The Greek Library Author

Anonymous

Problemata

Authority group
Alexander (catalogue association; authorship remains anonymous)
Edition reference
Problemata (lib. 3–4) [Sp.], ed. H. Usener, Alexandri Aphrodisiensis quae feruntur problematorum liber iii et iiii [Programm Gymnasium Joachimsthal. 1859]: 1–37.
CTS identifier
urn:cts:greekLit:tlg0732.tlg017.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3

Pr

γυμνάζεσθαι τὴν ἰατρικὴν τέχνην καὶ οὐκ ἀψύχῳ καὶ ἀτίμῳ καθάπερ τὰς ἄλλας τέχνας,

πρὸς δὲ τούτοις καὶ τὰ πάθη ὑπὸ πολλῶν αἰτίων γεννᾶσθαί τε καὶ αὐξάνεσθαι καὶ διὰ τοῦτο

δυσχεραίνειν τὴν πεῖραν ἐν τῷ διακρίνειν τὸ ποιητικὸν αἴτιον· φέρε τῷ λόγῳ ψιλῷ χωρὶς ὑπο-

κειμένης ὕλης ἀσωμάτως πᾶσαν περιλαβὼν ἐν ὀλίγῳ χρόνῳ διδάξω καὶ διὰ τοῦτο καὶ ἐπι-

στημονικὸν λόγον ἔχειν ποιήσω, καὶ τὰς αἰτίας πάσας ὑποθήσομαι σὺν ταῖς διαγνώσεσι πρὸς

τὸ σὲ λοιπὸν τῇ πείρᾳ γυμνάζειν τὸν λόγον, τότε δ' ἄν σοι κατὰ τύχην περιπέσῃ τι πάθος

ἐφαρμόζειν τὸν λόγον καὶ γυμνάζειν καὶ ἀληθῆ τοῦτον εὑρίσκειν‘. Τὸ δὲ μέγιστον τοῦ ἀνδρός,

ὅτι οἱ παρ' αὐτοῦ λεγόμενοι Ἀφορισμοὶ οὐχ ἁρμόζουσι μόνον ἰατρικῇ ἀλλὰ καὶ κοινῶς παντὶ

τῷ βίῳ· νόμοι γάρ εἰσι καθολικοὶ θεσπίζοντες καὶ κανονίζοντες τὰ γινόμενα· ὡς ὅταν λέγῃ ’<ἐν

τοῖσι γυμναστικοῖσι αἱ ἐπ' ἄκρον εὐεξίαι σφαλεραί>‘ καὶ ’<πᾶν τὸ πολὺ τῇ

φύσει πολέμιον>‘ καὶ ’<ὕπνος ἀγρυπνίη μᾶλλον γιγνόμενα τοῦ μετρίου κακόν>‘,

καθολικὸν δίδωσιν ἡμῖν κανόνα καὶ νόμον ἐπὶ παντὸς πράγματος, ὡς πᾶν μέτρον ἄριστον· καὶ

πάλιν ’<τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν θρέψῃς μᾶλλον βλάψεις>‘, ὃ δύναται

καὶ ἐπὶ ψυχὴν μεταφέρεσθαι· οὕτω γὰρ ὁ θεῖος Πλάτων ἔφη ’<τὰς μὴ καθαρὰς ψυχὰς ὅσῳ

ἂν παιδεύσῃς μᾶλλον βλάψεις, τῆς γὰρ ἀσωμάτου ψυχῆς ἀσώματος τροφὴ

παίδευσις>‘. καὶ ἐπὶ ἄλλων δὲ ἀφορισμῶν τὸ εἰρημένον κρίνων εὑρήσεις. ἔχουσι δὲ καὶ τὸ διωρι-

σμένον καὶ τὸ συνεχές, ὃ καὶ αὐτὸ τελείας ἀρετῆς ἐστι σύμβολον· ὡς γὰρ ἐπὶ τῶν γραμμικῶν,

καὶ ἐπ' αὐτῶν εἰ οὕτως ἔτυχεν ὁ πέμπτος τὸν τέταρτον σαφηνίζει καὶ ὁ τέταρτος τὸν τρίτον καὶ ὁ

τρίτος τὸν δεύτερον καὶ ὁ ἐφεξῆς ὡσαύτως· καὶ προβαίνων σαφῶς τοῦτο ποιεῖται τὴν τάξιν φυλάτ-

των τοῦ λόγου καὶ τὸ ἀκόλουθον τῆς αἰτίας ἐπὶ ἡλικιῶν ἢ ὡρῶν καὶ παθῶν καὶ τῶν παραπλησίων.]

1

Διὰ τί τῶν ἐν γάλακτι τρεφομένων ἀλεκτρυόνων οἱ ὄρχεις εὐμεγέθεις καὶ εὔπεπτοι γίνονται;

Ὅτι τὸ αἷμα ἔχει ἐν αὑτῷ ὀρρόν, ὅνπερ ἕλκει ὁ νεφρὸς κατ' ἔλλειψιν τοῦ ὑγροῦ οὖρον ὄντα·

ἔχει δὲ καὶ θορόν, ὅνπερ οἱ ὄρχεις ἕλκοντες τρέφονται, ὃς παχύτερός ἐστιν οὔρου, λεπτότερος

δ' αἵματος, ὃ καὶ σχῆμά ἐστιν αὐτοῦ· ἀλλ' ἕως μὲν ἡ φύσις πολλῆς δεῖται τροφῆς, ὡς ἐπὶ

παιδίων, καὶ τὸν θορὸν εἰς τὸ πᾶν ἀναλίσκει σῶμα· ὅτε δὲ οὐ χρείαν ἔχει πολλῆς, τοῦτον

περὶ τὸ ἡβάσκειν περὶ τοὺς ὄρχεις συνάγει τῶν τε θηλειῶν καὶ τῶν ἀρρένων, ὡς ἔστιν ἰδεῖν τότε

τοὺς ὄρχεις εὐρυνομένους καὶ τρίχας φυομένας περὶ τὴν ἥβην. ἔπειτα δὲ μετὰ τὴν σύλληψιν

τοῦ θήλεος ἡ φύσις χρείαν ἔχουσα πολλοῦ αἵματος πρός τε τροφὴν τῷ βρέφει καὶ πρὸς

γάλακτος γένεσιν, τοῦτον τὸν θορὸν ἀπὸ τῶν ὄρχεων λαμβάνουσα πάλιν ἀναμίγνυσι τῷ αἵματι

καὶ οὕτως ἀπεργάζεται τὸ γάλα. οἱ οὖν ὄρχεις τῶν ἀλεκτρυόνων πλέον ἕλκουσιν ἐκ τοῦ

γάλακτος τοῦ βρωθέντος ὑπὸ τοῦ ἀλεκτρυόνος διὰ τὴν ὁμοιότητα καὶ ὅτι τὸ οἰκεῖον ἑαυτῶν,

τὸν θορὸν λέγω, πάλιν εὑρίσκουσιν ἐν τῷ γάλακτι, καὶ οὕτω γίνονται εὐτραφεῖς οἱ ὄρχεις καὶ

2

εὔπεπτοι καὶ τρόφιμοι. Διὰ τί, εἰ τὸ δριμὺ ἀπὸ πολλῆς γεννᾶται θερμότητος, τὸ δριμείας

ποιότητος μετέχον μέλι ἐπαινοῦσιν, εἴ γε καὶ μετρίως αὐτὸ βούλονται εἶναι θερμόν; Φημὶ ὅτι

οὐκ ἀφ' ἑαυτοῦ ἐστι δριμύ, ἀλλ' εὔκρατον, ἡ δὲ γλῶσσα τῇ οἰκείᾳ θερμότητι θερμαίνουσα

αὐτὸ πλέον ἐπὶ τὸ δριμὺ μετάγει· πᾶν γὰρ γλυκὺ θερμαινόμενον πρῶτον μὲν δριμὺ γίνεται,

ὕστερον δὲ ὑπερθερμαινόμενον ἄγαν πικρὸν ἀποτελεῖται. Τὸ δὲ σάκχαρον παρὰ τοῖς Ἰνδοῖς

οὕτω λεγόμενον μέλιτός ἐστι πῆξις, τοῦ ἡλίου τὴν ἐν τῷ ἀέρι δρόσον πηγνύοντος ἐπὶ τὸ γλυκύ,

ὥσπερ καὶ ἐν τῷ ὄρει τῷ Λιβάνῳ καλουμένῳ γίγνεται τοιοῦτον· ἔστι δὲ ὅμοιον χόνδρῳ ἅλατος,

λευκὸν εὔθρυπτον γλυκύ. ἔστι δὲ ῥυπτικῆς καὶ αὐτὸ δυνάμεως ὁμοίως τῷ μέλιτι τῷ μετέχειν

ἰχωροειδοῦς τινος ῥύψεως, ὅθεν καὶ ἑψόμενον καὶ τοῦτο μεταβάλλον οὐκέτι μὲν σμήχει ὡς τὸ

ἄνεφθον, τρέφει δὲ μᾶλλον ἐσθιόμενον ἢ ἔξωθεν ἐπιτιθέμενον. ἔστι δὲ καὶ ἑτέρα διαφορὰ

μέλιτος χαλβανόριον λεγόμενον, τῶν μελισσῶν βοσκομένων ἐν ἐκείνῳ τῷ ὄρει τὰ ἄνθη, ἐν ᾧ

καὶ χαλβάνη γίνεται, καὶ τοῦ μέλιτος μεταλαμβάνοντος τῆς ποιότητος, ὅπερ δύναται πρὸς

ἀμβλυωπίαν ἐγχριόμενον ποιεῖν, θερμῆς μᾶλλον δυνάμεως ὄν. ὁμοίως καὶ τὸ θύμων ὄζον

ποιεῖ πρὸς ψυχρὰν γαστέρα· καὶ τὸ Ποντικὸν ἀψινθίου πικρὸν ὄν, καὶ πρὸς τὴν διαφορὰν τῆς

ποιότητος καὶ ἡ δύναμις αὐτοῦ. τὸ δ' Αἰγύπτιόν ἐστιν ὑγρὸν καὶ ὑδατῶδες τῷ πολλῆς

