The Greek Library Catalogue

Anonymous

Hippiatrica Berolinensia

Edition reference
Hippiatrica Berolinensia, ed. E. Oder and K. Hoppe , Corpus hippiatricorum Graecorum, vol. 1, Leipzig: Teubner, 1924 (repr. Stuttgart: Teubner, 1971): 1–439.
CTS identifier
urn:cts:greekLit:tlg0738.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

t

{περὶ πυρετοῦ.}

1-8

{Ἀψύρτου.}

1

Στρατευσάμενος ἐν τοῖς τάγμασι τοῖς ἐπὶ τοῦ <Ἴστρου> πο-

ταμοῦ ἔγνων τὰ συμβαίνοντα τοῖς ἵπποις, ἐν οἷς καὶ διαφω-

νοῦσιν. ἀναταξάμενος οὖν ταῦτα καὶ τὰ πρὸς αὐτὰ βοηθήματα

προσφωνῶ σοι, φίλτατε <Ἀσκληπιάδη>, τοῦτο τὸ βιβλίον,

ὄντι μοι πολίτῃ καὶ ἰατρῷ μεγίστῳ. ἐν ᾧ μὴ ἐπιζητήσῃς λογιό-

τητα, ἀλλὰ τὴν ἐκ τῆς πείρας φυσικὴν ἐμπειρίαν ἐπίγνωθι.

2

λέγω δὲ πρῶτον περὶ τοῦ πυρέττοντος, ὡς ἐπιγνωσθήσεται

ἐν τοῖς σημείοις τούτοις. 〈ἐπέταξά σοι ταῦτα τὰ σημεῖα, ὅπως

ἐκ τῶν τοιούτων πραγμάτων ἐν περισσοτέρᾳ ἀσφαλείᾳ τὰ τοῖς

ἵπποις ἐκ τῶν τοιούτων σημείων ἐπιγινόμενα πάθη εὐχερῶς

γινώσκοις καὶ μὴ ἀσκόπως καὶ ἀγνώστως λέγων ἐκ τῶν ἀκρι-

βῶς ἐπισταμένων καταγελᾷ. διὰ τοῦτο οὖν χρὴ ταῦτα ὑπὸ

παντὸς ἱπποϊατροῦ λίαν γινώσκεσθαι.

3

εἰσὶ δὲ τὰ σημεῖα ταῦτα〉· ἔχει τὴν κεφαλὴν καταρρέπουσαν

ἐπὶ τὴν γῆν, ἀνανεῦσαι 〈δὲ〉 μὴ δυνάμενος, καὶ τοὺς ὀφθαλ-

μοὺς ᾠδηκότας | 〈καὶ ὑφαίμους〉 καὶ δυσδιανοίκτους, 〈ἔστι

δὲ ὅτε καὶ δακρύει, ἔχων τὰ〉 χείλη κεχαλασμένα καὶ πᾶν τὸ

σῶμα ὁμοίως, 〈καὶ γλῶσσαν ξηράν〉, καὶ τοὺς διδύμους κεχα-

λασμένους, θερμός τε ὅλος γίνεται τῷ σώματι, ἥ τε ἀναπνοὴ

ὡσαύτως θερμὴ καὶ βαρεῖα, καὶ τὰ σκέλη προβάλλει, ἑλκόμενός

τε τοῦ ἀγωγέως περιπατεῖν οὐ δύναται, ὁμοίως οὐδὲ ἐλαυνό-

μενος, ἀλλὰ κατὰ μικρὸν ἐπιβαίνει περιφερόμενος τῷ σώματι

καὶ κλίνεται κατὰ πλάτος, κυλίεσθαί τε οὐ δύναται. τὰ μὲν

οὖν παρεπόμενα τοιαῦτα.

4

συμβαίνει δὲ 〈ταῦτα〉 ἤτοι, ὅταν ᾖ ὑπέρτονος τῷ κόπῳ

γεγονὼς ἀπὸ τοῦ ἐλασμοῦ ἢ καὶ δρόμου συντόνου. γίνεται δὲ

καὶ διὰ ψύχους ὑπερβολὴν ἢ καύματος, ἔσθ' ὅτε δὲ καὶ δι'

ὠμότητα τῶν σιτίων, ὃ μάλιστα συμβαίνει, ὅτάν τι προσλάβη-

ται τῶν νέων καρπῶν καὶ σιτίων, δυσανάδοτοι γάρ εἰσι καὶ

δύσπεπτοι.

5

θεραπεύεται δὲ οὗτος αἵματος ἀφαιρέσει ἐκ τῶν κροτάφων

ἢ τοῦ προσώπου, καὶ ἀνατάσει ἀπὸ πάσης τροφῆς τῇ πρώτῃ

ἡμέρᾳ, μόνου τοῦ πόματος | κατὰ μικρὸν διδομένου, περιπά-

τοις τε ὀλίγοις καὶ πραέσι, χειμῶνος δὲ ἐσκεπάσθω καὶ ἡ στάσις

ἔστω θερμή. ὅταν δὲ δοκῇ βέλτιον ἔχειν, προάγειν αὐτὸν δεῖ

ἐπὶ τὴν νομήν, ἐὰν ᾖ ὁ καιρός. εἰ δ' οὐκ ἔστι, παραβάλλειν

χόρτον ξηρὸν κατ' ὀλίγον ἐκ προσαγωγῆς μελικράτῳ ἐρραντι-

σμένον καὶ τὰς κριθὰς πτισάνην ποιοῦντα, καὶ ταύτας δὲ ὡσαύ-

τως μὴ πολλὰς ἐν ἀρχῇ διδόναι.

