν δίκαιον παρὰ φύσιν θερμασίαν εἰς πυρώδη μεταβάλλουσαν.

Τὸ γὰρ μεταβάλλον οὐ μεταβέβληκεν, εἰ μή τις λέγειν ἐθέλει πᾶν τὸ μεταξὺ εἶδος καὶ πᾶσαν ἀπόστασιν πυρώδη καὶ θερμότητα καὶ δυνάμει μόνον οὖσαν, ἐντελεχείᾳ δὲ οὔ· τὸ γὰρ κινούμενον δυνάμει τοῦ πρὸς ὃ κινεῖται, οὐκ ἐντελεχείᾳ· οὐ γὰρ ἂν ἐκινεῖτο, ἀλλ᾽ ἠρέμει, τοιοῦτον ἐντελεχείᾳ ὄν, οἷον τὸ πρὸς ὃ κινεῖται· ἄλλως γὰρ κινούμενον τὸ αὐτό, καὶ μὴ κινούμενον κατὰ τὸ αὐτὸ καὶ ἐν τῷ αὐτῷ γ᾽ εἴη ἄν, ὅπερ ἀντίφασις· ὅ γε μὴν ἑκτικὸς πυρετὸς ἔστι μὲν ὡς τὸ κατὰ φύσιν θερμὸν εἰς τὸ πυρῶδες μεταβάλλον, ἔστι δὲ ὡς οὔ.

Εἰ μὲν γὰρ τὸ θερμὸν ἀντὶ τῆς ποιότητος νοηθείη τε καὶ ληφθείη, οὐκ ἔστι· τὸ γὰρ πυρῶδες ἐκεῖνο θερμὸν οὐδαμῶς ἐστι τὸ κατὰ φύσιν θερμόν· εἰ δ᾽ ἀντὶ τοῦ ὑποκειμένου, καὶ μάλα· τὸ γὰρ ἐν τῷ ἑκτικῷ μεταβάλλον πυρετῷ, ποιόν, ἀλλ᾽ οὐ ποιότης ἐστί, καὶ τὸ τοιοῦτον οὐ θέρμη, θερμὸν δὲ λέγεται, οὐδ᾽ αὖ πυρετός, ἀλλὰ μᾶλλον πυρέσσον· χρῶνται δ᾽ ὁμοίως οἱ ἰατροὶ ταῖς τοιαύταις τῶν λέξεων ἐστιν ὅτε, καὶ οὐκ ἄνευ ἴσως αἰτίας καὶ λόγου.

Ἐπειδὴ γὰρ ἐν τῷ μεταξὺ τῆς τοιαύτης ἀλλοιώσεως ἄπειρα δήπου τὰ εἴδη, καθάπερ ἐν τοῖς φυσικοῖς δέδεικται, μὴ τυχόντα ὀνόματος, ἔδει τὸν ἰατρόν, περὶ ἐκείνων λόγον ποιούμενον, τῷ τοῦ ἄκρου, πρὸς ὅπερ ἡ κίνησις, ὀνόματι ταῦτα καλεῖν, περὶ παντὸς ἁπλῶς λέγοντα πυρετοῦ, ὅτι τὸ κατὰ φύσιν θερμόν ἐστι πρὸς τὸ πυρῶδες μεταβάλλον. Ἀληθεύει δὲ μᾶλλον, εἴτις ἐθέλοι λέγειν τὸ τοιοῦτον περὶ τοῦ ἑκτικοῦ, καθάπερ εἴρηται,

Chapter 13

Ἐπιστάσεως δὲ ἄξιον, ὅτι ὁ πυρετὸς οὐκ ἔστιν οὐδενὸς ἢ μόνων τῶν σώματος, ἃ καὶ κυρίως ἔστι τε καὶ λέγεται ἔμψυχα· οὔτε γὰρ τὸ ἐν ἡμῖν πνεῦμα κυρίως, οὔθ᾽ οἱ χυμοί, μόνα δὲ πυρέττει τὰ τοῦ σώματος μόρια, ἅπερ καὶ ὄργανα τῶν παρ’ ἡμῖν εἰσιν ἐνεργειῶν, εἰκότως.

Ὡς γὰρ ἡ ὑγεία, διάθεσις φυσική τις οὖσα τοῦ ἀνθρωπίνου σώματος, δι’ ἧς τελείως ὁ ἄνθρωπος τὰς ἑαυτοῦ προσηκούσας ἐνεργείας ἀποτελεῖ, ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· χυμοὶ δὲ καὶ πνεύματα ποιητικὰ ταύτης αἴτια, τὰ μὲν ὡς ὄργανον καθόλου καὶ γενικὸν τῆς ψυχῆς, οἱ δὲ ὡς ὕλη τῶν μορίων, ἐξ ὧν αὔξεταί τε καὶ τρέφεται· οὕτω καὶ ἡ νόσος, ἧς εἶδος ὁ πυρετός, διάθεσις παρὰ φύσιν τοῦ ἀνθρωπίνου σώματος, ὑφ᾽ ἧς ἐν ταῖς ἐνεργείαις καθ᾽ αὑτὸ καὶ πρώτος αἰσθητὴ γίγνεται βλάβη, ἐν τοῖς αὐτοῖς ἔσται μορίοις τοῦ σώματος, ὧν αἱ ἐνέργειαι· τὰ γὰρ ἐναντία ἐν τῷ αὐτῷ πέφυκε γίγνεσθαι.

