In analytica posteriora commentariorum fragmenta
- Authority group
- Alexander (catalogue association; authorship remains anonymous)
- Edition reference
- In analytica posteriora commentariorum fragmenta, ed. Wallies, CAG 2.1 (1883) xix– xxii.
- CTS identifier
urn:cts:greekLit:tlg0732.tlg015.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
XXI
γεγονέναι, <καὶ πῶς ἔστι τοῦ τί ἐστιν ἀπόδειξις καὶ πῶς οὐκ ἔστιν>.
οὕτως μὲν γὰρ ἔσται, ὅτι λαμβάνεται ἐν ἀποδείξει· οὐκ ἔσται δὲ οὕτως ὥστε
ἀπόδειξιν (ἀποδίδωσιν B) αὐτοῦ εἶναι. τὸ δὲ <καὶ τίνων ἔστι καὶ τίνων οὐκ
ἔστι> δηλωτικὸν ἂν εἴη τοῦ ‘καὶ διὰ τίνων ὁρισμῶν ἡ τοῦ τί ἐστιν ἀπόδειξις
γίνεται καὶ διὰ τίνων οὔ’· διὰ γὰρ μόνων τῶν θέσει τῆς ἀποδείξεως, ὡς εἶπε,
διαφερόντων. ἢ καὶ (om. B) τὸ <τίνων ἔστι καὶ τίνων οὐκ ἔστι> δηλωτικόν ἐστι
τοῦ ‘καὶ τίνων ἔστιν ὁρισμῶν ἀπόδειξις [ἢ] καὶ τίνων οὔ’ (οὐδαμῶς B). τῶν μὲν
γὰρ μετὰ (v. infra) τῆς αἰτίας λαμβανομένων, οἳ (οἱ P B; at v. infra) τῆς ἀπο-
δείξεως διαφέρουσι θέσει (? P: λο<γʹ> B; at v. infra), καὶ τῶν ἀναποδείκτων θέσεων,
οἷοί (οἷον B) εἰσιν οἱ τῶν ἀμέσων ὁρισμοί, οὐχ οἷόν τε (οἷοί τε B) ἀπόδειξιν
εἶναι. ὁμοίως δὲ οὐδὲ τῶν κατὰ τὸ (κατ' B) εἶδος καὶ τὴν αἰτίαν. τῶν δὲ ὡς
συμπερασμάτων ὄντων ὁρισμῶν ἔστιν ἀπόδειξις. διὰ γὰρ ἀποδείξεως οἱ τοιοῦτοι
τὸν ὁρισμὸν (l. τῶν ὁρισμῶν) δείκνυνται· διὸ καὶ συμπεράσματά εἰσιν. ἢ εἴρηκεν
τὸ <τίνων ἔστιν> ἀντὶ τοῦ ‘ἐν τίσι τὸν συλλογισμὸν τὸν τοῦ ὅτι δεικτικὸν (l. τῶν
συλλογισμῶν τῶν .. δεικτικῶν) τὸ τί ἐστιν εἰς (ὡς B) δεῖξιν παραλαμβάνεται καὶ
ἐν τίσιν οὔ’. ἐν οἷς μὲν γὰρ (? P: ἢ γὰρ B) τὸ ‘ὅτι’ (τό τε ὅτε B) δι' οἰκείου
μέσου δείκνυται, ἐν τούτοις δύναται καὶ τὸ τί ἦν εἶναι τοῦ ἑτέρου ἄκρου ληφθῆναι
ὡς δεικτικὸν (διαιρετικὸν P) τοῦ ‘διὰ τί ἐστι’· ἐν οἷς δὲ τὸ ‘ὅτι ἐστί’ διὰ συμβε-
βηκότος δέδεικται, οὐκέτι ἐν τούτοις τὸ τί ἐστιν. οἷόν τε δεικτικόν τινος παρειλῆφθαι.