6

πολλάκις δὲ μὴ πυρέσσων ἔστιν, ὅτε καταρρέπουσαν ἔχει

τὴν κεφαλὴν καὶ τὰ σκέλη προβάλλει ὡσαύτως καὶ ἀναπεσὼν

πλατύνεται. καὶ τοῦτον δὲ ἐπιγνώσῃ προσφερομένων τῶν κρι-

θῶν ἢ καὶ ἑτέρου τινὸς τῶν βρωμάτων. ἐὰν γὰρ τὸ προσφε-

ρόμενον ᾖ τρώγων, ἀπύρετός ἐστιν, μόνον δὲ κόπον ἔχει. ὁ δὲ

πυρέσσων οὐδὲν προσίεται τούτων, ἀλλ' ἔστιν ἀνόρεκτος καὶ

σκυθρωπὸς, ἐπιζητῶν 〈δὲ〉 μόνον τὸ πόμα.

7

μηδέποτε δὲ τοῦ

τοιούτου τὰς κατὰ νεῦρα φλέβας ἐξαιματίσῃς. συμβαίνει γὰρ

συνεσπασμένον γενέσθαι, ῥίπτει τε ἑαυτὸν καὶ διεγείρεσθαι οὐ

δύναται. ἐπιτείνεται | γὰρ τὸ πάθος καὶ οὕτως γίνεται διαφω-

νῆσαι τῆς ἀσιτίας μενούσης. ὁ δὲ πυρέσσων ἀπὸ τῆς ἀρχῆς

μέχρι τριῶν ἡμερῶν ὑπομένει, τὰς δὲ τούτων πλείονας οὐ

περιγίνεται.

8

ὅσοι δὲ τοῦ ὠτὸς ἁπτόμενοι καὶ πρὸς τῇ πλευρᾷ προστι-

θέντες τὴν χεῖρα παρὰ τὸν ἀγκῶνα τοῦ ὤμου λέγουσι πυρέσ-

σειν, οὐκ ἀληθεύουσιν οὗτοι. οὐδεμία γὰρ ἀπόδειξίς ἐστι διὰ

τούτων πυρετοῦ. οὐ δεῖ δὲ τοῦ ἀπὸ κόπου σημεῖα φέροντος

αἷμα ἀφαιρεῖν. προσκαθαιροῦντες γὰρ τὴν δύναμιν εὐχερῶς

ἀδικήσομεν. τὸν δὲ πυρέσσοντα ἀναγκαῖον φλεβοτομεῖν ἐκ τῶν

εἰρημένων τόπων διὰ τὸ κατακρατεῖσθαι τὴν κεφαλὴν ὑπὸ τοῦ

ἀρρωστήματος καὶ εὐάλωτον εἶναι.

9-14

{Ἱεροκλέους εἰς αὐτὸ προοίμιον.}

9

Ἀλλ' εἰ καὶ κατακούειν ἡμᾶς ἑτέρων τὰ νῦν ἐχρῆν ἔν τε

δικαστηρίοις παρέχειν χρείαν τοῖς δεομέ|νοις καὶ σπουδὴν περὶ

ταύτας ποιεῖσθαι τὰς διατριβάς, οὐκ ἀτιμαστέον γε ὅμως τὴν

σὴν ἀξίωσιν, ἄριστε <Βάσσε>. ἡδὺ γὰρ ἀτεχνῶς φορτίον καὶ

κάματος εὐκάματος, φησὶν <Εὐριπίδης>, ὑπό τινι φίλῳ προσ-

τάττοντι καὶ μάλιστα σοί, δι' ὃν αἱροίμην ἄν, ἵνα παιδιᾶς

τολμήσωμεν εἰπεῖν τρόπον, καὶ λειποτάκτης ἐπὶ καιροῦ τινος

τῆς περὶ τοὺς δικάζοντας γενέσθαι φάλαγγος. φέρε οὖν ἐπειδή

σοι τοῦτο δοκεῖ καὶ ἀσχολίας ὑπέρτερον, ἔφη που <Πίνδαρος>,

ἑπόμενος τῷ προστάγματι λέγειν ἄρξωμαι, τίνα μὲν ἵπποις

εἴωθεν ἐπιγίνεσθαι πάθη, τίνα δὲ ἐφ' ἑκάστοις αὐτῶν ἰάματα.