Πνεῦμα δὲ καὶ χυμοὶ ποιητικὰ μᾶλλον, ἀλλ᾽ οὐχ ὑλικὰ νόσου καὶ πυρετῶν αἴτια. ἄλλως τε νόσον καὶ ὑγείαν, πάθη τῶν τοῦ ἐμψύχου, ᾗ ἔμψυχα, ὄντα, δεῖ ὡς ἐν ὑποκειμένοις εἶναι τοῖς ἐμψύχοις μόνα δὲ τῶν ἐν ἡμῖν ὄντων τὰ μόρια ἔμψυχα· πνεύματα γὰρ καὶ χυμοὶ ἄψυχα, μήτε τρεφόμενα, μήτ᾽ ἄλλην τινὰ φυσικὴν ἐνεργείαν ἔχοντα· ὥστε πᾶς πυρετός, εἴτ᾽ ἐφήμερος, εἴτ᾽ ἐπὶ χυμοῖς ἀναπτόμενος σηπομένοις, εἴτε καὶ ἐπτικὸς ἐν τοῖς μορίοις ἐστὶ τοῦ σώματος, κἂν οἱ μὲν γίγνωνται ἔτι καὶ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχωσιν, ὁ δ᾽ ἑκτικός, γεγονὼς ἤδη, οὐκέτι γίγνεται, οὐδ᾽ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχει.

Ταῦτ᾽ ἄρα καὶ πυρέττειν μέν φαμεν τὰ μόρια, καὶ θερμαίνεσθαί τε καὶ τεθερμάσθαι· τὸ γὰρ πυρέττον ἅπαν ἢ θερμαίνεται, ἢ τεθέρμασται· οὐχ ἅπαν δὲ τὸ θερμαινόμενον ἢ καὶ τεθερμασμένον πυρέσσει τοῦτο τὸ μόριον, ὅτῳ χυμὸς ἢ πνεῦμα πυρετῶν αἴτια, αἴτιά γε μὴν ὡς

Chapter 14

Ἐκ δὲ τούτων φανερόν, ὅτι τῶν πυρετῶν οἱ μέν εἰσι γιγνόμενοι, οἱ δὲ γεγονότες, ὥσπερ καὶ τῶν νόσων αἱ μέν εἰσι γεγονυῖαι, αἱ δὲ γιγνόμεναι, ὧν τὸ μὲν γέγονε, τὸ δὲ γενήσεται· καὶ οὔπω λέγω, ὅτι καὶ οὔπω ὄντες τινές εἰσιν, ἐσόμενοι δέ, ἐκ τῆς κατὰ τὸ σῶμα διαθέσεως. Ἀλλὰ ταῦτα μὲν ἐν ἄλλοις, ῥηθήσεται δ᾽ ἴσως σὴν χάριν καὶ μετρίως ἐν τοῖς ἑξῆς.

Οὕτω μὲν οὖν καὶ περὶ τούτου διώρισται. Καιρὸς δ᾽ ἂν εἴη λοιπὸν ἐπὶ τὰ ἑξῆς τρέψαι τὸν λόγον. Καὶ πρῶτον μὲν περὶ τῶν ἐν ἡμῖν ῥητέον· ὑγρὰ δὲ ταῦτα καὶ πνεύματα καὶ στερεά· ἐπειδήπερ ἀνωτέω τούτων ἐμνήσθημεν· ἔπειτα καὶ περὶ αἰτίων ἐν γένει, καθ᾽ εἱρμόν τινα τοῦ λόγου

Chapter 15

Τριῶν τοίνυν ἐν ἡμῖν ὄντων, στερεῶν, ὑγρῶν καὶ τῆς ἀερώδους οὐσίας, καὶ τῶν μὲν μορίων τοῦ ἡμετέρου σώματος ὄντων τῶν στερεῶν, τῶν δὲ χυμῶν τῶν ὑγρῶν, τοῦ δὲ φυσικοῦ πνεύματος τῆς ἀερώδους οὐσίας, συμβαίνει τὴν παρὰ φύσιν θερμότητα ἄλλοτε μὲν ἐξ ἄλλου τῶν εἰρημένων ἄρχεσθαι, ἐπινέμεσθαι δὲ καὶ συνδιατιθέναι τῷ πεπονθότι τὰ λοιπὰ δύο γένῆ, εἰ μὴ φθάσειε λυθῆναι πρότερον καὶ διαφορηθῆναι· κἀντεῦθεν τρεῖς ἡμῖν καὶ παρὰ τὴν ὕλην διαφοραὶ τῶν πυρετῶν ἀναφαίνονται.

