The Greek Library Author

Alexander Of Aphrodisias

Ἀπορίαι καὶ λύσεις [Sp.]

Scientific editors
Ivo Bruns
Edition reference
Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora · Berlin · Reimer · 1892
CTS identifier
urn:cts:greekLit:tlg0732.tlg012.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ Ed. Spengel. p. 11 ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |

Chapter TOC

α. Διὰ τίνων ἄν τις συστήσαι τὸ πρῶτον αἴτιον κατὰ Ἀριστοτέλη.

β. Περὶ χρώματός τινα.

γ. Τίνων ὁρισμοί.

δ. Σχόλιον ἐν διαλόγῳ περὶ τοῦ, εἰ πάντα γίνοιτο καθ’ εἱμαρμένην, ἀναιρεῖσθαι τὸ δυνατὸν καὶ ἐνδεχόμενον.

ε. Διὰ τί ἡ αὔξησις κατὰ τὸ εἶδος μόνον, ἀλλ᾿ οὐχὶ καὶ κατὰ τὴν ὕλην.

Ϛ. Πῶς εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ κατὰ τὸ ψυχρὸν ἢ κατὰ τὸ ὑγρόν, ἡ μὲν εἰς τὸ θερμὸν αὐτοῦ ἐκ τοῦ ψυχροῦ μεταβολὴ οὐ φθείρει αὐτό, ἡ δὲ ἐκ τοῦ ὑγροῦ εἰς τὸ στερεὸν φθείρει.

ζ. Πῶς οὐκ ἐναντία τὸ μέγα καὶ τὸ μικρόν, εἴ γε εἰς ἐναντία μὲν ἡ μεταβολή, τὸ δὲ αὐ|ξόμενον καὶ μειούμενον εἰς ταῦτα μεταβάλλει.

η. Πρὸς τὸ μὴ εἶναι τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ.

θ. Πῶς οὐχὶ τῇ εὐεξίᾳ ἡ νόσος ἀντίκειται μᾶλλον τῆς καχεξίας.

ι. Πῶς εἰ τέσσαρα τὰ αἴτια, οὐκ ἔστιν καὶ ἐν τοῖς θείοις τὸ ὑποκείμενον ὕλη.

ια. Πῶς εἴρηται ἐν τοῖς περὶ ψυχῆς· τὸ γὰρ ζῷον τὸ καθόλου ἤτοι οὐδέν ἐστιν, ἢ ὕστερον.

ιβ. Πῶς οἷόν τε ἅμα τὸν αὐτὸν ἥδεσθαι καὶ λυπεῖσθαι, εἰ ἐναντία ταῦτα.

ιγ. Ὅτι μὴ ὁμοίως κατά τε τὰς ἄλλας αἱρέσεις καὶ κατ᾿ Ἐπίκουρον εἰσάγεται τὰ χρώματα, ὡς ἔλεγεν Κηνσωρῖνος ὁ Ἀκαδημαικός.

ιδ. Ὅτι καθ᾿ οὓς μόνον τὸ καλὸν ἀγαθόν ἐστιν, οὐδὲν οἱ θεοὶ τοῖς ἀνθρώποις παρέχουσιν ἀγαθόν.

ει. Ὅτι εἰ ἡ αὐτὴ ὕλη καὶ ἐν τοῖς θείοις, ἔσται κἀκεῖνα φθαρτά.

ιϚ. Λέξεως ἐξήγησις εἰρημένης ἐν τῷ Φυσικῆς ἀκροάσεως περὶ τοῦ τὰ ἐναντία πως τὰς ἀρχὰς ποιεῖν πάντας.

ιζ. Ὅτι μὴ τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ.

ιη. Ὅτι μὴ οἷόν τε τὸν κόσμον ἄφθαρτον εἶναι διὰ τὴν βούλησιν τοῦ θεοῦ, εἰ εἴη φθαρτὸς τῇ ἑαυτοῦ φύσει. |

ιθ. Πῶς ἡ αὐτὴ δύναμις ἅμα τῶν ἐναντίων εἶναι λέγεται.

κ. Διὰ τί τοῦ θέρους ὑπνωτικώ τεροί ἐσμεν, εἰ ὁ ὕπνος διὰ τὴν τοῦ συμφύτου ἡμῖν θερμοῦ εἰς τὸ ἐντὸς ἀντιπερίστασιν.

κα. Ἐν τίνι κατηγορίᾳ ἡ κίνησις.

κβ. Εἰ τὸ κινούμενον ἐπί τινος κατὰ τὸ πρότερον μόριον αὐτοῦ πρότερον κινεῖται.

κγ. Πῶς εἰ φθαρτὴ ἡ γῆ, οὐκ ἐνδέχεται αὐτὴν καὶ ἅμα ποτὲ φθαρῆναι.

κδ. Ἐξήγησις λέξεως ἐκ τοῦ α Φυσικῆς ἀκροάσεως ἐπὶ τέλει εἰρημένης, δι᾿ ἧς λέγει εὑρεθεῖσαν τὴν ὕλην λῦσαι καὶ τὰς τῶν ἀρχαίων ἀπορίας.

κε. Εἰς τὰ περὶ προνοίας τινὰ συντελοῦντα.