κεκλήσθων δὲ ἡμῖν συμφορεῖς τοῦ λόγου τοῦδε Ποσειδών τε

ἵππειος καὶ ὁ τοῦ τῶν ἀνθρώπων γένους σωτὴρ Ἀσκληπιός,

ᾧ πάντώς που καὶ ἵππων μέλει, εἰ δεῖ τι <Χείρωνος τοῦ Κεν-

ταύρου> καὶ τῶν ἐν Πηλίῳ διατριβῶν ἀξίως μεμνῆσθαι. σοὶ

μὲν οὖν ἵππον φασὶν ἐς πεδίον παρακαλεῖν, εἴ τι δεῖ τὴν παρ-

οιμίαν ἀφ' ἑστίας λαβεῖν, πρὸς τοῦδε τοῦ λόγου τὴν γραφήν. |

10

ἐγὼ δέ, εἰ μὲν ἕτερος ἦν ὁ κινήσας ἐπὶ ταῦτα, πολλὰς ἠναγ-

κάσθην ἂν ἴσως συγγράψαι βίβλους περί τε φύσεως ἵππων

διεξιὼν μίξεώς τε καὶ κυήσεως αὐτῶν, ἔτι τε ἀνατροφῆς καὶ

χωρίων θέσεως, ἃ καλλίστην καὶ ὑγιεινοτάτην αὐτοῖς παρέχειν

εἴωθε νομὴν καὶ δίαιταν, καὶ πρό γε τούτων, ὅπως ἄν τις

γνωματεύσειε τὸν ἄριστον ἵππον καὶ παρασκευάσειε μὴ δυσά-

γωγον εἶναι μηδὲ δύσστομον καὶ δυσγάργαλον, ἀλλὰ ψάλιον

ἑτοίμως δέξασθαι, καὶ τὸν ἀναβάτην μὴ χαλεπῶς ἐνεγκεῖν, καὶ

ταῖς τῶν ἐποχουμένων ὁρμαῖς ὑπακούειν πρὸς ἅπαν, ὃ βού-

λονται· ταῦτα πάντα διεξῄειν ἄν, εἰ πρὸς ἄλλον ἦν.

11

ἐπεὶ

δὲ καὶ λόγων οὐκ ἀμελέτητος εἶ, καὶ τὰ περὶ τὴν ἱπποτροφίαν

ἐκ προγόνων παρειληφὼς σπουδάσματα τυγχάνεις, τά τε <Σί-

μωνος> ἀκούεις τοῦ παλαιοῦ τοὺς τῆς ἱππασίας αὐτοῦ τρόπους

ἐν τῷ παρ' Ἀθηναίοις Ἐλευσινίῳ χαράξαντος καὶ σημήναντος

ἐν τοῖς σχήμασι, τόν τε περὶ τῆς ἱππικῆς <Ξενοφῶντι> τῷ

<Γρύλλου> συγγεγραμμένον διανέγνω|κας λόγον, τούτου χάριν

διὰ βραχέων ἀπόχρη σημῆναι τὰ περὶ τῆς τῶν ἵππων θερα-

πείας καιριώτατα.

12

οἱ μὲν οὖν τὰς ἐπὶ τοῖς τῶν ἀνθρώ-

πων σώμασι θεραπείας ἀκριβέστερον συνταξάμενοι παῖδες

ἰατρῶν φασί που καὶ τὴν χρόαν ἢ πηλικότητα ἑκάστου χρῆναι

τῶν θεραπευομένων ἐφορᾶν, ὡς μὴ πάντων μίαν καὶ τὴν αὐτὴν

ἀπαιτούντων ἐπικουρίαν, ἀλλὰ τοὺς μὲν ἄγαν λευκοὺς καὶ

Σκύθεσιν ἐμφερεῖς καὶ νὴ Δία πίονας, τοὺς δὲ ἄκρως μέλα-

νας, οἷον Αἰθίοπας, τούς τε λεπτοὺς ἑτέρας θεραπείας ἐπιζη-

τοῦντας τρόπον κατὰ τὸ ὂν ἐν αὐτοῖς χυμῶν ἐλλιπὲς ἢ περιτ-

τεῦον. οἱ δὲ περὶ τὴν τῶν ἵππων ἴασιν εἰσενεγκάμενοι σπου-

δὴν οὐκ εἰς τοσοῦτον περιττότητος ἐχώρησαν, οὐδ' αὐτοῖς δια-

κριτέος μέλας ἀπὸ τοῦ φοινικοῦ ἢ ὁ ἐπιμήκης τὸ εἰς πλευρὸν

τεῖνον ἀπό γε τοῦ στρογγύλου. οὔκουν οὐδὲ τὸ γένος πολυ-

πραγμονεῖν ἀξιοῦσιν, εἴ τις Ἀρκὰς ἢ Κυρηναῖος ἢ τῶν ἀπὸ

τῆς Ἰβηρίας ἢ Καππαδοκῶν ἢ νὴ Δία γε Θετταλὸς ἢ Μαυρού-

σιος ἢ καὶ | ὁ βασιλεῖ τῶν Περσῶν περισπούδαστος ὁ Νησαῖος.

13

τούτου γε μὴν οὕτω προειρημένου δοκεῖ μοι τῷ περὶ τῆς

θεραπείας οὐκ ἀπᾴδειν λόγῳ περὶ τῶν ἐτῶν εἰπεῖν, εἰς ὅσα

τὴν ἵππου φασὶν ἡλικίαν διαρκεῖν. <Ἀριστοφάνης> οὖν ὁ

<Βυζάντιος> τὰ περὶ φύσεως ζῴων ἐπιτεμόμενος ἐκ τῶν <Ἀρι-

στοτέλους> τοῦ φιλοσόφου φησὶν ἔτη ζῆν δύνασθαι ἵππον

πεντήκοντα καὶ πρός. καὶ ἐν τοῖς <Κυντιλίων> δὲ Γεωργικοῖς

εὕρομέν τινι τῶν ἱππέων ἵππον ὑπηρετηκότα τὸν αὐτὸν παρ'

ὅλον τὸν τῆς στρατείας χρόνον ἐτῶν ἐφεξῆς πέντε καὶ εἴκοσι.

<Ταραντῖνος> δὲ ἱστορεῖ τὸν τοῦ Διὸς νεὼν κατασκευάζοντας

Ἀθηναίους Ἐννεακρούνου πλησίον εἰσελαθῆναι ψηφίσασθαι

τὰ ἐκ τῆς Ἀττικῆς εἰς τὸ ἄστυ ζεύγη σύμπαντα. φόβῳ δὲ τοῦ

ψηφίσματός τινα τῶν γεωργῶν ἡμίονον ἀγαγεῖν γηραιόν,

ἄγοντα ἔτος ὀγδοηκοστόν. τὸν δὲ δῆμον τιμῇ τοῦ γήρως προ-

ηγήτορα τῶν ζευγῶν εἰς τὴν κατασκευὴν αὐτὸν τοῦ νεὼ κατα-

στῆσαι, προβα|δίζειν τε ἄζευκτον καὶ ἄπληκτον ψηφίσασθαι.