Μία μέν, καθ᾽ ἣν ἡ ἀερώδης μὲν οὐσία μόνη τθέρμασται ἱκανῶς, τὰ δὲ ὑγρὰ καὶ τὰ στερεὰ θερμαίνεται μὲν καὶ αὐτὰ ἔτι, τεθέρμασται δὲ οὐδέπω· διαφέρει γὰρ οἱ μικρῶς τὸ θερμαίνεσθαι τοῦ τεθερμάσθαι· τὸ μὲν γὰρ γίγνεται, δυνάμει τέ ἐστι ξυμπεφυρμένον ἀεὶ καὶ οὔπω ἐντελεχείᾳ τὸ εἶναι ἔχει, τὸ δὲ γέγονε μὲν ἤδη, καὶ οὔτε δυνάμει ξυμπέφυρται, καὶ ἐνεργείᾳ ἐστίν· ἄλλη δέ, καθ᾽ ἣν τῶν ὑγρῶν μὲν ἡ οὐσία τεθέρμασται, τεθέρμασται δὲ οὔπω οὔθ᾽ ἡ ἀερώδης οὐσία, οὔτε τὰ στερεά· θερμαίνεταί γε μὴν ἔτι καὶ οὔπω τεθέρμασται· τρίτη δὲ καὶ ἐσχάτη, καθ᾽ ἣν τεθέρμασται μὲν ἤδη τὰ στερεά, τὰ δ᾽ ἄλλα θερμαίνεται μέν, οὐ τεθέρμασται δέ.

Ἡ προτέρα μὲν οὖν τῶν διαφορῶν τοὺς ἐφημέρους, ἡ δὲ δευτέρα τοὺς ἐπὶ χυμοῖς σηπομένοις ἐναπτομένους, ἡ δὲ τρίτη τοὺς ἑκτικοὺς ἀνέδειξε

Chapter 16

Γένοιτο δ᾽ ἂν τὰ ῥηθέντα σοι δῆλα, ἐπεξιόντι μὲν καὶ ἅπερ ἡμεῖς εἰς τὴν τούτων σαφήνειαν θήσομεν παραδείγματα, ἐν ᾧ περὶ διαφορᾶς πυρετῶν λέγομεν, οὐχ ἧττον δὲ καὶ τὸ παρὸν ἀναλεγομένῳ παράδειγμα, ̔πποκράτει καὶ Ἀρεταίῳ προσευρεθέν, τοῖς ἄρτι ῥηθεῖσιν ὡς οἰκειότατον.

Προκείσθω γὰρ ἡμῖν εἰς θεωρίαν τὸ βαλανεῖον, καὶ θεωρῶμεν ὅσας ἔχει διαφερούσας ἀλλήλων φύσεις, ἐξ ὧν συνίσταται, καὶ ὅπως ἔχει ἢ δύνατ᾽ ἔχειν πρὸς θέρμανσιν.

Οὐκοῦν τρεῖς οὐσίαι διάφοροι τοῦ βαλανείου συστατικοί· τοῖχοι, ὕδωρ, καὶ ὁ ἐντὸς ἐγκεκλεισμένος καὶ ἐμπεριεχόμενος ὑπὸ τῶν τοίχων ἀήρ· ἀκολουθοῦσι δὲ τοῖχοι μὲν τοῖς ἐν ἡμῖν στερεοῖς, χυμοῖς δὲ ὕδωρ, ἀὴρ δὲ πνεύμασι· καὶ θερμαινέσθω ὁ ἐμπεριεχόμενος ὑπὸ τοῦ βαλανείου ἀήρ, μηδενὸς ἄλλου τούτων ῥηθέντων ἐκείνῳ συνθερμαινομένου· δυνατὸν δὲ τὸ τοιοῦτον οὐ μόνον τῆ ἐπινοίᾳ, ἀλλὰ καὶ ἐν τῷ γενέσθαι τῷ πράγματι· τεθερξ μασμένου δὴ τοῦ ἀέρος, θερμαίνεται πρῶτον μὲν δὴ τὸ ἐν τῷ βαλανείῳ ὕδωρ· τοῦτο γὰρ λεπτομερεστέρας οὐσίας καὶ εὐπαθεστέρας, ἤπερ ὁ τοῖχος· ἔπειθ᾽ ὁ τοῖχος.

Καὶ τοῦτο τῆς προτέρας ἂν εἴη τῶν πυρετῶν διαφορᾶς τὸ παράδειγμα, καθ᾽ ἣν ἐλέγομεν τοὺς ἐφημέρους ἀναφαίνεσθαι πυρετούς, ἀναπτομένης μὲν καὶ τεθερμασμένης ἤδη τῇ παρὰ φύσιν θερμότητι τῆς ἀερώδους οὐσίας, ταὐτὸν δὲ εἰπεῖν τοῦ πνεύματος, τῶν δὲ χυμῶν καὶ τῶν μυρίων ἔτι θερμαινομένων.

Πάλιν τεθερμάσθω πρῶτον τὸ ἐν τῷ βαλανείῳ ὕδωρ· οὐκοῦν θερμανθέντος ἐκείνου, θερμαίνεται μὲν αὐτίκα καὶ ὁ ἀήρ, ἔπειτα δὲ καὶ ὁ ἐμπεριέχων ἐκεῖνον τοῖχος· μήπω δὲ τεθερμάσθω, ἀλλ᾽ ἔτι θερμαινέσθω· καὶ τὸ παράδειγμα τῆς δευτέρας ἂν εἴη τῶν πυρετῶν διαφορᾶς, καθ᾽ ἣν ἐλέγομεν τοὺς ἐπὶ χυμοῖς σηπομένοις ἀνάπτεσθαι πυρετούς, τεθερμασμένων μὲν τῶν ὑγρῶν, τῶν δ᾽ ἄλλων ἔτι θερμαινομένων.