μετέχειν ὑγρότητος τὰ ἄνθη ἐπὶ πολὺ ποτιζόμενα τῷ ποταμῷ. τὸ δὲ πάντων ἄριστον τὸ

νησιωτικὸν καὶ τῶν παραθαλαττίων ὀρῶν καὶ τόπων, ὡς ἀπέριττον καὶ ξηρότερον, καὶ τὸ Ὑμήττιον

μάλιστα ἐν τῷ Ὑμηττῷ ὄρει τῆς Ἀττικῆς ἔχοντι ἄνθη βοτανῶν καὶ δένδρων εὐώδη καὶ καθαρὰ καὶ

3

εὔχροα καὶ λεπτομερῆ. Διὰ τί τὸ γάλα ψυχρόν ἐστι καὶ τοιοῦτον ὂν εὐαλλοίωτον καὶ τρό-

φιμον ὑπάρχει; Λέγω ὅτι καὶ καθὸ ἐξ αἵματος μετεβλήθη, κατὰ τοῦτο πάλιν ἐπὶ τοῦτο ῥᾷον

μετέρχεται τὸ γάλα καὶ σχεδὸν αἷμά ἐστι λελευκωμένον. ὁμιλοῦν δὴ τῷ ἀέρι πλέον ψύχεται·

βδαλλόμενον δ' ἔτι ποσῶς θερμόν ἐστι, μὴ ὁμιλοῦν τῷ ἀέρι, καὶ σώζει τὴν οἰκείαν δύναμιν,

καθάπερ καὶ τὸ σπέρμα· λευκὸν δὲ καὶ ψυχρὸν ποσῶς ἐστιν, ὅτι ὑπ' ἀδένων λευκῶν καὶ

ἀναίμων καὶ ἧττον θερμῶν τῶν ἐν τοῖς μαστοῖς μεταβάλλεται. Οὐ δεῖ δὲ αὐτὸ πυτίᾳ

πηγνύειν· κακοστόμαχος γὰρ καὶ δυσανάδοτος· ἀλλὰ μᾶλλον ὀπῷ συκῆς ἢ ἐχίνῳ ὄρνιθος

πλῦναι ἢ κνήκῳ. Ἡ μέντοι πτισάνη εὐαλλοίωτος μέν, ἀλλ' ἧττον τρόφιμος· ὁ δὲ χόνδρος

4

τοῦ ἅλικος τρόφιμος μέν, δυσαλλοίωτος δέ, ὅθεν καὶ ὀξυμέλιτι ἐσθίεται τριβείς. Διὰ τί τὰ

ἐν πνεύμονι ἕλκη ἀνίατα; Πρῶτον μὲν ὅτι πᾶν τὸ δεόμενον ἰάσεως ἠρεμίας δεῖται· εἶπε γὰρ

Ἱπποκράτης ὡς ’<ποδὸς ἄκος ἀκινησίη>‘· ἡ γὰρ κίνησις σύρροιαν ποιεῖ χυμῶν περιττῶν,

οὗτοι δὲ φλεγμονάς· ὁ δὲ πνεύμων ἀεικίνητος διὰ τὴν ἀνάγκην τῆς ἀναπνοῆς. ἄλλως τε τὸ

ἕλκος ἀεὶ ἐπίπαγον ποιοῦν δεῖται ἀνακαθάρσεως· οὐ δύναται δέ, εἰ μὴ μόνῃ βηχί, ἀνακαθαί-

ρεσθαι, ἡ δὲ βὴξ σύντονος οὖσα κίνησις σπαράσσει τὸ ἕλκος καὶ ἀνευρύνει. ἄλλως τε ὑγρὸν

καὶ θερμὸν τὸ μόριον καὶ εὔσηπτον, καὶ βρόγχιον τοῦ πνεύμονος ἀναβρωθὲν οὐ δύναται γενέσθαι,

5

εἰ μὴ ὑπὸ μόνης φύσεως πάλιν ἐκ σπέρματος. Διὰ τί οἱ φρενιτικοὶ ἐν μὲν τῷ πάθει ἰσχυροί,

ἀπαλλαγέντες δὲ ἀσθενεῖς; Ὅτι ξηρὰ δυσκρασία κατέχει τὸν ἐγκέφαλον καὶ τὰ νεῦρα, αὕτη

δὲ τόνον δίδωσι τοῖς νεύροις πρὸς ἐνέργειαν. ὕστερον μέντοι ἀπαλλαγέντες αἰσθάνονται λοιπὸν

τοῦ κόπου, τῆς διακριτικῆς διανοίας καθαρᾶς ἐπεισηκούσης τοῖς πάθεσι, καὶ ἐνυγρανθέντα δὲ

6

τὰ νεῦρα μαλακὰ γίνονται καὶ ἀσθενῆ. Διὰ τί οἱ πετραῖοι ἰχθύες εὔπεπτοι; Ἐπειδὴ πᾶν

τὸ πρὸς ταῖς πέτραις ὕδωρ καὶ γαλήνης οὔσης κινεῖται· σκληρὸν γὰρ καὶ μαλακὸν ἐναντιότητα

ἔχοντα πρὸς ἄλληλα οὐ δύναται ἡσυχάζειν ἀλλήλοις ὁμιλοῦντα, τὸ δὲ κινούμενον λεπτότερον

γίνεται τοῦ ἠρεμοῦντος. καὶ οἱ ἰχθύες οὖν τῷ ὕδατι συγκινούμενοι ἀπέριττοι γίνονται. Τῷ

7

αὐτῷ τρόπῳ καὶ αἱ πτέρυγες συνεχῶς κινούμεναι εὔπεπτοί εἰσιν. Διὰ τί ἐπὶ τῶν συνεχῶν

πυρετῶν ἐν ταῖς παρακμαῖς οὐ λούομεν αὐτούς; Ὅτι οἱ παρὰ φύσιν χυμοὶ ἄπεπτοί εἰσιν ἔτι

καὶ παχεῖς καὶ ἀντεχόμενοι τῶν σωμάτων, οἱ δὲ κατὰ φύσιν λεπτοὶ καὶ εὐδιάρρυτοι. τὸ θερμὸν

οὖν τοῦ λουτροῦ ἑλκύσει τῇ βίᾳ προτέρους ὡς λεπτοὺς τοὺς κατὰ φύσιν ἐν ἀρχῇ τοῦ νοσή-

8

ματος, ἐὰν καὶ ἐν ἀπεψίᾳ λούσωμεν. Διὰ τί ἐπὶ τῶν ἑκτικῶν ὕδωρ παρέχουσιν οἱ ἰατροὶ

πρὸ τῆς τροφῆς βραχύ; Ἵνα τὰ κατεξηραμμένα στερεὰ μόρια προϋγράνωσι, καὶ ἐπιτήδειαι

γένωνται πρὸς φύσιν ※προσφοραὶ※ στερεᾶς τροφῆς· οὕτω γὰρ καὶ οἱ κονιαταὶ προσραίνουσι

9

τὸν τοῖχον ὕδατι καὶ οὕτω χρίουσι τὴν κονίαν. Διὰ τί τὰ γλυκέα αὔξει σπλῆνα καὶ

ἧπαρ; Ὅτι τὸ μὲν ἧπαρ τῇ ὁμοιότητι τῆς κράσεως ἕλκει ῥᾷον τὰ γλυκέα· θερμὰ γὰρ καὶ

ὑγρὰ ἀμφότερα· ὁ δὲ σπλὴν ἕλκων τὸ τρυγῶδες τοῦ αἵματος ἐκ τοῦ ἥπατος συνεφέλκεται

καὶ αἷμα πλεῖον τῷ εἶναι †πλῆθος, τοῦτο δὲ γίγνεται μᾶλλον, ὅταν ἐρρωμένην ἔχῃ τὴν ἑλκτι-

10

κήν· ἀπὸ γὰρ τοῦ ἐπισπᾶν καὶ σπλὴν εἴρηται. Διὰ τί οἱ τὸν κρόταφον πληγέντες σφοδρῶς

ἀπόλλυνται; Ὅτι ὁ μῦς οὗτος ἐξ αὐτοῦ τοῦ ἐγκεφάλου ἐκπέφυκεν, ὅθεν καὶ πλησίον αὐτοῦ

ὑπάρχει. συμπάσχων οὖν ὁ ἐγκέφαλος καὶ συναλγῶν καὶ συναπολαύων τῆς πληγῆς συστέλ-

λεται, σὺν αὐτῷ δὲ καὶ τὸ ψυχικὸν πνεῦμα πιλοῦται καὶ παχύνεται, καὶ οὕτως ἡ ψυχὴ μὴ

εὐποροῦσα τοῦ ἐπιτηδείου ὀργάνου ἀφίπταται ἐκ τοῦ σώματος· δεσμοῦ γὰρ φθορὰ λύσιν τῶν

11

συμπλακέντων ἀποτελεῖ. Διὰ τί οἱ ἐμβρόντητοι ἀπόλλυνται, ἢ νωδοῦνται καὶ ἀνόητοι γί-

νονται; Τῷ αὐτῷ πάλιν λόγῳ· ὁ γὰρ ἄμετρος κτύπος τῆς βροντῆς διὰ τῆς ἀκοῆς εἰσιὼν πρὸς

ἐγκέφαλον πλήττει πάλιν σφοδρῶς τὸν ἐγκέφαλον καὶ τὸ ψυχικὸν πνεῦμα, καὶ τοῦτο πάλιν

συστέλλεται καὶ παχύνεται καὶ ἀνόνητον ψυχῇ γίνεται πρὸς ἐνέργειαν. εἰ δ' ἀμέτρως

παχυνθείη, καὶ χωρισμὸν ποιεῖται τῆς ψυχῆς καὶ τοῦ σώματος καὶ διὰ τοῦτο θάνατον.