κϚ. Πῶς τὸ εἶδος ἐν τῇ ὕλῃ, πότερον καθ᾿ αὑτό, ἢ κατὰ συμβεβηκός. |

I. Διὰ τίνων ἄν τις συστήσαι τὸ πρῶτον αἴτιον κατὰ Ἀριστοτέλη.

Εἰ αἱ οὐσίαι πᾶσαι φθαρταί, φθαρτὰ πάντα ἔσται· ἀχώριστα γὰρ τὰ ἄλλα τῆς οὐσίας. οὐκ ἔστι δὲ πάντα φθαρτά, οὔθ᾿ αἱ οὐσίαι πᾶσαι φθαρταί. οὐ πάντα δὲ φθαρτά, ὅτι ἀδύνατον τὴν κίνησιν φθαρτὴν εἶναι· ἀίδιος γάρ. εἰ γὰρ εἴη γενητή, ἐπεὶ πᾶν, γινόμενον ὑπό τινος, καὶ ἔκ τινος γίνεται, εἴη ἂν καὶ τὰ ἐξ ὧν ἡ κίνησις. ἃ εἰ μὲν οὕτως εἶχεν, ὥστε μήτε τὸ ποιοῦν μήτε τὸ πάσχον πρὸς τὸ δύνασθαι τὸ μὲν πάσχειν, τὸ δὲ ποιεῖν δεῖσθαί τινος μεταβολῆς, ἦν ἂν καὶ κίνησις ἤδη, ἀλλ᾿ οὐκ ἐγίνετο. εἰ δέ τι ἦν ἐμποδὼν ἐκείνοις, ἔδει τινὰ κίνησιν γενέσθαι, ὥστε τὸ μὲν ποιῆσαι, τὸ δὲ παθεῖν, καὶ γενέσθαι τὴν κίνησιν ἐξ αὐτῶν, οὕτω δὲ ἀνάγκη ἔσται πρὸ τοῦ γενέσθαι τὴν κίνησιν κίνησιν εἶναι οὐ γενητήν. 1 θείοις tit. a Sp.: θεοῖσ V 2 α τῆς tit.: α περὶ a Sp. Ἀριστοτέλους περὶ tit. Sp. 4 ἐν τῇ] αὐτῇ a 5 βούλησιν] βουλὴν a Sp. 6 εἴη om. a 9 ἀντιπερίστασιν tit. Sp.: ἀντιπεριίσταται Va 11 ἐπι V τὸ om. tit. αὐτοῦ μόριον a Sp. 13 φθαρτὴ tit. a Sp.: φθαρτικὴ V 14 α τῆς tit. Vict. Sp. Ἀριστοτέλους ἐπὶ tit. Vict. Sp. εἰρημένης tit. Vict. Sp.: εἰρημένη V: om. a 19 συστήσαι τὸ Sp.: συστήσαιτο libri 20 primum caput legitur excerptum in Pseudo-Alexandri commentariis ad Arist. Metaph. Λ 6. p. 685, 29 Hayduck λαβὼν ὅτι ἡ οὐσία πρώτη τῶν ἄλλων (τοῦτο γὰρ δέδεικται) λέγει ὅτι· εἰ μὴ ἔστιν οὐσία ἀίδιος, ἀλλὰ πᾶσαι φθαρταί τα V 21 οὔθ᾿] οὐδ᾿ Sp. 22. 23 οὐ — ἀίδιος γάρ] ὅτι δὲ οὐ πάντα τὰ παρὰ τὴν οὐσίαν ἐστὶ φθαρτά, δῆλον. ἡ γὰρ κίνησις δέδεικται ὅτι ἀίδιος καὶ ἄφθαρτος Ps. Al. 23 πᾶν τὸ γινόμενον a Sp. 24 ἃ V Ps. Al.: ἀλλ᾿ GB2 (in lit.) SFLa Sp. 26 ἡ κίνησις Ps. Al. 27 ἐμποδῶν Va 29 alterum κίνησιν add. v. c. V: om. ex parte libri Ps, Al. ἀλλ’ ἡ κίνησις ἐν τῷ κινουμένῳ, ὥστε καὶ ἡ ἀίδιος ἐν τῷ ἀιδίως κινουμένῳ· οὐ γὰρ οἷόν τε ἀίδιόν τι κίνησιν κινεῖσθαι μὴ ἀίδιον ὄν. εἰ γάρ τις λέγοι, ἀίδιον εἶναι κίνησιν τῷ ἄλλο ἐξ ἄλλου σῶμα διαδέχεσθαι αὐτήν, πρῶτον μὲν οὐ συνεχῆ τὴν κίνησιν ποιήσει καὶ μίαν (ἡ γὰρ συνεχὴς ἑνὸς ὄντος τοῦ κινουμένου αὐτήν), ἔτι ἐνδεχόμενον ἔσται τὸ ἐπιλιπεῖν τὴν κίνησιν, εἰ μή τι ἄλλο ἀίδιον ὂν τῆς εὐτάκτου τε καὶ ὡρισμένης τῶν κινουμένων διαδοχῆς αἴτιον εἴη, ἀίδιον σῶμα τὸ τὴν ἀίδιον κίνησιν κινούμενον. ἀλλὰ μὴν ἀίδιος καὶ συνεχὴς μόνη τῶν κινήσεων ἡ κυκλοφορία. τὸ ταύτην κινούμενον ἀίδιον. καὶ ἄριστον δὴ τῶν σωμάτων τοῦτο· τὸ γὰρ ἀίδιον τῶν οὐκ ἀιδίων ἄμεινον. καὶ τὸ τὴν πρώτην κινήσεων ἁπασῶν κινούμενον καὶ ἔμψυχον. τὸ γὰρ ἄριστον τῶν σωμάτων ἔμψυχον. ἄμεινον γὰρ σῶμα τὸ ἔμψυχον τοῦ ἀψύχου, τὸ δὲ κυκλοφορητικὸν σῶμα ἄριστον, ὥστε καὶ ἔμψυχον· τὸ γὰρ τῶν σωμάτων ἁπόντων ἄριστον ἔμψυχον, τὸ δὲ κυκλοφορητικὸν σῶμα τοιοῦτον. ἀλλὰ μὴν πᾶν τὸ κινούμενον ὑπό τινος κινεῖται, καὶ τοῦτο ὂν καὶ τὸ κατὰ ψυχὴν κινούμενον πᾶν ὑπό τινος, εἴ γε τὸ μὲν κατὰ ψυχὴν κινούμενον καθ᾿ ὁρμὴν κινεῖται, ἡ δὲ ὁρμὴ κατ᾿ ἔφεσίν τινος. ὥστε εἴη ἂν καὶ τὸ ἀίδιον σῶμα καθ᾿ ὁρμὴν καὶ κατ᾿ ἔφεσίν τινος κινούμενον. τοῦ δὲ καθ᾿ ὁρμὴν καὶ κατ᾿ ἔφεσιν κινουμένου δεῖ εἶναί τι, οὗ ἐφιέμενον τοῦτο κινεῖται τὴν ἀίδιον κίνησιν, ἀίδιον καὶ αὐτὸ ὂν καὶ ἐνεργείᾳ. πᾶν γὰρ τὸ κινητικόν τινος ἐνεργείᾳ τι ὂν κινεῖ, καὶ τὸ ἀεὶ καὶ συνεχῶς κινοῦν ἀεὶ τὸ αὐτὸ ἔσται ἐνεργείᾳ, ἄμοιρον παντάπασιν δυνάμεως. εἰ γὰρ ἔσται δυνάμει, οἷόν τε ἔσται καὶ τὴν κίνησιν φθαρῆναι, μὴ ὄντος ἐνεργείᾳ τοῦ κινήσοντος αὐτήν. ἀλλὰ καὶ ἀκίνητον ἔσται. εἰ γὰρ καὶ τοῦτο κινήσει κινούμενον, δεήσει καὶ τούτῳ πάλιν ἄλλου κινοῦντός τινος. ἀλλ᾿ εἰ ἀκίνητον, ἀσώματον. πᾶν γὰρ σῶμα καθ᾿ ὃ σῶμα κινητόν. ἔσται τις ἀίδιος οὐσία ἁπλῆ καὶ ἀκίνητος ἐνεργείᾳ 〈αἰτία〉, οὖσα τῆς τοῦ κυκλοφορητικοῦ 1 ἀλλ᾿ —ἀιδίως κινουμένῳ] ἐπεὶ οὖν ἀίδιος ἡ κίνησις, ἡ δὲ κίνησις ἐν τῷ κινουμένῳ τὸ εἶναι ἔχει, καὶ τὸ κινούμενον ἄρα τὴν ἀίδιον κίνησιν ἀίδιόν ἐστιν Ps. Al. 4 ἡ VB: εἰ FGLSa Sp. ἐστι coni. Sp. 5 αὐτὴν ἐστίν· ἔπειτα ἐνδ. Ps. Al. ἔσται τὸ] ἐστιν Ps. Al. ἐπιλιπειν V: ἐπιλείπειν B: ἀπολιπεῖν Ps. Al. 6 ὂν et τε om. Ps. Al. 7 ἀίδιον δὲ B2 pr. ἀίδιον] ἓν ἄρα καὶ ἀίδιόν ἐστι τὸ Ps. Al. κινούμενον σῶμα Ps. Al. 8 ταύτην ἄρα Sp.: ἄρα ταύτην Ps. Al. 9 pr. ἀίδιον] τὴν κίνησιν σῶμα ἀίδιον Ps. Al. ἀόριστον a τοῦτο om. a 10 τῶν κινήσεων Ps. Al. a Sp. 11 pr. ἕμψυχον] ἕμψυχον δὴ τοῦτο Ps. Al. pr. τὸ] τ in lit. V 13 δε, V 14 το V 15 καὶ τοῦτο ὃν καὶ τὸ VFGL (sed καὶ τὸ): καὶ τὸ B²S² a Sp.: καὶ διὰ τοῦτο οὖν καὶ τὸ Ps. Al. ψυχὴν ἄρα a Sp. γε] δὲ a Sp. τὸ μὲν] τὸ Ps. Al. a Sp. 16 κατὰ τὴν Ps. Al. a 17 κἂν Sp. alt. καὶ infra versum V 18 τοῦ B2 coni. Sp.: τὸ libri Ps. Al. κινουμένου B²S² a Sp.: κινουμένου VB1 Ps. Al. δεῖ VB1 Ps. Al.: ὄντος δεῖ B2S2 a Sp. εἶναι VB Ps. Al. coni. Sp.: δὲ εἶναι FGSLa 20 ἀεὶ ἄρα Ps. Al. καὶ ἄμοιρον a Sp. 22 ἔσται εἰ a Sp. post δυνάμει inserit οὐδεμία δὲ δύναμις, ὡς ἐν τῇ Περὶ οὐρανοῦ (I, 12) δέδεικται, ἐπ᾿ ἄπειρόν ἐστιν, εἰ οὖν ἔχει δύναμιν τοῦ μὴ εἶναι, ἔσται ποτὲ ἐνεργείᾳ μὴ ὄν, ὥστε Ps. Al. 23 post αὐτὴν inserit ἄμοιρον ἄρα παντάπασίν ἐστι δυνάμεως Ps. Al. 24 τούτῳ FGS Ps. Al. a Sp.: τοῦτο VBL τινος] τινος καὶ τοῦτο εἰς ἄπειρον Ps. Al. 25 ἐστι καὶ ἀσώματον Ps. Al. γαρ V 25. 26 ἔσται ἄρα ἀίδιος τις Ps. Al. 26 τις VB1: τις ἄρα FGSa Sp.: ἄρα τις B² ἐνεργείᾳ a Sp.: ἐνεργεια V: ἐνέργεια FBL αἰτία add. Ps. Al. σώματος ἀιδίου τε καὶ συνεχοῦς κινήσεως. κινηθήσεται δ᾿ ὑπ᾿ αὐτοῦ τὸ θεῖον σῶμα τῷ νοεῖν τὸ αὐτὸ καὶ ἔφεσιν καὶ ὄρεξιν ἔχειν τῆς ὁμοιώσεως αὐτοῦ. πᾶν γὰρ τὸ κινούμενον ὑπ’ ἀκινήτου τινὸς κεχωρισμένου τοῦτον κινεῖται τὸν τρόπον. ἡ δεῖξις κατὰ ἀνάλυσιν. οὐ γὰρ οἷόν τε τῆς πρώτης ἀρχῆς ἀπόδειξιν εἶναι, ἀλλὰ δεῖ ἀπὸ τῶν ὑστέρων τε καὶ φανερῶν ἀρξαμένους κατὰ τὴν πρὸς ταῦτα συμφωνίαν ἀναλύσει χρω|μένους συστῆσαι τὴν ἐκείνου φύσιν. ὅτι δὲ καὶ πρῶτον νοητὸν καὶ μάλιστα, καὶ πρῶτον ὀρεκτὸν καὶ μάλιστα τὸ κινητικὸν τῆς κύκλῳ κινήσεως εἶδος, ἐντεῦθεν ἂν δεικνύοιτο. κυρίως νοητὸν τὸ εἶδος. ἡ γὰρ ὕλη, οὐδὲν οὖσα τῶν ὄντων ἐνεργείᾳ, κατ᾿ ἀναλογίαν ἐστὶν νοητή, καὶ ὡς ὁ Πλάτων φησὶ νόθῳ λογισμῷ, τὸ δὲ εἶδος νοητὸν ἐνεργείᾳ τι ὄν, καὶ τῶν εἰδῶν μᾶλλον νοητὸν τὸ ἐν οὐσίᾳ, ἢ τὸ ἐν ἄλλῳ τινί, ὅτι καὶ μᾶλλον, καὶ τῶν ἐν τῇ οὐσίᾳ τὸ μάλιστα ἁπλοῦν καὶ ἀεὶ ὃν ἐνεργείᾳ· μάλιστα γὰρ νοητὸν τοῦτο τῷ τε μάλιστα εἶναι ἀεὶ ὃν ἐνεργείᾳ καὶ τῷ τῇ ἑαυτοῦ φύσει τὸ ἁπλοῦν νοητόν. καὶ γὰρ τὰ ἐν τοῖς συνθέτοις τότε νοητά, ὅταν ὁ νοῦς αὐτὰ χωρίσῃ τῶν ἐν οἷς ἐστι καὶ ὥσπερ ἁπλᾶ αὐτὰ θεωρῇ. τοιαύτη δὲ ἡ κινητικὴ τοῦ παντὸς οὐσία· μάλιστα αὕτη νοητή. ἀλλὰ μὴν καὶ μάλιστα ὀρεκτή· μάλιστα γὰρ ὀρεκτὸν τῇ αὑτοῦ φύσει τὸ τῇ αὑτοῦ φύσει καλὸν μάλιστα. τοιοῦτον δὲ τοῦτο· τὸ γὰρ καλὸν ἐν τῷ εἴδει μᾶλλον ἢ ἐν τῇ ὕλῃ. ἐν γὰρ τῷ ποιοῦντι μᾶλλον ἢ ἐν τῷ πάσχοντι, καὶ ἔστι πάσχον μὲν τὸ δυνάμει τι ὄν, ποιοῦν δὲ τὸ ἐνεργείᾳ ὄν. καὶ ἐν τῷ ὡρισμένῳ μᾶλλον ἢ ἐν τῷ ἀορίστῳ· ἐν τῷ εἴδει τὸ καλὸν μᾶλλον, ἢ ἐν τῇ ὕλῃ, καὶ ἐν εἴδει τῷ ἐν οὐσίᾳ μᾶλλον ἢ ἔν τινι ἄλλῳ | τῶν γενῶν. διὰ γὰρ τοῦτο καὶ τὰ ἄλλα ἔστιν. καὶ τῶν ἐν οὐσίᾳ τὸ μάλιστα ὃν καὶ πλοῦν καὶ ἄμοιρον τοῦ δυνάμει καλὸν μάλιστα. τοιαύτη δὲ οὖσα δέδεικται ἡ προειρημένη φύσις, κυρίως καὶ πρώτως αὕτη ὀρεκτή τε καὶ νοητή.