Ἔτι, τεθερμάσθω πρῶτον ὁ τοῖχος τοῦ βαλανείου, καὶ μετὰ τοῦθ᾽ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ἐκείνῳ ξυνθερμαινέσθω· κἀντεῦθεν ἡ τρίτη καὶ τελευταία τῶν πυρετῶν ἐξεικονισθήσεταί σου διαφοράν, καθ᾽ ἣν οἱ ἑκτικοὶ πυρετοί, τεθερμασμένων μὲν ἤδη τῶν στερεῶν, τῶν δ᾽ ἄλλων ἔτι θερμαινομένων,

Chapter 17

Φανερὸν μὲν οὖν διὰ τούτων καὶ ὡς τρία μόνα τὰ ἐν ἡμῖν, ἐν οἷς ἡ παρὰ φύσιν θερμότης, μόρια, χυμοί, πνεύματα· τὰ αὐτὰ δὲ καὶ παρ᾽ Ἱπποκράτει ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα καλεῖται, ἴσχοντα μὲν τὰ μόρια, ἃ καὶ στερεὰ προσαγορεύεται, ἰσχόμενα δὲ οἱ χυμοί, ἐνορμῶντα δέ γε τὰ πνεύματα, ἕκαστον ἐκ τῆς ἰδίας δυνάμεως τὴν προσηγορίαν ἁρμόζουσαν εἰληφός.

Ἴσχει μὲν γὰρ καὶ κατέχει τὰ στερεά, ἐνίσχεται δὲ καὶ ἐμπεριέχεται ὑπὸ τούτων τὰ ὑγρὰ τε καὶ διαρρέοντα, ταὐτὸν δὲ εἰπεῖν οἱ χυμοί, ὁρμᾷ δὲ τὰ ἐν ἡμῖν πνεύματα, λεπτομερεστάτης οὐσίας ὄντα καὶ θερμοτάτης, καὶ ῥᾷστα διὰ πάντων χωροῦντα τῶν μορίων τοῦ

Chapter 18

Φανερὸν δὲ καὶ ὡς τρία μόνα τὰ γένη τῶν πυρετῶν, καὶ οὔτε πλείω, οὔτε ἐλάττω· ἐφήμεροι δηλαδὴ καὶ οἱ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις, ἔτι δὲ καὶ οἱ ἑκτικοὶ καλούμενοι πυρετοί. δεχόμενά γε μὴν καὶ ταῦτα πλείους διαφοράς, τήν τε παρὰ τὸ μᾶλλον καὶ τὸ ἧττον τῆς παρὰ φύσιν θερμότητος, ἣν δὴ καὶ οὐσιώδη πυρετῶν λέξομεν εἶναι διαφοράν, καθ᾽ ἣν μεγάλους τε καὶ μικροὺς ὀνομάζομεν πυρετούς, καὶ τὴν παρὰ τὸν τῆς κινήσεως τρόπον, καθ᾽ ἣν βραδεῖς τε καὶ ταχεῖς λέγονται πυρετοί, καὶ διαλείποντες καὶ μή, ἔτι δὲ καὶ τὴν παρὰ τὰ ξυμπτώματα τῆς παρὰ φύσιν θερμότητος, ἐξ ὧν, ὡς ἐκ σημείων, ἡ διάγνωσις, ὁποῖός ποτ’ ἂν ὁ πυρετὸς εἴη, τοῖς ἰατροῖς εἴωθε γίγνεσθαι, καθ᾽ ἣν εἰώθαμεν λέγειν τῶν πυρετῶν τοὺς μὲν ἐξερύθρους, τοὺς δὲ ἐξώχρους, ἄλλους πελίους, καὶ ἄλλους ἄλλως. Ἀλλὰ ταῦτα μὲν ἐν τῷ περὶ διαφορᾶς πυρετῶν εἰρήσεται καὶ σαφέστερον· εἰρήσθω δὲ καὶ νῦν ὀλίγ᾽ ἄττα σὴν χάριν, εἰ καὶ παρεκβατικώτερον τὸν λόγον

Chapter 19

Φανερὸν τοίνυν ἐκ τῶν εἰρημένων, ὅτι ῥᾷστα μὲν πάντων ἀνάπτεταί τε τὸ πνεῦμα καὶ τάχιστα διαλύεται, ἧττον δὲ οἱ χυμοί, ἔτι δὲ ἧττον τὰ μόρια. Ταῦτά τοι καὶ ἀπὸ τυχούσης σχεδὸν αἰτίας φαύλης καὶ ἀμυδρᾶς ὁ ἐφήμερος γίνοιτ᾽ ἄν, καὶ ἀπογίνεται δὲ ῥᾳδίως, τοῦ ἀναφθέντος ῥᾷστα διαφορηθέντος πνεύματος.

Οἱ δ᾽ ἐπὶ χυμοῖς ἀναπτόμενοι σηπομένοις οὐκ ἀπὸ φαύλης τινὸς αἰτίας γίνονται πυρετοί· στερεωτέρα γὰρ ἡ τῶν χυμῶν φύσις καὶ ἀντιπράττουσα μᾶλλον, ἤπερ τὰ πνεύματα, καὶ ἄλλος ἄλλου στερεωτέραν μᾶλλον καὶ ἀντιπράττουσαν ἔχει φύσιν, ὡς ἐν τοῖς ἑξῆς εὖ ἄγαν εἰσόμεθα, δυσκόλως τε ἀπογίνονται τοῖς αὐτοῖς πάλιν λόγοις, καὶ μᾶλλον ὅσοιπερ ἐπὶ στερεώτερον χυμοῦ ἀναπτονται.