12

Διὰ τί τοῦ ᾠοῦ τὸ μὲν λεκιθῶδες εὔπεπτόν ἐστι, τὸ δὲ λευκὸν δύσπεπτον; Ὅτι τὸ μὲν

χρυσοειδὲς θερμόν ἐστι, τὸ δὲ λευκὸν ὑγρὸν καὶ ψυχρόν. Γίνωσκε γὰρ ὡς ἔστιν ἐκ τεσσάρων

στοιχείων· τὸ μὲν γὰρ ὀστρακῶδες ἔοικε τῇ γῇ ξηρὸν καὶ ψυχρὸν ὑπάρχον, τὸ δὲ ὑγρὸν τῷ

ὕδατι ὑγρὸν καὶ ψυχρὸν τυγχάνον, τὸ δ' ἐν αὐτῷ πνεῦμα τῷ ἀέρι ὑγρὸν καὶ θερμόν, τὸ δὲ

λεκιθῶδες τῷ πυρὶ θερμὸν καὶ μετρίως ξηρόν· μετέχει δὲ καὶ τῆς χροιᾶς τοῦ πυρός, καὶ εἴ

μοι συγχωροίης εἰπεῖν, ἔοικεν εἶναι μίμημα κόσμου· καὶ αὐτὸ γὰρ σφαιροειδές, ἐκ στοιχείων

13

τεσσάρων, μετέχον καὶ δυνάμεως ζωτικῆς. Διὰ τί τῶν κολικῶν ἡ κόπρος βολβιτώδης;

Διότι ὡς ἐπὶ τὸ πλεῖστον ἐκ φλέγματος ἔχει τὴν γένεσιν τὸ πάθος, τοῦτο δὲ τῷ πλήθει

σηπόμενον πνεύματα τίκτει, ἅτινα τὴν κόπρον ὑπενδυόμενα καὶ διογκοῦντα ταύτην καὶ φυσῶντα

ὡς τὴν τῶν βοῶν ποιεῖ· ὅθεν πολλάκις καὶ ἐπινήχεται ἐν ὕδατι διὰ τὴν κουφότητα τοῦ

πνεύματος. καὶ ἡ τῶν βοῶν δὲ ἐμπνευματοῦται κόπρος διὰ τὸ πολλῇ τροφῇ κεχρῆσθαι ἀχυ-

14

ρώδει καὶ τῷ πλήθει πνεύματα πλεῖστα τίκτειν. Διὰ τί ἐπὶ τῶν τὴν μήνιγγα τὴν παχεῖαν

τοῦ ἐγκεφάλου τετρωμένων μύκητες ἐξίασι διὰ τῆς διαιρέσεως; Ὅτι ἀεὶ τοῦ ἐγκεφάλου

ἀτμοὺς γεννῶντος καὶ διαφοροῦντος αὐτοὺς διὰ τῶν ῥαφῶν τοῦ κρανίου, νῦν εὑρίσκοντες ἀνα-

πέτειαν πλείστην τῆς διαιρέσεως δι' αὐτῆς ἐξίασιν ἀθρόως, καὶ ὁμιλοῦντες ψυχρῷ τῷ ὀστέῳ

πήγνυνται καὶ τῇ ἁπαλότητι ἐξαπλοῦνται καὶ λαμβάνουσι σχῆμα μυκήτων, ἄνωθεν μὲν ὄντες

πλατεῖς, κάτωθεν δὲ στενοί· οὕτω γὰρ καὶ καπνὸς εὑρίσκων πολλὰς ὀπὰς καὶ θυρίδα μίαν,

15

ῥᾷον καὶ ἀθρόως διὰ τῆς θυρίδος ἔξεισιν ἤπερ διὰ τῶν ὀπῶν. Διὰ τί τὸ φλέγμα παχὺ ὂν

καὶ ψυχρὸν καὶ διὰ τοῦτο κατωφερές, πολλάκις ἀπὸ τῶν ποδῶν ἄνεισιν ἐπὶ τὴν κεφαλὴν

ἢ ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦτο; Φημὶ ὅτι οὐ τὸ φλέγμα καθ' ἑαυτὸ ἄνεισιν, ἀλλ' ἡ ἀποκριτικὴ

δύναμίς ἐστιν ἑνὸς ἑκάστου μορίου ἀποδιώκουσα τοῦτο ἐπὶ τὸ ἄνω, ἄχρις ἂν εἰς τὸ ἀσθενέστατον

πάντων τῶν μορίων ἀποδιωχθὲν ἐκεῖ ἔλθῃ, κἀκεῖνο δι' ἀσθένειαν μὴ δυνηθῇ αὐτὸ ἀποσείσασθαι,

ἀλλὰ μείνῃ ὑπ' αὐτοῦ βαρούμενον καὶ ῥευματιζόμενον· οὕτω γὰρ ἄν τις ἄνθρακα πυρὸς πολ-

λῶν παρόντων ῥίψειέ τινι κἀκεῖνος ἑτέρῳ, καὶ ἄλλος ἄλλῳ τῇ ἰσχύι αὐτὸν ἀπορρίπτοι, ἄχρις

16

ἂν εἰς τὸν ἀσθενέστατον ἐλθὼν ἀπομείνῃ. Διὰ τί ἐν λοιμικῇ καταστάσει πολλοὶ ἀπόλλυνται

κατὰ πάθος ἓν ὡς ἐπὶ τὸ πλεῖστον καὶ κατὰ τὴν αὐτὴν ἡλικίαν, ※ὃ※ καὶ δοκεῖ ὥσπερ ἀνατρέ-

πειν τὴν ἀπὸ τῶν ἀστέρων εἱμαρμένην; Φημὶ ὅτι ὅσοι ἐκληρώθησαν ὑπὸ τῆς ἀστρῴας κινήσεως

κατὰ τὴν ἀπότεξιν ὀλιγοχρόνιοι, οὗτοι θᾶττον ἐλέγχονται καὶ ἁλίσκονται ὑπὸ τοῦ λοιμοῦ

κινούμενοι· οὕτω γὰρ καὶ οἰκία παλαιὰ καὶ σαθρὰ θᾶττον ὑπ' ἀνέμου σφοδροῦ καταπίπτει

ἤπερ ἡ ἰσχυρὰ καὶ νέα. τῷ δὲ αὐτῷ πάθει διά τινα τοιαύτην ἀστρῴαν ἀπόρροιαν λοιμικὴν **.

17

Διὰ τί ὁ πολὺς δῆμος ἐπὶ τῶν κραιπαλῶν φησιν οἶνον οἴνῳ διαλύεσθαι, τὴν ἐξ αὐτοῦ κεφα-

λαλγίαν; Φημὶ τοῦτο ἰδιωτικὸν μέν, ἀληθὲς δὲ τυγχάνειν· τὴν γὰρ ἀπὸ τῆς πολλῆς θερμότητος

τοῦ οἴνου γενομένην ἔκλυσιν τῶν μορίων ἕτερος οἶνος εἰσιὼν καὶ ἀποδιώκων αὐτὴν ῥώννυσι

ταῦτα καὶ παρασκευάζει διώκειν καὶ ἀποκρούεσθαι τὰ συναχθέντα ὑπ' αὐτοῦ πνεύματα καὶ

βαροῦντα τὴν κεφαλὴν καὶ τὸ σῶμα· καὶ μάλιστα ὁ κεκερασμένος ἐκλύει τὴν τοῦ προτέρου

θερμότητα δι' ἣν καὶ ἡ ἔκλυσις· ὀλίγος μὲν γὰρ οἶνος πινόμενος ὑγείαν ποιεῖ, σύμμετρος δὲ

εὐφρασίαν, ἄμετρος δὲ μέθην καὶ παραφροσύνην, καθὼς καὶ Θέογνις ὁ ποιητὴς εἶπε περὶ τοῦ

συμμέτρου οἴνου φάσκων· ’<Οἶνος πινόμενος πουλὺς κακός· ἢν δέ τις αὐτὸν Πίνῃ

ἐπισταμένως, οὐ κακός, ἀλλ' ἀγαθός>‘· ὅθεν οὐκ ἀσκόπως μυθεύουσι τῷ Διονύσῳ

Βάκχην ἕπεσθαι διὰ τὴν ἐκ τοῦ οἴνου χορείαν, Σατύρους δὲ διὰ τὴν εὐκινησίαν· Λύδην δὲ διὰ

τό τινας ἐξ αὐτοῦ ἐκλύεσθαι· πάρδον δὲ διὰ τὴν ποικίλην φαντασίαν τῶν οἰνωμένων (διάφορον

γὰρ ἕκαστος καὶ ποικίλον ἀναδέχεται λογισμὸν ὑπὸ τοῦ οἴνου κινούμενος· πολύστικτος γὰρ

καὶ ἡ δορὰ τοῦ ζῴου)· μίαν δὲ βάκχην μανεῖσαν καὶ δράσασαν φόνον, τὴν Ἀγαυὴν μητέρα

τοῦ Πενθέως (πολλοὶ γὰρ ὑπερμεθυσθέντες ἐτράπησαν εἰς φόνον)· γυμνὸν δὲ τὸν Διόνυσον διὰ

τὴν ἀπὸ τοῦ οἴνου γινομένην φανέρωσιν τῶν πινόντων τοῦ λογισμοῦ· ποθῆσαι δὲ Ἀφροδίτην καὶ

Ἀριάδνην (τοῖς γὰρ οἰνωθεῖσι παρέπεται πλείστη γυναικῶν ἐπιθυμία)· ἔχειν δὲ καὶ φαλακρόν

τινα διὰ τὸ μάλιστα τὸν ἐγκέφαλον ἐρημοῦν καὶ βλάπτειν καὶ μαραίνειν τὸν πολὺν οἶνον, ὅθεν

καὶ Μάρωνα προσηγόρευσαν· ἔχειν δὲ καὶ Πᾶνα, τουτέστιν αὐτὸ τὸ πᾶν, ※διὰ τὸ πάντα※ κρατεῖν

τοῦ οἴνου τὴν δύναμιν, ἢ πάλιν διὰ τὴν διάφορον χροιὰν καὶ δύναμιν τοῦ οἴνου (καὶ γὰρ οὗτος

πολυσχημάτιστος καὶ πολυχρώματος)· ὑπὸ πυρὸς δὲ κεραυνωθέντα καὶ ἐν μηρῷ βληθέντα, διότι

πολλάκις ὁ οἶνος ἡλιαζόμενος τελειοῦται τῇ κράσει καὶ τῇ δυνάμει τοῖς κεράμοις κρυπτόμενος·

τέσσαρας δὲ γυναῖκας εἶναι ἀδελφὰς διὰ τὸ τέσσαρας τροπὰς ἔχειν καὶ μεταβολὰς τὸν οἶνον.