μηδένα δὲ τῶν πυροπωλῶν ἢ κριθοπωλῶν ἀπελαύνειν αὐτὸν

τῆς ἑστίας ἢ ἀπείργειν τῆς βρώσεως. συλλαμβάνειν γε μὴν καὶ

κύειν ἐπιτηδείως ἔχειν φησὶν <Ἀριστοτέλης> τὴν θήλειαν ἕως

ἐτῶν τριάκοντα.

14

ἀλλ' ἐνταῦθα ἡμῖν ὁ τὰ τοιαῦτα ἱστορῶν ἱστάσθω λόγος,

ἵνα μὴ πόρρω τῆς ὑποθέσεως ἀπαχθέντες λάθωμεν. ὁρῶν δὲ

τοὺς δοκιμωτάτους τῶν ἰατρῶν σημεῖα προλέγοντάς τινα, δι'

ὧν ἕκαστον πάθος ἐπιγνώσεταί τις συμπτωμάτων, ἀναγκαι-

ότατον εἶναι νομίζω τοῦτον ἐπὶ τῆς τῶν ἵππων ἰατρικῆς τῆς

προμηνύσεως παραλαμβάνειν τὸν τρόπον. εἰ γὰρ τῶν ἀνθρώ-

πων τῇ κατὰ φύσιν ἐξουσίᾳ τοῦ λόγου δυναμένων παραστῆσαι

τὸ λυποῦν οὐδὲν ἧττον τῆς ἀπὸ τῶν σημείων τοῖς ἰατρεύουσιν

ἐδέησεν ἐπισκέψεως, πολὺ δήπου μᾶλλον δεῖ τῆς τῶν διδασκο-

μένων γνωρισμάτων καταλήψεως ἐπὶ τῶν οὐ δυναμένων τὸ

συμβὰν διελθεῖν.

ἵν' οὖν ἀπὸ τῶν μεγίστων ἀρξώμεθα, | περὶ πυρετοῦ πρό-

τερον διεξέλθωμεν.

15-20

{περὶ πυρετοῦ.}

15

Ἵππος εἰ συνέχοιτο πυρετῷ, διὰ τῶνδε τὸ πάθος τῶν ση-

μείων ἐμφανὲς καταστήσεται· νεύει μὲν 〈κεφαλὴν〉 εἰς τὸ ἔδα-

φος ἰσχυρῶς, ὡς ἀνανεῦσαι μὴ δύνασθαι, καὶ τοὺς ὀφθαλ-

μοὺς ᾠδηκότας ἔχει καὶ δακρυώδεις, καὶ τὸ βλέφαρον ἐπαίρει

μόγις. ἔτι δὲ τὰ χελύνια κεχαλασμένα ἴδοις ἄν, καὶ τοὺς ὄρ-

χεις κεχαλασμένους, τό τε σῶμα εὔλυτον καὶ θερμὸν ὅλον ἐστί,

τῆς ἀναπνοῆς πυρώδους ἀναφερομένης καὶ βαρείας, τά τε

σκέλη προβάλλει. εἰ δέ τις αὐτὸν ἐφέλκοιτο, περιπατεῖν οὐχ

οἷός τε, ἀλλ' οὐδὲ εἴ τις ἐπισπέρχοι· κατὰ μικρὸν δὲ ἐπιβαίνει

παραφέρων τὸ σῶμα, ὥσπερ οἱ διὰ ποτὸν πλείονα ἀκροθώρα-

κες καὶ σφαλλόμενοι. οὐ μὴν οὐδὲ καλινδεῖσθαι δύναται.

16

τούτῳ δὲ περιπίπτει τῷ τοῦ πυρετοῦ πάθει, ὁπόταν ὑπέρ-

τονος γένηται ὑπὸ δρόμου καὶ ἐλασμοῦ ἢ καὶ διὰ ψύχους ὑπερ-

βολὴν ἢ καὶ καύματος, ἔσθ' ὅτε δὲ καὶ δι' ὠμότητα, ὅταν

νε|αρὰς προσλάβῃ καὶ ἀρτιθερίστους κριθάς, αἳ δὴ δύστριπτοί

εἰσι καὶ δυσδιοίκητοι.

17

θεράπευε οὖν τὸν τρόπον τοῦτον· αἷμα ἀφαίρει ἐκ τῶν

κροτάφων καὶ τοῦ προσώπου, τὴν δὲ τροφὴν αὐτῷ μὴ πρόσ-

φερε τῇ πρώτῃ ἡμέρᾳ, ἀλλὰ μόνον τὸν ποτὸν κατὰ μικρὸν

δίδου, καὶ περιπατεῖν ὀλίγα καὶ πράως ποίει ἐσκεπασμένον,

ὄντος καὶ τοῦ τόπου ἐν ᾧ ἕστηκε θερμοῦ. ὅταν δὲ βέλτιον

ἔχειν δοκῇ, προαγέσθω ἐπὶ νομήν, ἐὰν πόας καιρὸς ᾖ. εἰ δὲ μὴ

ᾖ, παραβαλλέσθω χόρτος ἐκ προσαγωγῆς καὶ κατ' ὀλίγον καὶ

κριθαὶ καλῶς περιεπτισμέναι σύμμετροι, μὴ πολλαὶ τὸ κατ' ἀρχάς.