ἀλλὰ καὶ τὸ <ποσαχῶς λέγεται ὁ ὁρισμὸς> εἴρηται γνωρίμως. τὸ δὲ <καὶ πῶς
τὸ τί ἐστι δείκνυσιν> ἤτοι ἀντὶ τοῦ ‘πῶς γνωρίζειν (? P) ποιεῖ καὶ πῶς οὔ’·
ὡς μὲν γὰρ ἐν ἀποδείξει λαμβανόμενον δείκνυσιν, ὡς δὲ διὰ ἀποδείξεως δεικνύμενον
καὶ συναγόμενον οὐ δείκνυσιν. <ἢ πῶς τὸ τί ἐστι δείκνυσι καὶ πῶς οὔ> λέγοι
ἄν, διότι εἶπεν ὁρισμὸν καλεῖσθαι καὶ τὸν λόγον τὸν λέγοντα, “τί σημαίνει τοὔ-
νομα”, ὃς (ς evan. P) ὁρισμὸς οὐ δείκνυσι τὸ τί ἐστι· ἀλλ' οὐδὲ ἄλλος ἢ μόνος
(ἄλλο ἢ λόγος P) ὁ τῆς ἀποδείξεως θέσει διαφέρων. τὸ δὲ <καὶ τίνων ἔστι
καὶ τίνων οὔ> σημαίνοι (σημαίνει B) ἂν νῦν τὸ ὅτι τῶν μὲν (om. B) ἁπλῶν
(ἁπλῶς P) ἔστι, τῶν δὲ συνθέτων οὔ.
XXII
Ἀλεξάνδρου. Ἡ μὲν οὖν ἀγχίνοια εὐστοχία ἐδηλώθη διὰ τοῦ ‘ὁ ἰδὼν τὸ μέσον
διὰ τοῦ αἰτίου’. ὁ γὰρ τὸ αἴτιον εὑρὼν τοῦ τὸ ὁραθὲν οὕτως ἔχειν τὸν μέσον ὅρον
εὕρηκεν (εἴρηκεν V). τῶν δὲ παραδειγμάτων τὸ μὲν πρῶτον δι' ἀναγκαίου τοῦ
μέσου, τὰ δὲ ἐφεξῆς ἔνδοξα καὶ ὡς ἐπὶ τὸ πολύ. ἐπὶ πάντων δὲ αὐτῶν ἡ μὲν
ὄψις τῶν ἄκρων καὶ τοῦ συμπεράσματος, ἡ δὲ νόησις τοῦ μέσου, ὃ καὶ αὐτὸς
δείκνυσιν ἐπὶ μὲν [οὖν] τοῦ πρώτου παραδείγματος λέγων <τὸ λαμπρὸν εἶναι
τὸ πρὸς τῷ ἡλίῳ, ἐφ' οὗ τὸ α̅, τὸ λάμπειν ἀπὸ τοῦ ἡλίου β̅, σελήνην γ̅>.
τῇ μὲν οὖν σελήνῃ (ἡ ... σελήνη V) τὸ λάμπειν καὶ τὸ φωτίζεσθαι ἀπὸ τοῦ ἡλίου
ὑπάρχει, ὃ ἐνόησεν αὐτός, τῷ δὲ φωτιζομένῳ ἀπὸ τοῦ ἡλίου τὸ ἔχειν πρὸς τοῦτον
τὸ λαμπρόν· γίνεται ὅτι τῇ σελήνῃ τὸ ἔχειν πρὸς τῷ ἡλίῳ τὸ λαμπρὸν συναγόμενον
διὰ μέσου τοῦ ὑπὸ τοῦ ἡλίου φωτίζεσθαι, οὗ ἡ εὕρεσις <ἐν ἀσκέπτῳ χρόνῳ>
ἀγχίνοιά ἐστι. διὰ τοῦτο γὰρ καὶ οὐκ ἀποδεικτικῶς, εἰ καὶ συλλογιστικῶς, ὅτι ἐκ
τῶν ὑστέρων ἡ εὕρεσις τοῦ προτέρου ἐπὶ τῆς ἀγχινοίας. ἐκ γὰρ τοῦ συμπε-
ράσματος ὁ μέσος· ἐπὶ δὲ τῆς ἀποδείξεως ἀνάπαλιν. ἀναλύσει γὰρ μᾶλλον ἔοικε
τὸ τῆς ἀγχινοίας ἢ συλλογισμῷ. διαφέρει δὲ καὶ ταύτῃ, ὅτι ἐν ἀσκέπτῳ χρόνῳ.