Ἄκουε δὲ καὶ περὶ τοῦ Πανός, ὅτι βούλονται αὐτὸν εἶναι τὸ πᾶν τοῦ κόσμου· δύο μὲν γὰρ

κέρατα περιτιθέασι τῇ κεφαλῇ διὰ τὴν διπλῆν φύσιν τοῦ παντός· τὸ γὰρ πᾶν ἄρρεν καὶ θῆλυ

τῶν κατὰ μέρος καθέστηκεν, ὥσπερ καὶ ἥλιος καὶ σελήνη (ὁ μὲν γάρ ἐστι παρεκτικὸς ἀντὶ

σπέρματος τῶν ἰδίων φώτων πρὸς τὴν σελήνην, ἡ δὲ δεκτικὴ τούτων ὑπάρχει καθάπερ καὶ τὸ

θῆλυ γένος), ἔτι γε μὴν ζωὴ καὶ θάνατος, γένεσις καὶ φθορά, ὡς δηλοῖ σελήνης τὰ φῶτα

αὐξανόμενα καὶ μειούμενα καὶ ἡ σφαῖρα κινουμένη καθ' ἑκάστην ἀπὸ ἀνατολῶν ἐπὶ δυσμάς,

οἱ δὲ ἑπτὰ ἀστέρες ἐναντίαν ὁδὸν ἀπὸ δυσμῶν ἐπὶ ἀνατολάς, ὡς δεικνῦσι τοῦτο πλέον τῇ ὄψει

πάντων τῶν κινουμένων ἀστέρων. ἔχειν δὲ καὶ τὸ σῶμα διφυές, τὸ μὲν ἄνω ἀνθρωποειδές, τὸ

δὲ κάτω προβατοειδές, διότι καὶ τοῦ παντὸς τὸ μὲν ἄνω μέρος περιέχει λογικὰς δυνάμεις, τὸ

δὲ κάτω καὶ ἀλόγους· μὴ ἠρεμεῖν δὲ τὴν στάσιν διὰ τὴν ἀεικινησίαν τῆς φορᾶς καὶ τὴν

ῥευστὴν φύσιν τῆς ὕλης· πεφιληκέναι δὲ τὴν Ἠχώ· ποθεῖ γὰρ ἡ οὐρανία σφαῖρα τὴν ἐναρ-

μόνιον κίνησιν καὶ τῇ ταύτης ἐφέσει κυκλοφορικῶς ἀεὶ φέρεται. Ἀναλογεῖ δὲ τῷ οἴνῳ τὸ

αἷμα κατὰ κρᾶσιν καὶ οὐσίαν· ὥσπερ γὰρ ἐξεθέμεθα τὸν οἶνον τετραμερῆ, τὸν αὐτὸν τρόπον

καὶ τὸ αἷμα· ἔχει γὰρ τὸ ὑδατωδέστατον μέρος ὅπερ ἕλκουσιν οἱ νεφροί· ὁμοίως δὲ καὶ τὸ

ἀναλογοῦν ὡς ἄνθος, ὅπερ ἕλκει ἡ χοληδόχος κύστις, καὶ τὸ παχὺ καὶ τρυγῶδες ὅπερ ὁ

σπλὴν ἕλκει, καὶ αὐτὸ τὸ οἰνῶδες καὶ καθαρὸν τοῦ αἵματος ὅπερ ἀναδιδόμενον καθάπερ καὶ

18

οἶνος ἐν τῷ σώματι τρέφει τὰ μόρια. Διὰ τί τρωθεῖσα βάλανος καὶ γνάθου τὰ λεπτὰ οὐ

κολλᾶται; Καθόλου ὅσα ἀπὸ σπέρματος γέγονεν, ἀπὸ φύσεως ταῦτα παλιγγενεσίαν οὐχ

ὑπομένει τὴν αὐτήν, ὡς νεῦρον φλὲψ ὑμένες καὶ τὰ παραπλήσια· εἰκότως οὖν καὶ ταῦτα

νευροειδῆ ὄντα τελείαν οὐχ ὑπομένει τὴν γένεσιν· τὰ μέντοι ἐξ ἀρχῆς ἐξ αἵματος διαπλασθέντα

19

πάλιν γεννᾶται τῷ διὰ παντὸς τοῦ βίου αἷμα κεκτῆσθαι σπέρμα δὲ οὔ. Διὰ τί τὰ γί-

γαρτα καὶ τὰ σήσαμα καὶ αἱ κεγχραμίδες ὑγιῆ καταπινόμενα πάλιν ὠμὰ διὰ γαστρὸς

ἐκκρίνεται; Ἢ διὰ τὴν πολλὴν σμικρότητα καὶ ξηρότητα οὐ πέττεται; ἢ ὅτι τὸ τέλειον περι-

έχουσι τῆς γεννητικῆς σπορᾶς (διὸ καὶ σφαιροειδῆ), ὡς ἐπὶ τὸ πλεῖστον σῶα παραμένουσιν;

τοῦτο γὰρ τὸ σχῆμα τελειότερόν ἐστι παρὰ τῷ θεῷ παρὰ πάντα τὰ σχήματα, λέγω δὴ

20

τετράγωνα κυβοειδῆ πυραμοειδῆ κυλινδροειδῆ ᾠοειδῆ φακοειδῆ καὶ τὰ ὅμοια. Διὰ τί ἐπὶ

τῆς ἐμφράξεως τῶν κυρτῶν τοῦ ἥπατος ἡ κατακλεὶς κατασπᾶται; Ὅτι ἡ ἀπὸ τῶν κυρτῶν

τοῦ ἥπατος στελεχιαία φλὲψ ἀνιοῦσα πρὸς τὴν κατακλεῖν ἀπὸ τῆς ἐμφράξεως καὶ πληρώσεως

εὐρυνομένη τὸ μῆκος μειοῖ καὶ σπᾷ ἐπὶ τὸ κάτω, καθάπερ καὶ τὸ ἔντερον πληρούμενον σαρ-

κῶν ἢ ἄλλων σωμάτων τινῶν· αὕτη δὲ καθελκομένη συγκατασπᾷ καὶ τὴν κατακλεῖν καὶ

οὕτω τὴν ὀδύνην ἐπιφέρει. Ἔχουσι δὲ ξηροβήχιον· ἡ γὰρ δυσκρασία τοῦ ἥπατος ἀνιοῦσα

21

πρὸς τὰ ἀναπνευστικὰ ἐπεγείρει ταῦτα πρὸς ἀπόκρισιν καὶ ποιεῖ ἐπ' αὐτὰ βῆχα. Διὰ τί

ἡ μήτρα παρὰ πάντα τὰ μόρια ἔνδοθεν τραχεῖα γέγονεν, ἐξοχὰς ἔχουσα ἃς καλοῦσι κοτυ-

ληδόνας; Διὰ τὴν ἀντοχὴν τῶν σπερμάτων· πᾶν γὰρ ὑγρὸν εὐόλισθόν ἐστιν ἐν λείῳ σώματι·

οὕτω γὰρ καὶ οἱ κονιῶντες τοὺς τοίχους προσκολάπτουσιν αὐτοὺς πρὸς τὸ τὰ κοιλώματα γί-

νεσθαι τῆς διαμονῆς τῶν κονιῶν ἀσφαλίσματα· τούτου γὰρ χάριν καὶ αὐτὸ τὸ σπέρμα

22

κολλῶδες κατεσκεύασεν ἡ φύσις πρὸς ἀντοχὴν τῆς διαμονῆς. Διὰ τί ἐν ἀρίστῳ πολλοὶ

ὑπερπλησθέντες οὔρου καὶ αἰδεσθέντες ἐξουρῆσαι παρελύθησαν καὶ ἰσχουρίαν ὑπέμειναν; Ὅτι

τῇ ὑπερπληρώσει σφόδρα διαταθεῖσα ἡ οὐρηδόχος κύστις καὶ ἄγαν ἐξογκωθεῖσα τὴν ἐν τῷ

χιτῶνι κατὰ φύσιν ὑγρότητα ἐξέθλιψε καὶ διὰ τοῦτο κατεξήρανε ταύτην καὶ εἰς ξηρὰν

δυσκρασίαν μετερρύθμισε καὶ οὐκέτι ἠδυνήθη συσταλῆναι, καθάπερ καὶ βύρσα ὑπερξηρανθεῖσα

οὐκέτι ἐκταθῆναι ἠδυνήθη, εἰ μὴ ἐν ὑδρελαίῳ ἐνυγρανθείη. Ἡ δὲ στραγγουρία τὸ ἐναντίον, ἥ

τις γίνεται διὰ παράλυσιν τοῦ μυὸς τοῦ κλείοντος τὸν τράχηλον τῆς οὐρηδόχου κύστεως ἢ δι'

ἕλκωσιν αὐτῆς ἢ διὰ λίθου παρουσίαν, δακνομένης ἢ βαρουμένης καὶ ἐρεθιζομένης ἐκκρίνειν αὐτὸ

τὸ πρὸς ὀλίγον συναγόμενον οὖρον ἐν αὐτῇ. δυσουρία δὲ κοινόν ἐστιν ὄνομα, τουτέστι τὸ

δυσχερῶς οὐρεῖν, ὡς δυσπεψία καὶ δυσηκοΐα καὶ δύσπνοια.

4

1

Διὰ τί οἱ τὴν κάτω κοιλίαν ῥευματιζόμενοι κατάδιψοι γίνονται; Ὅτι τῶν ὑγρῶν κάτω

2

φερομένων ἀναξηραίνεται τὰ πρὸς τῷ στομάχῳ· κατὰ ξηρότητα δὲ τὸ δίψος. Διὰ τί

δακρύουσιν οἱ λυπούμενοι; Ὅτι πνεύματος πάθος ἐστὶν ἡ λύπη· ἀνατρέχει οὖν ἐπὶ τὴν μή-

νιγγα, καὶ ἀθρόως ἐκθλίβει τὸ παρακείμενον ὑγρόν. τὸ δ' αὐτὸ καὶ τοῖς χαίρουσι γίγνεται.

