The Greek Library Author

Anonymous

Fragmenta

Authority group
Alexander (catalogue association; authorship remains anonymous)
Edition reference
Fragmenta, ed. P. Moraux, Alexandre d'Aphrodise, Paris: Droz, 1942: 207–212, 214, 216– 220.
CTS identifier
urn:cts:greekLit:tlg0732.tlg016.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3a

κατὰ τὴν ἐπιτηδειότητα, δῆλον ὅτι οὐκ ἔχει εἶδος, ἀλλ'

ὕλη ἐστὶ μόνον. πᾶν γὰρ τὸ πρῶτον δυνάμει ἐν ὕλῃ ἐστίν.

ὁ νοῦς ἄρα ὕλη ἐστὶ καὶ εἶδος οὐκ ἔχει, ἵνα μὴ θολούμενος

ὑπὸ τοῦ εἴδους ῥέψῃ εἰς τὴν τοῦ οἰκείου εἴδους γνῶσιν

καὶ τὰ ἐναντία αὐτῷ εἴδη μὴ γνῷ. ὥσπερ γὰρ τὸ διαφανὲς

ἀχρωμάτιστόν ἐστιν, ἵνα ἀδεκάστως διακονῇ τὰ χρώ-

ματα, οὕτω καὶ ὁ νοῦς>, φησίν, <ἀνείδεός ἐστιν, ἵνα γνῷ

πάντα τὰ εἴδη>. ταῦτα μὲν Ἀλέξανδρος, πάνυ δὲ ἁμαρτάνει.

3b

Ibid., ad Γ, 4, 429 a 15, p. 522, 22—24 Hayduck.

ἐντεῦθεν ἠπατήθη Ἀλέξανδρος καὶ ἐνόμισεν <αὐτὸν δεκτικὸν

εἶναι τῶν εἰδῶν>, λέγω δὲ τὸν νοῦν, <καὶ δυνάμει εἶναι, ἀλλὰ

μὴ τοῦτο, ἀντὶ τοῦ ἀλλὰ μὴ εἶδος.>

3c

Ibid., ad Γ, 4, 429 a 18, p. 523,4—11 Hayduck.

ὁ δὲ Ἀλέξανδρος πάλιν ἄλλως νοεῖ· φησὶ γὰρ ὅτι <εἰ πάντα νοεῖ,

ἀμιγής ἐστι τῶν εἰδῶν καὶ οὐκ ἔχει εἶδος>. ἡμεῖς δὲ μετὰ

προσδιορισμοῦ λέγομεν ὅτι ἀμιγής ἐστι τῶν εἰδῶν ὧν γινώσκει, ἐπεὶ

αὐτὸς αὐτόθεν εἶδος ὑπάρχει. εἴποι δὲ πρὸς ταῦτα ὁ Ἀλέξανδρος ὅτι

<εἰ καθ' ὑμᾶς ὁ νοῦς ἀμιγής ἐστιν ὧν γινώσκει εἰδῶν,

ἐπειδὴ καὶ ἑαυτὸν γινώσκει, λέγετε δὲ αὐτὸν εἶδος εἶναι,

οὐκοῦν καὶ ἑαυτοῦ ἀμιγής ἐστιν ὁ νοῦς, ὅπερ ἐστὶν ἄτοπον>.

λέγομεν δὲ πρὸς τοῦτον ὅτι ὡς νοοῦν νοουμένου ἀμιγής ἐστι καὶ ἕτερος.

3d

Ibid., ad Γ, 4, 429 a 20, p. 523,20—23 Hayduck.

ὁ δὲ Ἀλέξανδρός φησιν ὅτι <καὶ ἐνταῦθα βούλεται τὸν νοῦν

μὴ ἔχειν εἶδος καὶ ἐξ ὧν ἐπάγει· φησὶ γὰρ μὴ εἶναι αὐ-

τοῦ φύσιν, ἀλλὰ μόνον ὅτι δυνάμει ἐστίν>.