Οἵ γε μὴν ἑκτικοὶ καὶ δυσκολώτατα γίνονται καὶ δυσκολώτατα ἀπογίνονται οὐ γὰρ ῥᾳδίως ἀνάπτεται τὰ μόρια, στερεωτέρας τυχόντα φύσεως, οὔτ᾽ αὖ πάλιν θερμανθέντα, ῥᾳδίως ἀποβάλλει τὴν θερμασίαν· τὸ γὰρ στερεὸν δυστύπωτόν τε ἅμα καὶ τῆς ἐντυτωθείσης αὐτῷ καὶ μορφῆς καὶ ποιότητος ἄγαν φυλακτικόν, εἰ μή που πρὸς τὴν ἐναντίαν μᾶλλον ῥέπει ποιότητα. Ταῦτ᾽ ἄρα καὶ ἑκτικοὶ κέκληνται πυρετοί, ὡς ἕξεις ὄντες καὶ

Chapter 20

Ἐπιστῆσαι δὲ ἄξιον, ὅτι τριῶν ὄντων ἐν γένει τῶν πυρετῶν, ὥσπερ εἴπομεν, ὁ μὲν ἐφήμερος ὑποδιαιρεῖται πάλιν κατὰ τὴν τῶν αἰτίων διαφοράν, ἅπερ ἐν τῷ πνεύματι τοιαύτην παρὰ φύσιν θερμασίαν πρῶτον ποιεῖ, καὶ οὐ κατὰ τὴν ἐν τῷ πνεύματι κατ᾽ οὐσίαν διαφοράν· τὸ γὰρ πνεῦμα ὁμοιομερές ἐστι πάντη, καὶ οὐ τῆς αὐτῆς ἐστιν ἑτερότητος, ἧσπερ καὶ ὁ χυμός.

Ὁ δ᾽ ἐπὶ χυμοῖς ἀναπτόμενος πυρετὸς οὐ κατὰ τὴν τῶν αἰτίων διαιρεῖται· ἒν γάρ ἐστιν αἴτιον, τὸ συνεζευγμένον δηλαδή, τὸ τὸν τοιοῦτον ἀποτλοῦν πυρετόν, ἡ ἐν τοῖς χυμοῖς μεταβολή τε καὶ σῆψις· ἀλλὰ κατὰ τὴν τῶν χυμῶν ἑτερότητα καὶ διαφορὰν ἡ διάφορος ὕλη τῆς σήψεως γίγνεται.

Ὁ δ᾽ ἑκτικὸς πυρετὸς κατὰ μὲν τὰ αἴτια οὐδεμίαν ἐπιδέχεται τὴν διαφοράν. ὁ γὰρ αὐτὸς διὰ παντός ἐστι πυρετός, κἂν ἐκ διαφορῶν γένηται· κατά γε μὴν τὴν τῶν μορίων ὑγρότητα, φθειρομένην τε καὶ δαπανωμένην καὶ μαραινομένην ὑπὸ τῆς τούτου διαμονῆς, διαφορὰς πολλὰς ἐπιδέχεται, καθάπερ ἐν τῷ περὶ τούτου λέξομεν λόγῳ.

Οὕτω μὲν οὖν τρεῖς αἱ κυριώταται τῶν πυρετῶν, αἷς ἐκ τῆς ἐξ ἡμῖν πρῶτον ὕλης ἡ παρὰ φύσιν ἀνάπτεται θερμασία, διαφοραί, καὶ οὔτε πλείους, οὔτε ἐλάττους· νυνὶ δὲ περὶ ἑκάστον τούτων λέξομεν ἀκριβέστερον. Ἀλλὰ πρῶτον περὶ αἰτίων ῥητέον ἐν γένει, ἔπειτα περὶ αὐτῶν κατὰ τὴν ὑπόσχεσιν τοῦ λόγου

Chapter 21

Αἴτιον τοίνυν παρ᾽ ἰατροῖς τὸ πρῶτον ὄν, ἀφ᾽ οὗ γίνεταί τις ἐν τῷ ἀνθρωπείῳ σώματι διάθεσις ἢ διάμονὴ διαθέσεως.

Πρῶτον μὲν οὖν ὂν εἴρηται διὰ τὸ ἀρχοειδέστερον εἶναι τὸ αἴτιον τοῦ ἰδίου αἰτιατοῦ, καὶ χρόνῳ μὲν ἔστιν ὅτε, φύσει δὲ ἀεὶ πρότερον ὑπάρχον ἐκείνου· ἀφ᾽ οὗ δὲ γίνεταί τις ἐν τῷ ἀνθρωπείῳ σώματι διάθεσις, πρόσκειται πρὸς δὲ καὶ τὸ ἢ διαμονὴ διαθέσεως, τὸ μὲν ποιητικόν, τὸ δὲ φυλακτικὸν σημαῖνον ἢ νόσου, ἢ τῆς οὐδετέρας διαθέσεως αἴτιον.