3

Τίνι διαφέρει σπάδων εὐνούχου; Ὅτι ὁ μὲν εὐνοῦχος μειράκιον ὢν τῶν διδύμων ἐστέρηται,

4

ὁ δὲ σπάδων προκόψας ἤδη τὴν ἡλικίαν. Διὰ τί οἱ σπάδοντες οὐ φέρουσι γένεια; Ὅτι

5

ὑστερεῖ ἐπ' αὐτῶν τὸ θερμόν, ὑπὸ δὲ θερμασίας αὔξονται αἱ τρίχες. Διὰ τί οἱ μὲν εὐνοῦ-

χοι ὀξύφωνοι, οἱ δὲ γάλλοι οὔ; Ὅτι οἱ μὲν στενοὺς ἔχοντες τοὺς πόρους ἐκτέμνονται, οἱ δὲ

ἤδη εὐρυτέρους ἀποκόπτονται· διὰ στενοῦ δὲ πνεῦμα φερόμενον λεπτὸν ἠχεῖ, δι' εὐρυτέρου δὲ

6

βαρύτερον. Διὰ τί καὶ μετὰ τὴν ξηρὰν καὶ ὑγρὰν τροφὴν ἐρευγόμεθα; Ὅτι κτᾶται τού-

τοις πνεῦμα. τῆς οὖν ἀσθενεστέρας τροφῆς κάτω χωριζομένης λεπτομερὲς ὂν τὸ πνεῦμα ἐπὶ

7

τοὺς ἄνω τόπους ἑαυτὸ κουφίζει. Διὰ τί πλέον τινές τινων συνουσιάζουσιν; Ὅτι μᾶλλόν

8

τινές τινων θερμότεροι. Διὰ τί οἱ ἀπὸ φωτὸς εἰς συνηρεφεῖς οἴκους εἰσελθόντες οὐχ ὁρῶσιν

εὐθέως; Ὅτι τὸ μέλαν παχὺ ὂν ἀποκρύπτει τὴν βλεπτικὴν οὐσίαν ταύτην· ἐπιμείνασα γοῦν

9

ἀνύει. Διὰ τί αἱ γυναῖκες τὴν ὑστέραν παθοῦσαι παρακόπτουσιν; Ὅτι νευρώδης οὐσία,

10

ἔχει δὲ τὰς ἀρχὰς ἀπὸ στομάχου καὶ μηνίγγων, ὅθεν καταπέπλεκται. Διὰ τί ἔμμηνα

γίνεται; Ὅτι ταῖς θηλείαις ἀργότερον βίον ζώσαις τὸ περίττωμα πολὺ πλέον, πολὺ δὲ τὸ αἷμα

11

πανταχοῦ. τὸ περισσὸν οὖν ἐκκρίνεται κουφισμοῦ χάριν. Διὰ τί ἐπὶ τοῖς λοιμοῖς ὡς

ἐπὶ τὸ πλεῖστον ὀφθαλμίαι προκατάρχονται; Ὅτι τοῦ πνεύματος πεῖσίς ἐστιν ὁ λοιμός. τρο-

πῆς οὖν περὶ αὐτὸ γινομένης ἄνω φερόμενον τὸ πνεῦμα τὴν ὅρασιν ταράσσει· ἐκεῖ γὰρ μᾶλ-

12

λόν ἐστι λεπτὸν καὶ εὐρούστερον. Διὰ τί οἱ τρομικοὶ πίνοντες περιφέρονται; Ὅτι πολύ-

θερμος ὁ οἶνος· πολὺς οὖν γενόμενος τοῖς νευρώδεσιν ὑπεισέρχεται καὶ ταράσσει τὸ πνεῦμα τὸ

13

ἐν αὐτοῖς, τοῦτο δὲ ἀπὸ μηνίγγων φέρεται. Διὰ τί τὰ μὲν ἄλογα ζῷα τεχθέντα περι-

πατεῖ εὐθέως, οἱ δὲ ἄνθρωποι οὔ; Ὅτι ἐπὶ μὲν τῶν ἀλόγων ἴσον ἐν παντὶ μέρει τὸ θερμόν,

ἐπὶ δὲ τῶν βρεφῶν πλεῖον περὶ τὴν κεφαλήν. ὅταν οὖν ὁμαλισθῇ πανταχοῦ τὸ θερμόν, ἀνί-

14

στανται. Διὰ τί οἱ σπώμενοι πυρέξαντες ἀπαλλάσσονται τοῦ σπᾶσθαι; Ὅτι θλιβομένου

τοῦ ἐν τοῖς νεύροις πνεύματος καὶ ψυχομένου ὁ σπασμὸς γίνεται, ὑπὸ θερμασίας δὲ λύεται,

15

θερμὸς δὲ ὁ πυρετός. Διὰ τί ἐπὶ ταῖς χολαῖς οἱ μέλαιναν χολὴν ἐμέσαντες κινδυνώδεις;

16

Ὅτι μηκέτι τῆς χολώδους ὑποστάσεως οὔσης τὸ ἀπὸ τοῦ ἥπατος αἷμα ἕλκεται. Διὰ τί

ἀπουρήσαντες ἀποπνέομεν; Ὅτι πληρωθεῖσα ἡ κύστις ὑποκείμενον τὸ ἀπηυθυσμένον ἔντερον

17

θλίβει. ἀνεθείσης οὖν αὐτῆς τὸ ἐπισχεθὲν ἐν τῷ ἐντέρῳ πνεῦμα ὀλισθαίνει. Διὰ τί χασμη-

σάμενοι ἢ πολὺ οὐρήσαντες ὑποφρίττομεν; Ὅτι τοῦ θερμοῦ πνεύματος μέρος τι συνεκτρέχει·

18

ἀκολούθως οὖν ἐκ παραδρομῆς ὑποψυχόμεθα. Διὰ τί ἐπὶ τῶν λευκῶν ἢ ἀλφῶν αἷμα

οὐχ ὑπακούει κεντουμένων; Ὅτι ἐκ τῶν κατὰ τὴν ἐπιφάνειαν πόρων τὸ θερμὸν ὑποκεχώρη-

19

κεν ἢ διέπνευσεν. Διὰ τί αἱ συλλαβοῦσαι κισσῶσιν; Ὅτι τῶν παρὰ φύσιν ἐστὶν ἡ σύλ-

ληψις, τὸ δὲ πάθος περὶ τὴν μήτραν· νευρῶδες δὲ τὸ σπλάγχνον· στομάχου δὲ πάθος ἡ

20

κίσσα, ὥσπερ ὄρεξις καὶ ἀνορεξία. Διὰ τί οἱ τεταρταῖοι χρονιώτεροι τῶν ἄλλων τύπων;

Ὅτι περὶ τὸ γεῶδες τοῦ σώματος σύγκριμα γίνεται, βαρὺ δὲ τὸ γεῶδες, ὅθεν βραδεῖς οἱ τε-

21

ταρταῖοι. Διὰ τί τῶν περὶ τὰ ἄρθρα ἀποπρησθέντων οὐ κατουλοῦται τὰ ἔλκη; Ἐπί τινων

τετήρηται τοῦτο, ὅτι πλείων ἐν τοῖς ἄρθροις ἡ ὕλη· φερομένη οὖν ἡ ὕλη ἐκεῖσε δριμυτέρα γίγνεται

καὶ ἀναξηραίνει. Ἢ ὅτι τῶν ἄρθρων τὸ πέρας χόνδρος ἐστίν; ἀπολισθαίνουσα οὖν ἡ κατούλωσις

22

οὐ κρατεῖ. Διὰ τί τὸ ὄμβριον ὕδωρ ἐλαφρόν ἐστι, καίπερ ἀπὸ θαλάσσης ἁρπαζόμενον, ἔστι

δὲ τοῦτο βαρύ; Ῥητέον ὅτι ἀναληφθὲν τοῦτο καὶ γυμνασθὲν ὑπὸ τοῦ πνεύματος λεπτύνεται καὶ

ὑπὸ τοῦ περιέχοντος αὐτὸ ἀέρος γίνεται κοῦφον· τὸ δὲ κοῦφον ἄνω φερόμενον ἐκχεῖται κατὰ

23

πλείονα συναθροισμόν. Διὰ τί τὸ ψυχρὸν πολέμιον ὀστέοις ὀδοῦσι νεύροις; Ὅτι τῆς γεώ-

δους συγκρίσεώς ἐστι ταῦτα πάντα, ψυχρὸν δὲ τὸ γεῶδες· ἐπιψυχόμενα οὖν βλάπτεται.

24

Διὰ τί ἡ χιὼν ψυχρὰ οὖσα καίει; Καθ' ὑπερβολὴν πυκνώσεως· ἔμπυκνος γὰρ ἡ χιών, αἱ

25

δ' ἀκρότητες ἰσότητες θερμή τε καὶ ψυχρά. Διὰ τί οἱ φρενιτικοὶ μὲν μικρόσφυκτοι, με-

γαλόσφυκτοι δὲ οἱ ληθαργικοί; Ὅτι οἱ μὲν ἀραιουμένου τοῦ ἐν ταῖς μήνιγξι πνεύματος παρα-

26

φέρονται, οἱ δὲ παχυνομένου βαρύνονται. Διὰ τί τινων πυρετῶν λυομένων ὑπὸ ἱδρῶτος

οἱ καρδιακοὶ διαφοροῦνται; Ὅτι ἐφ' ὧν μὲν διαπνεῖ τὰ νοσοποιοῦντα, ἐφ' ὧν δὲ διαλύεται

27

τὸ σύγκριμα. Διὰ τί χειμῶνος πειναλέοι γινόμεθα μᾶλλον καὶ καταπέσσομεν τὴν τρο-

φήν; Ὅτι πυκνουμένου τοῦ σώματος ἔξωθεν τὸ θερμὸν εἰς τὸ βάθος ἀποκλείεται· ὑπὸ θερ-

28

μασίας δὲ ἡ τροφὴ πέσσεται. Διὰ τί οἱ πλείονα συνουσιάσαντες αἷμα ἔσθ' ὅτε ἀποκρίνου-

σιν; Ὅτι τῆς σπερματικῆς οὐσίας ἐκκενωθείσης προχειρότερον αἵματος ὑγρὸν οὐκ ἔστιν.