II. Περὶ χρώματός τινα.

Τὸ χρῶμα ὡρίσατο Ἀριστοτέλης πέρας τοῦ ὡρισμένου διαφανοῦς διαφανές. τοῦ γὰρ σώματος καθόσον μὲν σῶμα πέρας ἐπιφάνεια, καθόσον δὲ διαφανὲς χρῶμα. διὸ καὶ ἅμα ἐστὶ τὸ χρῶμα τῇ ἐπιφανείᾳ. ἐπεὶ γὰρ παντὸς σώματος ὡς σώματος πέρας ἐπιφάνεια, καὶ τὸ διαφανὲς δὲ σῶμά ἐστι, καὶ τούτου πέρας ὡς σώματος ἡ ἐπιφάνεια. ἔστι δὲ αὐτοῦ καὶ ὡς διαφανοῦς πέρας τὸ χρῶμα, καὶ ἅμα ἐστὶν αὐτοῦ τὰ πέρατα ἄμφω, εἴ γε πέρατα οὐκ ὄντα τὰ αὐτὰ ἀλλήλοις. πᾶν μὲν γὰρ χρῶμα ἐν ἐπιφανείᾳ γε καὶ σὺν ἐπιφανείᾳ, οὐ μὴν πᾶσα ἐπιφάνεια σὺν χρώματί, ὅτι μηδὲ πᾶν σῶμα διαφανὲς ὡρισμένον. τοῦ γὰρ διαφανοῦς σώματος τὸ μὲν ὡρισμένον, τὸ δ᾿ ἀόριστον. τὸ μὲν οὖν ἀόριστον διαφανές (ὁποῖά ἐστιν ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ), ὥσπερ οὐδὲ ἐπιφάνειαν οἰκείαν τε καὶ ὡρισμένην ἔχει (ὁρίζεται γὰρ τὰ ὑγρά τε καὶ ἀόριστα σώματα τοῖς περιέχουσιν), οὕτως οὐδ᾿ οἰκεῖον ἔχει χρῶμα, ἀλλ’ ἔστιν τῶν ἀλλοτρίων χρωμάτων διάκονόν τε καὶ δεκτικὸν ὥσπερ καὶ σχημάτων (καὶ εὐλόγως ἡ φύσις ἄχρουν ἐποίησεν τὸ διακονησόμενον τοῖς ἀλλοτρίοις χρώμασιν διαφανές, διαφανὲς μὲν ὅπως ᾖ δεκτικὸν χρωμάτων, ἀόριστον δὲ καὶ ἄχρουν, ὅπως μὴ τὸ οἰκεῖον αὐτοῦ χρῶμα τῇ μίξει τῇ πρὸς τὰ ὁρώμενα δι᾿ αὐτοῦ ἐμποδίζῃ τὴν ἀληθῆ μήνυσιν αὐτῶν), τὸ δ᾿ ἐν τοῖς ὡρισμένοις τε καὶ στερεοῖς σώμασιν, ὡς ὡρισμένον ἔχει τὸ ὡς σώματος σχῆμά τε καὶ πέρας, οὕτω δὲ καὶ τὸ ὡς διαφανοῦς, καὶ ἔστιν ὡς διαφανοῦς αὐτοῦ πέρας χρῶμα. τὸ γὰρ χρῶμα πέρας ὡρισμένου διαφανοῦς. οὔτε γὰρ πᾶν σῶμα διαφανές (οὐδὲ γὰρ πᾶν δεκτικὸν χρωμάτων), οὔτε πᾶν διαφανὲς ὡρισμένον. τὰ δὲ ἐν βάθει τῶν ὡρισμένων διαφανῶν οὕτως ἔχει χρῶμα ὡς ἐπιφάνειάν τε καὶ σχῆμα. καὶ τῶν διαφανῶν δὲ ὡρισμένων τὰ μὲν μᾶλλόν ἐστι, τὰ δ᾿ ἧττον τοιαῦτα. μάλιστα μὲν γὰρ διαφανῆ τὰ λαμπρά τε καὶ λευκὰ σώματα, ἧς φύσεώς ἐστι τὸ πῦρ (ξανθὸν γὰρ τῇ μίξει τοῦ καπνοῦ μέλανος ὄντος φαίνεται), δευτέρως δὲ καὶ τρίτως ἐστὶ διαφανῆ κατὰ τὴν πρὸς τοῦτο ἀπόστασιν, ὅσα δὲ μέλανα τῶν σωμάτων, ταῦτα, ὄντα ἐν στερήσει χρώματος, καὶ τῆς διαφανείας ἐστέρηται. ἐπεὶ γὰρ τῶν τε ὄντων τὸ χρῶμα καὶ τῶν ἐν ἄλλοις εἶναι πεφυκότων, εἶναί τι ἔδει καὶ σῶμα, ἐν ᾧ τὸ χρῶμα, καὶ ἔστι τοῦτο τὸ διαφανὲς σῶμα. ὕλη γὰρ τοῦτο προσεχὴς χρώματος, τὸ μὲν ἐνεργείᾳ διαφανὲς ἔχον αὐτὸ ἐνεργείᾳ, τὸ δὲ δυνάμει ὡς ὕλη ὃν δεκτι|κὸν τῶν τε 2 Ἀλριστοτέλης] de sensu 3. 439b11 ᾖ SB²LaSp.: ᾓ V: ἣ B1 4 ἐπεῖ] ἑπὶ coni. Sp. 6 ὡς VB: τοῦ FGSLa Sp. 8 χρῶμα Trendelenburg ad Arist. de de an. 7. 418a26: σῶμα VBSLa γε] τε coni. Sp. 14 χρωμάτων] σωμάτων a 17 ᾗ a 18 τ᾿ ἀορώμενα a 19 τοῖσ] τ supra versum V 20 δὲ Vict. Sp.: δεῖ VFLSa: δὴ in lit. B2 22 οὐδὲ γὰρ coni. Sp.: οὔτε γὰρ libri 24 ἔχει BGSFLa: ἔ| V (χει add. man. rec.) 26 ἧς φύσεως] τῇ φύσει, ὥς FGSL 33 δὲ δυνάμει FGLS1: δὲ δυναμισ (διαφανὲς m. rec. in mg.) V: δὲ διαφανὲς δύναμις B: δὲ διαφανὲς δυνάμει S2a ἐναντίων χρωμάτων ἀλλήλοις καὶ τῶν τούτοις μεταξύ. καὶ ἐν παντὶ σώματι χρῶμα ἔχοντι ἢ ὄντι χρώματος δεκτικῷ ἐστι μεμιγμένη καὶ ἡ τοῦ διαφανοῦς φύσις. ἐν οἷς μὲν οὖν σώμασιν, οὖσι διαφανέσιν ἔχουσί τι διαφανὲς ἐν αὑτοῖς, τὸ πέρας φανερόν ἐστι καὶ ὡρισμένον (ἔστι δὲ ἐν τοῖς στερεοῖς τοῦτο), ἔστιν ἐν τούτοις καὶ χρῶμα φανερόν τε καὶ οἰκεῖον, καὶ ἔστιν ἐν μόνοις τούτοις κυρίως λεγόμενον χρῶμα, καὶ μᾶλλον ἐν οἷς τὸ μᾶλλον. τὸ δὲ ἀόριστον διαφανὲς οὐδὲν μὲν οἰκεῖον οὐδ᾿ ὡρισμένον ἔχει χρῶμα τῷ διὰ μανότητα μηδὲν κατέχειν τε καὶ στέγειν δύνασθαι, τῷ δ᾿ ἀλλοτρίων χρωμάτων γίνεσθαι δεκτικόν τε καὶ διάκονον οὐδὲν μὲν αὐτῶν παθητικῶς ἀναλαμβάνει, κινούμενον δ᾿ ὑπ᾿ αὐτῶν κατὰ τὴν παρουσίαν τε καὶ ποιὰν σχέσιν πρὸς ταῦτα τῶν ἐχόντων χρῶμα οἰκεῖον σωμάτων, ἔστ᾿ ἂν ᾖ ὁρᾶσθαι αὐτῷ διὰ τῆς κινήσεως τῆς γινομένης ὑπὸ τῶν ἐκείνοις ὄντων χρωμάτων ἐν αὐτῷ, διακονεῖσθαι τοῖς τῶν ζῴων ὁρατικοῖς ὡς ἀντιλαμβάνεσθαι δι᾿ αὐτοῦ τῶν χρωμάτων, τοῦτο δὲ ποιεῖν οἷον τε τὸ διαφανὲς ἐφ᾿ ᾧ τι ὑφ᾿ οὗ πρώτου κινουμένῳ ἐν αὐτῷ ὑπὸ παρουσίας τῶν φωτίζειν φύσιν ἐχόντων πάσχον καὶ δεχόμενον αὐτὸ ὡς οἰκεῖον χρῶμα. οὐδὲ γὰρ οὐδὲ τοῦτο οἰκεῖον αὐτοῦ χρῶμα, ἀλλ᾿ ἔστ᾿ ἂν μὲν αὐτῷ παρῇ τὸ φωτίζειν πεφυκός, ἔχει τὸ φῶς, ἀπελθόντος δὲ καὶ τὸ ἐν τούτῳ |φῶς πέπαυται. ἔστ᾿ ἂν οὖν ᾖ πεφωτισμένον καὶ τὰς τῶν ἄλλων χρωμάτων ποιότητάς τε καὶ διαφορὰς ὁμοίως δεχόμενον, ὡς καὶ τὸ φῶς, διάκονον γίνεται ταῖς ὁρατικαῖς αἰσθήσεσιν οὔσαις καὶ αὐταῖς ἐξ ὁμοίως διαφανοῦς σώματος διὰ τοῦ γινομένου πάθους ἐν ταῖς ὄψεσιν ὑπὸ τοῦ ἐκτὸς ὄντος αὐτῶν διαφανοῦς κινουμένου τὸν προειρημένον τρόπον ὑπὸ τῆς παρουσίας τῶν χρωμάτων. ὡς δ᾿ ἐν τῷ ἀορίστῳ διαφανεῖ καὶ διὰ μανότητα μηδὲν χρῶμα παθητικῶς ἀναλαμβάνοντι ἡ μὲν παρουσία τοῦ φωτίζειν πεφυκότος φωτὸς αἰτία, ἡ δ’ ἀπουσία σκότους, οὕτω καὶ ἐν τοῖς ὡρισμένοις σώμασιν ἡ μὲν πλείων μῖξις καὶ παρουσία τοῦ μάλιστα διαφανοῦς σώματος (τοιοῦτον δέ, οὗ ἐστι τὸ λευκὸν οἰκεῖον χρῶμα· μάλιστα γὰρ τοῦτο χρῶμα καὶ μάλιστα ὁρατὸν) τοῦ τε μᾶλλον κεχρῶσθαι τοῖς σώμασιν αἰτία καὶ τοῦ μᾶλλον ὁρατοῖς εἶναι, ἡ δὲ παντελὴς ἀπουσία τούτου τοῦ μέλανος αἰτία, ὃ στερήσει χρώματος ἔοικε μᾶλλον ἢ χρώματι, τὰ δὲ μεταξὺ χρώματα κατὰ τὴν ποιὰν μῖξιν τῶν τε διαφανῶν καὶ τῶν μὴ τοιούτων ἔχει τὴν γένεσιν καὶ τήν γε διαφοράν. ἔστι δὲ τῶν ἁπλῶν σωμάτων μάλιστα μὲν τὸ 1 ἀλλήλοις ⟨ἀντικειμένων⟩ Vict. Sp. μεταξυ V 3 fortasse 〈ἢ〉 ἔχουσί 4 αὐτοῖσ V 8 διαφανότητα a τῶν B² 9 γινόμενον B² μὲν Supra v. V 10 κινούμενον corr. ex κοινούμενον V 11 fortasse τοῦτο scil. τὸ ἀόρ. διαφ. σωμάτων om. a Sp. 12 αὐτῷ] fortasse αὐτὰ 13 fortasse διακονεῖται 14 διαυτοῦ V1 οἷόν τε τὸ FG: οἷον τὸ SLa: οἵοιτο V1B: οἴοιτο V2 15 ἐφ᾿ ᾧ τι ὑφ᾿ οὗ πρώτου VFG (ἐν φωτὶ G²) B: ἐφ᾿ τι πρώτῳ LSa: ἐν φωτὶ πρώτῳ Vict. Sp.: temptavi πεφωτισμένον· οὗ πρώτου γινομένου ἐν αὐτῷ ὑπὸ παρουσίας κτλ. ἐν αὐτῷ om. SLa Sp. 16 φύσιν] ύ s. v. V 17 οικεῖον V 18 το V 20 δεχομενον V το V 22 γινουμένου V 23 αὐτῶν scripsi: αὐτῷ libi: αὐτοῖς Vict. Sp. 24 δ’ om. a μανότητα corr. ex μονότητα V 26 σκότους] σκότος a: σκότου Vict. Sp. 29 κεχρῶσθαι FGSLa: κεχωρίσθαι VB 33 γε om. a Sp. ἔτι γε a το V πῦρ ὁρατόν τε τῇ αὑτοῦ φύσει καὶ οὕτως διαφανὲς ὡς προεῖπον (τοιοῦτόν ἐστιν, ὡς καὶ φωτίζειν δύνασθαι τὸν ἀέρα καὶ παρέχειν αὐτῷ τὴν καθό ἐστι τελειότητα· τὸ γὰρ φῶς ἐντελέχεια καὶ εἶδος τοῦ ἀορίστου διαφανοῦς διαφανές), ἥκιστα δὲ τοιοῦτον ἡ γῆ. τῇ δὲ τούτων ποιᾷ μίξει πρὸς ἄλληλα καὶ τῇ τῶν γεννωμένων ἐκ τῆς τούτων μίξεως ἡ τῶν χρωμάτων τῶν παρὰ τὰ πρῶτα (πρῶτα δ’ ἐστὶν ἐν τοῖς ἁπλοῖς καὶ πρώτοις σώμασιν) γένεσίς τε καὶ διαφορά. ὡς γὰρ ἐπὶ τῆς ὀσμῆς τὰ μὲν ἐν αὑτοῖς τὴν ὀσμὴν ἔχει, ὅσα τοιαύτην ἔχει τὴν γένεσιν καὶ τὴν σύστασιν, ὁποίαν φαμὲν εἶναι τὴν ὀσμῆς γεννητικήν, τὸ δέ τί ἐστιν ἄοσμον μὲν καθ’ αὑτό, δεκτικὸν μέντοι καὶ μηνυτικὸν τῶν ὀσμῶν τῶν ἐν ἄλλοις (δίοσμον καλεῖται), οὕτως καὶ χρῶμα μὲν ἔχει τὰ ὡρισμένα διαφανῆ (αὕτη γὰρ φύσις χρώματος), δεκτικὸν δ’ ἐστὶ καὶ διάκονον χρώματος τὸ ἄχρουν καὶ κατὰ τὴν αὑτοῦ φύσιν, ὅπερ ἐστὶ τὸ ἀόριστον διαφανές. ὡς οὖν ἐρωτηθέντες, τί ποτ’ ἐστὶν ἐπιφάνεια, λέγομεν στερεοῦ πέρας, οὕτως καὶ περὶ χρώματος ἐρωτώμενοι τί πότ᾿ ἐστιν, εὐλόγως ἂν λέγοιμεν αὐτὸ πέρας διαφανοῦς ὡρισμένου, ἐπεὶ ὃν λόγον ἔχει ἐπιφάνεια πρὸς τὸ ὡρισμένον σῶμα, τοῦτον ἔχει τὸν λόγον χρῶμα πρὸς τὸ διαφανὲς τὸ ὡρισμένον.

Ἄμεινον τέτακται τοῦτο τὸ πρόβλημα ἐν τῷ ἐπιγραφομένῳ ‘Λέξεών τινων ἐκ τοῦ Περὶ αἰσθήσεως καὶ αἰσθητοῦ ἐξήγησις καὶ ἐπιδρομή’.