4

Simplicius, in de Anima, ad Γ, 4, 429 b 9, p. 230, 12—22 Hay-

duck (Comment. in Aristot. graeca, XI).

Καὶ αὐτὸς δὲ αὑτὸν τότε δύναται νοεῖν]

<Οὐ κατὰ συμβεβηκὸς τῷ τὰ νοητὰ ἔχειν καὶ εἶναί πως ὁ

αὐτὸς τοῖς νοουμένοις εἴδεσιν, ὡς προηγουμένως τὰ εἴδη

ἀλλ' οὐχ ἑαυτὸν νοῶν>, ὡς· ὁ Ἀλέξανδρος βούλεται, καὶ ἑαυτὸν

δὲ νοῶν προηγουμένως ...

<ἀλλ' οὐδέν>, φησὶν ὁ Ἀλέξανδρος, <αὐτὸ ὑφ' ἑαυτοῦ πάσχει·

τὸ δὲ νοεῖν ἐν τῷ πάσχειν τὸν νοῦν ὑπὸ τοῦ νοητοῦ εἶναι

ἐδόκει>.

5a

Pseudo—Philoponus, in de Anima, ad Γ, 4, 429 b 13, p. 529, 22—23

Hayduck.

Πλούταρχος μὲν οὖν καὶ Ἀλέξανδρος βούλεται <τῷ μὲν ἀΰλῳ τὰ

ἄϋλα γινώσκεσθαι, τῷ δὲ ἐνύλῳ τὰ ἔνυλα>.

5b

Ibid., ad Γ, 4, 429 b 14, p. 530,5—7 Hayduck.

Ἐντεῦθεν Πλούταρχος καὶ Ἀλέξανδρος πιστοῦνται ὅτι <ἰδοὺ αὐτὸς

λέγει ὡς τῷ ἐνύλῳ τὰ ἔνυλα γινώσκεται· τῷ γὰρ αἰσθη-

τικῷ εἶπε γινώσκεσθαι τὸ θερμόν>.

8

Simplicius, in de Anima, ad Γ, 6, 430 b 26, p. 259,38—260,2 Hayd.

διὰ τοῦτό μοι δοκεῖ καὶ ἀρχόμενος τοῦδε τοῦ ῥητοῦ φάσιν εἰπεῖν

τὴν οὐσιώδη τῆς ψυχῆς γνῶσιν καὶ προσθεῖναι τὸ ‘τι κατά τινος’,

οὐχ ὡς τοῖς ἐξηγηταῖς εἴρηται τῷ τε Ἀλεξάνδρῳ καὶ τῷ Νεστορίου

Πλουτάρχῳ <τῆς φάσεως νῦν ἀντὶ ἀποφάσεως εἰλημμένης

ἢ ἀντὶ τοῦ ἐνδιαθέτου λόγου>.

9

Pseudo—Philoponus, in de Anima, ad Γ, 7, 431 a 2 ss., p. 558,

4—6 Hayduck.

ἐνταῦθα δὲ γενόμενος Ἀλέξανδρός φησιν ὅτι <τετάρακται ὁ λό-

γος, εἴπερ καὶ ἄνω διέκρινε τὸν δυνάμει νοῦν ἀπὸ τοῦ

ἐνεργείᾳ, καὶ νῦν δὲ τὸ αὐτὸ ποιεῖ>.

10b

Elias, in Categorias, Prooem, p. 123,4—7 Busse (Comment. in

Ar. gr., XV, III).

οὗτος (ὁ Ἀλέξανδρος) γὰρ ἀντιπάσχων τῇ ἀθανασίᾳ τῆς ψυχῆς τῆς

λογικῆς τὰς εἰρημένας ῥήσεις ἐν τῷ τρίτῳ λόγῳ τῆς περὶ ἀθανασίας

τῆς ψυχῆς καὶ ἀποδεικνυούσας ὅτι ἔστιν ἀθάνατος ἡ ψυχή, πειρᾶται

πᾶσαν στροφὴν περιστρέφειν.

