The Greek Library Author

Alexander Of Aphrodisias

De fato

Scientific editors
Ivo Bruns
Edition reference
Alexandri Aphrodisiensis Praeter Commentaria Scripta Minora · Berlin · Reimer · 1892
CTS identifier
urn:cts:greekLit:tlg0732.tlg014.local001
Corpus release
2.2.0 · 2026-08-29
Digital source
View source ↗

Ἦν μὲν δι’ εὐχῆς μοι, μέγιστοι αὐτοκράτορες ΔΣεβῆρε καὶ Ἀντωνῖνε, I αὐτῷ γενομένῳ παρ’ ὑμῖν ἰδεῖν τε ὑμᾶς καὶ προσειπεῖν καὶ καθομολογῆσαι χάριν ἀνθ’ ὧν ἔπαθον εὖ παρ’ ὑμῶν πολλάκις, αἰεὶ τυχών πάντων ὧν ἠξίωσα μετὰ μαρτυρίας ἧς δίκαιος εἶναι τυγχάνειν τοιαῦτα αἰτούμενος. ἐπεὶ δὲ ἐφεῖται, καὶ εἰ μὴ παρών τις τοῖς ἱεροῖς θύειν δύναται, τὸ θύειν αὐτοῖς πανταχόθεν τε καὶ πανταχοῦ καὶ πέμπειν ἀναθήματα, ἃ μὴ κομίζειν αὐτὸς οἷόν τε, ἐθάρσησα πρὸς ὑμᾶς τῇ πρὸς τὸ θεῖον ἐξουσίᾳ, καί τινα ἀπαρχὴν ὑμῖν τῶν ἡμετέρων καρπῶν ἀνάθημα πέμψαι οἰκειότατον ὑμῖν ἀναθημάτων ἁπάντων. τί γὰρ ἂν οἰκειότερον τοῖς γνησίως φιλοσοφίαν τιμῶσίν τε καὶ προάγουσιν ἀνάθημα γένοιτο βιβλίου ὑπισχνουμένου θεωρίαν φιλόσοφον; περιέχει τε τὸ βιβλίον τὴν δόξαν τὴν Ἀριστοτέλους, ἣν ἔχει περί τε εἱμαρμένης καὶ τοῦ ἐφ’ ἡμῖν, οὖ τῆς φιλοσοφίας προίσταμαι ὑπὸ τῆς ὑμετέρας μαρτυρίας διδάσκαλος αὐτῆς κεκηρυγμένος. ἔστι δὲ οὐδενὸς δεύτερον τῶν κατὰ φιλοσοφίαν δογμάτων τουτὶ τὸ δόγμα· ἥ τε γὰρ ἀπ’ αὐτοῦ χρεία πανταχοῦ τε καὶ ἐπὶ πάντα διατείνει (οὐ γὰρ ὁμοίως περὶ τὰς πράξεις ἔχουσιν οἵ τε πάντα ἐξ ἀνάγκης καὶ καθ’ εἱμαρμένην γίγνεσθαι πεπιστευκότες καὶ οἷς δοκεῖ γίνεσθαί τινα καὶ μὴ τοῦ πάντως ἔσεσθαι προκαταβεβλημένας αἰτίας ἔχοντα), ἥ τε εὕρεσις τῆς ἀληθείας τῆς ἐν αὐτῇ χαλεπωτάτη τῷ δοκεῖν τῶν δοξῶν ἑκατέρᾳ πολλὰ ἀντιμαρτυρεῖν τῶν ἐναργῶν. 4 αὑτῷ V ὑμῖν ἰδεῖν τε om. 0 4. 5 χάριν καθομολογῆσαι a2 5 πολλακισ V 6 ἧς Va¹: ὧν a2: ὢν mg.: ὡς Lond. Diels: τῆς B²: ὡς ὧν coni. 0: fortasse del. εἶναι] εἴην coni. 0 7 ἐφεῖται in mg. ἐντέλλεται V τοῖς θεοῖς δύναται Cas.0 8 ἀναθύματα a1 9 τε ἦν ἐθάρσησα Cas. 0 ἡμᾶς a1 ἐξουσίᾳ] μιμήσει B² τινας Lond. 9.10 ἀπαρχὴν HESO Cas. B2: ἀπαρχῆς Va12 : ἀπ’ ἀρχῆς K: ἀπαρχὰς Lond. 10 καὶ ἀνάθημα B² ἡμῖν a2 13 περιέχει B2: περισχεῖν a2: περιέχειν Va1 τε] δὲ coni. O: γὰρ Diels τε τὸ βιβλίον] καὶ Lond. 0 13.14 τε περί τε a2 14 προίσταται a2 16.17 ἀπ’αὐτοῦ] ἀπανταχοῦ a1 18 τε καὶ καθ’ a² 19 alt. καὶ] ἃ καὶ a2O 20 ἔχοντα a1: ἔχοντες V²: ἔχουσιν V¹a²0 εὕρεσιν a2 ἐν αὐτῷ coni. Casp. 0 21 τῷ δοκεῖν Va¹: ἐστιν (ἐστιν del.) δοκεῖ τῷ δοκεῖν E: δοκεῖ τῷ δοκεῖν a² ἑκατέρα a1² ἐπεὶ δὲ ἐνίων δογμάτων ἡ κατασκευὴ διὰ τὴν πρὸς τοὺς μὴ ὁμοίως λέγοντας ἀντιλογίαν γίνεται φανερωτέρα (ὧν ἐν τοῖς μάλιστα κατ᾿ αὐτοῦ τε εἶεν μείζω ἢ κατὰ τὴν Ἀριστοτέλους δόξαν εἰπεῖν), ποιήσομαι τὸν λόγον πρὸς τοὺς οὐχ ὁμοίως ἐκείνῳ περὶ τούτων εἰρηκότας. ὅπως ἐν τῇ τῶν λεγομένων παραθέσει φανερώτερον ὑμῖν τἀληθὲς γένηται. ἔστι δὲ ἡ τῶν λόγων τῶν ἡμετέρων προαίρεσις οὐ πρὸς ἐπίδειξιν νενευκυῖα, ἀλλὰ πρὸς ἐξέτασίν τε καὶ διδασκαλίαν τῶν προκειμένων ἀκριβεστέραν, ἣν καὶ ὑμᾶς πᾶσιν οἷς πράσσετε ὁρᾶν ἔνεστιν ἐζηλωκότας. οὐδεμίαν γοῦν πρᾶξιν ὑμῶν ἔστιν εὑρεῖν, ἣ τὴν φαντασίαν πρὸ τῆς ἀληθείας σκοπὸν πεποίηται. εἰ δέ τι κατὰ σχολὴν ἐντυγχάνουσιν ὑμῖν τῷ βιβλίῳ δεῖσθαι δόξει ῥηθῆναι γνωριμώτερον, ἀξιῶ τιμηθῆναι καὶ ταύτῃ τῇ τιμῇ πρὸς ὑμῶν καὶ γραφῆναί μοι περὶ τῶν ζητουμένων· οὐδὲ γὰρ ῥᾴδιον πάντα γνώριμα ποιῆσαι δι’ ἑνὸς βιβλίου αὐτά τε τὰ προκείμενα καὶ οἷς τις χρῆται πρὸς τὴν μήνυσιν αὐτῶν.