18

ἔστι δὲ ὅτε πολλάκις καὶ μὴ πυρέσσων κεφαλὴν νένευκεν

ἀπό τινος κόπου, ὁμοίως καὶ τὰ σκέλη προβάλλει, καὶ ἀναπε-

σὼν πλατύνεται. ἀλλὰ καὶ τοῦτον ἐπιγνώσῃ, τὰς κριθὰς προσ-

φέρων ἢ καί τινας ἑτέρας τροφάς. ἐὰν γὰρ ἐσθίῃ προθύμως,

οὐ πυρέττει. ὁ γὰρ πυρετῷ συνεχόμενος οὐκ ἐσθίειν ἐθέλει,

κατηφὴς ὢν καὶ μόνον ἐπιζητῶν τὸν ποτόν, καὶ κατακλιθεὶς

εἰς τὴν γῆν διεγείρεσθαι | οὐ δύναται οὐδὲ καθεύδειν.

φασὶ δὲ τὸν πυρεταίνοντα ἀπὸ τῆς ἀρχῆς μέχρι τριῶν ἡμε-

ρῶν ὑπομένειν, περαιτέρω δέ, εἰ μὴ τύχοι βοηθείας, οὐ διαρκεῖν.

(φησὶ δὲ Στρατόνικος, ὅτι, κἂν διαφύγῃ, τῷ αὐτῷ πάθει

ποτὲ τελευτήσει.)

19

τῶν γε μὴν ἀπὸ κόπου σημεῖα φερόντων μὴ δεῖν αἷμα

ἀφαιρεῖν ἀρέσκει, ἵνα μὴ ἡ δύναμις αὐτῶν προσκαθαιρῆται.

τὸν δὲ πυρεταίνοντα φλεβοτομεῖν ἀναγκαῖον, ἀφ' ὧν εἴρηκα

μερῶν, διὰ τὸ [μὴ] τὴν κεφαλὴν βαρύνεσθαι αὐτοῦ μάλιστα

καὶ εὐάλωτον εἶναι. οἱ μέντοι ἀπὸ τῆς τοῦ ὠτὸς ἁφῆς καὶ τῆς

πλευρᾶς τῆς πρὸς τὴν ἀκρωμίαν νομίζοντες δύνασθαι σημει-

οῦσθαι τὸν πυρεταίνοντα δοκοῦσί μοι τῆς ἀληθοῦς μὴ τυγ-

χάνειν καταλήψεως.

20

δυνήσῃ δὲ τῷ πυρεταίνοντι καὶ δι' ἐγχυσματισμῶν βοη-

θῆσαι. δάφνης κόκκους 〈δέκα〉 τρίψας ἐπιμελῶς, ἐπίχεε μέλι-

τος ὀξύβαφον καὶ οἴνου κύαθον καὶ ὕδατος τὸ ἴσον, εἶτα ἀνα-

δεύσας ἔγχει διὰ στόματος. ἢ σελίνου σπέρμα τρίψας καὶ ἐπι-

χέας οἴνου κυάθους δύο καὶ αὖθις | τρίψας, εἶτα ἐπιβαλὼν

ὕδατος κυάθους τρεῖς, ἔγχει διὰ στόματος.

ἐὰν δὲ ἴδῃς αὐτὸν ἀρχόμενον κοιμᾶσθαι, πρόαγε εἰς περί-

πατον μὴ πλέον σταδίων δέκα, εἶτα ποίει κυλίεσθαι, τότε καὶ

τῇ τροφῇ αὐτοῦ προσθήσεις πτισάνης διδοὺς καὶ ῥεφανίδων,

ἂν ὦσιν, καὶ δάφνης ἀκρέμονας.

21-22

{πυρετοῦ πρόγνωσις καὶ ἴασις.}

21

Τὰ ὄμματα δακρυώδη ἔχει, καὶ ἀχλὺς αὐτοῖς ἔπεστι. πνεῖ

θερμὸν καὶ θιγγάνοντι θερμός ἐστιν ὅλος, καὶ τὴν κεφαλὴν

κάτω κέκυφε, καὶ ψῦχος αὐτῷ προσπίπτει, τρέμει τε καὶ τοὺς

ὀδόντας συγκρούει, καὶ οἱ ὄρχεις οἰδοῦσιν, καὶ τὸ στόμα ἄφθης

μεστόν, καὶ ἡ ζέα (ἤτοι γραμμὴ) μετέωρος καὶ μαλακὴ καὶ

θερμή, οἱ ὀφθαλμοὶ οἰδοῦσι, καὶ τὰ χείλη ἐστὶ χαυνότερα.

ὅταν οὖν προαίσθῃ τὴν ὥραν αὐτήν, ἐν ᾗ τὸ ψῦχος προσπί-

πτει καὶ ὁ πυρετὸς ἐπιγίνεται, πυρία αὐτὸν ἢ σύστειλον ἱμα-

τίοις, καὶ τῆς ὠμῆς λύσεως δὸς πιεῖν θερμόν, καὶ τῶν σιτίων

ὑπόστειλον, ὡς γένηται λαγαρός.