III. Τίνων εἰσὶν οἱ ὁρισμοί.

Οἱ ὁρισμοὶ τῶν μὲν καθέκαστα οὐκ εἰσίν, ὅτι ταῦτα μετὰ συμβεβηκότων τινῶν τὸ εἶναι τοιαῦτα ἔχει καὶ οὐκ ἀεὶ τῶν αὐτῶν, ἀλλὰ μεταπιπτόντων, καὶ αἰσθήσεων μᾶλλον, ἢ λόγου δηλώσοντος αὐτὰ δεομένων (ἀλλ᾿ οὐδὲ κοινοῦ τινος τῶν καθέκαστα κεχωρισμένου καὶ ὄντος ἀσωμάτου τινὸς φύσεως καὶ ἀιδίου· πῶς γὰρ ἂν εἴη δίπουν ἀσώματόν τι, ἢ πῶς θνητὸν ἀίδιον; λέγομεν δὲ ὁριζόμενοι τὸν ἄνθρωπον ποτὲ μὲν ζῷον πεζὸν δίπουν, ποτὲ δὲ ζῷον λογικὸν θνητόν), ἀλλ᾿ εἰσὶν οἱ ὁρισμοὶ τῶν ἐν τοῖς καθέκαστα κοινῶν, ἢ τῶν καθέκαστα κατὰ τὰ ἐν αὐτοῖς κοινά. ἐν γὰρ τοῖς καθέκαστα τὰ μέν ἐστιν ἴδια καὶ καθέκαστά ἐστι, τὰ δὲ κοινὰ καὶ πρὸς ἄλληλα, ἃ ἐν πᾶσιν, οἷς ἂν ᾖ κοινά τε ὄντα καὶ ἀδιάφορα καὶ κατὰ τὴν αὑτῶν φύσιν, τοῦ ὁμοίας τε καὶ τῆς αὐτῆς φύσεως εἶναι πάντα τὰ ἔχοντα αὐτά ἐστιν αἴτια. τὸ γὰρ ζῷον λογικὸν θνητόν, εἰ μὲν λαμβάνοιτο 2 δ᾿ ἐστίν B2 παρέχειν FGB²S (corr. ex πάσχειν) a Sp.: παρέχει VB1 3 fortasse ἐστι ⟨διαφανὲς⟩ 4 ᾗ corr. ex, ᾒ V ποιῷ a ποιᾷ—τῶν om. S 5 καὶ τῇ τῶν γεννωμένων VLG: καὶ τί τῶν γεννωμένων F: καὶ τῇ τῶν γινομένων B Vict.: καί τι τούτων γινομένων S2 a ( γεννωμένων punctis notatum S1) 7 αὐτοῖσ V 9 ὁποίαν corr. ex ὁποῖαν V: ὁποία a ὀσμῆς V² Vict. Sp. B: ὀσμὴν V1FGLa: ὁρμὴν S γενητικὴν a 10 δίοσμον VF: διὸ ἄοσμον V1 (γρ) GLBSa Sp.: fortasse διὸ δίοσμον 12 alterum καὶ om. a Sp. 13 αὐτοῦ V 15 πέρας FGSLa Vict. Sp.: περὶ V 17 τοῦτον] ν s. v. V 23 αἰσθήσεως a Sp. δηλώσαντος corr. in δηλώσοντος V1 25 ἀιδίου] ου in lit. V 27 λογικον V 29 ἐστι om. 30 ἃ ἐν scripsi: ἅπερ ἐν B²S²a Sp.: ἐν libri 31 καὶ post ἀδιάφορα del B2 ὁμοίας] ὅμοια B2 μετὰ τῶν ὑλικῶν περιστάσεών τε καὶ διαφορῶν, μεθ᾿ ὧν ἡ ὑπόστασις αὐτῶν, αἵ εἰσιν ἄλλου ἄλλαι, ποιεῖ τὸν Σωκράτη καὶ τὸν Καλλίαν καὶ τοὺς καθέκαστα ἀνθρώπους, εἰ δὲ χωρὶς τούτων λαμβάνοιτο, κοινὸν γίνοιτο, οὐχ ὅτι μὴ ἔστιν ἐν ἑκάστῳ τῶν καθέκαστα ἀνθρώπων (μετὰ τούτων γὰρ τὰ ἴδια τῶν καθέκαστά ἐστιν), ἀλλ᾿ ὅτι ἐστὶν ἐν πᾶσιν τὸ αὐτό. τοῦ δὴ τοιούτου καὶ οὕτω κοινοῦ, διόπερ πολλοῖς τῶν καθέκαστα ταὐτόν, οἱ ὁρισμοί. διὸ οὔτε ἀσωμάτου τινὸς φύσεως καὶ τῶν καθέκαστα κεχωρισμένης οἱ τῶν τοιούτων ὁρισμοί. τοῦ γὰρ ἀνθρώπου ὁρισμός, τὸ ζῷον πεζὸν δίπουν, κοινόν ἐστιν, ἐν πᾶσιν ὃν τοῖς καθέκαστα ἀνθρώποις ὁλόκληρον ἐν ἑκάστῳ, κοινὸν τῷ ἐν πλείοσιν εἶναι τὸ αὐτό, ἀλλ᾿ οὐ τῷ μέρους αὐτοῦ μετέχειν ἕκαστον. ἕκασκος γοῦν τῶν ἀνθρώπων ζῷον πεζὸν δίπουν ἐστί. διὸ οὐδὲ τῶν κοινῶν ὡς κοινῶν οἱ ὁρισμοί, ἀλλὰ τούτων, οἷς κοινοῖς καθ᾿ ἑκάστην φύσιν εἶναι συμβέβηκεν. καὶ γὰρ ἑνὸς ὄντος ἐν ὑποστάσει ἀνθρώπου μόνου ὁ αὐτὸς τοῦ ἀνθρώπου λόγος· οὐ γὰρ διότι ἐν πολλοῖς ἐστιν οὗτος ὁ λόγος αὐτοῦ, ἀλλὰ διότι κατὰ τὴν τοιαύτην φύσιν ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, εἴτε πλείους εἶεν κεκοινωνηκότες τῆσδε τῆς φύσεως εἴτε μή. λέγονται δὲ τῶν νοημάτων καὶ τῶν κοινῶν οἱ ὁρισμοί, ὅτι νοῦ τὸ χωρίσαι τὸν ἄνθρωπον ἀπὸ τῶν σὺν οἷς ὑφέστηκεν ἄλλων καὶ καθ’ αὑτὸν λαβεῖν, ὁ δὲ τοῦ ὑφεστῶτος μὲν μετ᾿ ἄλλων, νοουμένου δὲ χωρὶς 2o ἐκείνων καὶ ἄλλων καὶ οὐχ ὡς ὑφέστηκεν ὁρισμὸς νοήματος εἶναι δοκεῖ καὶ κοινοῦ, ὅτι χωρὶς τῶν συμβεβηκότων τὸ τοιοῦτον ἐν ἑκάστῳ νοούμενον κοινόν τί ἐστι καὶ ἐν πλείοσι ταὐτόν. ἄφθαρτα δὲ τὰ κοινὰ τῇ τῶν καθέκαστα ἐν οἷς ἐστιν ἐκ διαδοχῆς ἀιδιότητι, τοῦ γὰρ ἐν τῇ τῶν καθέκαστα γενέσει πάντων ὁμοίου τε καὶ ταὐτοῦ μένοντός ἐστι. τοιαῦτα γὰρ τὰ κοινά, οὐκ ἐν τοῖς συνυπάρχουσιν ἀλλήλοις τῶν καθέκαστα μόνοις ὄντα καὶ διὰ τοῦτο ὄντα κοινά, ἀλλ᾿ ἐν πᾶσι τοῖς ὁμοειδέσιν. διὸ καὶ οὐδὲν κε|κώλυται θνητόν τι ὃν ἀίδιον εἶναι· θνητὸν γὰρ ὃν ὡς καθέκαστα ἀίδιόν ἐστιν.

IV. Σχόλιον ἐν διαλόγῳ περὶ τοῦ, εἰ πάντα γίνοιτο καθ᾿ εἱμαρμένην, ἀναιρεῖσθαι τὸ δυνατόν τε καὶ ἐνδεχόμενον.

1. A. Ἆρά σοι δοκεῖ τὰ καθ᾿ εἱρμὸν αἰτίων γινόμενα οὕτως γίνεσθαι ὡς πάντων τε αὐτῶν προκαταβεβλῆσθαι τὰς αἰτίας καὶ ἐξ ἀνάγκης ἕκαστον αὐτῶν ἕπεσθαι τῷ αἰτίῳ προκαταβεβλημένῳ;

B. Πῶς γὰρ ἄλλως οἷόν τε γίνεσθαι λέγειν τὰ τοῦτον γινόμενα τὸν τρόπον;

A. Τὸ δ᾿ ἐξ ἀνάγκης ἑπόμενον αἰτίῳ τινὶ ὡρισμένῳ τε καὶ προκαταβεβλημένῳ ἆῤ οὐ δοκεῖ σοι κεκωλῦσθαι ὑπ᾿ αὐτοῦ ἄλλως πως μὴ γίνεσθαι ἢ ἔχειν παρὰ τὴν πρὸς αὐτὸ ἀκολουθίαν;

B. Δοκεῖ καὶ τοῦτο.

A. Ἀλλὰ μὴν ὃ μὴ γίνεται τῷ κεκωλῦσθαι γενέσθαι, οὐκ ἂν δυνατὸν ἐκεῖνο γενέσθαι λέγοιτο, εἴ γε δυνατόν ἐστι τοῦτο ὃ οἷόν τε γενέσθαι ἀκώλυτον ὄν; καθ᾿ οὓς γὰρ δυνατὸν γενέσθαι τὸ μὴ κεκωλυμένον, τὸ κεκωλυμένον γενέσθαι οὐκ ἂν εἴη δυνατόν· τοῦτο δὲ κεκώλυται γενέσθαι.