13b

Simplicius, in de An., ad Γ, 7, 431 b 17—19, p. 279,30—32 Hayd.

ἀλλ' ὅ γε Ἀλέξανδρος <καὶ τὸν ἀχώριστόν> φησιν <ἐνδέχεσθαι

τῶν χωριστῶν εἶναι γνωστικόν, ἐπειδὴ καὶ ἀπὸ τῶν ἀχω-

ρίστων ἡ εἰς τὰ χωριστὰ αὐτῷ ἀναφορά>.

14-16e

{De intellectu agente seu divino seu extrinseco}

Philoponus, in de Anima, ad A, 4, 408 b 18, p. 159,9—16

Hayduck.

Ἀλέξανδρος ἀντιβλέψαι μὴ δυνάμενος πρὸς τὰ προφανῶς ὑπὸ τοῦ

Ἀριστοτέλους λεγόμενα, ὁμολογεῖ μὲν ἑκὼν καὶ ἄκων <τὸν νοῦν

ἀθάνατον εἶναι>, ἐπειδὴ μὴ εὗρεν ἄλλην ἐξήγησιν τῷ ῥητῷ ἁρμόζου-

σαν σύμφωνον τῷ ἑαυτοῦ σκοπῷ, πολλαχοῦ μέντοι μετ' ἐνδοιασμοῦ

τινος τὸν λόγον ποιεῖται. καὶ ἐνταῦθα μὲν ὁμολογεῖ <ἀθάνατον εἶναι

λέγειν τὸν νοῦν τὸν Ἀριστοτέλη>, βραχὺ δὲ προελθὼν ἔτι τῆς

συνεχείας οὔσης τοῦ λόγου ἐντυγχάνων τῷ ῥητῷ τῷ λέγοντι ‘ὁ δὲ νοῦς

ἴσως θεῖόν τε καὶ ἀπαθές ἐστι’, <περὶ τοῦ θείου> φησὶ <νοῦ τὸν λό-

γον εἶναι>.

15

Philoponus, in de Anima, ad B, 3, 415 a II, p. 261,10—12

Hayduck.

Κἀνταῦθα πάλιν δῆλός ἐστι χωρίζων τὸν νοῦν καὶ μὴ συναριθμῶν

ταῖς ἄλλαις τῆς ψυχῆς δυνάμεσιν. ἐνταῦθα δὲ πάλιν ὁ Ἀλέξανδρός φησιν

<αὐτὸν λέγειν περὶ τοῦ θείου νοῦ τοῦ ἐν τοῖς ἀϊδίοις>.

16c

Pseudo—Philoponus, in de Anima, ad Γ, 5, 430 a 10 ss., p. 535,

4—5 Hayduck.

Ἀλέξανδρος μὲν γὰρ <ἐνεργείᾳ νοῦν> ἐκάλεσε <τὴν μίαν τῶν

πάντων ἀρχὴν ἤτοι τὸν θύραθεν νοῦν>.