22

ἐὰν δὲ ἡ | κοιλία πήγνυται,

λαβὼν συκαμίνου τὰ ἁπαλά, εἰ δὲ μή, τὴν ῥίζαν τρίψας, ὕδατι

ἕψησον, εἶτα μίξας μέλιτος κοτύλην ἐπίχεε τρεῖς τοῦ ὕδατος

τοῦ ἡψημένου, εἶτα ἔγχεον εἰς τοὺς μυκτῆρας, καὶ εἰς βαλα-

νεῖον ἀγαγὼν λοῦσον, καὶ οἴνῳ καὶ ἐλαίῳ ἐμφυσῶν ἀνάτριβε,

εἶτα περίστειλον ἱματίοις. καὶ ὅταν μέλλῃ κοιμᾶσθαι, τῶν σι-

τίων κατὰ μικρὸν πρόσφερε. ἄφελε δὲ αὐτοῦ αἷμα ἀπὸ τῶν

κροτάφων ὅσον κοτύλας τρεῖς, τῇ δὲ ἄλλῃ ἀπὸ τῶν σκελῶν

ἀνώτερον τοῦ γόνατος καὶ ἔασον ἀπορρυῆναι κοτύλας ἕξ, καὶ

ἐπιμελοῦ ὡς βέλτιστα.

23

{Ἀνατολίου εἰς τὸ αὐτό.}

Ἐπιγνώσῃ τὸν πυρέσσοντα ἵππον ἐκ τοῦ τὴν κοιλίαν

ὑποχωρεῖν καὶ ἀφοδεύειν πυκνά. θεραπευτέον οὖν αὐτὸν λου-

τρῷ θερμῷ θερείας, χειμῶνος δὲ θαλπτέον ὡς μὴ ῥιγῶσαι.

καὶ τροφὴν ὀλίγην ὀρόβων ἢ πυρίνων ἀλεύρων δοτέον καὶ

ποτὸν ὕδωρ χλιαρὸν προσκο|μιστέον καὶ διὰ κοιλίας καθαρ-

τέον αἷμά τε ἐκ τοῦ τραχήλου ἢ τῶν περὶ τὴν φάρυγα ἢ τὸ

στῆθος φλεβῶν 〈ἢ τοῦ ποδὸς〉 ἀφαιρετέον τά τε γόνατα χρι-

στέον ὄξει θερμῷ. ὅταν δὲ ἐρρῶσθαι δοκῇ, λοῦσον ὕδατι θερμῷ.

ἐὰν δὲ διὰ κόπον πυρέττῃ καὶ ἀπισχνωθῇ, γάλακτος αἰγείου

κοτύλην μίαν, ἀμύλου τὸ ἀρκοῦν, 〈ἐλαίου ἡμικοτύλιον〉, ᾠὰ

τέσσαρα, ἀνδράχνης κοπείσης τὸν ὀπὸν μίξας ἅμα ἔγχει ἐπὶ

ἡμέραις τρισὶν ἢ καὶ πλείοσι διὰ τοῦ στόματος, ἕως ἂν ὑγίανῃ.

ἐὰν δὲ δι' ἐπιφορὰν παρισθμίων ἢ τῶν περὶ τὴν κεφαλὴν

πυρέττῃ, θαλπτέον αὐτόν, καὶ τὴν ὑπερῴαν ἁλῶν μετὰ ὀρι-

γάνου καὶ ἐλαίου καὶ πίσσης μιγέντων ὁμοῦ χριστέον. ὕδατι

δὲ θερμῷ θερμαντέον τοὺς πόδας καὶ τὰ γόνατα, τά τε περὶ

τὸ στόμα στρύχνῳ καὶ τετριμμένῃ τρυγὶ οἰνηρᾷ διατριπτέον,

βρύοις δὲ ἢ χλόῃ ἄνευ κριθῆς θρεπτέον. ἐὰν δὲ διὰ ῥινῶν

αἷμα φέρῃ, ἐγχεῖν χρὴ κοριάνου ὀπὸν διηθηθέντα. |

24

{Εὐμήλου ἤτοι Χείρωνος.}

Πυρετοῦ προσγενομένου αἷμα ἀπὸ τοῦ τένοντος ἀφαίρει,

εἶτα λαβὼν κασίας, σμύρνης, λιβάνου ἀνὰ οὐγκίαν μίαν ἡμί-

σειαν, μίξας αἷμα χελώνης θαλαττίας καὶ παλαιὸν οἶνον διὰ

μυκτήρων ἔγχει ἐπὶ ἡμέραις τρισίν. ἢ λαβὼν ἀβροτόνου δεσ-

μὴν μίαν, σύκων Ἄφρων τὸ ἀρκοῦν, πήγανον, σέλινον,

ἡδύοσμον, σταφυλῖνον, ἑψήσας ἅμα, ἐπὶ τρισὶν ἡμέραις τὸ

ἀφέψημα ψυχρὸν δίδου πιεῖν.

25

{Ἀγαθοτύχου ἐγχυματισμὸς εἰς τὸ αὐτό.}

Ἐγχυματίζειν δεῖ τὸν πυρέττοντα ἵππον ᾠοῖς τρισί, ῥοδίνου

οὐγγίαις δυσίν, οἴνου λευκοῦ καὶ λεπτοῦ εὐώδους λίτρᾳ μιᾷ,

καὶ ἱστᾶν ἐν εὐπνοίᾳ, κριθὰς μὴ διδόντα ἢ χόρτον μόνον.

ψυχρὸν δὲ ὕδωρ συνεχέστερον προσάγειν, κἂν μὴ βούληται

πιεῖν, τὸ στόμα διανοίγοντα αὐτοῦ συνεχέστερον κλύζειν.