29

Διὰ τί τὸ μέλι τοῖς μὲν ἕλκεσι δριμὺ τυγχάνει, τῇ δὲ γεύσει γλυκύ; Ὅτι τοῖς ἕλκεσιν ἀνε-

ξαμμένοις ἡ ἀπὸ τοῦ μέλιτος προσπίπτει λεπτότης, δριμὺ δὲ τὸ λεπτόν· ἡ δὲ γεῦσις ὑγρὰ

30

οὖσα τῆς ἐν τῷ μέλιτι λειότητος ἀντιλαμβάνεται. Διὰ τί τὰ νεῦρα νυσσόμενα μὲν φλεγ-

μονὰς ἐπιφέρει, κοπτόμενα δὲ οὐκέτι; Ὅτι τὸ μὲν πνεῦμα διὰ στενῶν τῶν πόρων ἀνωμάλῳ

τῇ διαιρέσει προσπῖπτον ἀποστρέφεται καὶ εἰς αὑτὸ πιλοῦται, ἐπὶ δὲ τῆς τελείας διακοπῆς

31

διαπνεῖ. Διὰ τί οἱ πρὸ τῆς σημασίας ἱδρῶτες χαλεποί; Ὅτι οἱ μὲν μετὰ τὴν ἐπισημα-

32

σίαν γίνονται κατὰ ἄνεσιν, οἱ δὲ πρὸ τῶν ἐπισημασιῶν κατ' ἔκθλιψιν. Διὰ τί οἱ νήστεις

δυσῶδες ἔχουσι τὸ στόμα; Ὅτι τῆς ἐν τῷ στομάχῳ δριμύτητος μὴ κατακιρναμένης νεαρᾷ

33

τροφῇ ἡ ἀναθυμίασις ἀηδής. Διὰ τί ἐν ταῖς καρδίαις οὐδὲν γίνεται πάθος; Ὅτι διὰ τὴν

34

κυριότητα αὐτῆς φθάνει τοῦ πάθους ὁ κίνδυνος. Διὰ τί ἐν τοῖς αἰγιαλοῖς σκάψαντες γλυκὺ

εὑρίσκομεν ὕδωρ; Ὅτι παχὺ τὸ τῆς θαλάσσης ὕδωρ, ἐκ πολλῶν συνεστός· τὸ λεπτομερὲς

35

οὖν αὐτῆς διὰ τῆς γῆς παρεισδύνει· γλυκὺ δὲ τὸ λεπτόν, ὥσπερ τὸ παχὺ ἁλμυρόν. Διὰ

τί τὰ πυρίκαυστα δυσκατούλωτα; Ὅτι πάντες ἀθρόως ἀφανίζονται οἱ πόροι καὶ πάσχουσιν

36

ὅμοιον τῇ νεκρώσει, δυσέκπλυντος δὲ ἡ ἀποκεκλεισμένη κατ' αὐτὰ ὕλη. Διὰ τί οἱ πρε-

σβῦται φίλοινοι; Ὅτι χρόνῳ κατεψυγμένοι χρείαν ἔχουσι τοῦ θερμοῦ, θερμαντικὸς δὲ ὁ οἶνος.

37

Διὰ τί μᾶλλον τὰ δεξιὰ τῶν ἀριστερῶν εὐσαρκότερα; Ὅτι μᾶλλον αὐτῶν κινουμένων αἱ ὗλαι

38

συνεπιδιδόασιν. Διὰ τί ἐπὶ τῶν ἀριστερῶν ὤμων τὰ φορτία φέρομεν; Ὅτι τῶν ἀριστερῶν

δυσκινήτων ὄντων πλείων ἡ ἐπιμονὴ τῆς ὕλης, ἐπὶ δὲ τῶν εὐκινητοτέρων ἐλάττων.

Λοιπὸν τοίνυν περὶ τῶν κοινῶν συμπτωμάτων διελθεῖν καιρός (κοινὰ δὲ συμπτώματα λέ-

γομεν ὅσα πάσαις ὡς ἐπὶ τὸ πολὺ συμβαίνει ταῖς ἡλικίαις), οἷον περὶ ἰλίγγων καὶ πταρμῶν

καὶ χάσμης, ἔτι δὲ λυγμοῦ καὶ σκοτοδινήσεως ἐρευγμῶν τε καὶ τῶν τοιούτων ἁπάντων, αὐτά

τε διὰ τί γίγνεται καὶ πῶς διατεθέντων τῶν σωμάτων καὶ διὰ τί τούτων ἔνια μέν ἐστιν ἀλλή-

λων λύσις, ἔνια δ' οὔ, καὶ ποίοις ἐργωδῶς γίγνεται· μετὰ δὲ ταῦτα περί τε φαλακρῶν καὶ

μαδίσεως τριχῶν καὶ ὅλως διὰ τί αὔξονται καὶ φθείρονται τρίχες καὶ ὄνυχες καὶ κατὰ ποί-

ους καιροὺς καὶ διὰ τί μέλαιναι καὶ πυρραὶ καὶ λευκαὶ γίνονται αἱ τρίχες· πρὸς δὲ τούτοις

περί τε φωνῆς καὶ τῶν περὶ φωνὴν συμπτωμάτων, οἷον διὰ τί ὀξεῖαι καὶ βαρεῖαι γίγνονται καὶ

πῶς ἀπορρήγνυνται καὶ διὰ τί ἔνιοι διὰ τῶν ῥινῶν φθέγγονται· καὶ πάλιν περὶ ἀκοῆς καὶ ὀσμῆς

καὶ γέλωτος· εἶτα περὶ ναυτίας καὶ διὰ τί οἱ μὲν τοῦτο πάσχουσιν οἱ δὲ οὔ, καὶ ποῖοι μάλιστα.

39

Διὰ τί κάτω μὲν βλέποντες ἰλιγγιῶμεν ἀφ' ὑψηλοῦ, ἄνω δὲ οὔ; Ἢ ὅτι ὁ μὲν ἰλιγγός

ἐστι κινουμένου τοῦ ἄκρου τῆς ὄψεως οἷον τοῦ ἐν τῷ ἐγκεφάλῳ· ἰλιγγιῶμεν γὰρ ὅταν παρα-

τρέχωσι πολλοί, ἂν τὴν ὄψιν ἐφ' ἕκαστον ἐπιβάλλωμεν, ὑπὸ τῶν παρατρεχόντων κινουμένης

τῆς ὄψεως. ὄντος δὲ τοιούτου τοῦ ἰλιγγιᾶν, ὅταν κάτω βλέπωμεν, ἐὰν μὲν ἀπὸ βραχέος, οὐκ

ἰλιγγιῶμεν διὰ τὸ ἀπηρεῖσθαι τὴν ὄψιν· ἐὰν δ' ὑψόθεν φερομένη κάτω ἡ ὄψις πρὶν ἀπερείσα-

σθαι κινῆται, καὶ τὸ ἄκρον ἐκεῖνο κινεῖται· ἄνω δ' ὅταν βλέπωμεν, ἀπερεισθήσεται †ἰοῦσά τε

40

ᾗ ἥλιος φαίνεται. εἰκότως οὖν κάτω βλέπουσι γίνεται ἴλιγγος. Διὰ τί μόνον ὁ πταρμὸς ἡμῖν

τῆς νυκτὸς οὐ γίνεται, τὰ δ' ἄλλα ὡς εἰπεῖν ἅπαντα καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός; Ἢ ὅτι

ὁ μὲν πταρμὸς γίνεται ὑπὸ θερμοῦ τινος κινήσαντος τὸν τόπον τοῦτον ἀφ' οὗ γίνεται; διὸ καὶ

ἀνακύπτομεν πρὸς τὸν ἥλιον ὅταν βουλώμεθα πταρῆναι· καθευδόντων δὲ ἡμῶν ἀντιπεριίσταται

τὸ θερμόν· διὸ καὶ γίγνεται τὰ κάτω θερμὰ τῶν καθευδόντων καὶ τὸ πνεῦμα πολύ. εἰκότως

οὖν οὐ πταρνύμεθα. ἀπαλλαγέντος γὰρ τοῦ θερμοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκε τὸ ἐν-

ταῦθα ὑγρόν (οὗ ἐξωθουμένου πέφυκεν ὁ πταρμὸς γίνεσθαι), καὶ τὸ συμβαῖνον πάθος εἰκὸς

41

μὴ γίνεσθαι. Διὰ τί τρίψαντες τὸν ὀφθαλμὸν παυόμεθα τῶν πταρμῶν; Ἢ ὅτι διαπνοὴ ταύτῃ

γίνεται τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρῖψιν, ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρό-

τητος. Ἢ ὅτι τὸ ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος, ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω

λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί; διὰ τοῦτο δὲ καὶ ἄν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται

42

ὁ πταρμός. Διὰ τί ἰλιγγιῶσιν εἴς τε ταὐτὸ βλέποντες κἂν κύκλον κινούμενον ἴδωσιν; ἄτο-

πον γάρ τι τὴν ἠρεμίαν τῇ κινήσει ταὐτὸν ποιεῖν ἐναντία ὄντα. Ἢ ὅτι διίστησι καὶ ἡ στάσις

τὰ ἐν τῷ κινεῖσθαι σωζόμενα; τῆς ὄψεως γὰρ στάσης, ἑνὸς μορίου, καὶ τὰ ἄλλα συνεχῆ ἐν

τῷ ἐγκεφάλῳ ἵσταται· ὁ δὲ κυκεών, ὥσπερ καὶ Ἡράκλειτός φησιν, ἐὰν μή τις ταράττῃ, διί-

σταται. τοῦτο δὴ δεῖ νοῆσαι πάσχοντα καὶ τὰ ἐν τῇ κεφαλῇ· χωριϚὰ μὲν γὰρ καὶ ἠθροισμένα

εἰς ταὐτὸ τὰ βαρέα βαρύνει καὶ ποιεῖ τὸν ἴλιγγον. ἡ μὲν οὖν ἠρεμία διὰ τοῦτο ποιεῖ ἴλιγγον· ἡ

δὲ δίνησις τὰ βαρέα καὶ τὰ κοῦφα διίστησι, τὰ μὲν βαρέα εἰς τὸ μέσον, τὰ δὲ κοῦφα ἐπὶ τὸ

ἔσχατον, δέον ἅμα τούτω εἶναι. διὰ τοῦτο καὶ τὸ κύπτειν ἰλίγγους ποιεῖ· χωρίζεται γὰρ τὰ μὲν

βαρέα κάτω, τὰ δὲ ἐλαφρὰ ἄνω. φανερὸν δ' ἐκ τούτων ὅτι †οὐδεμίαν κίνησιν τὰ ἐν τῇ κεφαλῇ

43

κινεῖται. Διὰ τί ἰλιγγιῶσι καὶ δι' ἔνδειαν καὶ διὰ πλησμονήν; Ἢ ὅτι δι' ἔνδειαν μὲν σύν-

τηξις γίνεται εἰς τὰ κενά, διὰ πλήρωσιν δὲ περιττώσεως ὑπερβολὴ εἰς τοὺς πλήρεις πόρους,

44

ταῦτα δ' ἀμφότερα βαρύνει καὶ ἐφίστησι τὰς περιόδους, τοῦτο δ' ἐστὶν ἴλιγγος; Διὰ τί

τὸ σκορδινᾶσθαι ἡδύ; Ἢ ὅτι ἐξ ὕπνου πνεῦμα τῇ διατάσει καὶ τῇ κινήσει ποιούμενον ἰὸν

ὁμαλῶς διὰ τῶν ἄρθρων ἡδονὴν ποιεῖ; ὅτι δὲ πνεῦμα ποιεῖ, δῆλον· χασμὴν γὰρ ἅμα ποιεῖ.