Δύο γὰρ τὰ αἴτια παρ᾽ ἰατροῖς, τὸ ποιητικὸν καὶ τὸ φυλακτικὸν· οὐχ ἑνὸς δηλαδὴ σώματος, ἀλλὰ πλειόνων, ὑγιεινῶν, νοσερῶν τε καὶ οὐδετέρων, καὶ τούτων πάλιν, τῶν ἁπλῶς τε καὶ ἐν τῷ νῦν, ὥσπερ καὶ τῶν ἁπλῶς, τῶν ἀεί τε καὶ ἐπὶ τὸ πολύ· τὸ γὰρ αἴτιον ἐν τῷ πρός

Chapter 22

Ἀλλὰ πῶς τὸ φυλακτικὸν αἴτιον τὸ ὂν πρῶόν ἐστι; προτέρα γὰρ ἡ φυλακτὴ ὑγεία τοῦ φυλακτικοῦ ταύτης αἰτίου· δεῖ γὰρ εἶναι τὴν ὑγείαν, εἶτα φυλάττεσθαι· πρὸς δέ, ταῦτα πρὸς ἄλληλα λέγεται· τὸ γὰρ φυλακτικὸν ὑγείας, φυλακτῆς ὑγείας φυλακτικόν, καὶ τὸ ἀνάπαλιν· τὰ τοιαδὶ δ᾽ ἅμα τῇ φύσει· οὐκ ἄρα τὸ φυλακτικὸν αἴτιον τὸ ὂν πρῶτόν ἐστιν.

Ὑγεία μέν, ᾗ τοιαύτη, προτέρα τοῦ φυλάττοντος ταύτην αἰτίου· ὑγεία δέ, ᾗ φυλακτή, ὑστέρα Καὶ τὰ πρὸς ἄλληλα δὲ τοῦ αὐτοῦ φύσει, καὶ οὐ προτέρα. οὐ πάντα ἅμα τῇ φύσει, ἅμα γε μὴν ἅπαντα φύσει τῇ γε νοήσει· ἄνευ γὰρ θατέρου θάτερον οὐ

Chapter 23

Ἀλλὰ πάλιν πῶς αἴτιον τὸ φυλακτικὸν ὑγείας ἢ νόσου; οὔτε γὰρ ὑλικόν· ἡ γὰρ ὕλη τοῦ ὅλου ἐστὶ μόριον καὶ φυλάσσει δὲ οὐχ ᾗ ὕλη, ἀλλὰ τὸ εἶδος μᾶλλον ἐκείνου, οὗ ἐστιν εἶδος.

Πρὸς δέ, τὸ συμβεβηκὸς πῶς ἕξει τὸ ὑλικὸν αἴτιον, τὸ ἐξ οὗ; τὸ γάρ, ἐν ᾧ μόριόν ἐστι καὶ οὐ φυλακτικὸν αἴτιον, οὔτε ποιητικόν, ἐπείπερ ἀντιδιήρηται τὸ ποιητικὸν τῷ φυλακτικῷ, οὔτε μὴν εἰδικόν· τὸ γὰρ φυλακτικὸν αἴτιον, περὶ οὗ ὁ λόγος τοῖς ἰατροῖς, ἀλλότριόν τε καὶ ἔξω τοῦ οὗ ἐστι, πάντως φυλακτικόν· τὸ δὲ εἶδος ἴδιόν τε καὶ τοῦ οὗ ἐστιν εἶδος οὐσιῶδές γε μόριον προσέτι καὶ τοῦ εἴδους εἶδος οὐκ ἔστιν· οὕτω γὰρ ἂν εἰς ἄπειρον ἐκπεσούμεθα· ἀλλ᾽ οὐδὲ τελικόν, ὅτι οὐδὲ τὸ τέλος τῆς ὑγείας ἢ νόσου τὸ φυλακτικὸν αἴτιον, μᾶλλον μὲν οὖν ταῦτα τέλος ἐκείνου καὶ διὰ ταῦτα

Chapter 24

Τὸ φυλακτικὸν εἰς τὸ ποιητικὸν ἀνάγεται δήπου, καί πως τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως. Τὸ γὰρ ποιητικὸν καὶ φυλακτικὸν δύναται εἶναι, τῆς ἐπιρροίας ἐκείνου συνεχοῦς οὔσης τῷ ἐπιδεκτικῷ· τὸ γὰρ φῶς ποιεῖ μὲν δυνάμει τὰ χρώματα ἐνεργείᾳ χρώματα, γενόμενα δὲ φυλάττει· καὶ ὁ χυμὸς δέ, μορίῳ τινὶ ἐπιρρέων, θερμαίνει μὲν ἐκεῖνο ἢ ψύχει τῇ ἰδίᾳ ποιότητι, θερμανθὲν δέ γε ἢ ψυχθὲν τοιοῦτον ἔτι φυλάττει, εἰ μὴ ἐκείνου γε χωρισθείη· καὶ πάλιν, ἐπιρρέων τινὶ μορίῳ, ἐμφράττει μὲν τοὺς πόρους ἐκείνου καὶ τὰς ὁδούς, εἶτ᾽ ἐμφραχθείσας φυλάττει, τῷ χωρίῳ ἐμφιλοχωρῶν καὶ μὴ μεταβάς, ἢ καὶ διαφορηθεὶς ἢ αὐτομάτως ἢ καὶ ἐπικουρίᾳ τινί.

Ἐς τοῦτο δὲ φέρει καὶ ὃ τοῖς ἰατροῖς ἔθος λέγειν, ὅτι τὰ νοσερὰ αἴτια νόσον ἐμποιοῦσι τῷ σώματι καὶ τὴν αὐτὴν ἔτι διαφυλάττουσιν.