B. Ὀρθῶς μοι καὶ τοῦτο δοκεῖς λέγειν.

A. Ἀλλ᾿ εἰ ταῦτα τοῦτον ἔχειν σοι δοκεῖ τὸν τρόπον, δῆλον ὡς συγχωροίης ἂν καὶ τῷ τούτοις ἑπομένῳ. ἔστι δὲ τοῦτο, τῶν γιγνομένων κατὰ εἱρμὸν αἰτίων καὶ κατ᾿ αἰτίας προκαταβεβλημένας μηδὲν ἄλλως γίνεσθαι δυνατόν. ἕποιτο δ᾿ ἂν τούτῳ κειμένῳ τὸ καθ᾿ οὓς πάντα γίνεται καθ᾿ εἱμαρμένην μόνα εἶναι ταῦτα δυνατά, ὅσα γίνεται, τῷ πᾶν τὸ μὴ γινόμενον μὴ γίνεσθαι διὰ τὸ μὴ κεκωλῦσθαι γενέσθαι ὑπὸ τῶν προκαταβεβλημένων τῶν γινομένων αἰτίων.

B, Πῶς γὰρ οὐ συγχωροίην ἂν οἷς φθάνω συγκεχωρηκώς.

A. Ἀλλὰ μὴν ἔκειτο ἡμῖν καὶ τὸ πάντα τοῦτον γινόμενα τὸν τρόπον ἐξ ἀνάγκης γίνεσθαι.

B. Ἔκειτο γάρ.

A. Οἷς πάλιν ἕποιτ᾿ ἂν τὸ μόνα εἶναι ταῦτα δυνατά, ὅσα ἐξ ἀνάγκης γίνεται. εἰ γὰρ μόνα μὲν δυνατὰ τὰ γινόμενα, τὰ δὲ γινόμενα πάντα καθ᾿ εἱρμὸν αἰτίων γίνεται, τὰ δ᾿ οὕτως γινόμενα ἐξ ἀνάγκης γίνεται, δῆλον ὡς μόνα ἂν εἴη δυνατὰ τὰ ἐξ ἀνάγκης γινόμενα.

B. Λέγεις ὀρθῶς.

A. Αλλὰ μὴν καθ᾿ οὓς πάντα καθ᾿ εἱμαρμένην γίνεται, κατὰ τούτους πάντα καθ᾿ εἱρμὸν αἰτίων γίνεται.

B. Πῶς γὰρ ἄλλως.

A. Καθ᾿ οὓς ἄρα πάντα καθ᾿ εἱμαρμένην γίνεται, κατὰ τούτους μό ὃ ἐξ ἀνάγκης γίνεται, ὡς τὸ ἔστιν ἢ ἔσται, τοῦτο μόνον δυνατὸν εἶναι κατ᾿ αὐτούς. |

B. Ἀνάγκη γάρ.

A. Ἀλλὰ μὴν τὰ ἐξ ἀνάγκης γινόμενα οὐχ οἷόν τε μὴ γενέσθαι· ὃ γὰρ οἷόν τε μὴ γενέσθαι, ἐνδέχεται τοῦτο καὶ μὴ γενέσθαι, τὸ δὲ ἐνδεχόμενον 2 πῶσ (acc. del. m2) V: fortasse πως 〈ἢ〉 6 λέγοιτο corr. ex λέγοι τε V ὃ ante δυνατόν transposuit a 8 δυνατόν] α s. v. V: δε V 10 δοκεῖ om. FGSLa Sp. ante δῆλον iteratum δοκεῖ del. V: om. BR: δοκεῖ δῆλον FGSLa 13 κειμένῳ] ῳ in lit. V 14 μόνα VBR²S²: πάντα FGS¹L: μόνον a Sp. τῷ VBR: αὐτῷ FGSLa Sp. 15 μὴ del. V: om. libri 18 ἀλλαμὴν V 19 ἀνάγ|////κησ V 22 μὲν δύναται a 24 μόνα] α in lit V 30 fortasse γίνεται, ⟨γίνεται⟩· ὡσθ᾿ ὃ ἔστιν ἢ ἔσται, cf. l. c. 622 ἢ τὸ ἔσται a εἶναι δυνατὸν a 31 αὐτοὺς ⟨ἀνάγκη⟩. B. Ἀνάγκη coni. Sp. 33 οὐχ] fortasse οὕτως μὴ delendum videtur cf. ib, καὶ om. R μὴ γενέσθαι δυνατὸν μὴ γενέσθαι, ὥστε τὸ ἀναγκαίως γινόμενον ἔσται δυνατὸν μὴ γενέσθαι.

B. Ὀρθῶς λέγεις.

A. Ἀλλ᾿ εἰ δυνατὸν μὴ γενέσθαι τὸ ἀναγκαίως γινόμενον μόνον, εἴη ἂν καὶ δυνατὸν γενέσθαι τὸ ἀναγκαίως μὴ γινόμενον μόνον, οὕτω τε ἔσται τῷ ἀναγκαίως γινομένῳ ἑπόμενον τὸ ἀναγκαίως μὴ γίνεσθαι, εἴ γε τὸ μὲν δυνατὸν γενέσθαι καὶ μὴ γενέσθαι δυνατόν, ἐπὶ δὲ μόνου τοῦ ἀναγκαίως γινομένου τὸ δυνατὸν ἀληθεύεται. οὗ ὄντος ἀτόπου ἕποιτ’ ἂν τοῖς πάντα γίνεσθαι καθ᾿ εἱμαρμένην λέγουσιν τὸ δυνατὸν εἶναι μόνον τὸ γινόμενον ἐξ ἀνάγκης, τοῦ ἐξ ἀνάγκης μὴ τοῦ ὡς βιαίου, ἀλλὰ τούτου λαμβανομένου, οὗ τὸ ἀντικείμενον ἀδύνατον, καίτοι κατὰ μόνους τοὺς πάντα καθ᾿ εἱμαρμένην γίνεσθαι λέγοντας οὐκ ἄλλο τι τοῦ ἀναγκαίως γινομένου τὸ γινόμενον οὔτε γινόμενον ἐξ ἀνάγκης, οὐδ᾿ ἔστιν τὸ μὲν ἐξ ἀνάγκης γινόμενον ὥς φασιν τὸ γινόμενον βίᾳ, τὸ δ᾿ ἀναγκαίως τὸ κατὰ τὴν τῶν αἰτίων ἀκολουθίαν. γνώριμον δὲ τοῦτο ἐκ τοῦ μηδὲ γίνεσθαί τι δύνασθαι βίᾳ καθ᾿ οὓς καθ᾿ εἱμαρμένην πάντα γίνεται. εἰ γὰρ τὰ καθ’ εἱμαρμένην γινό|μενα καθ᾿ εἱρμὸν αἰτίων γίνεται καὶ κατὰ τάξιν θείαν τινά, οὐδὲν δὲ τῶν κατὰ τάξιν γινομένων τοιαύτην βίᾳ γίνεται, οὐδὲν ἂν τῶν καθ᾿ εἱμαρμένην γινομένων βίᾳ γίνοιτο. καὶ γὰρ εἴ τινες μὴ δοκοῦσιν τοῖς περὶ αὐτοὺς γινομένοις εὐαρεστεῖν, καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης καὶ τῆς θείας τάξεως ἔχοιεν ἄν. τί γὰρ ἄλλο λέγειν σἷόν τε τοῖς πάντα λέγουσιν τὰ γινόμενα γίνεσθαι κατά τινας ἀπαραβάτους αἰτίας καὶ τοῦτο ὀνομάζουσιν εἱμαρμένην; τὸ γὰρ λέγειν τὴν εἱμαρμένην ποιεῖν τινα τοιαῦτα, ἃ χωρὶς βίας οὐ πείσεται τοῖς αἰτίοις’’, παντάπασιν ἀλλότριον ἂν εἶναι δόξαι θείας τάξεως· πάντων δὲ καθ᾿ εἱμαρμένην γινομένων ἀναιρεῖται τὸ βίᾳ τι γίνεσθαι· εἴη γὰρ ἂν καὶ τοῦτο καθ᾿ εἱμαρμένην τάξιν ὡς προείρηται. κατὰ γὰρ τοὺς οὕτω λέγοντας πάντα γίνεσθαι καὶ αὐτὸ τὸ μὴ βούλεσθαι ἕπεσθαι τῷ ποιοῦντι ἔσται καθ᾿ εἱμαρμένην, ὅπως οὐ παντάπασιν ἄλογον λέγειν κατηναγκάσθαι τινὰς ὑπό τινων προκαταβεβλημένων αἰτίων ἀντιπράσσειν τοῖς ἀναγκαίως ἐσομένοις;