45

Διὰ τί ὁ πταρμὸς λυγμὸν μὲν παύει, ἐρευγμὸν δὲ οὐ παύει; Ἢ διότι οὐ τοῦ αὐτοῦ τόπου

γέγονεν ἑκάτερον τὸ πάθος, ἀλλ' ὁ μὲν ἐρευγμὸς κοιλίας, ὁ δὲ λυγμὸς τοῦ περὶ τὸν πνεύ-

μονα κατάψυξις καὶ ἀπεψία πνεύματος καὶ ὑγροῦ, κοινωνοῦσι δὲ οἱ περὶ τὸν ἐγκέφαλον τόποι

τῷ πνεύμονι; οἷον τοῖς τε ὠσί· φανερὸν δ' ἐπεὶ ἅμα ἐνεοὶ καὶ κωφοὶ γίνονται, καὶ αἱ νόσοι

ἀντιπεριίστανται αἱ τοῦ ὠτὸς εἰς τὰ τοῦ πνεύμονος πάθη, ἐνίοις δὲ σκαλεύουσι τὸ οὖς βῆχες

γίνονται. τὸ δὲ ** περὶ τὸν πταρνύμενον τῆς ῥινὸς τόπον δηλοῖ ἡ ἀναπνοὴ κοινὴ οὖσα, ὥστε

πτάρνυται μὲν θερμαινομένου, ταὐτὸ δὲ συμπάσχει ὁ κάτω τόπος. Ἡ δὲ θερμασία πέττει·

διὸ ὄξος μὲν παύει λυγμὸν καὶ ἀπνευστισμοὶ ἐὰν ἠρεμαία ἡ λὺγξ ᾖ· ἐκθερμαίνει γὰρ τὸ

πνεῦμα τὸ κατεχόμενον, ὥστε καὶ ἐν τῷ πταρμῷ ἥ τε κατάσχεσις γενομένη τοῦ πνεύματος

τοῦτο ποιεῖ, καὶ τότε ἀθρόως ἔκπνευσις γίνεται καὶ τοῦ κάτω τόπου· ἀδύνατον γὰρ πταρῆναι

※μὴ※ ἐκπνέοντα. ἡ οὖν ὁρμὴ ῥηγνύει τὸ ἐγκατειλημμένον πνεῦμα ὃ ποιεῖ τὸν λυγμόν.

46

Διὰ τί χασμησαμένου τινὸς ἀντιχασμῶνται, καὶ ὅταν οὐροῦντα ἴδωσιν, οὐροῦσι, καὶ μάλιστα

τὰ ὑποζύγια; Ἢ διὰ τὴν μνήμην; ὅταν γὰρ μνησθῇ, κινεῖται τοῦτο τὸ μέρος. τοῖς μὲν οὖν

ἀνθρώποις διὰ τὸ εὐαισθητοτέρους εἶναι ἰδοῦσιν εὐθὺς συμβαίνει κινεῖσθαι καὶ ἀναμιμνήσκεσθαι,

τοῖς δὲ ὑποζυγίοις οὐκ αὔταρκες τὸ ἰδεῖν, ἀλλὰ προσδέονται καὶ ἄλλης αἰσθήσεως· διὸ καὶ

ὀσφρηθέντα, ὅτι εὐκινητοτέρα αὕτη ἡ αἴσθησις τοῖς ἄνευ λόγου. καὶ διὰ τοῦτο εἰς τὸν ※αὐτὸν※

τόπον ἅπαντα οὐρεῖ, ὅπῃ τὰ πρῶτα οὔρησεν· τότε γὰρ μάλιστα κινοῦνται ὅταν ὀσφρανθῶσιν·

47

ὀσφραίνονται δ' ὅταν πλησιάσωσιν. Διὰ τί πτάρνυνται μᾶλλον πρὸς τὸν ἥλιον βλέποντες

καὶ κινοῦντες κάρφει τοὺς μυκτῆρας; Ἢ ὅτι ὅ τε ἥλιος θερμαίνει καὶ τὸ κάρφος τῇ κινήσει,

θερμαινομένου δὲ τοῦ ὑγροῦ πνεῦμα γιγνόμενον ἐκπίπτει θᾶττον (οὐ γὰρ δύναται ὁ ἴσος τόπος

48

πλείω γιγνόμενον τὸν ὄγκον στέγειν), ἡ δὲ ἔκπτωσις πταρμὸς καλεῖται; Διὰ τί ἐν τῷ

χειμῶνι ἀναπνέουσιν ἐλαττονάκις; Ἢ ὅτι ἐν μὲν τῷ θέρει ὁ ἀναπνεόμενος ἀὴρ διὰ τὴν ἀλέαν

οὐχ ἱκανῶς καταψύχει, εἶτα πάλιν δεῖται τοῦ καταψύχοντος, διὸ ἀναπνεῖ ταχύ (τοῦτο δὲ

αἴτιον καὶ τοῦ περὶ τὰς τελευτὰς ἀναπνεῖν ταχύ· διὰ γὰρ τὴν ἀδυναμίαν τῆς ὁλκῆς τοῦτο

γίνεται· ὀλίγος γὰρ ἑλκυσθεὶς οὐ διαψύχει, ὀλίγος δ' εἰσέρχεται δι' ἀσθένειαν τῆς σπάσεως)·

49

ἐν δὲ τῷ χειμῶνι τοὐναντίον; ἡ γὰρ ὥρα συγκαταψύχει. Διὰ τί ἀνισταμένοις ἴλιγγος

μᾶλλον γίνεται ἢ καθίζουσιν; Ἢ διότι ἠρεμοῦσιν αὐτοῖς τὸ ὑγρὸν συνίσταται ἐν τῇ κεφαλῇ

πλέον, κινουμένοις δὲ γίγνεται δῆλον καὶ ποιεῖ τὸν ἴλιγγον εἰς ἓν μόριον ἀθρόον ἀποκλῖναν (διὸ

καὶ τὰ ὠμὰ ᾠὰ οὐ δύναται δινεῖσθαι, ἀλλὰ καταπίπτει)· κινουμένων δὲ τὸ ὑγρὸν ὁμοίως ἔχει;

ἀνίστανται μὲν οὖν ἠρεμήσαντες ὅτε οὕτω διάκεινται· καθιζάνουσι δὲ ἐν κινήσει γενόμενοι

50

ὅτε ὁμαλῶς ἔχει τὸ ὑγρὸν καὶ ἐσκέδασται. Διὰ τί τῶν μὲν ἄλλων πνευμάτων αἱ διέξοδοι

οἷον φύσης καὶ ἐρευγμοῦ οὐχ ἱεραί, ἡ δὲ τοῦ πταρμοῦ μόνη; Πότερον ὅτι τριῶν ὄντων τόπων,

κεφαλῆς καὶ θώρακος καὶ τῆς κάτω κοιλίας, ἡ κεφαλὴ θειότατον, (ἔστι ※δὲ※ φῦσα μὲν [ἀπὸ]

τῆς κάτω κοιλίας πνεῦμα, ἐρευγμὸς δὲ τῆς ἄνω, ὁ δὲ πταρμὸς τῆς κεφαλῆς), διὰ δὲ τὸ

ἱερώτατον εἶναι τόπον καὶ τὸ πνεῦμα τὸ ἐντεῦθεν ὡς ἱερὸν προσκυνοῦσιν; Ἢ ὅτι τὰ πνεύματα

σημαίνει τοὺς εἰρημένους τόπους βέλτιον ἔχειν, ὡς ἐπὶ τὸ πολὺ μὴ διαχωρούντων (κουφίζει

γὰρ τὸ πνεῦμα διεξιόν), ὥστε καὶ ὁ πταρμὸς τὸν περὶ τὴν κεφαλὴν τόπον ὅτι ὑγιαίνει

καὶ δύναται πέττειν; ὅταν γὰρ κρατήσῃ ἡ ἐν τῇ κεφαλῇ θερμότης τὴν ὑγρότητα, τὸ

πνεῦμα τότε γίνεται πταρμός· διὸ καὶ τοὺς ἐκθνήσκοντας κρίνουσι πταρμικῷ, ὡς ἂν μὴ

τούτῳ δύνωνται πάσχειν, ἀσώτους εἶναι. ὥστε σημεῖον ὑπὲρ τοῦ ἀρίστου τόπου καὶ

51

ἱερωτάτου προσκυνοῦσιν ὡς ἱερόν, καὶ φήμην ἀγαθὴν ποιοῦνται. Διὰ τί ὁ ἄνθρω-

πος μᾶλλον πτάρνυται τῶν ἀλόγων ζῴων; Πότερον ὅτι τοὺς πόρους εὐρεῖς ἔχει δι' ὧν

τὸ πνεῦμα καὶ ἡ ῥύμη εἰσέρχεται; τούτοις γὰρ πληρουμένοις πνεύματος πτάρνυται. ὅτι

δ' εὐρεῖς, σημεῖον ὅτι ἥκιστα ὀσφραντικὸν τῶν ἄλλων ζῴων· ἀκριβέστεροι δ' οἱ λεπτόποροι.