Ἀληθὲς μὲν οὖν καὶ πάνυ περὶ τοῦ ποιητικοῦ τῆς νόσου αἰτίου, ὡς, εἰ μὴ χωρισθείη τοῦ πάσχοντος, γένοιτ᾽ ἂν ἐκ ποιητικοῦ καὶ φυλακτικόν· οὗ πάντως αἴτιον ἡ τῆς ἐνεργείας τούτου συνέχεια καὶ ἡ ἀντικειμένου μάχη· ὅθεν καὶ ἀμηγέπη τῆς τοῦ εἰδικοῦ κεκοινώνηκε φύσεως, διαφυλάττον τὴν νόσον, ὡς τὸ εἶδος ἐκεῖνο, οὗ ἐστιν εἶδος.

Οὐ πάνυ δὲ ἀληθὲς τὸ αὐτὸ λέγειν περὶ τοῦ ποιητικοῦ τῆς ὑγείας αἰτίου, ὡς τὴν ὑγείαν ἐμποιῆσαν τῷ σώματι. ἐς τὸ φυλακτικὸν ἔπειτα μεταβάλλοι γ᾽ ἄν. Εἰ γὰρ τῆς ἐνεργείας τούτου συνέχεια γένοιτο, τὸ ὑγιασθὲν ἤδη σῶμα εἰς τὴν ἀντικειμένην διάθεσιν ἔξω θήσεται τῇ ἐξ ἧς ἐπηνώρθωτο καταστάσει· αἴτιον δὲ τὸ ποιητικὸν αἴτιον τῆς ὑγείας μᾶλλον ἀνήκειν τῇ νόσῳ ἢ τῇ ὑγείᾳ, τοσοῦτόν τε ἀπὸ θατέρου μέρους τῆς ὑγείας ἀφίστασθαι, ὅσον ἀπὸ θατέρου τῆς αὐτῆς αὖθις ἡ νόσος, ὧν οὐδέτερον ἄν τις εἴποι περὶ τοῦ φυλακτικοῦ τῆς ὑγείας αἰτίου.

Τὸ τοίνυν ποιητικὸν καὶ φυλακτικὸν τῆς νόσου γένοιτ᾽ ἂν αἴτιον, ὡς ἐλέγομεν, καὶ διὰ τοῦτο πρὸς ἐκεῖνό γε ἀναχθήσεται τό γε μὴν φυλακτικὸν τῆς ὑγείας, κἂν μὴ ποιητικὸν αἴτιον ᾖ τῆς αὐτῆς ἐπὶ τοῦ αὐτοῦ, πρὸς τὸ ποιητικὸν ὅμως ἀνάγεται· ἐπανορθωτικὰ γὰρ τετύχηκεν ὄντα τῷ γένει τὰ φυλακτικὰ τῶν αἰτίων, ὡς καὶ Ἀρεταῖος ἐν τῷ περὶ φυλακτικῶν

Chapter 25

Ἀπορίας δὲ ἄξιον καὶ πῶς τὸ παρ᾽ ἰατροῖς ἄξιον, τὸ ποιητικόν ἐστι μόνον καὶ τὸ φυλακτικὸν ὑγείας καὶ νόσου, τὰ μὲν ὑλικά, τὰ δὲ εἰδικά, τὰ δὲ ποιητικά, τὰ δὲ τελικά, ἐξ ὧν ἡμῖν ἐγγίγνεσθαι τὴν εἴδησιν τῆς ὑγείας τε καὶ τῆς νόσου.

Κυρίως μὲν ταῦτα τὸ ὑλικὸν οὐκ ἔχουσιν αἴτιον τὸ ἐξ οὗ, συμβεβηκότα γε ὄντα, οἷς οὐκ ἔστι τὸ ἐκ τῆς ὕλης γίγνεσθαι. ὕλη γάρ ἐστι τὸ ἐξ οὗ γίνεταί τι ἐνυπάρχοντος, καὶ μόριόν ἐστιν οὐσιῶδες τοῦ ἐξ αὐτῆς γενομένου· ταῦτά τοι καὶ ἡ κυρίως ὕλη μόνης ἐστὶ τῆς συγκειμένης καὶ συνθέτου οὐσίας, οὐ τῶν συμβεβηκότων τινός· ἔχει δ’ ὅμως τὸ ὑλικὸν αἴτιον τὸ ἐν ᾧ, τουτὶ δέ ἐστι τὸ ὑποκείμενον, ἐν ᾧ ὑγεία καὶ νόσος, πλησιέστερόν τε ὂν καὶ πορρωτέρω· προσεχέστερον μὲν τὸ μόριον, πορρωτέρω δὲ ὁ χυμός, ἔτι δὲ πορρωτάτω γε τὸ στοιχεῖον.

Διὸ κακῶς λέγουσι τῶν ἰατρῶν οἳ νόσον τινά φασιν ἐξ ὕλης γε γίγνεσθαι, καθάπερ τὸν ἐπὶ χυμοῖς σηπομένοις πυρετὸν ἐκ χυμοῦ· οἷον τριταῖον μὲν ἐκ ξανθῆς, τεταρταῖον δ᾽ ἐκ μελαίνης χολῆς, ὥσπερ ἐξ ὕλης, κυρίως γίγνεσθαι· οὐ γὰρ ὑλικὸν ὁ χυμὸς τῶν τοιούτων, ἀλλὰ ποιητικὸν μᾶλλον αἴτιον, ἐξ αὐτοῦ τε γίγνεται τὰ τοιαῦτα, οὐχ ὡς ἐνυπάρχοντος, ἀλλ᾽ ὡς ἀρχὴν κινήσεως ἔχοντος.