Τὸ μὲν οὖν εἶναί τι τὴν εἱμαρμένην καὶ αἰτίαν εἶναι τοῦ γίνεσθαί II τινα κατ’ αὐτὴν ἱκανῶς ἡ τῶν ἀνθρώπων συνίστησιν πρόληψις (οὐ γὰρ κενὸν οὐδ’ ἄστοχον τἀληθοῦς ἡ κοινὴ τῶν ἀνθρώπων φύσις, καθ’ ἣν περί τινων ὁμοδοξοῦσιν ἀλλήλοις, ὅσοι γε αὐτῶν μὴ διά τινας προκαταβεβλημένας δόξας ὑφ’ αὑτῶν διὰ τὸ σώζειν βούλεσθαι τὴν πρὸς αὐτὰς ἀκολουθίαν ἄλλως ἀναγκάζονται λέγειν· δι’ ἣν αἰτίαν οὐδὲ Ἀναξαγόρας ὁ Kλαζομένιος, καίτοι τἄλλα ὢν ἐν τοῖς τὴν φυσικὴν φιλοσοφίαν φιλοσοφήσασιν οὐκ ἀπερριμμένος, οὐκ ἀξιόπιστος ἀντιμαρτυρῶν τῇ κοινῇ τῶν ἀνθρώπων πίστει περὶ εἱμαρμένης· λέγει γὰρ οὗτός γε μηδὲν τῶν γινομένων γίνεσθαι καθ’ εἱμαρμένην, ἀλλ’ εἶναι κενὸν τοῦτο τοὔνομα), τί δέ ποτ’ ἐστὶν ἡ εἱμαρμένη καὶ ἐν τίσιν, οὐκέθ’ οὐ γὰρ μόνον οὐκ ἀλλήλοις ἅπαντες, ἀλλ’ οὐδὲ ἡ τῶν ἀνθρώπων κοινὴ πρόληψις ἱκανὴ τοῦτο μηνῦσαι. οὔτε γὰρ ἀλλήλοις ἅπαντες, ἀλλ’ οὐδὲ αὐτὸς αὑτῷ τις περὶ αὐτῆς αἰεὶ αὐτῷ τὰ αὐτὰ δοξάζει. πρὸς γὰρ τοὺς καιρούς τε καὶ τὰς περιεστώσας τύχας καὶ 1 ἡ add. Diels μὴ V²a¹2: om. V¹: in lit. B 2 ἀντιλογγια sic V1 (corr. V2): ἐν ἀντιλογίαν Β μάλιστα] pr. α in lit. V lacunam indicavi 3 τε] τει ειεν (in mg. τι ut videtur v. c.) V: τει ειεν sic B: τί εἶεν HSa2: εἶεν (in mg. εἰρηκότες) Ε: τί εἴη? K: τί εἴη ἂν Cas. 0: οὐδὲν οἶμαι a1 Lond. μεῖζον Cas. ἢ a¹2: ει (sic) VH τε—ἢ om. C vacuo relicto 10 litt. τὴν om. 0 4 εἰρηκότας] ας in lit. V 5 ἡμῖν a1² 6 νευνευκυῖα V 8 πράσσεται a2 γοῦν] οὖν E: γὰρ 0 ἐστιν V 9 ἣ V( infra versum)a¹ : ἐν ᾗ a20 πεποίησθε Cas. 0 τι om. a2 10 ἡμῖν a2 δεῖσθαι om. a2 δόξει V2a¹²: δόξαι V¹: δόξει ⟨τινὰ⟩ coni. 0 ῥηθῆναι δεῖν Cas. 11 πρὸς Va¹: παρ’ a2 12 ῥάδιων V1 (corr. V2) 14 ad sequentia cf. Alex. De anima 179,25 sq. τι] τε coni.0 20 τἄλλα ὢν ἐν τοῖς V²a¹²Ο: ἄλλα ων αυτοῖς V¹: ἄλλα ὢν αὐτοῖς ES2 (sed τἄλλα S²) 21 ἀπεριμμένος Va1: ἀπερριμένος a2 οὐκ] ἀλλ’ H: del. Casp. 0 22 τῶν γινομένων μηδὲν a2 23 δή ποτ’ οὖν a2 24 οὐκέΘ᾿ V: οὐ καθόλου ES: οὐκέτι a12O οὐ γὰρ—οὐδὲ (25) delevi 25 μηνύσαι V 26 αὐτῷ om. a2 O τὴν περὶ τῆς εἱμαρμένης δόξαν μεταφέρουσιν. ὅσοι μὲν γὰρ αὐτῶν πάντα καθ’ εἱμαρμένην γίνεσθαι λέγουσιν, τὴν εἱμαρμένην ὑπολαμβάνουσιν ἀπαράβατόν τινα αἰτίαν εἶναι καὶ ἀναπόδραστον, εἰσὶ δ’ οἷς οὐ πάντα τὰ γινόμενα γίνεσθαι δοκεῖ καθ’ εἱμαρμένην, ἀλλ’ εἶναί τινας ὑπολαμβάνουσιν τῶν γινομένων καὶ ἄλλας αἰτίας· ἀλλ’ οὐδὲ τὴν εἱμαρμένην αὐτὴν τὸ πάγιόν τε καὶ ἀπαράβατον ἔχειν τίθενται, ἀλλὰ γίνεσθαί τινα καὶ τῶν καθ’ εἱμαρμένην γίνεσθαι πεφυκότων οὐ κατ’ αὐτήν, ἀλλὰ παρὰ μοῖραν, ὡς οἱ ποιηταί φασιν, καὶ παρὰ τὴν εἱμαρμένην. ἔστι δ’ οἷς ποτὲ πάντα γίνεσθαι τὰ γινόμενα δοκεῖ καθ’ εἱμαρμένην καὶ μάλιστ’ ἂν αὐτοῖς τὰ τῆς τύχης ἀντι- πίπτῃ, κατορθοῦντες δὲ ἐν τοῖς προκειμένοις αὑτοὺς αἰτίους εἶναι τῶν κατορθωμάτων ὑπολαμβάνουσιν, ὡς οὐκ ἂν ἀπαντησάντων τῶν ἀπηντηκότων, εἰ μὴ αὐτοὶ τάδε μᾶλλον ἔπραξαν ἀντὶ τῶνδε, ὡς ἔχοντες καὶ τοῦ μὴ πράττειν αὐτὰ τὴν ἐξουσίαν. δι’ ἣν διαφωνίαν ἀναγκαία τοῖς φιλοσοφοῦσιν ἡ ζήτησις ἡ περὶ τῆς εἱμαρμένης, οὐκ εἰ ἔστιν, ἀλλὰ τί ποτ’ ἐστὶν καὶ ἐν τίσιν τῶν γινομένων τε καὶ ὄντων ἐστὶν ἡ τοιαύτη φύσις.

ὅτι μὲν οὖν 8 III αἰτίαν τινὰ τὴν εἱμαρμένην τοῖς γινομένοις ὧν εἶναι λέγουσιν πάντες οἱ περὶ εἱμαρμένης λέγοντές τι, γνώριμον (ταύτην γὰρ ἀποδιδόασίν τε καί φασιν αἰτίαν εἶναι τοῦ γίνεσθαι τὰ γινόμενα ὃν τρόπον γίνεται), ἐπεὶ δὲ πλεοναχῶς λέγεται τὰ αἴτια, ἀναγκαῖον τοῖς ἐν τάξει τὸ πρόβλημα μετιοῦσιν πρῶτον λαβεῖν, ὑπὸ τίνα τρόπον τῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην· οὐδὲν γὰρ τῶν πολλαχῶς λεγομένων γνώριμον χωρὶς τῆς οἰκείας διαιρέσεως λεγόμενον. διαιρεῖται δὴ τὰ τῶν γινομένων αἴτια εἰς τρόπους αἰτίων τέσσαρας, καθὼς αἰτίας Ἀριστοτέλης δέδειχεν. τῶν γὰρ αἰτίων τὰ μέν ἐστι ποιητικά, τὰ δὲ ὕλης ἐπέχει λόγον, ἔστι δέ τις ἐν αὐτοῖς καὶ ἡ κατὰ τὸ εἶδος αἰτία· παρὰ δὲ τὰς τρεῖς ταύτας αἰτίας ἐστὶν αἴτιον ἐν αὐτοῖς καὶ τὸ τέλος, οὗ χάριν καὶ τὸ γινόμενον γίνεται. καὶ τοσαῦται μὲν αἱ τῶν αἰτίων διαφοραί. ὅτι γὰρ ἂν αἴτιον ᾖ τινος, ὑπὸ τούτων τι τῶν αἰτίων ὂν εὑρεθήσεται. καὶ γὰρ εἰ μὴ πάντα τὰ γινόμενα τοσούτων αἰτίων δεῖται, ἀλλὰ τά γε πλείστων δεόμενα οὐχ ὑπερβαίνει τὸν ἀριθμὸν τὸν εἰρημένον. γνωριμωτέρα 4 δοκεῖ γίνεσθαι a1 5 οὐδὲ a¹0: οὐ a2: ουδε sic V 7 κατ’ αὐτὴν Va1: κατὰ ταύτην a2 9 εἱμαρμένην] ην in lit. V τύχης (supra τυ lit.) V: ψυχῆς a2: ψυχοῖς K 12 ἔπραξαν om. a1 14 ἡ om. a2 15 τε καὶ ὄντων om.0 τοιάδε a¹ οὖν om. 0 16 ὧν del. V2 17 τε] τι V¹ (corr. V2) 18 γίνεται V2a1: γίνεσθαι V¹a² 19 τὰ αἴτια om. a1 πρῶτον V²a¹: πρώτην V¹a² 22 δὴ] δὲ Eusebii vulg. 0 διαιρεῖται—τιθέναι τὴν εἱμαρμένην (169,3)] Euseb. praep. ev. VI, 9. 1—16 268a— 270b τόπους Cas. Lo ond. αἰτιῶν Eusebius Lond.0 23 καθὼς V2a¹: καθὼσ αἰτίασ V¹: καθ’ ἃς αἰτίας a2: καθὼς ὁ θεῖος Eusebius Lond. 0 fortasse recte: καθὼς θεῖος Cas. δέδειχεν] cf. Arist. ΜΜetaph. Ι, 3. 983a23 sqq. ποιητὰ Εusebii pars librorum 24 ἐπέχοντα Eusebii vulg. τὸ om. Eusebii p. l. 25 τὰς om. Cas. ἐν αὐτοῖς αἴτιον Eusebius 25 et 26 τὸ om. Eusebius 26 αἱ τῶν om. Eusebii p. l. 27 τι τούτων Eusebius ὃν a² 28 μὴ] καὶ B² γινόμενά τις σκέψαιτο, εὑρήσει οὐχ B² 28. 29 τοσούτων — δεόμενα Eusebius (τὰ δὲ p. l.): om. (signo in mg. adposito V) codd. a¹² 29 τὸν εἰρ. ἀρ. Eusebius δ’ ἂν αὐτῶν ἡ διαφορὰ γίγνοιτο, εἰ ἐπὶ παραδείγματός τινος τῶν γινομένων ὁραθείη. ἔστω δὴ ἐπ’ ἀνδριάντος ἡμῖν ἡ τῶν αἰτίων δεικνυμένη διαίρεσις. τοῦ δὲ ἀνδοιάντος ὡς μὲν ποιητικὸν αἴτιον ὁ ποιήσας τεχνίτης, ὃν ἀνδριαντοποιὸν καλοῦμεν, ὡς δὲ ἡ ὕλη ὁ ὑποκείμενος χαλκὸς ἢ λίθος ἢ ὅτι ἂν ᾖ τὸ ὑπὸ τοῦ τεχνίτου σχηματιζόμενον κατὰ τὴν τέχνην· αἴτιον γὰρ καὶ τοῦτο τοῦ γεγονέναι τε καὶ εἶναι τὸν ἀνδριάντα. ἔστι δὲ καὶ τὸ εἶδος τὸ ἐν τῷ ὑποκειμένῳ τούτῳ γενόμενον ὑπὸ τοῦ τεχνίτου καὶ αὐτὸ τοῦ ἀνδριάντος αἴτιον, δι’ ὅ ἐστιν εἶδος δισκεύων ἢ ἀκοντίζων ἢ ἐπ’ ἄλλου τινὸς ὡρισμένου σχήματος. οὐ μόνα δὲ ταῦτα τῆς τοῦ ἀνδριάντος γενέσεως αἴτιά ἐστιν· οὐδενὸς γὰρ τῶν αἰτίων τῆς γενέσεως αὐτοῦ δεύτερον τὸ τέλος, οὗ χάριν γεγονός ἐστι, ἢ τιμή τινος ἢ εἰς θεοὺς εὐσέβειά τις. ἄνευ γὰρ τοιαύτης αἰτίας οὐδ’ ἂν τὴν ἀρχὴν ὁ ἀνδριὰς ἐγένετο. ὄντων τοίνυν τοσούτων τῶν αἰτίων καὶ τὴν πρὸς ἄλληλα διαφορὰν ἐχόντων γνώριμον τὴν εἱμαρμένην ἐν τοῖς ποιητικοῖς αἰτίοις δικαίως ἂν καταριθμοῖμεν ἀναλογίαν σώζουσαν πρὸς τὰ γινόμενα κατ’ αὐτὴν τῷ τοῦ ἀνδριάντος δημιουργῷ τεχνίτῃ. τούτου δ’ οὕτως ἔχοντος ἀκόλουθον ἂν εἴη περὶ τῶν ποιητικῶν