εἰ ※οὖν εἰς※ μὲν τοὺς εὐρεῖς πλέον καὶ πλεονάκις εἰσέρχεται τὸ ὑγρόν, οὗ πνευματουμένου ὁ

πταρμὸς γίνεται (τοιούτους δὲ μάλιστα τῶν ζῴων οἱ ἄνθρωποι ἔχουσι), πλειστάκις ἂν πταρνῦντο

εἰκότως. Ἢ ὅτι ἐλάχιστοι οἱ μυκτῆρες, ὥστε τὸ θερμανθὲν ὑγρὸν ταχὺ ἐξιέναι δύνασθαι πνεῦμα

52

γενόμενον, ἐν δὲ τοῖς ἄλλοις διὰ τὸ μῆκος καταψύχεται πρότερον; Διὰ τί οἱ πρεσβῦται χα-

λεπῶς πτάρνυνται; Πότερον ὅτι οἱ πόροι συμπεπτώκασι δι' ὧν τὸ πνεῦμα ἐκκρίνεται; Ἢ τῷ

53

ἀδυνατεῖν ἄνω βλέπειν ῥᾳδίως, βίᾳ ἀφιᾶσι κάτω; Διὰ τί, ἐάν τις ἀπνευστιάζῃ, ἡ λὺγξ

παύεται; Ἢ διότι ἡ μὲν λὺγξ ἀπὸ καταψύξεως γίνεται (διὸ καὶ οἱ φοβούμενοι καὶ οἱ ῥιγῶντες

54

λύζουσι), κατεχόμενον δὲ τὸ πνεῦμα ἐκθερμαίνει τὸν ἐντὸς τόπον; Διὰ τί τῶν τετελευτηκότων

οἱ ὄνυχες ταὶ αἱ τρίχες αὔξονται ἐπί τινα χρόνον, καὶ τῶν πρεσβυτῶν; Ἢ διότι τῶν περὶ τὸ

σῶμα ἀπαθέστατα ταῦτ' ἐστίν (ὕστερον οὖν τὸ πάθος τοῦ συμπτώματος), ἐπί τινα χρόνον

55

αὔξεται; Διὰ τί ποτε αἱ ἐν τῷ πώγωνι τρίχες βραδύτερον παραγινόμεναι θᾶττον φθείρονται;

Ἢ διότι ὡς ἐπὶ τὸ πολὺ αἱ ἐν τῷ πώγωνι τρίχες πυρρότεραι τῶν ἐν τῇ κεφαλῇ γίνονται;

ἐλάττων οὖν ἡ μετάβασις ἐκ τῆς πυρρᾶς τριχὸς εἰς τὴν λευκὴν ἢ ἐκ τῆς μελαίνης. Ἢ ὅτι τὰ

ἐκ κεφαλῆς ῥεύματα πάντα εἰς τὸ στόμα φέρεται καὶ εἰς τοῦτον τὸν τόπον; διὸ ἀσθενεστέρα

ἡ θρὶξ γίνεται· διὰ τὴν ἀσθένειαν οὖν μᾶλλον πολιοῦται. Εἶτα τριχὸς οὐχ αὕτη ἐστι διαφορὰ

μόνον, ἀλλὰ καὶ τὸ ἐκρεῖν ἐν τῇ κεφαλῇ μᾶλλον ἢ ἐν τῷ πώγωνι ἐγγίνεται· φαλακροὶ γὰρ

56

τὴν κεφαλὴν τελέως γίγνονται. Διὰ τί ὁ πώγων ὡς ἐπὶ τὸ πολὺ καὶ μᾶλλον καὶ πρότερον

πολιοῦται τῆς κεφαλῆς ὕστερος γιγνόμενος; Ἢ ὅτι ἡ πολιὰ δι' ἀσθένειαν παραγίνεται τόπου

καὶ τροφῆς, ὥστε ὅπου τοιαῦται αἱ τρίχες, καὶ ὅστις μάλιστα τοιοῦτος τόπος, οὗτος ἂν μά-

λιστα [πλεῖστα] πολιοῖτο· αἱ δ' ἐν τῷ γενείῳ τρίχες τοιαῦται, καὶ ὁ τόπος τοιοῦτος; σημεῖον

δὲ καὶ τὸ θῆλυ· ἐνταῦθα γὰρ μόνον τρίχας ἁπλῶς οὐκ ἔχει, ἐπὶ δὲ τῆς ἥβης καὶ ἐν ταῖς

μασχάλαις ἔχει· καὶ οἱ τὴν γένεσιν διαφθειρόμενοι μάλιστα κυρίως τοῦτο ἐπιτηροῦνται. ὥστε

ὅσοι πολιοῦνται, διὰ τοῦτο τὸν πώγωνα πολιώτατοι γίνονται· πρῶτος γὰρ δι' ἀσθένειαν μάλιστα

57

πάσχει. Διὰ τί αἱ ἐν τῇ ἥβῃ τρίχες βραδύτεραί εἰσι καὶ ἧττον αὔξονται τῶν ἐν τῷ

πώγωνι πρότερον γινόμεναι καὶ ἐν ὑγροτέρῳ τόπῳ οὖσαι; Διότι ὁ τόπος ἀραιὸς ὁ περὶ τὴν

ἥβην ἐστὶ καὶ ὑγρός, ὥστε ἀεὶ μὲν ἔχει τροφήν (διὸ οὐκ ἐκλείπει), ἀλλ' ὀλίγην· οὐ γὰρ ὑπο-

μένει †ὡς αὐξητέον. ὅτι δ' ἀραιὸς ὁ τόπος, τοῦτο δηλοῖ ὁ γινόμενος ὄγκος τῶν αἰδοίων· ὁ δὲ τοῦ

58

γενείου ἧττον τοιοῦτος. Διὰ τί ἐν τοῖς ἐπὶ τῶν ποδῶν ὄνυξι τὰ λευκὰ σημεῖα οὐκ ἐγγίνεται

ὥσπερ ἐπὶ τοῖς τῶν χειρῶν, ἃ καλοῦσιν οἱ μὲν ἐραστάς, οἱ δὲ ψεύδη; Ἢ διότι τῷ βραδέως

αὐξάνεσθαι τοὺς ἐπὶ τῶν ποδῶν ὄνυχας ταχὺ μελαίνεται πρὶν κινηθῆναι καὶ αὐξηθῆναι [ἐπεὶ

δῆλον] τὸ ἐπὸν ἐπὶ τοῦ δέρματος, τοῦτο δ' ἐστὶ τὰ λευκὰ σημεῖα, ἅπερ ἐν τοῖς ἄνω ὄνυξι [τὰ

59

λευκὰ] φαίνονται· οἱ δ' ἐπὶ τῶν χειρῶν ταχὺ αὔξονται. Διὰ τί οἱ τῶν γερόντων ὄνυχες

σκληρότεροι ἢ οἱ τῶν νεωτέρων εἰσίν, αὔξονται δὲ θᾶττον; Ἢ σκληρότεροι μὲν διότι καὶ τὸ δέρμα

σκληρότερον καὶ τὰ ὀστᾶ καὶ ὅλα τὰ γεώδη διὰ τὸ ἐξανηλῶσθαι τὸ ὑγρόν, ὁ δὲ ὄνυξ τοιούτου

γένους ἐστί· θᾶττον δὲ αὐξάνεται, διότι πλείονα τροφὴν λαμβάνει; πλεῖον μὲν γὰρ τό γε

περίττωμα τὸ γεῶδες ἐν τῷ γήρᾳ, ἐκ δὲ τῶν τοιούτων περιττωμάτων τρέφονται τρίχες καὶ

60

ὄνυχες. Ἢ ὅτι καὶ τὰ μὲν ὀστᾶ μέχρι τινὸς αὐξάνεται, τὰ δὲ οὔ; Διὰ τί οἱ τοῦ ἀνθρώ-

που ὄνυχες μαλακώτατοι; Πότερον ὅτι καὶ τὸ δέρμα, οἱ δ' ὄνυχες ἐκ τοῦ δέρματος γίνονται;

Ἢ ὅτι τοῖς ἄλλοις ἄλλοι ὄνυχες· ὅσοις οὖν σκληρότεροι, τούτοις χρήσιμοί εἰσι μᾶλλον;

61

Διὰ τί οἱ ἐκ γενετῆς τυφλοὶ οὐ γίνονται φαλακροί; Πότερον ὅτι μεθέστηκεν ἡ θερμότης πηρω-

θέντων τῶν ὀμμάτων εἰς τὸν πλησίον τόπον· οὐκοῦν οὐ καταψύχεται ὁ τόπος, ἀλλ' ἀεὶ ἔχει

τροφήν· ἡ δὲ φαλακρότης ἀπὸ ψύξεως; Ἢ διότι ποτὲ μὲν ὁ τόπος ἔχει θερμότητα, ὥστε

ἀναλίσκειν τὴν τροφὴν καὶ οὐ γίνεσθαι ἐν τῷ ἔμπροσθεν περίττωμα· πηρωθέντων δὲ κατέψυκται,

62

ὥστε πολὺ τὸ περίττωμα ἐν τῷ τόπῳ, αἱ δὲ τρίχες γίνονται ἀπὸ περιττώματος; Διὰ τί

ὁ μὲν πώγων γίνεται πυρρὸς ἄνευ τῆς κεφαλῆς, ἡ δὲ κεφαλὴ πυρρὰ ἄνευ τοῦ πώγωνος οὐ

γίνεται; Ἢ διότι αἵ τε πυρραὶ τρίχες δι' ἀσθένειαν γίνονται, καὶ αἱ ἐν τῷ πώγωνί εἰσι τρίχες

ἀσθενέστεραι φύσει; σημεῖον δέ· ἀγένειοι γὰρ ※οὐ※ γίνονται ἀλλ' ἢ ὀψὲ φαλακροί. δῆλον

οὖν ὡς ὁ τόπος οὐ δύναται φέρειν· διὸ ἐὰν μὲν καὶ ὁ ἰσχυρότερος πυρρὰς φέρῃ, καὶ τὸν

63

ἀσθενέστερον ἀνάγκη·…

τ…

The complete text is available when the reading interface loads.