B. Ἀλογώτατον μὲν οὖν.

A. Καὶ γὰρ ἔτι πρὸς τούτοις, εἰ τὰ καθ᾿ εἱμαρμένην γινόμενα καὶ 2 δυνατὸν VFBR: ἀδύνατον GSLa Sp. 3 ὀρθῶς—γενέσθαι (4) om. F 4 δυνατόν VB: ἀδύνατον SLFGa Sp.: μὴ δυνατόν R μόνον om. 5 ἀναγκαίως B2 coni. Sp.: ἀναγκαῖον libri 6 γίνεσθαι] γενέσθαι a γε] τε R 8 fortasse ἀτόπου ⟨ἀτοπώτερον⟩ γένοιτ’ ἂν cf. l. c. p. 624 10 ἀνάγκης] να in lit. V 12 λέγοντα γίνεσθαι οὐκ R 13 οὔτε γινόμενον VB¹S¹RL: οὔτε τὸ γινόμενον B2S2a Sp.: fortasse ἅτε γινόμενον B 15 βία V 16 πάντα γινόμενα R 18 ἂν τῶν (ἂν τῶ m 2 in lit.) B: θᾶττον VR: | ἆρα τὸν F: ἄρα τῶν GSLa Sp. 18. 19 γινόμενον a 19 γένοιτο a 21 οἶόν τε B2GFLa Sp.: οἱονται sic V: οἴονται B¹R 23. 24 πείσεται FGS¹L Sp.: πείσεσθαι VBRS²a 24 δόξαι B2 coni. Sp.: δόξῃ VB¹R: δόξει GSLa 25 δὲ V2BR Vict.: οὖν G: om. V1LGSa 26 τὴν τάξιν Vict. 28 ὅπως VFB1LR: ὃ πῶς GB2Sa: fortasse καὶ πῶς 29 ἀντιπράττειν a 30 ἐσομένοις RB: ἑσομένοισ V: ἑπομένοις SLGa Sp. κατὰ πρόνοιαν γίνεται, πῶς εὔλογον κατὰ πρόνοιάν τινας ἀντιπράσσειν τοῖς καλῶς γινομένοις καὶ εὐτάκτως τοῖς κατὰ πρόνοιαν; |

B. Ὀρθῶς λέγεις.

2. A. Καὶ γὰρ εἰ ἀναγκαῖον μὴ γενέσθαι ταῦτα τῷ κεκωλῦσθαι γενέσθαι οὐ γίνεται, ταῦτα οὐδὲ δυνατὰ γενέσθαι, εἴ γε δυνατὸν ὃ οἷόν τε γενέσθαι ἀκώλυτον ὄν.

B. Ὀρθῶς λέγεις.

A. ἄρα ἀναγκαῖον μὴ γενέσθαι, ταῦτ’ οὐκ ἔστι δυνατὰ γενέσθαι· περὶ ὧν δὲ οἷόν τε προλέγοντας ὅτι μὴ ἔσται ἀληθεύειν, ταῦτα ἀνάγκη μὴ γενέσθαι, εἴ γε περὶ ὧν προλέγων τις ὡς ἐσομένων ἀληθεύει, ταῦτ’ ἀναγκαῖον γενέσθαι.

B. Πῶς γὰρ ἄλλως;

A. Περὶ ὧν οἷόν τε προλέγοντα ὅτι μὴ ἔσται ἀληθεύειν, ταῦτ’ οὐκ ἔσται δυνατὰ γενέσθαι.

B. Πῶς γὰρ ἂν εἴη δυνατὰ γενέσθαι, ὧν τὰ ἀντικείμενα ἐξ ἀνάγκης γίνεται;

A, Ἀλλ᾿ εἰ περὶ πάντων τῶν παρὰ τὴν εἱμαρμένην οἷόν τε προλέγοντα ὅτι μὴ ἔσται ἀληθεύειν, οὐδὲν τῶν παρὰ τὴν εἱμαρμένην δυνατὸν ἔσται γενέσθαι.

B. Ὀρθῶς λέγεις.

A. Ἀλλὰ μὴν καὶ περὶ ὧν σἷόν τε προλέγοντα ὅτι ἔσται ἀληθεύειν, ταῦτα ἀνάγκη γενέσθαι· ἃ δ᾿ ἀνάγκη γενέσθαι, ταῦτ’ οὐχ οἷόν τε μὴ γενέσθαι.

B. Οὐ γὰρ οἷόν τε.

A. Περὶ ὧν οἷόν τε προλέγοντα ὅτι ἔσται ἀληθεύειν, ταῦτ’ οὐχ οἷόν τε μὴ γενέσθαι καὶ περὶ πάντων τῶν γινομένων οἷόν τε προλέγοντας ὅτι ἔσται ἀληθεύειν.

B Πῶς γὰρ ἄλλως ἐνδέχεται λέγειν,

A. Οὐδὲν τῶν καθ᾿ εἱμαρμένην γινομένων οἷόν τε μὴ γενέσθαι.

B. Οὐ γὰρ σἷόν τε.

A. Ἀλλ᾿ εἰ δυνατὸν μὲν ὅ οἶόν τε καὶ μὴ γενέσθαι, οὐδὲν δὲ τῶν καθ᾿ εἱμαρμένην οἷόν τε καὶ μὴ γενέσθαι, οὐδὲν ἂν τῶν καθ᾿ εἱμαρμένην γινομένων δυνατὸν εἴη. πᾶν γὰρ οἷόν τε καθ᾿ οὓς πάντα τὰ γινόμενα καθ᾿ 1 πώς RB2SGFLa: ὅπως VB1 κατὰ] καὶ τὰ R τινας] νας in lit. V 3 ὀρθῶς] ὅρα ὡσ V1 (corr. V2 4 ταῦτα] ταυτα V: fortasse ἃ cf. l. c. p. 625 5 ταυτα V1 οὐδὲ δυνατὰ FSB2La Sp.: οὐδ᾿ ἀδύνατα VB¹R: οὐδὲ δύναται G ὃ οἷόν τε B² Vict. Sp.: οἷόν τε VRB¹: ὅτε FSLa 6 ἂν add. B² Sp. 9 προλέγοντα coni. Sp. ἔσται B2S2a Sp.: ἔστι VB¹S¹R2. 13 τοῦτ’ a 15 ὧν δ᾿ vel ἄρα coni. Sp. 20 ὀρθῶς— γενέσθαι (22) om. R 22 γενeσθαι V οὐχ] οὐ in lit. V 24 οὐ—γενέσθαι (26) om. R 25 ἄρα add. post ὧν a Sp. 26 οἴονταὶ sic V (eorr. V2 γενομένων a προλέγοντα coni. Sp. 29 οὐδὲν ἄρα a γενομένων a 31 μὲν ὃ coni. Sp.: μὴ R: μὲν libri δὲ om. R 32 οἷόν τε — εἱμαρμένην om. μὴ s. v. V 33 ἂν εἴη L πὓε VRB¹ a: σὓς δὲ B²: οὗ LF: fortasse πᾶν γάρ, ⟨εἰ⟩ καθ’ οὓς τὰ om. BR εἱμαρμένην γίνεται, οὐδὲν τῶν γινομένων ὡς δυνατὸν καὶ μὴ γενέσθαι γίνεται. ἐδείχθη δ᾿ ὅτι μηδὲ τῶν παρὰ τὴν εἱμαρμένην δυνατόν τι ἔστιν. οὐδὲν δυνατόν ἐστιν, εἴ γε πᾶν μὲν ἢ καθ᾿ εἱμαρμένην ἢ παρὰ τὴν εἱμαρμένην, οὐδέτερον δὲ δυνατὸν αὐτῶν.

3. B. Καὶ γὰρ εἰ τὸ καθ᾿ εἱμαρμένην γινόμενον δυνατόν τις λέγοι, τὸ ἀναγκαίως γινόμενον δυνατὸν ἂν εἴη λέγων. ἀλλ᾿ εἰ τὸ δυνατὸν γενέσθαι δυνατὸν καὶ μὴ γενέσθαι, τὸ ἀναγκαίως γινόμενον εἴη ἂν δυνατὸν μὴ γενέσθαι. εἰ δὲ τὸ παρὰ τὴν εἱμαρμένην δυνατόν τις λέγοι, συμβήσεται πάλιν τούτῳ τὸ ἀδύνατον γενέσθαι δυνατὸν γενέσθαι λέγειν. περὶ οὗ γὰρ ὁ προλέγων ὅτι μὴ ἔσται ἀληθεύει, πῶς σἷόν τε τοῦτο λέγειν ἐνδέχεσθαι γενέσθαι; δῆλον γὰρ ὅτι, εἰ καὶ δυνατὸν ἄλλως | ἦν τῇ ἑαυτοῦ φύσει, ἀλλὰ τῷ κεκωλῦσθαι αὐτὸ ἀληθὲς ἦν προλεγόμενον ἐπ᾿ αὐτοῦ τὸ μὴ ἔσεσθαι.

4. A. Καὶ γὰρ εἰ μὴ ἔστι δυνατὸν τοῦτο, οὗ ὑποτεθέντος εἶναι οὐδὲν ἀδύνατον συμβήσεται, παντὶ δέ, ᾧ τὸ ἀντικείμενον προλεγόμενον ἀληθές ἐστιν, ὑποτεθέντι εἶναι ἀδύνατον ⟨συμβήσεται⟩ τὸ ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, οὐδὲν ἂν τῶν ἐφ᾿ ὧν τῆς ἀντιφάσεως εἰς τὸ μέλλον θάτερον μέρος ἀφωρισμένως ἀληθές ἐστιν, εἴη ἐνδεχόμενως. ἐπὶ πάντων δέ φασι θάτερον μέρος τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι.