ΙV αἰτίων ποιήσασθαι τὸν λόγον. οὕτως γὰρ ἔσται γνώριμον, εἴ τε πάντων τῶν γινομένων χρὴ τὴν εἱμαρμένην αἰτιᾶσθαι, εἴ τε δεῖ καὶ ἄλλοις τισὶν παρὰ τήνδε συγχωρεῖν ὡς οὖσιν ποιητικοῖς τινων αἰτίοις. ἀπάντων δὴ τῶν γινομένων Ἀριστοτέλης ποιούμενος τὴν διαίρεσιν τὰ μὲν αὐτῶν τινος χάριν γίνεσθαι λέγει σκοπόν τινα καὶ τέλος τῶν γινομένων προκείμενον ἔχοντος τοῦ ποιοῦντος αὐτά, τὰ δὲ οὐδενός. ὅσα γὰρ οὐ κατὰ πρόθεσίν τινα ὑπὸ τοῦ ποιοῦντος γίνεται οὐδ’ ἐπὶ τέλος ὡρισμένον ἔχει τὴν ἀναφοράν, τοιαῦτα (ὁποῖά ἐστι καρφῶν τέ τινων διακρατήσεις καὶ περιστροφαὶ καὶ τριχῶν ἐπαφαί τε καὶ ἐκτάσεις καὶ ὅσα τούτοις ὁμοίως γίνεται), ἃ ὅτι μὲν γίνεται καὶ αὐτὰ γνώριμον, οὐ μήν ἔχει τὴν κατὰ τὸ τέλος καὶ τίνος χάριν αἰτίαν. 1 δ’ Eusebius B2 Lond. 0: γὰρ Va¹2 γένοιτο Eusebius 1. 2 γινομένων] εἰρημένων a1 δὴ Eusebius O: γὰρ libri 3 δὲ Eusebii p. l. Cas.: δὴ libri ὡς om. Cas. 5 τὸ om. a2 7 τούτῳ γενόμενον om. a2 γινόμενον Lond.0 8 εἶδός ἐστιν Eusebius δισκεῦον a1 Eusebius ἀκοντίζον a1 Eusebius 9 μόνον Eusebius 10 γὰρ supra versum V ἐστιν—τῶν] ἀλλ’ ἔστιν οὐδενὸς τῶν Eusebius δευτερεῦον Eusebii p. l. 10.11 τέλος] γένος Eusebii p. l. 11 γεγονός ἐστι Va¹²: γέγονε τουτέστιν Eusebius (γεγονέναι τ. D) εἴς] εἴ Cas.: del. B² θεοὺς scripsi: θεὸν Eusebius O: τινος libri 12 τῆς τοιαύτης Eusebius οὐδ’ ἂν] οὐ γὰρ V1 (corr, V2) 13 αἰτίων τῶν τοσούτων a2: τούτων τῶν αἰτίων τοσούτων Lond. 14 ποιητικοῖς V1 γρ. a¹2: τοιούτοις V1 15 σώζουσαν] ωζ in lit. V τῇ τοῦ Eusebius 16 τέχνῃ Eusebius 17 τὸν om. a1 18 δεῖ] δὴ Eusebius ἄλλως Eusebii cod. B 19 δὲ Cas. 21 λέγειν V1 (corr. V2) καὶ τέλος om. a2 22 γὰρ om. Eusebius: γε coni. 0 οὐ om. Eusebii cod. B πρόθεσιν] προαίρεσιν Eusebii cod. S ὑπὸ om. Eusebius 23 ἐπὶ] ἐπεὶ a2 23. 24 τοιαῦτα ὁποῖα] τοιαῦτα οἷον Εusebius: ὁποῖα B² 24 καρφῶν Eusebius a2: καρπῶν Va1 25 ὁμοίως γίνεται Eusebius: ὁμοίως (ὅμοια γρ. H) γίνεται ἃ VHa1 Lond.: ὅμοια a2: ὅμοια ἃ K: ὁμοίως γίνεται ἃ ⟨γὰρ⟩ Ο διότι Diels (cf. Ind. Arist. p. 200b49; Doxogr. p. 742) μὲν οὖν a2: μὲν γὰρ Eusebius 26 τὸ om. 0 τίνος Va¹: τινὸς a2: τὴν οὗ Eusebius τὰ μὲν οὖν οὕτως γινόμενα ἀσκόπως τε καὶ ἁπλῶς γινόμενα οὐδεμίαν εὔλογον ἔχει διαίρεσιν, τῶν δὲ ἐπί τι τὴν ἀναφορὰν ἐχόντων καί τινος γινομένων χάριν τὰ μὲν κατὰ τὴν φύσιν, τὰ δὲ κατὰ τὸν λόγον γίνεται. τά τε γὰρ φύσιν αἰτίαν ἔχοντα τῆς γενέσεως κατά τινας ἀριθμοὺς καὶ τάξιν ὡρισμένην πρόεισιν εἴς τι τέλος, ἐν ὧ γενόμενα τοῦ γίνεσθαι παύεται, εἰ μή τι αὐτοῖς ἐνστὰν ἐμποδών γένοιτο τῇ κατὰ φύσιν αὐτῶν ἐπὶ τὸ προκείμενον τέλος ὁδῷ, ἀλλὰ καὶ τὰ κατὰ λόγον γινόμενα ἔχει τι τέλος. οὐδὲν γὰρ ὡς ἔτυχεν τῶν κατὰ λόγον γινομένων γίνεται, ἀλλ’ ἐπί τινα σκοπὸν ἡ ἀναφορὰ πᾶσιν αὐτοῖς. ἔστι δὲ κατὰ λόγον γινόμενα, ὅσα ὑπὸ τῶν ποιούντων αὐτὰ γίνεται λογιζομένων τε περὶ αὐτῶν καὶ συντιθέντων καθ’ ὃν ἂν τρόπον γένοιντο. οὕτως γίνεται τά τε κατὰ τὰς τέχνας γινόμενα πάντα καὶ κατὰ προαίρεσιν, ἃ διαφέρει τῶν γινομένων φύσει τῷ τὰ μὲν φύσει γινόμενα ἐν αὐτοῖς ἔχειν τὴν ἀρχήν τε καὶ αἰτίαν τῆς τοιαύτης γενέσεως (τοιοῦτον γὰρ ἡ φύσις· καὶ γίνεται μὲν κατὰ τάξιν τινά, οὐ μὴν τῆς ποιούσης αὐτὰ φύσεως ὁμοίως ταῖς τέχναις λογισμῷ περὶ αὐτῶν χρωμένης), τὰ δὲ γινόμενα κατὰ τέχνην τε καὶ προαίρεσιν ἔξωθεν ἔχει τὴν ἀρχὴν τῆς κινήσεως καὶ τὴν αἰτίαν τὴν ποιοῦσαν, ἀλλ’ οὐκ ἐν αὐτοῖς καὶ τῆς γενέσεως αὐτῶν τοῦ ποιοῦντος γίνεται περὶ αὐτῶν λογισμός. τρίτον δέ ἐστιν ἐν τοῖς ἕνεκά του γινομένοις καὶ τὰ ἀπὸ τύχης τε καὶ ταὐτομάτου γίνεσθαι πεπιστευμένα ταύτῃ τῶν προηγουμένως ἕνεκά του γινομένων διαφέροντα, ᾗ ἐπ’ ἐκείνων μὲν πᾶν τὸ πρὸ τοῦ τέλους γινόμενον τοῦ τέλους χάριν γίνεται, ἐπὶ δὲ τούτων τὰ μὲν γινόμενα πρὸ τοῦ τέλους ἄλλου χάριν γίνεται, ἀπαντᾷ δ’ αὐτοῖς ἄλλου χάριν γινομένοις ὡς τέλος τὸ αὐτομάτως τε καὶ ἀπὸ τύχης γίνεσθαι λεγόμενον.