16d

Ibid., p. 535,20—29 Hayduck,

Ἀλέξανδρος μὲν οὖν ἔλεγεν <ἐνεργείᾳ νοῦν τὸ πρῶτον αἴτιον>·

ἐπλανᾶτο δὲ ἐκ τοῦ ἀκούειν αὐτὸν ὅτι πάντα ποιεῖ. <τίς γάρ ἐστιν

ὁ πάντα ποιῶν, εἰ μὴ ἡ πρώτη αἰτία; εἰ οὖν Ἀριστοτέλης

λέγει ὅτι ὁ κατ' ἐνέργειαν νοῦς πάντα ποιεῖ, δῆλον ὅτι

κατ' ἐνέργειαν νοῦν λέγει τὴν πρώτην αἰτίαν>. καὶ ὅτι πάλιν

λέγει <τῇ οὐσίᾳ σύνδρομον ἔχειν τὴν ἐνέργειαν τὸν ἐνερ-

γείᾳ νοῦν, ὅπερ μόνῳ θεῷ οἰκεῖον (ὁ γὰρ ἡμέτερος νοῦς

φαίνεται διὰ δυνάμεως τὴν ἐνέργειαν ποιούμενος)>, καὶ

πάλιν ὅτι <ἀεὶ ἐνεργεῖ>. ἐντεῦθεν οὖν ὁ Ἀλέξανδρος ἠπατᾶτο καὶ

ἔλεγεν <ὅτι οὐδενὶ ταῦτα εἰ μὴ μόνῳ θεῷ ἁρμόττει. θεοῦ

γὰρ μόνον οἰκεῖον τὸ σύνδρομον ἔχειν τῇ οὐσίᾳ τὴν ἐνέρ-

γειαν καὶ τὸ ἀεὶ ἐνεργεῖν>.

16e

Ibid., p. 539,35—39 Hayduck.

διὰ τὸ εἰκάσαι αὐτὸν φωτὶ ἠπατήθη ὁ Ἀλέξανδρος, καὶ διὰ τὸ εἰπεῖν

τὸν Ἀριστοτέλην πάντα ποιεῖν αὐτὸν ὥσπερ τὸ φῶς. ἀλλ' οὐδ' ὤφελεν

ἀπατηθῆναι. προστέθεικε γὰρ Ἀριστοτέλης ‘τρόπον τινά’, ὁ δὲ θεὸς

οὐ τρόπον τινὰ πάντα ποιεῖ, ἀλλὰ κατὰ πάντα τρόπον ποιεῖ τὰ πάντα.

{[ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ]ΦΥΣΙΚΩΝ ΑΠΟΡΗΜΑΤΩΝ ΚΑΙ ΙΑΤΡΙΚΩΝ ΠΡΟΒΛΗΜΑΤΩΝ} [Οἱ μὲν πλεῖστοι τῶν παλαιοτέρων ἰατρῶν σποράδην ἐξηῦρόν τινα τῆς ἰατρικῆς, ἐκ κληδόνωνἢ τριόδων συνάγοντες καὶ ἀπὸ τύχης ἢ μαντείας ἢ κλήσεως δαιμόνων ἢ ἄλλῳ τινὶ τρόπῳ.Ἱπποκράτης δὲ ὁ τῶν Ἀσκληπιαδῶν ταύτην ὡς ἂν εἴποι τις πλαζομένην συνάξας καὶ τελείωςὑφάνας πλήρη καὶ ἀρτίαν εἰργάσατο κεφαλὴν ἐπιθείς· καὶ οὐκ ἄν τις ἁμάρτοι λέγων, ὡς ὁπρονοητικὸς θεὸς ἐλεήσας τὸ ἀνθρώπινον γένος ἀλλεπαλλήλοις νόσοις ἀπολλύμενον αὐτὴν τὴνφύσιν σαρκώσας Ἱπποκράτην κατήγαγε πρὸς ἀρτίαν ταύτης παράδοσιν. ἴσως γὰρ καὶ τοῦτοαἰνίττεται κατὰ τὸ προοίμιον τῶν Ἀφορισμῶν λέγων, ὡς ‘ἐπειδὴ κατὰ τὴν πεῖραν ἡ ἰατρικὴσχεδὸν ἀκατάληπτός ἐστιν (οὔτε γὰρ ὅτε βουλόμεθα, τοῖς πάθεσι τῶν ἀνθρώπων ἐντυγχάνουσινοἱ ἰατροί· τύχῃ γὰρ καὶ τῷ σπανίῳ τῆς γενέσεως δουλεύει ταῦτα), ἔτι γε μὴν καὶ ἐπικίνδυνοςτῷ ἐν σώματι ῥευστῷ μὲν διὰ τὴν ὕλην καὶ ἀβεβαίῳ κεκτημένῳ δὲ καὶ θείαν δύναμιν ψυχικὴν