ὅταν δὲ καταστῇ, μετὰ ἡμέρας τρεῖς κριθὰς παραβάλλειν ἐκ

προσαγωγῆς. |

26

{Πελαγωνίου πρὸς πυρετὸν ἐνδότερον.}

Τραγακάνθης γο̅ μίαν, ὁρμίνου σπέρματος γο̅ δύο, ῥοὸς

Συριακοῦ γο̅ δύο, πεπέρεως λευκοῦ γο̅ μίαν, ἑψήματος λίτρας

δύο, ὀποπάνακος γο̅ γʹ, σελίνου σπέρματος γο̅ βϲʹ, σμύρνης

τρωγλίτιδος γο̅ τέσσαρας, χαμαίδρυος γο̅ θʹ, χαμαιμήλου γο̅

τρεῖς, λιβανωτοῦ ἄρρενος γο̅ τέσσαρας, πεπέρεως μέλανος

γο̅ βʹ, γεντιανῆς γο̅ τὸ ἥμισυ, ταῦτα πάντα συγκόψας κατά-

χρισον ὅλον τὸ ζῷον.

27

{ἄλλο πρὸς πυρετὸν καὶ λεπτότητα.}

Εἰ ἵππος πυρεταίνοι ἢ λεπτός ἐστιν ἢ πόνῳ τινὶ ἐνδο-

τέρῳ καταπονοῖτο, μάννης γο̅ βʹ, λιβάνου γο̅ γϲʹ, ἴρεως Ἰλλυ-

ρικῆς λίτρας τὸ ἥμισυ, πεπέρεως γο̅ αʹ, κόκκων δάφνης γο̅ αʹ,

σελίνου σπέρματος γο̅ αʹ, συγκόψας καὶ μετὰ ἑψήματος μίξας

προπότισον. |

28

{ἄλλο προπότισμα.}

Γάλακτος ὀνείου λίτραν μίαν, ἐλαίου κυάθους δύο, κρό-

κου γράμμα ἕν, σμύρνης γράμματα βʹ, σελινοσπέρματος κοχλιά-

ριον μεστόν. ταῦτα πάντα λειώσας καὶ συμμίξας τῷ γάλακτι

καὶ τῷ ἐλαίῳ ἐγχυμάτισον. δίδου δὲ καὶ ἄλευρον σίτινον μετὰ

ὕδατος χλιαροῦ χειμῶνος, εἰ δὲ θέρος ἐστίν, ἀλεύρῳ κριθίνῳ

μετὰ ψυχροῦ ὕδατος ἐγχυμάτισον. εἰ δὲ ἔχοι τὰς λαγόνας τετα-

μένας καὶ μὴ παύηται ὁ πυρετός, ἀνάγκη αὐτὸν καυτηριασθῆ-

ναι καὶ οὕτως ἐπιμελείας τυχεῖν.

29

{ἄλλο.}

Γάλακτος αἰγείου λίτρας τὸ ἥμισυ, ἀμύλου τὸ ἀρκοῦν,

ᾠὰ τέσσαρα, ἐλαίου κύαθον ἕνα, βοτάνης περδικιάδος, ἣν Ῥω-

μαῖοι οὐρκιόλαρ καλοῦσι, τὸν χυλὸν αὐτῆς τοῖς ἄλλοις εἴδεσι

μίξας, καὶ προποτίσας ἐντεῦθεν ἐπὶ ἓξ ἡμέραις θᾶττον θερα-

πεύσεις.

30

{χρῖσμα πρὸς πυρετόν.}

Ῥόδων λίτραν μίαν, ἐλαίου παλαιοῦ λίτραν μίαν | ὄξους

λίτραν μίαν ἥμισυ, ἐλαίου Κυπρίνου λίτραν μίαν ἥμισυ, ἀν-

δράχνης καὶ καρύων παλαιῶν λίτρας τὸ ἥμισυ, ἡδυόσμου καὶ

πηγάνου τὸ ἀρκοῦν σύντριψον καὶ οὕτως ἐπίχρισον.

31

{ἄλλο προπότισμα.}

Πυρεταίνοντα ἵππον ἐξ ἀνάγκης χρὴ φλεβοτομῆσαι καὶ

προποτίσαι οὕτως· γεντιανῆς γο̅ ἕξ, ἀριστολοχείας γο̅ δʹ, ὑσσώ-

που γο̅ βʹ, ἀβροτόνου γο̅ βʹ, ἀψινθίου γο̅ βʹ, σύκων γο̅ βʹ, σε-

λινοσπέρμου γο̅ ἕξ, πηγάνου δεσμὴν μίαν εἰς χύτραν βαλὼν

μετὰ ὕδατος ἕψει, ἄχρις ἂν ἀποτριτωθῇ, καὶ ὅταν ἴδῃς μελα-

νίζον, γνῶθι δεόντως τὸ βοήθημα ἑψηθὲν κἀκεῖθεν ἡμίναν

λαβὼν διὰ κέρατος προτότισον.

32

{ἄλλο προπότισμα ἁπλοῦν.}

Τήλεως χυλὸν καθαρίως διηθῶν καὶ δεσμὴν σελίνου καὶ

πηγάνου καὶ μελιλώτου καὶ ὑσσώπου συνεψήσας καὶ συμμίξας

διὰ κέρατος δίδου. |

33

{ἄκοπον εἰς πυρετόν.}

Ἰρίνου ἐλαίου γο̅ δʹ, ὀποπάνακος γο̅ αʹ, δαφνίνου ἐλαίου

γο̅ δʹ, γλευκίνου ἐλαίου γο̅ τέσσαρας ἥμισυ, καστορίου γο̅ δʹ,

ὑσσώπου γο̅ δʹ, ἀξουγγίου λίτραν μίαν γο̅ μίαν, ἀψινθίου

Ποντικοῦ γο̅ ἕξ.