τούτων δ’ οὕτως ἐχόντων καὶ πάντων τῶν V γινομένων εἰς τούτους τοὺς τρόπους νενεμημένων ἀκόλουθον ἐπὶ τούτοις ἰδεῖν, ἐν ποίῳ τῶν ποιητικῶν αἰτίων χρὴ τιθέναι τὴν εἱμαρμένην. ἆρά γε ἐν τοῖς οὐδενὸς γινομένοις χάριν; ἢ τοῦτο μὲν παντάπασιν ἄλογον· αἰεὶ 1 τε om. Eusebius 3 τὴν om. Eusebius a τὸν om. Eusebius a1 4 τὴν γενέσεως Eusebii cod. 1 5 εἴς] ἐπί Eusebius τι om. a2 γινόμενα Eusebius γενέσθαι a2 παύονται Eusebii vulg. 6 ἐνστὰν Eusebius a2: ἐστ’ ἂν V¹: del. V2: om. a1 0 γίνοιτο Eusebii vulg. 7 pr. τέλος om. Eusebius τὰ om. a1 8 σκοπὸν] φορὰν Eusebii p. l. 11 γένοιτο Eusebius 0 γίνεται] γίνοιτο a2 τε om. Eusebii p. l. a2 12 τὰ κατὰ Eusebius ἃ om. Eusebii cod. τῷ in lit. 6 litt. V 13 τὰς αἰτίας Eusebius 14 γίνεται a2: γίνεσθαι V Eusebius a1 0 (ὡς γίνεσθαι Schwartz) μὲν om. Lond. 15 χρωμένοις vel χρωμένως Eusebii p. l. 16 τῆς om. 0 17 ποιοῦσαν] α in lit. V καὶ τὴν ποιοῦσαν αἰτίαν Eusebii p. l. 18 pr. αὐτῶν] αὐτοῖς a2 ὁ τοῦ Eusebius 0 ποιοῦνται Eusebii cod. B γίνεται (γ in lit.) Va¹²: ἡγεῖται Eusebius τρίτον δέ ἐστιν Eusebius: ἔστιν libri 19 οὖν ἐν τοῖς a2: οὖν τοῖς Lond. Cas. καὶ ἀπὸ ταὐτομάτου a2: καὶ τοῦ αὐτομάτου Eusebius 20 πεπιστευμένα] πε supra versum V προηγουμένως B² Eusebii vulg. Lond. O: προηγουμένων V Eusebii cod. C 21 μὲν ὅτι πᾶν τὸ πρὸ a2: μὲν δῆλον ὅτι πᾶν τὸ πρὸ E: μὲν τὰ πρὸ (πρὸς cod. BC) Eusebius γινόμενον om. Eusebius alt. τοῦ τέλους om. Eusebii cod. BC 23 τε om. a² 25 τρόπους] σκοποὺς a1 26 ποίῳ] τίνι Eusebius τῶν] τ in lit. V 27 γενομένοις 0 ἦ 0 γὰρ ἐπὶ τέλους τινὸς τῷ τῆς εἱμαρμένης ὀνόματι χρώμεθα καθ’ εἱμαρμένην αὐτὸ λέγοντες γεγονέναι. διὸ ἐν τοῖς ἕνεκά του γινομένοις ἀναγκαῖον τιθέναι τὴν εἱμαρμένην· καὶ ἐπεὶ τῶν ἕνεκά του γινομένων τὰ μὲν γίνεται κατὰ λόγον, τὰ δὲ κατὰ φύσιν, ἢ ἐν ἀμφοτέροις αὐτοῖς τὴν εἱμαρμένην ἀναγκαῖον εἶναι τίθεσθαι, ὡς πάντα τὰ γιγνόμενα καθ’ εἱμαρμένην γίνεσθαι λέγειν, ἢ ἐν θατέρῳ. ἀλλὰ τὰ μὲν κατὰ λόγον γινόμενα τούτῳ δοκεῖ γίνεσθαι κατὰ λόγον τῷ τὸν ποιοῦντα αὐτὰ καὶ τοῦ μὴ ποιεῖν ἔχειν ἐξουσίαν. τά τε γὰρ ὑπὸ τῶν τεχνιτῶν γινόμενα κατὰ τέχνην οὐκ ἐξ ἀνάγκης ὑπ’ αὐτῶν γίνεσθαι δοκεῖ (οὕτως γοῦν ἕκαστον ποιοῦσιν αὐτῶν ὡς καὶ τοῦ μὴ ποιεῖν αὐτὰ τὴν ἴσην ἔχοντες ἐξουσίαν· ἔτι τε πῶς οὐκ ἄτοπον τὴν οἰκίαν καὶ τὴν κλίνην καθ’ εἱμαρμένην λέγειν γεγονέναι ἢ τὴν λύραν ἡρμόσθαι καθ’ εἱμαρμένην;), ἀλλὰ μὴν καὶ ὧν προαίρεσις κυρία (ταῦτα δ’ ἐστὶν ὅσα κατ’ ἀρετήν τε καὶ κακίαν πράττεται) καὶ ταῦτα ἐφ’ ἡμῖν εἶναι δοκεῖ. εἰ ἐφ’ ἡμῖν δὲ ταῦτα, ὧν καὶ τοῦ πραχθῆναι καὶ τοῦ μὴ πραχθῆναι ἡμεῖς εἶναι δοκοῦμεν κύριοι, τούτων δὲ οὐχ οἷόν τε λέγειν αἰτίαν τὴν εἱμαρμένην οὐδὲ ἀρχὰς εἶναί τινας καὶ αἰτίας ἔξωθεν προκαταβεβλημένας τοῦ πάντως ἢ γενέσθαι τι αὐτῶν ἢ μὴ γενέσθαι (οὐκέτι γὰρ ἂν εἴη τι τούτων ἐφ’ ἡμῖν, εἰ γένοιτο τοῦτον τὸν τρόπον), λείπεται δὴ λοιπὸν τὴν εἱμαρμένην ἐν τοῖς VΙ φύσει γινομένοις εἶναι λέγειν, ὡς εἶναι ταὐτὸν εἱμαρμένην τε καὶ φύσιν.