ὁ γὰρ αὐτὸς λόγος καὶ ἡ αὐτὴ ἀνάλυσις καὶ ἐπὶ τῶν ἄλλων παραδειγμάτων. τὸ
μὲν γὰρ α̅ ἔσται (ἔστω?) τὸ πλουσίῳ διαλέγεσθαι, τὸ δὲ β̅ τὸ νοηθὲν τὸ θέλειν
δανείσασθαι, τὸ δὲ γ̅ ὅδε τις· κατὰ μὲν γὰρ τοῦδε τοῦ δανείσασθαι θέλοντος τὸ
πλουσίῳ διαλέγεσθαι. ὁμοίως πάλιν κατὰ τούτους· ἔστωσαν οὗτοι μὲν τὸ γ̅, τὸ δὲ
ἀλλήλοις εἶναι φίλους τὸ β̅ ἔστω, ὃ ἦν τὸ εὑρεθέν τε καὶ νοηθέν· κατὰ δὲ τῶν
ἀλλήλοις φίλων τὸ εἶναι τοῦ αὐτοῦ ἐχθρούς, ὅ ἐστι τὸ α̅.
{De intellectu doctrinae adumbratio} Pseudo—Philoponus, in de Anima, ad Γ, 4, 429 a 10, p. 518,6—18Hayduck (Comment. in Aristot. graeca, XV). καὶ πρὸς Ἀλέξανδρον δέ (ἐστιν εἰπεῖν) ὅτι ὅρα πῶς τὸν νοῦν μόριονεἶπε τῆς ψυχῆς· ὅταν οὖν εἴπῃ τὸν νοῦν ἀΐδιον, μὴ λέγε ὅτι τὸν θύραθεννοῦν λέγει· τὸν γὰρ ἐν ἡμῖν λέγει. ἰστέον γὰρ ὅτι ὁ νοῦς τρία τινὰ σημαί-νει παρὰ Ἀριστοτέλει. ταῦτα δὲ τρία ἄλλως μὲν λέγει Ἀλέξανδροςὁ Ἀφροδισιεύς, ἄλλως δὲ ὁ Πλούταρχος· ἀλλ' ὁ μὲν Ἀλέξανδρος<πρῶτον σημαινόμενον> λέγει <τοῦ νοῦ τὸν δυνάμει νοῦν,ὥσπερ ἐστὶν ὁ ἐπὶ τῶν παίδων· ἐν γὰρ τοῖς παισὶν ὁ δυνά-μει νοῦς. δεύτερον σημαινόμενον τοῦ 〈νοῦ μετὰ τὸν〉δυνάμει ὁ καθ' ἕξιν νοῦς, ὥσπερ ὁ ἐπὶ τῶν τελείων ἀνθρώ-πων· οἱ γὰρ τέλειοι ἄνθρωποι εἴδησιν λοιπὸν ἔχοντεςτῶν πραγμάτων τὸν καθ' ἕξιν νοῦν ἔχειν λέγονται. τρί-τον σημαινόμενόν ἐστι τοῦ νοῦ ὁ ἐνεργείᾳ νοῦς, ὅ ἐστιν ὁθύραθεν, ὁ παντέλειος, ὁ μὴ ὢν καθ' ἕξιν ἢ κατὰ τὸ δυνά-μει, ἵνα καὶ ἁπλοῦς ᾖ ἀεὶ ἐνεργείᾳ ὤν, ὁ κυβερνῶν τὸπᾶν>· ταῦτα τὰ τρία σημαινόμενα τοῦ νοῦ κατὰ τὸν Ἀλέξανδρον.