B. Φασὶ γάρ.

Οὐδὲν οὖν ἐστιν ἐνδεχόμενον· οὔτε γάρ, καθ᾿ ὧν ἀληθὲς τὸ ἔσται, ἐνδεχόμενον, ὅτι μὴ οἷόν τε αὐτὰ μὴ γενέσθαι, οὔτε ἐφ᾿ ὧν ψεῦδος τὸ οὐκ ἔσται, ἔσται ὅτι μὴ οἷόν τέ τι τούτων γενέσθαι. εἰ γάρ τις ἐφ᾿ οὗ ψεῦδος ἓν τῶν λεγομένων ⟨ἢ τὸ γενέσθαι ἢ⟩ τὸ μὴ γενέσθαι, λέγοι τὸ ἕτερον τούτων ἐνδεχόμενον, ἢ τὸ γενέσθαι ἢ τὸ μὴ γενέσθαι, ἕποιτο ἂν τούτῳ ἀμφότερα λέγειν ἐνδεχόμενα. τό τε γὰρ ἐνδεχόμενον γενέσθαι ἀληθὲς τῷ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι, καὶ ὃ ἐνδέχεται μὴ γενέσθαι, τοιοῦτον τῷ ἐνδέχεσθαι γενέσθαι. οὕτω δὲ ἔσται ἐφ᾿ οὗ τὸ γενέσθαι ἐνδεχόμενον, 1 fortasse γίνεται, ⟨ἐξ ἀνάγκης γίνεται⟩, οὐδὲν γινομενων V 1. 2 γίνεται V: δύναται BSGFLRa Sp. 2 τι ἔστιν B2 Sp.: τε ἔστιν libri 3 οὐδὲν ἄρα Sp. ἠ V1 (corr. m2) 6 λέγειν a Sp. 7 γενέσθαι δυνατὸν, τὸ L 8 τὸ om. a Sp. γενέσθαι] γε in lit. V 9 τὸ τὸ coni. Sp. 10 ὁ corr. ex οὐ V2 11 ἑαυτῶν a 12 ἐπ᾿ VRB: ὑπ᾿ FSLGa: fortasse περὶ 13 μὴ ἔστι VB1: μὴ ἔσται R: ἔστι B²GFSa Sp.: fortasse μέν ἐστι cf. l. c. p. 627 sq. οὐ a 15 ⟨συμβήσεται⟩ τὸ scripsi: τὸ V1FSLa Sp.: τῷ V2 Vict. BR ἀδύνατον—εἶναι om. G 16 ἂν τῶν scripsi: αὐτῶν libri 17 ἀληθὲς τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθές S2a (τῆς—ἀληθες punctis notat Vict. εἴη ἐνδεχομένως scripsi: εἰ ἐνδεχομένων V¹: ἢ ἐνδεχόμενον V²B: ἐνδεχόμενον G Vict. Sp.: εἰς δεχόμενον F: εἰς δεχομένων LS¹: ᾗ δεχομένων S2a: ἐστιν— ἀληθές (18) om. R 20 οὖν S2GLa Sp.: ὅ VFBS¹: om. R 20 οὔτε—ἐνδεχόμενον (21) om. R τὸ ἔσται VB: τὸ ἔσται τὸ GF: ἔσται τὸ LSa: τὸ ἔσται ἔσται Sp. 21 fortasse ταῦτα 22 οὐκ delevi ἔσται delevi cf. l. c. p. 628 sq. 23 ψεῦδος B²G Sp.: ψεύδους VFSB¹RLa ἓν scripsi: μὲν libri ἢ τὸ γενέσθαι ἢ addidi λέγοι τὸ BFR Sp.: λέγοιτο VLa 24 τούτων ἐν | των a 25 τούτῳ B2GF Vict. Sp.: τοῦτο VRB¹LSa ἐνδεχόμενον a 27 γε τῷ L ἐνδέχεσθαι GF Sp.: ἐνδέχεται VRBSLa ἐπὶ τούτου καὶ | τὸ μὴ γενέσθαι τοιοῦτον, καὶ ἐφ᾿ οὗ τὸ μὴ γενέσθαι, ἐπὶ τούτου καὶ τὸ γενέσθαι ἐνδεχόμενον. ὁμοίως δὲ τοῦ αὐτοῦ ἐνδεχομένου γενέσθαι τε καὶ μὴ γενέσθαι, πῶς οὐκ ἄτοπον ἐπὶ τούτων τὸ ἕτερον μόριον τῆς προλεγομένης ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι τε λέγειν, θάτερον δὲ ψεῦδος, ὁμοίως τοῦ προκειμένου ἄμφω δυναμένου; ἀκολουθεῖ γὰρ τοῖς τὰ γινόμενα τοῦτον τὸν τρόπον γίνεσθαι λέγουσιν τὸ ὁμοίως ἀληθῆ τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἐπὶ τῶν οὕτω γινομένων γίνεσθαι λέγειν ἢ ὁμοίως αὐτῶν ἑκατέραν ψευδῆ.

V. Διὰ τί ἡ αὔξησις κατὰ τὸ εἶδος μόνον, ἀλλ᾿ οὐχὶ καὶ κατὰ τὴν ὕλην.

Εἰ αὔξεται τὸ ὑποκείμενον τῷ αὔξεσθαι λεγομένῳ (ὑπομένει δὲ καὶ ἡ ὕλη, οὐ μόνον τὸ εἶδος· οὐ γὰρ δὴ πᾶσα ἀλλάσσεται), διὰ τί κατὰ τὸ εἶδος μόνον, ἀλλ᾿ οὐχὶ καὶ κατὰ τὴν ὕλην ἡ αὔξησις; οὐ γὰρ πᾶσα ἡ ὕλη ἡ ἐν τοῖς αὐξομένοις ἀλλάσσεται, ἀλλὰ μένοντός τινος ἐξ αὐτῆς ἄλλη προσγίνεται· οὐδὲ γὰρ ἂν ἐσώζετο τὴν ἀρχήν, οὐδ᾿ ἂν τὸ εἶδος ἔμενεν τῆς προϋπαρχούσης ὕλης. οὐ γὰρ ἐν τῷ τοσῇ δέ τινι εἶναι τῇ ὕλῃ τὸ εἶναι ὕλῃ. ὥσπερ οὐδὲ τῇ σαρκί. ἢ δύο ὄντων περὶ τὸ αὐξόμενον ποιοῦ τε καὶ ποσοῦ (τόδε γὰρ τὸ αὐξόμενον, τὸ δὲ τόδε συναμφότερος οὐσία), καὶ τοῦ μὲν ποσοῦ ὡς ὕλης ὑποκειμένου, τοῦ δὲ εἴδους τὴν τοῦ ποιοῦ χώραν ἔχοντος, τὸ μὲν πο|σὸν οὐ μένει ταὐτόν, τὸ δὲ ποιὸν τὸ ὡς εἶδος τοῦ αὐξομένου μένει. ἐπεὶ τοίνυν τὸ ποιόν, ὃ καὶ εἶδός ἐστι, μένει, τὸ δὲ ποσὸν οὐ μένει, καὶ αἴτιον τοῦ μὴ μένειν αὐτὸ ταὐτὸν ἡ τῆς ὕλης ῥύσις, διὰ τοῦτο κατὰ μὲν τὴν ὕλην οὐκ αὔξεται τὰ αὐξόμενα, κατὰ δὲ τὸ εἶδος. τοῦτο γὰρ ταὐτὸν μένον. τοῦ γὰρ καθ᾿ αὑτὸ ὑφεστῶτος ἡ αὔξησις κατὰ τὸ μένον ἐν αὐτῷ γίνεται, καθ᾿ αὑτὸ δὲ ὑφεστῶτος τὸ συναμφότερον, ὃ κατὰ τὸ εἶδος μένει. ἡ γὰρ ὕλη τὸ ῥέον, ἐπεί, εἰ καὶ ὑπομένει τις ὕλη ἐν τῷ αὐξομένῳ, ἀλλ᾿ οὐκ ἔστι ταύτης κατηγορῆσαι τὸ ηὐξῆσθαι, τῷ κατ’ αὐτὴν ἑκάστοτε, εἰ καὶ ὑπέμεινεν, ἀλλὰ μετὰ ταῦτα ῥεῖν τε καὶ ἀλλάσσεσθαι. οὐ γὰρ ἔστιν ἐν τῷ ηὐξημένῳ λαβεῖν τινα ὕλην, ἥτις διὰ παντὸς ἡ αὐτὴ μένουσα ἐν αὐτῷ κατ’ ἀριθμὸν προσθήκην ἔσχεν τινὰ κατὰ ποσόν. ἣν γὰρ ἂν λάβης, καὶ αὕτη ῥεῖ καὶ μεταβάλλεται, καὶ οὐδὲν αὐτῆς ταὐτὸ κατ’ ἀριθμὸν μένει· τὸ δὲ εἶδος ταὐτὸ μένει, ἔστ’ ἂν σώζηται τὸ πρᾶγμα.

VI. Πῶς εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ κατὰ τὸ ψυχρὸν ἢ κατὰ τὸ ὑγρόν, ἡ μὲν εἰς τὸ θερμὸν αὐτοῦ ἐκ τοῦ ψυχροῦ μεταβολὴ οὐ φθείρει αοὐτό, ἡ δὲ ἐκ τοῦ ὑγροῦ εἰς τὸ στερεὸν φθείρει.

Ε…

The complete text is available when the reading interface loads.