τό τε γὰρ εἱμαρμένον κατὰ φύσιν καὶ τὸ κατὰ φύσιν εἱμαρμένον. οὐ γὰρ κατὰ φύσιν μέν ἐστιν ἄνθρωπον ἐξ ἀνθρώπου καὶ ἵππον ἐξ ἵππου γίνεσθαι, οὐ καθ’ εἱμαρμένην δέ, ἀλλὰ συνοδεύει τὰ αἴτια ταῦτα ἀλλήλοις ὡς ἂν ἔχοντα κατὰ τοὔνομα μόνον τὴν διαφοράν. διὸ καὶ τὰ πρῶτα τῆς κατὰ φύσιν ἑκάστοις γενέσεως αἴτια (ἔστιν δὲ ταῦτα ⟨ταῦ⟩ θεῖα καὶ ἡ τούτων εὔτακτος περιφορὰ) καὶ τῆς εἱμαρμένης αἴτια λέγουσιν. πάσης γὰρ γενέσεως ἀρχὴ ἡ τῶν θείων κατὰ τὴν κίνησιν ποιὰ σχέσις πρὸς τὰ τῇδε. οὔσης δὲ τῆς εἱμαρμένης ἐν τούτοις τε καὶ τοιαύτης ἀναγκαῖον ὡς ἂν ἔχῃ τὰ γινόμενα κατὰ φύσιν οὕτως ἔχειν καὶ τὰ καθ’ εἱμαρμένην. ἀλλὰ μὴν τὰ γινόμενα κατὰ φύσιν οὐκ ἐξ ἀνάγκης γίνεται, ἀλλ’ ἔστιν ἡ γένεσις τῶν οὕτω γινομένων ἐμποδιζομένη διὸ ποτὲ μὲν ὡς ἐπὶ τὸ πλεῖστον μὲν γινεται τὰ γινόμενα κατὰ φύσιν, οὐ μὴν ἐξ ἀνάγκης ἔχει. χώραν γὰρ ἐν 2 τε αὐτὸ Eusebius του γινομένων γινομένοις a2 ἀνάγκη a2 5 εἶναι om. a1 0 6 λόγον γινόμενα] ον γ in lit. V 7 ποιεῖ Cas. 9 γοῦν] γὰρ Lond 0 αὐτῶν Va¹: αὐτοὶ a2 10 τε] δὲ EO 11 ἢ] καὶ 0 11. 12 καθ’ εἱμαρμένην om. a2 14 ἡμεῖς om. a3 15 οὐκ a1 18 εἰ] ἢ a2 20 κατὰ φύσιν καὶ—εἱμαρμένον add. V 21 καὶ om. Cas. 22 οὐ—δέ] καθ’ εἱμαρμένην δὲ οὔ a2 Ο 24 αἴτια (ἔστιν δὲ ταῦτα ⟨τὰ⟩ scripsi: αἴτιασ ἔστι οδὲ ταῦτα V¹: αἴτια τάτε V²Ba¹: αἴτια Η: αἴτιά ἐστιν· οἱ δὲ αὐτὰ τὰ KE (pro οἱ δὲ: ἤτοι Sa2 Lond. (sed hic οἳ δ’) Cas.: αἴτια τὰ 0 ἡ] τὴν a2 25 εὔτακτον περιφορὰν a2 δὲ αἴτια λέγουσιν τὰ αὐτά V²a1 26 τὴν om. a1 τῆιδε sic V 27 τε om. a2 30 ἐμποδιζομένη ποτέ. διὸ μὲν] ὡς Diels ποτὲ μὲν] περ μὲν om. a2 O: post γίνεται coll. H 31 ἔχει del. V2: om. a1O αὐτοῖς ἔχει καὶ τὸ παρὰ φύσιν καὶ γίνεται, ὑπό τινος αἰτίας ἔξωθεν ἐμποδισθείσης τῆς φύσεως εἰς τὸ ἔργον τὸ ἑαυτ ῆς. διὸ οὔτε ἐξ ἀνάγκης ἄνθρωπος ἐξ ἀνθρώπου ἀλλ’ ὡς ἐπὶ τὸ πλεῖστον, ὥστε καὶ κατὰ τὴν ὡρίσθαι δοκοῦσαν προθεσμίαν τοῖς γινομένοις κατὰ φύσιν ἕκαστον τῶν οὕτως γινομένων ἀεὶ γίνεται. ὄντος δὲ ἐν τοῖς γινομένοις κατὰ φύσιν καὶ τοῦ παρὰ φύσιν, ὥσπερ καὶ ἐν τοῖς κατὰ τέχνην, χώραν ἂν ἔχοι καὶ ἐν τοῖς κατὰ τὴν εἱμαρμένην γινομένοις τὸ παρὰ τὴν εἱμαρμένην, ὥστ’ εἰ χώραν ἔχει τὸ παρὰ φύσιν καὶ μὴ κενόν ἐστιν ὄνομα, ἔχοι ἂν ἐν τοῖς γινομένοις χώραν καὶ τὸ παρὰ τὴν εἱμαρμένην. διὸ καὶ λέγοι τις ἂν εὐλόγως τὴν οἰκείαν φύσιν ἀρχὴν ἑκάστου καὶ αἰτίαν εἶναι τῆς τῶν γινομένων ἐν αὐτῷ κατὰ φύσιν τάξεως. ἀπὸ ταύτης γὰρ ὡς ἐπὶ τὸ πλεῖστον οἵ τε βίοι τῶν ἀνθρώπων τὴν τάξιν καὶ αἱ καταστροφαὶ λαμβάνουσιν. ὁρῶμεν γοῦν ὅτι καὶ τὸ σῶμα τῷ τοῖον ἢ τοῖον εἶναι τὴν φύσιν καὶ ἐν νόσοις καὶ ἐν φθοραῖς ἀκολούθως τῇ φυσικῇ συστάσει γίνεται, οὐ μὴν ἐξ ἀνάγκης· ἱκαναὶ γὰρ ἐκκροῦσαι τὴν τοιάνδε τάξιν ἐπιμέλειαί τε καὶ ἀέρων ὑπαλλαγαὶ καὶ προστάξεις ἰατρῶν καὶ συμβουλαὶ θεῶν. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῆς ψυχῆς εὕροι τις ἂν παρὰ τὴν φυσικὴν κατασκευὴν διαφόρους γινομένας ἑκάστῳ τάς τε προαιρέσεις καὶ τὰς πράξεις καὶ τοὺς βίους. ἦθος γὰρ ἀνθρώπων δαίμων κατὰ τὸν Ἡράκλειτον, τουτέστι φύσις. ὡς ἐπὶ τὸ πλεῖστον γὰρ ταῖς φυσικαῖς κατασκευαῖς τε καὶ διαθέσεσιν τάς τε πράξεις καὶ τοὺς βίους καὶ τὰς καταστροφὰς αὐτῶν ἀκολούθως ἰδεῖν ἔστι. τῷ μὲν γὰρ φιλοκινδύνῳ καὶ θρασεῖ φύσει βίαιός τις καὶ ὁ θάνατος ὡς ἐπὶ τὸ πλεῖστον (αὕτη γὰρ ἡ τῆς φύσεως εἱμαρμένη), τῷ δέ γε ἀκολάστῳ τὴν φύσιν τό τε ἐν ἡδοναῖς τοιαύταις καταζῆν καὶ ὁ τῶν ἀκρατῶν βίος, ἂν μή τι κάλλιον ἐν αὐτῷ γενόμενον ἐμποδίζῃ, τῷ δὲ καρτερικῷ κατὰ φύσιν αἱ τῶν πόνων ὑπομοναὶ καὶ αἱ κακοπάθειαι καὶ αἱ ἐν τοῖς τοιούτοις τοῦ βίου καταστροφαὶ 1 alt. καὶ infra versum V 1. 2 παρεμποδισθείσης a2 2 οὔτε] fortasse οὐδὲ 3 ἐξ s. v. V: om. a1 ὡς V²a¹²: οὐκ V1 ὥστε] ὅθεν a1 καὶ del. Diels 5 οὐκ ἀεὶ Schultess 0 τοῦ add. Lond. 0 6 τέχνην ⟨τοῦ παρὰ τέχνην⟩ coni. 7 ἔχοι a2 12 τὴν καταστροφὴν a2: αἱ ἀναστροφαὶ B² γοῦν] οὖν a2 ὁρῶμενβίους (18)] Eus. pr. ev. VI, 9. 270c 270d 13 τοῖον bis scripsi cf Al. De an.169,36: τοιὸν bis libri: τοιόνδε bis Eusebius ἐν ante φθοραῖς om. Eusebius a 14 καταστάσει Eusebii p. l. ὁμοίως ἐπὶ πάντων οὐδὲ ἐξ ἀνάγκης Eusebius 15 πολλάκις τὴν Eusebius τοιάνδε a¹: τοιάνδε sic V: τοιὰν δὲ Lond.: τοιαύτην Eusebii p. l. a2 τάξιν] ἕξιν Εusebius τε om. Eusebius ἀέρων] βίων Eusebius 16 συμβουλίαι Eusebius κατὰ—τρόπον] οὕτως Eusebii p. l. 17 κατὰ 0 γινομένας] ἐν Eusebius 17,18 τάς τε om. Eusebius 18 τὰς om. Eusebius τοὺς om. Eusebius βίους ἐξ ἀσκήσεως καὶ ἀπὸ μαθημάτων καὶ ἀπὸ λόγων κρειττόνων βελτιουμένων Eusebius ἀνθρώπῳ Lond. 0 21 ἀκολούθους Lond. Cas. 0 φιλοκινδύνη a1 22 τὸ om. a2 23 γε om. Lond. 0 24 καταγῆν a2 ἂν μή] ἀλλ’ εἴ a²0 αυτῷ V 25 γενόμενον ἐμποδίζῃ scripsi coll. de an. 185,16: γενόμενον ἐκσείσῃ τῆς ⟨ἀκολασίας⟩ Diels: γενόμενος ἐκπισητησ sic V: γενόμενος ἐκ πίση τῆς a1 : γενόμενος ἐκπέσῃ τῆς H : γενόμενον ἐκστῇ τῆς H γρ. ESKa2 (sed γενώμενον a2) Lond. Cas.0 (sed τοῦ pro τῆς Cas. O) τῷ δὲ καρτερικιῷ addidi coll. de an. 185,29 (similiter 0 in adn.) 26 αἱ ἐν τοῖς ES: ἐν τοῖς a2O: μεν τοισ V: μεν τι τοῖς 2: μέντοι τοῖς Ha πάλιν εἰσὶ καθ’ εἱμαρμένην. καὶ τοῖς ἀνελευθέροις δὲ τὴν φύσιν καὶ ἀπλήστοις περὶ κτῆσιν χρημάτων καὶ τὰ τῆς εἱμαρμένης συνῳδά· ἐν ἀδικίαις γὰρ ὡς ἐπὶ τὸ πλεῖστον ὁ τῶν τοιούτων βίος, καὶ ἡ τοῦ βίου δὲ καταστροφὴ τοῖς κατ’ αὐτὰ πράττουσιν ἀκόλουθος τούτοις. καὶ ἐπιλέγειν εἰώθασιν τοῖς τοιούτοις, ὅταν ἐν ταῖς ἀκολούθοις τε τοῦ βίου καὶ καθ’ εἱμαρμένην περιστάσεσιν ὦσιν, ὡς ἑαυτοῖς γεγονόσιν αἰτίοις τῶν παρόντων αὐτοῖς κακῶν. καὶ τοῦτ’ ἄν τις παρίστασθαι βουλόμενος τοῖς τὰς μαντείας ἐπαγγελλομένοις τοῦ μὴ πάντως αὐτοὺς ἐπιτυγχάνειν φέροι τὸ αἴτιον, μὴ πάντα τὴν φύσιν ἑκάστου καὶ τὴν εἱμαρμένην εὐοδεῖν, ἀλλὰ γίνεσθαί τινα καὶ παρ’ αὐτήν, εἶναι δὲ τοὺς μάντεις μηνυτὰς τῶν γινομένων καθ’ εἱμαρμένην, ὥσπερ οὖν καὶ τοὺς φυσιογνώμονας. εἰπόντος γοῦν Ζωπύρου τοῦ φυσιογνώμονος περὶ Σωκράτους τοῦ φιλοσόφου ἄτοπά τινα καὶ πλεῖστον ἀφεστῶτα τῆς προαιρέσεως αὐτοῦ τῆς κατὰ τὸν βίον καὶ ἐπὶ τούτοις ὑπὸ τῶν περὶ τὸν Σωκράτη καταγελωμένου οὐδὲν εἶπεν ὁ Σωκράτης ἐψεῦσθαι τὸν Ζώπυρον· ἦν γὰρ ἂν τοιοῦτος ὅσον ἐπὶ τῇ φύσει, εἰ μὴ διὰ τὴν ἐκ φιλοσοφίας ἄσκησιν ἀμείνων τῆς φύσεως ἐγένετο. καὶ αὕτη μὲν ἡ περὶ εἱμαρμένης ὡς ἐπὶ κεφαλαίων εἰπεῖν κατὰ τοὺς ἀπὸ τοῦ Περιπάτου δόξα.