{De intellectu humano} Pseudo—Philoponus, in de An., ad Γ, 4, 429 a 15 ss., p. 521,11—23Hayduck. ἐπειδὴ δὲ μέμνηται ὁ Ἀριστοτέλης τοῦ ἀμιγοῦς καὶ ἀπαθοῦς καὶχωριστοῦ πρὸς τὸ δεῖξαι ὅτι ἀΐδιος ἡ ψυχή, ὁ Ἀλέξανδρος παραφθείρειτὰ τρία ταῦτα. πρῶτον μὲν τὸ ἀμιγές. φησὶ γὰρ ὅτι <ἀμιγῆ λέγειτὴν ψυχήν, ἐπειδὴ νόμος ἐστὶ τῶν μισγομένων τὸ πρῶτονκαθ' αὑτὸ εἶναι καὶ οὕτω συμμίσγεσθαι. ἰδοὺ γὰρ ἐν τῷοἰνομέλιτι πρῶτον ἦν καθ' ἑαυτὸ τὸ μέλι καὶ ὁ οἶνος, καὶεἶθ' οὕτω συνεπλάκη. ἐπεὶ οὖν οὐ πρώτη οὖσα καθ' ἑαυ-τὴν ἡ ψυχὴ τῷ σώματι συνεμίγη, ἀλλ' ἅμα τῇ γενέσεισυνεμίγη τῷ σώματι, διὰ τοῦτο ἀμιγῆ λέγει τὴν ψυχήν.ἀπαθῆ δὲ αὐτὴν λέγει>, φησίν, <ὅτι οὐκ αὐτὴ ἡ ἐπιτηδειό-της τῆς ψυχῆς ἔπαθεν, ἀλλὰ τὸ σῶμα κατὰ τὴν ἐπιτηδειό-τητα. ἐπεὶ οὖν πάθος λέγομεν [τὸ] παθεῖν τὴν ἐπιτηδειό-τητα, νυνὶ δὲ οὐκ ἔπαθεν, διὰ τοῦτο ἀπαθῆ αὐτὴν λέγει.χωριστὴν δὲ αὐτὴν λέγει>, φησί, <κατὰ τὴν ἑτερότητα, καθὸὅλως διαφέρει σώματος καλῶν αὐτὴν χωριστήν>. Ps.—Philoponus, in de An., ad Γ, 4, 429 a 10, p. 519,16—31 Hayd. ἁμαρτάνει ... ὁ ... Ἀλέξανδρος διότι οὐδὲν βούλεται ἐπιλέγειν τῇλέξει, ἀλλ' ἀεὶ κατακολουθῶν αὐτῇ ἐναντιολογίαις καὶ νῦν περιπίπτει.ἀφορμὰς γὰρ λαβὼν ἐκ τῆς λέξεως οἴεται ὅτι <αὐτὸς ὁ νοῦς καὶ ἡοὐσία αὐτοῦ δυνάμει ἐστίν>, καὶ οὐ λέγει ὅτι κατὰ τὰς ἐνεργείαςαὐτοῦ ἐστι δυνάμει, οἷον ὁ ἐπὶ τῶν παίδων νοῦς καθ' ἡμᾶς δυνάμειἐστί, διότι οὔπω οἶδεν τὰ εἴδη τῶν πραγμάτων, ἐπιτηδείως δὲ ἔχειπρὸς τὸ γνῶναι αὐτά, καὶ ταύτῃ δυνάμει ἐστὶ διὰ τὸ τὴν ἐνέργειαναὐτοῦ μήπω γνῶναι τὰ ὄντα. ὁ δὲ Ἀλέξανδρος <αὐτὴν τὴν οὐσίαντοῦ νοῦ ἐπὶ τῶν παίδων λέγει εἶναι δυνάμει> καὶ κατασκευάζειαὐτὸ φάσκων ὅτι <ὁ νοῦς δυνάμει ἐστί, εἰ δὲ δυνάμει ἐστὶ