Τὸ πόιητικὸν δὲ μηδὲ τῷ εἴδει ξυμπίπτειν τῷ ὑλικῷ αἰτίῳ πρὸς τῶν φυσικῶν μεμαθήκαμεν· ὥστε ποιητικὰ μόνον, ἀλλ᾽ οὐχ ὑλικὰ τὰ τοιαῦτα τῶν τοιούτων γένοιτ᾽ ἄν ποτε αἴτια.

Εἰ δὲ που παρ’ ἰατροῖς νόσον ἐξ ὕλης γίγνεσθαι λέγοιτο, καταχρηστικῶς λέγεται· καὶ ἀντιδιαιροῦσι δέ, τοῦτο λέγοντες, τὸ ἐκ χυμοῦ νόσημα τοῖς μηδὲν ἔχουσιν αἴτιον, ἢ τοῖς ἔχουσι μέν, δυσκρασίαν δέ, ἢ φαύλην διάπλασιν· ὧν οὐδέτερον ὕλη λέγεται, οὐχ ὅτι χυμὸς ὕλη, ἐξ ἧς ἐνυπαρχούσης ὁ πυρετὸς γίγνεται, ἀλλ᾽ ὅτι ὑλικόν τι πρᾶγμα καὶ ὑποκείμενον διαστάσεσι.

Παρὰ δὲ ταῦτα καὶ ἄλογον τὸ τὴν ὑγείαν τε καὶ τὴν νόσον ὡς ἐν ὑποκειμένῳ τῷ χυμῷ οἴεσθαι εἶναι, ἵν᾽ ὁ χυμός, ἔτι μένων χυμὸς καὶ μήπω μεταβαλὼν εἰς μόριον, ὑποκείμενον εἴη νόσου τε καὶ ὑγείας κατὰ τὴν ἑαυτοῦ ὕπαρξιν, ὥσπερ τὸ μόριον· οὗ γὰρ οὐδεμία γένοιτ᾽ ἂν ἐνέργεια τελεία ἢ ἀτελής, τούτου τίς γένοιτ᾽ ἂν ὑγεία καὶ νόσος;

Χυμὸν δὲ μηδεμιᾶς μετέχειν ψυχικῆς ἐνεργείας οὐκ ἔστιν, ὃς ἀμφιβάλλει. Δυνάμει γε μέντοι ὁ χυμὸς ὑποκείμενος ὑγείας καὶ νόσου, ὥσπερ ἐστὶ καὶ δυνάμει τὰ μόρια, εἰς ἃ μετα2ο0 βάλλει, τροφὴ γινόμενα ἐκείνοις δι᾽ ἀλλοιώσεως, ἢ ὡς ἐξ οὗ τὰ μόρια γέγονεν, ὡς ἐκ δευτέρου στοιχείου.

Λέγοιτο δ᾽ ἄν ἔτι νόσος ἐν χυμῷ καὶ ὑγεία, ὡς ἐν ποιητικῷ τούτων αἰτίῳ, καὶ οὐχ ὡς ἐπιδεκτικῷ, καθ᾽ ὃ τὰ ἀποτελέσματα ἐν τῷ ποιοῦντι, καὶ ὁ ἀνδριὰς ἐν τῷ ἀνδριαντοποιῷ.

Καὶ αἱ κρίσεις δὲ καὶ αἱ διαπλάσεις καὶ αἱ δυνάμεις, ἃς τῶν ἰατρῶν ἔνιοι ὑγείας καὶ νόσου φασὶν εἰδικὰ αἴτια εἶναι, καταχρηστικῶς ἐκείνων εἰδικὰ αἴτια λέγεται· εἶδος γὰρ εἴδους οὐκ ἔστιν, ὡς μικρῷ πρόσθεν ἐλέγομεν· κράσεις μέντοι καὶ διαπλάσεις εἴδη ὑλικά πως ὑγείας καὶ νόσου αἴτια· οὐ γάρ ἐστιν ἡ κρᾶσις ἢ ἡ διάπλασις ὑγεία καὶ νόσος, ἀλλ᾽ ἡ ἐν ἐκείναις εὐκρασία ἢ δυσκρασία καὶ ξυμμετρία ἢ δυσκρασία καὶ ξυμμετρία ἢ ἀμετρία, ὥστε ὑγεία καὶ νόσος εἴδη εἴδεσι προστιθέμεναι.

Καὶ αἱ τῆς ψυχῆς δὲ δυνάμεις μετὰ τὴν ὑγείαν τε καὶ τὴν νόσον ἐν τῷ σώματι χρηστῶς ἢ φαύλως ἐργαζόμεναι, δοκοῦσί πως ἐκείνων εἰδικὰ αἴτια· τὸ γὰρ ἐπιγιγνόμενόν τῳ δοκεῖ καὶ εἶδος ἐκείνου, ᾧ ἐπιγίγνεται.

Πρότερα μὲν οὖν κράσεις καὶ διαπλάσεις, μετὰ δὲ…

Κα…

The complete text is available when the reading interface loads.