Ἡ δὲ κατασκευὴ τῶν εἰρημένων ἔσται φανερωτέρα παρατιθέντων ἡμῶν VΙΙ ταῖς προηγουμέναις τῶν κειμένων ἀποδείξεσιν τὰ ἑπόμενα ἄτοπα τοῖς πάντα καθ’ εἱμαρμένην γίνεσθαι λέγουσιν· μιγνύντες γὰρ οὕτω τὸν λόγον τῇ τε τῶν δοξῶν παρ’ ἀλλήλας θέσει γνωριμώτερον τἀληθὲς ποιήσομεν καὶ πρὸς τούτῳ οὐχ ἕξομεν ἀνάγκην μεμνῆσθαι τῶν αὐτῶν πολλάκις. εὐλόγως γὰρ ἄν τις ἀπορήσαι, πῶς φιλοσοφεῖν τινες λέγοντες καὶ τὴν ἀλήθειαν τὴν ἐν τοῖς οὖσιν μετέρχεσθαι καὶ ταύτην τῶν ἄλλων ἀνθρώπων πλέον ἔχειν τοὺς φιλοσοφοῦντας ὑπολαμβάνοντες καὶ διὰ τοῦτο καὶ τοὺς ἄλλους ἐπὶ τοῦτο προτρέποντες ἐπέδοσαν αὑτοὺς τῇ δόξῃ τῇ πάντα ἐξ ἀνάγκης τε καὶ καθ’ εἱμαρμένην γίνεσθαι λεγούσῃ, ἐφ’ ἣν μόνους ὁρῶμεν καταφεύγοντας τῶν ἰδιωτῶν τοὺς οὐδὲν αὐτοῖς συνειδότας δεξιὸν ἐπὶ τὴν εἱμαρμένην ἀφ’ αὑτῶν 1 εἰσὶ in lit. V 2 ἀπλείστοισ V (corr. V2): ἀπληστοὶς a1 σύνωδα Va2 4 κατ’ αὐτὰ] fortasse κατὰ ταῦτα τούτοις ES: τούτοις διὸ a2 Cas.: τούτουσ V¹ διὸ V²Ha1 Lond. 0: τοῦτο οὖν Schwartz 5 ταῖς] τοῖς Lond. ἀκολούθοισ τε V¹a¹: ἀκολουθοῖσ γε V²: ἀκολουθίαις τε a2 καὶ add. V2a¹²O 5. 6 εἱμαρμένην Η Lond.0 εἱμαρμέναις V: εἱμαρμένας ES: εἱμαρμένης a¹2 Cas. 6 γεγόνοσιν V1 αἴτιοι a2 8 πάντως αὐτοὺς Va1: πάντα αὐτοὺς a2: πάντα αὐτοῖς 0 φέρει a1 10 μηνυτὰς om. Lond 11 εἰπόντος—ἐγένετο (16) Eus. praep. ev. Vl, 9. 270c— 271a Ζωπύρου] ποτε Eusebius 12 περὶ τοῦ Eusebii vulg. 14 Σωκράτην a1 Eusebius εἶπεν] εἶ in lit. V ἐσφάλθαι Eusebius 16 ἡ om. a2 17 ἐν κεφαλαίῳ a2 O ἡ κατὰ a2 δόξας a1 20 τῇ τὸν λόγον τε 0 τε om. Cas. 21 παραλλήλας Va¹: παράλληλα a2: παραλλήλῳ Lond. Cas. 0 22 τοῦτο a2 οὐκ a2 23 ἀπορῆσαι V¹: ἀπορήσειε V²a¹2 λέγοντες Schwartz: λέγονται (λεγονται V) libri 24 ταύτῃ a2 fortasse recte ἄλλων] prius λ in lit. V 24, 25 τοὺς φιλοσοφοῦντας delevi 25 ὑπολαμβάνοντες a2: υπολαμβάνοντες sic V: ὑπολαμβάνουσι a1 0 26 προτρέποντες] ε post ρ in lit. 2 litt. V τῇ δόξῃ] utrumque ῃ in lit. V τῶν τὴν αἰτίαν τῶν περιεστώτων αὐτοὺς κακῶν μεταφέροντας, δόξῃ οὔτε τοῖς ἐναργέσι συναδούσῃ οὔτε τινὰς πιστὰς ἀποδείξεις τοῦ οὕτως ἔχειν ἐχούσῃ προσέτι τε ἀναιρούσῃ τὸ εἶναί τι ἐφ’ ἡμῖν, οὗ πιστευθέντος τίς ἂν ἄλλη μείζων ἐκ λόγων γένοιτο ζημία; ὅτι μὲν γὰρ παρὰ τὰ ἐναργῆ, δῆλον ἐκ τοῦ πεπιστεῦσθαι μὲν σχεδὸν ὑπὸ πάντων ἰδιωτῶν τε καὶ φιλοσόφων τὸ γίνεσθαί τινα καὶ αὐτομάτως καὶ ἀπὸ τύχης, εἶναι δέ τινα τῶν γινομένων καὶ ἐνδεχομένως γινόμενα καὶ ἔχειν τινὰ χώραν ἐν τοῖς οὖσιν καὶ τὸ μηδὲν μᾶλλον τόδε τοῦδε, τούτων δὲ μηδὲν σώζεσθαι κατὰ τοὺς ἐξ ἀναγκης πάντα γίνεσθαι λέγοντας, εἴ γε σώζει μὲν αὐτὰ τὸ ἐφ’ οἷς σημαινομένοις τὰ ὀνόματα ταῦτα κεῖσθαι πεπίστευται, ταῦτα μὴ κινεῖν· οὐ γὰρ τὸ ἄλλα τινὰ ὑποβάλλοντα σημαινόμενα τοῖς ὀνόμασιν διὰ τοῦ μένειν ἐκεῖνα μένειν ἡγεῖσθαι καὶ τὰ προειρημένα σωζόντων ἐστὶ τὰ κείμενα. οὐ γὰρ σώζεται τὸ γίνεσθαί τινα ἀπὸ τύχης, ἂν ἀνελών τις τὴν τῶν οὕτως γινομένων φύσιν ὄνομα θῆται τοῖς γινομένοις ἐξ ἀνάγκης τὴν τύχην, ἀλλ’ αὐτὰ δεῖξαι δυνάμενα σώζεσθαι, ἐφ’ ὧν τὸ τῆς τύχης ὄνομα κατηγορεῖσθαι πεπίστευται.

Λέγεται δὴ πρὸς ἁπάντων ἀνθρώπων κοιναῖς τε καὶ φυσικαῖς ἐννοίαις VΙΙΙ ἐμμενόντων ταῦτα ἀπὸ τύχης τε καὶ τοῦ αὐτομάτου γίνεσθαι, ἃ αἰτίαις ἄλλων τινῶν ποιητικαῖς προηγουμέναις ἐπιγίνεται. ὅταν γὰρ ἄλλου τινὸς χάριν γινομένῳ τινὶ μὴ τοῦτο ἀπαντήσῃ οὗ χάριν ἐγένετο, ἄλλο δέ, ὃ τὴν ἀρχὴν μηδὲ ἠλπίζετο, τοῦτ’ ἀπὸ τύχης λέγεται γεγονέναι καθ’ αὑτὸ μὲν γεγονὸς ἀναιτίως, κατὰ συμβεβηκὸς δ’ ἐσχηκὸς αἴτιον τὸ γενόμενον ἐπ’ ἄλλου γενέσει τινός. καὶ ὅτι τοιοῦτόν τι λέγουσιν πάντες τὸ γινόμενον ἀπὸ τύχης δῆλον ἐξ ὧν ὑποβάλλουσιν σημαινομένων οἷς ἀπὸ τύχης φασὶν γίνεσθαι. θησαυρόν τε γάρ φασιν ἀπὸ τύχης εὑρηκέναι τινά, κἂν ἄλλου χάριν ὀρύσσων τίς τινος, ἀλλ’ οὐ τοῦ θησαυρὸν εὑρεῖν θησαυρῷ περιπέσῃ (ὁ μὲν γὰρ τούτου χάριν ὀρύσσων οὐκ ἀπὸ τύχης· οὗ γὰρ χάριν ὤρυσσεν, τοῦτο ἀπήντησεν αὐτῷ, δὲ μηδὲν τῆς εὑρέσεως τοῦ θησαυροῦ ἔμελε, ποιοῦντι δὲ ἄλλου τινὸς χάριν ἡ εὕρεσις ἀπήντησεν ὡς τέλος ἐκείνου, τοῦτον ἀπὸ τύχης τὸν θησαυρὸν εὑρηκέναι πάντες λέγουσιν), ἀλλὰ καὶ τὸ ἀργύριον 1 αὐτοῖς δόξῃ del. Diels ἀναφέροντας in mg. μεταφέροντας H 3 τι om. a1 4 γίνοιτο 0 5 μὲν om. a2 9 σώζει Lond.: σώζειν sic V: σώζειν a12 αὐτὰ (supra τὰ m2 scripsit η ut videtur) V: αὐτά ἐστι a¹² 10 ταῦτα om. 0 11 ἄλλασ τινασ V1 (corr. V2) 13 σώζεται V²a12: σώζεσθαι V1 ἂν V²a1 0: om. V¹a² ανελών sic V 14 θοῖτο B² ἀλλ’] ἀλλ’ ἂν V²a1 14.15 αὐτὰ δεῖξαι] ἂν ἀποδείξῃ Schwartz bene 15 δυνάμενα a2: δυνάμενασ sic V¹: δυνηθῇ V2a,1O κατηγορεῖσθαι V²,a1²: κατηγορεῖται V1 19 προηγουμέναις V2a1O: προηγουμένως V¹a2, epectas προηγουμένως ποιητικαῖς ὅταν—περιπεσεῖν (173,10)] Eus. prsaep. ev. VI, 271a—271b τὰ δὲ ἀπὸ τύχης τοιαῦτα, ὅταν κ.τ.λ. 20 γινομένου V1 (corr. v. c): γενομένῳ Eusebius δέ τι ὅπερ Eusebius 21 οὐδὲ Eusebius τοῦτ’—γίνεσθαι (24. 25) om. Eusebius 24 σημαινομένου a2 25 φησιν Eusebius τινας a2 ἂν V²a1: κἂν V¹a²: ὅταν Eusebius 26 τινος om. a1 τίς τινος om. Eusebius οὐ] μὴ Eusebius 27 ὁ μὲν— ἀλλὰ (30) om. Eusebius ὥρισσε a1 28 ἔμελε V²0: ἔμελλε a12: πάλιν V1 ριον ἀπὸ τύχης κεκομίσθαι τινὰ λέγουσιν, ὅταν εἰς τὴν ἀγορὰν προελθών ἄλλου τινὸς χάριν ἀργύριον ἔχοντι περιπεσὼν τῷ χρεώστῃ τὸ ὀφειλόμενον αὑτῷ λάβῃ. τῷ γὰρ ⟨τοῦ⟩ προελθεῖν εἰς τὴν ἀγορὰν ἄλλο τι προηγούμενον τέλος ἔχοντι τὸ τὸ προοφειλόμενον λαβεῖν ἀπήντησεν ὡς τέλος κατὰ συμβεβηκὸς αὐτῷ γενόμενον· τὸ μὲν ποιητικὸν αἴτιον τὸ δὲ τούτου τέλος· οὐ γὰρ ἀπὸ τύχης ἔτι λέγεταί τις τὸ ὀφειλόμενον εἰληφέναι, εἰ τούτου χάριν εἰς τὴν ἀγορὰν προῆλθεν, ὅτι τὸ προκείμενον αὐτῷ τέλος ἡ πρόοδος ἔσχεν. καὶ ὁ ἵππος δὲ αὐτομάτως τισὶν λέγεται σεσῶσθαι, ὅταν τροφῆς μὲν ἐλπίδι ἢ ἄλλου τινὸς χάριν ἀποφύγῃ τοὺς κατέχοντας αὐτόν, ἀπαντήσῃ δὲ αὐτοῦ τῇ φυγῇ καὶ τῷ δρόμῳ τὸ τοῖς δεσπόταις περιπεσεῖν. καὶ τί δεῖ ὑμῖν πλείω παραδείγματα κατατίθεσθαι ἢ ἀκριβολογεῖσθαι περὶ τῶν προειρημένων; ἱκανὸν γὰρ ὡς πρὸς τὰ προκείμενα τὸ δεῖξαι ἐφ’ ὧν σημαινομένων τὰ ὀνόματα κατηγορεῖται τὰ εἰρημένα. ὄντων δὴ τῶν ἀπὸ τύχης τε καὶ αὐτομάτως γινομένων τοιούτων, ὡς μὴ γίνεσθαι κατὰ προηγουμένην αἰτίαν (τῶν γὰρ σπανίως ἐπὶ τοῖς πρὸ αὐτῶν γεγονόσιν ἀπαντώντων τό τε αὐτό. ματον καὶ ἡ τύχη), πῶς ἂν σώζοιτό τι τῶν προειρημένων καθ’ οὓς πάντα προηγησαμένοις τισὶν αἰτίοις καὶ προηγουμένοις ἐξ ἀνάγκης ἔστι τε τὰ ὄντα καὶ τὰ γινόμενα γίνεται ἑκάστου τῶν γινομένων αἴτιόν τι προκαταβεβλημένον ἔχοντος, οὖ ὄντος ἢ γεγονότος ἀνάγκη καὶ αὐτὸ ἢ εἶναι ἢ γενέσθαι, τὸ μηδὲν μὲν σώζοντας τῶν προειρημένων, κατ’ ἄλλου δέ τινος τὸ τῆς τύχης νομοθετήσαντας ὄνομα; τὸ γὰρ τῷ μὴ ἀναιρεῖσθαι ἐκεῖνο ὑπὸ τοῦ πάντα ἐξ ἀνάγκης γίνεσθαι τιθεμένου μηδὲ τὴν τύχην ἀναιρεῖσθαι λέγειν, σοφιζομένων ἐστὶν ὁμοίως αὐτούς τε καὶ τοὺς ἀκούοντας αὐτῶν· οὕτως μὲν γὰρ οὐδὲν κωλύσει λέγειν ταὐτὸν εἱμαρμένην τε εἶναι καὶ τύχην καὶ τοσοῦτον ἀποδεῖν τοῦ τὴν τύχην ἀναιρεῖν, ὡς καὶ πάντα τὰ γινόμενα γίνεσθαι λέγειν οὐκ ἀπὸ τύχης. ἀλλ’ οὐκ ἐπὶ τῷ τοὖνομα σώζειν τὸ τῆς τύχης εἶχον τὴν αἰτίαν, ἀλλ’ ἐπὶ τῷ ἀναιρεῖν τὸ οὕτως γίνεσθαί τινα, ὧν τὸ ἀπὸ τύχης 2 χρεωστῇ a2 3 αὐτῷ V αὑτῷ λάβῃ] λήψαιτο Eusebii vulg.: αὐτὸ λάβῃ Eusebii p. l. τοῦ addidi 4 τὸ τὸ a¹: το το (sic) add. v. c. V: τὸ a²0 προσοφειλόμενον a2: προφειλόμενον a1 5 αὐτῷ V¹a¹²: αὐτῶν v. c. V γινόμενον Lond. 0 τέλος] τ in lit. V: ⟨οὐ⟩ τέλος 0 τὸ—τέλος] aut multa exciderunt ante haec verba, aut interpretamentum sunt sequentis enuntiati 9 ἀπαντήσῃ a¹2 Eusebius: ἀπαντήσει V 10 τὸ] τῷ δὲ Eusebii p. l. περιπεσεῖν. ὧν οὕτως ἐχόντων οὐδὲ ταῦτα ἂν εἴη καθ’ εἱμαρμένην Eusebius δεῖ a²: δεῖν Va1 11 παραδείγματι a1 15 τῶν a2: τῶν corr. m1 ut videtur in τὸν V: τὸν γρ. τῶν Η: τὸ a1 τοῖς v. c. Va12: τῶν V1 ἀπαντώντων τό τε a2: ἀπαντὼν, τό, τε m2? corr. ex ἀπαντῶν το τε V: ἀπαντῶν τότε a1 τό γε Cas. 19 ἔχοντα a1 γίνεσθαι 0 20 τὸ delevi: τὸ V¹: τωι ut videtur v. c. infra vers. V: τῷ a1: τοὺς a2Ο 21 νομοθετήσαντος a1: νομοθετήσαντες 0 ⟨τὸ⟩ γὰρ τῷ scripsi: τῷ γὰρ v. c. Va¹²: τῷ V¹: τὸ γὰρ 0 ἐκεῖνα Lond. 0 22 τύχην καὶ Lond. 0 22. 23 σοφιζομένων] alt. ο in lit. V: σωφιζωμένων a1 23 αὑτοὺς αὐτοὺς V καὶ om. a2 24 κωλύσει V2a¹: κωλύσαντες (post υ lit. 1 litt. V¹a²: κωλύσαντας Cas. 26 ἀπὸ V2a¹2: οὐκ ἀπὸ V1 ἀλλ᾿ (ἀλλὰ a2) οὐκ ἐπὶ τῷ B²α²: ἀλλ’ ἐπὶ V¹: ἀλλ’ οὐκ ἐπὶ τὸ V²: ἀλλ’ οὐκ ἐπὶ a¹B¹: ἀλλὰ ES 27 ἀλλ᾿ sic V τῷ] m1 corr. ex τῶν V τε καὶ τὸ αὐτόματον γίνεσθαι κατηγορεῖται. τί γὰρ ἄλλο ποιοῦσιν οἱ τὴν τύχην καὶ τὸ αὐτόματον ὁριζόμενοι αἰτίαν ἄδηλον ἀνθρωπίνῳ λογισμῷ, ἢ τύχης τι σημαινόμενον ἴδιον εἰσάγουσίν τε καὶ νομοθετοῦσιν; τὸ γὰρ εἰς τὴν τούτου σύστασιν χρήσασθαι τῷ λέγειν τινὰς αὐτομάτως νοσεῖν, ὅταν ἄδηλος ᾖ αὐτοῖς ἡ αἰτία τῆς νόσου, ψεῦδος. οὐ γὰρ ὡς οὔσης μέν τινος αἰτίας, ἀδήλου δὲ αὐτοῖς οὕτω λέγουσιν, ἀλλ’ ἐφ’ ὧν ἀναιτίως γεγονέναι πείθουσιν αὑτούς, ἐπὶ τούτων τὸ αὐτόματον κατηγοροῦσιν· οὐδεὶς γοῦν, ἐφ’ οὗ ζητοῦσιν τὴν αἰτίαν ὡς οὔσης, αὐτομάτως αὐτὸ γεγονέναι λέγει, ἀλλ’ οὐδ’ ὃ πέπεισταί τις αὐτομάτως γεγονέναι τούτου ζητεῖ τὴν αἰτίαν. διὸ οὐκέθ’ οἱ ἰατροὶ περὶ τούτων οὕτω λέγουσιν, κἂν τυγχάνωσιν αὐτῶν ἔτι τὰς αἰτίας ἀγνοοῦντες. οὐ γὰρ ἐφ’ ὧν προειρήκαμεν ὡς ἐπὶ πάντων ἀπὸ τύχης γίνεσθαι λεγομένων, ἀλλ’ ἐπ’ ἄλλων τινῶν κυριώτερος ὁ τοιοῦτος λόγος τῆς τύχης ἂν κατηγοροῖτο, περὶ ὧν οὐδεὶς ὡς ἀπὸ τύχης γινομένων εἶπέν ποτε. τῆς μὲν γὰρ εὑρέσεως τοῦ θησαυροῦ καὶ τοῦ τὸ ὀφειλόμενον λαβεῖν οὐκ ἄδηλα ἀνθρωπίνῳ λογισμῷ τὰ αἴτια, ἀλλὰ φανερὰ καὶ πρόδηλα. τῆς μὲν γὰρ εὑρέσεως τὸ ὀρύξαι, τοῦ δὲ τὸ ὀφειλόμενον λαβεῖν τὸ εἰς τὴν ἀγορὰν προελθεῖν. οὔτε γὰρ ἂν ἐκεῖνος μὴ ὀρύσσων εὗρεν οὔτε οὗτος μὴ προελθὼν τὸ ὀφειλόμενον ἔλαβεν, ἀλλ’ ὅτι μὴ προηγούμενα τούτων αἴτια τὰ προειρημένα, ἀλλὰ ἄλλου τινὸς χάριν ἐγίνετο, διὰ τοῦτο ἀπὸ τύχης γίνεσθαι προείληπται. ἄδηλα δὲ τὰ αἴτια ἀνθρωπίνῳ λογισμῷ ἐκείνων μᾶλλον ἃ κατά τινας ἀντιπαθείας γίνεσθαι πεπίστευται ἀγνοουμένης τῆς αἰτίας δι’ ἣν γίνεται, ὁποῖα περίαπτά τέ τινα προσείληπται οὐδεμίαν εὔλογον καὶ πιθανὴν αἰτίαν τοῦ ταῦτα ποιεῖν ἔχοντα, ἔτι δὲ ἐπαοιδαὶ καί τινες τοιαῦται μαγγανεῖαι. τούτων γὰρ ὁμολογεῖται μὲν ὑπὸ πάντων ἄδηλος εἶναι ἡ αἰτία, διὸ καὶ ἀναιτιολόγητα λέγουσιν αὐτά. οὐδεὶς δὲ ἀπὸ τύχης τούτων ⟨τι⟩ ποιεῖν λέγει, ὅτι πεπίστευται κατά τινα ὡρισμένην αἰτίαν ἃ ποιεῖ ποιεῖν, ὡς τῶν ἀπὸ τύχης οὐ διὰ τὸ τῆς αἰτίας ἄδηλον οὕτως γίνεσθαι λεγομένων, ἀλλὰ διὰ τὸ ἀναίτιον τῆς προηγουμένης τε καὶ κυρίως αἰτίας.

Καὶ τοιαῦτα μὲν τὰ περὶ τῆς τύχης ὑπ’ αὐτῶν λεγόμενα καὶ οὕτως ΙΧ τοῖς κειμένοις συνᾴδοντα· ὅτι δὲ καὶ τὸ ἐνδεχόμενόν τε καὶ τὸ ὁπότερ’ 1 τὸ om. a2 2 ἢ add. V2 4 τῷ m1 corr. ex ταῦ V 6 αὐτοῖσ sic V 7 αὐτοὺς V οὐδεὶς γοῦν Va¹: οὐ δεῖ γὰρ a2 8 λέγει Va¹: λέγειν a2 οὐδ’ om. a2 9 ζητεῖ B2: ζητεῖν Va¹0: μὴ ζητεῖν a2 οὐκέτι a¹¹ 12 ἀπ᾿ 0 κυριωτέρως coni. 0 13 ἂν a2Ο: ν sic V: ὦν a1 14 μὲν om. a2 τοῦτο a1 16 τοῦ δὲ] τοῦδε a2: τοῦτο δὲ a¹ 18 προηγουμένως a2 τὰ add. a2 20 ἄδηλα κτλ.—λέγουσιν αὐτά (25)] cf. Εus. pr. ev. VΙ, 9. 271b—271c καὶ ἄδηλα δέ ἐστί τινα Eusebius ἐκεῖνα a2 ἐκείνων μᾶλλον om. Eusebius 22 ὁποῖα περίαπτά Eusebius coni. O: οἷα περίαπτα a2: ὅμοια π| απτά sic V: ὅμοια περὶ ἁπτά H: ὅμοια περίαπτά a1 τέ τινα] τινα ποιεῖν Eusebius προείληπται Eusebii vulg. 23 ἔτι δὲ V Eusebius a1: ἔτι τε a2: ὅτι τε E τοιαῦταί τινες Eusebius 24 μαγγανείαι] μαντεῖαι Eusebii p. l. 25 τύχης om. a2 τούτων τι Cas. (sed ante ἀπὸ Cas.) Lond. 0: τούτων Va¹²: οὐδὲν τούτων B² 26 ποιεῖ om. a2 (ποιεῖν ἃ ποιεῖ CaS.) 27 οὐ om. a2 29 περὶ a2: ἐπὶ Va¹ 30 τε om. a2 ἔτυχεν γίνεσθαί τινα ὑπὸ τῶν πάντα ἐξ ἀνάγκης γίνεσθαι λεγόντων ἀναιρεῖται, αὐτόθεν πρόδηλον, εἴ γε ταῦτα μὲν κυρίως ἐνδεχομένως γίνεσθαι λέγεται, ἐφ’ ὧν καὶ τὸ ἐνδέχεσθαι μὴ γενέσθαι χώραν ἔχει, ὡς καὶ αὐτὸ τὸ ὁπότερ’ ἔτυχεν λεγόμενον ποιεῖ γνώριμον, τὰ δ’ ἐξ ἀνάγκης γινόμενα οὐκ ἐνδέχεται μὴ γενέσθαι. λέγω δὲ τὸ ἀναγκαῖον οὐκ ἐπὶ τοῦ βίᾳ γινομένου μηδὲ κατὰ τούτου τις εὐθυνέτω τοὔνομα, ἀλλ’ ἐπὶ τῶν φύσει γινομένων ὑπό τινων, ὧν τὰ ἀντικείμενα ἀδύνατον ἂν εἴη γίνεσθαι. καίτοι πῶς οὐκ ἄτοπα καὶ παρὰ τὰ ἐναργῆ καὶ μέχρι τούτων τὴν ἀνάγκην προεληλυθέναι λέγειν, ὡς μήτε κινηθῆναί τινα δύνασθαι κίνησίν τινα μήτε κινῆσαί τι τῶν αὑτοῦ μερῶν, ἣν κίνησιν καὶ μὴ κινεῖσθαι τότε οἷόν τε ἦν, ἀλλὰ τὴν τυχοῦσαν τοῦ τραχήλου περιστροφὴν καὶ τὴν δακτύλου τινὸς ἔκτασιν καὶ τὸ ἐπᾶραι τὰ βλέφαρα ἢ τι τῶν τοιούτων προηγουμέναις τισὶν αἰτίαις ἑπόμενον ἄλλως ὑφ’ ἡμῶν μὴ δύνασθαι γίνεσθαί ποτε, καὶ ταῦτα ὁρῶντας ἐν τοῖς οὖσίν τε καὶ γινομένοις πολλὴν οὖσαν διαφορὰν τῶν πραγμάτων, ἐξ ἧς ῥᾴδιον ἦν μαθεῖν ὅτι μὴ πάντα ἐνδέδεται ταῖς τοιαύταις αἰτίαις; ὁρῶμεν γοῦν τῶν ὄντων τὰ μέν τινα οὐδεμίαν ἔχοντα δύναμιν τῆς εἰς τὸ ἀντικείμενον τοῦ ἐν ἐστι μεταβολῆς, τὰ δ’ οὐδὲν μᾶλλον αὐτῶν ἐν τῷ ἀντικειμένῳ ἢ ἐν ᾧ ἐστιν εἶναι δυνάμενα. πῦρ μὲν γὰρ οὐχ οἷόν τε δέξασθαι ψυχρότητα, ἥτις ἐστὶν ἐναντία αὐτοῦ τῇ συμφύτῳ θερμότητι, ἀλλ’ οὐδὲ χιὼν δέξαιτ’ ἂν θερμότητα χιών μένουσα, ὕδωρ δὲ κἂν ᾖ ψυχρὸν οὐκ ἀδύνατον ἀποβαλὸν ταύτην δέξασθαι τὴν ἐναντίαν…

Τὰ…

Ἀ…

The complete text is available when the reading interface loads.