34

{ἄκοπον ἄλλο πρὸς πυρέσσοντας.}

Ἀβροτόνου γο̅ βʹ, ἀφρονίτρου γο̅ βʹ, ἀδάρκης γο̅ βʹ, δα-

φνίδων ὑγρῶν γο̅ βʹ, ταῦτα μίξας σύγχριε. |

2

t

{περὶ μάλεως.}

1-6

{〈περὶ〉 ἀρθρίτιδος Ἀψύρτου.}

1

<Δέσποτα Σαβῖνε>, ἐπιζητήσαντός σου τὰ συμβαίνοντα

τοῖς ἵπποις τίνα καὶ πόθεν, ἐπιδείξω σοι τὸ μέγιστον ἀρρώ-

στημα τῶν ἐμπιπτόντων εἰς αὐτούς, ἐξ οὗ οὐ ῥᾳδίως ἀνα-

φέρει τὸ κτῆνος· ἔστι δὲ τὸ <πάθος, ὃ καλοῦσιν οἱ πολλοὶ

μᾶλιν, τινὲς δὲ κατάρρουν, ῥωμαϊστὶ δὲ σουμπέριον.>

ἔστι δὲ τῇ ἀληθείᾳ <ἀρθρῖτις>, ἧς σημεῖα τάδε· ἰχῶρες ἀπο-

στάζουσιν ἐκ τῶν μυκτήρων παχεῖς, ὀσμὰς ἔχοντες, <μήλινοι

τὸ> χρῶμα, καὶ τὴν κεφαλὴν βαρύνεται, καὶ ῥέγχει, καὶ ἀπι-

σχναίνεται διὰ τὸ εἶναι ἀνόρεκτον, καὶ τῇ παρ' ἑκάτερα ἐναλ-

λάξει τῶν ἄρθρων χωλάσματα ἐπιγίνεται. καὶ οὗ ἂν τύχοι κατα-

κείμενος μέρους, ἑλκοῦται τὸ μέρος ἐκεῖνο | τοῦ σώματος διὰ

τὸ εἶναι ἀνάχυσιν ὑπὸ τὴν βύρσαν καὶ τὰ ἄρθρα χυμοῦ δρι-

μυτάτου πλήρη.

2

συμβαίνει δὲ τοῦτο διὰ τὸ μὴ ὑπάρχειν τῷ ζῴῳ ἐπὶ τοῦ

ἥπατος ἀγγεῖον τὸ λεγόμενον χοληδόχον, ἀλλ' εἶναί τι νευρίον

ἐκλελυμένον, ὃ ἀποδέχεται τοῦτον τὸν χυμὸν κακεῖθεν τὴν

ἔκκρισιν ποιεῖται καὶ μίγνυσι τῷ αἵματι διὰ τῶν ἀρτηριῶν

τῶν πρὸς τῇ ῥάχει προσηρμοσμένων, εἶτα ἐπενεχθεὶς ἐπὶ τὸν

νωτιαῖον μυελὸν ὁ χυμὸς καὶ τὸν ἐγκέφαλον φθείρει. τὴν γὰρ

τροφὴν ἀπὸ τοῦ νωτιαίου λαμβάνει, διὸ καὶ τὴν κεφαλὴν κατα-

κρατεῖται καὶ τὴν γλῶτταν, εἶναι γὰρ καὶ αὐτὴν τῶν ἐναρί-

θμων ἄρθρων.

3

θεραπεύων δ' ἄν τις ἐπιτυγχάνοι αἵματος ἀφαιρέσει λύων

τὰς ἐν τῷ προσώπῳ φλέβας καὶ τὰς ἐν τῷ στήθει, ἔτι δὲ δια-

κόπτων τὰ μεσοκύνια προσφορᾷ τε τροφῆς παντοδαπῆς χρώ-

μενος καὶ ἐγχυματισμῷ διὰ ῥινῶν κενταυρίῳ καὶ ἀψινθίῳ

καὶ πευκεδάνῳ ἑψομένοις ἔν οἴνῳ. ἡ γὰρ | πικρότης ὑπὸ τῆς

πικρότητος ἐξωθεῖται. εἴρηνται δὲ οὗτοι οἱ ἐγχυματισμοὶ 〈καὶ〉

τοῖς πρὸ ἡμῶν.

4

<ἡμέτερα δὲ εὑρήματα ταῦτα·> κολο-

κυντίδος Αἰγυπτίας σπέρμα ὅσον ὀξύβαφον κεκομμένον καὶ

πεφρυγμένον ἐν οἴνω λευκῷ εὐώδει ὅσον κοτύλαις δυσὶ λεᾶναι,

καὶ διηθήσαντας ἐν ὀθονίῳ ἐγχυματίζειν διὰ τῆς δεξιᾶς ῥινός,

καὶ αὐτῇ δὲ τῇ ἐντεριώνῃ χρῆσθαι πεφρυγμένῃ. ἄριστον δὲ

καὶ τοῦ ἀγρίου σικύου τὴν ῥίζαν κόψαι λεπτὴν ὅσον ἥμιμνον,

ἐπιχέαι τε ὕδατος κοτύλας δύο καὶ βρέχειν νύκτα μίαν καὶ

ἀνατρίψαντας διηθῆσαι καὶ τούτῳ μιγνύειν νίτρου κεκομμένου

ὁλκὰς τρεῖς, εἶθ' οὕτως καταλαβόμενον τὴν γλῶτταν ἐγχυμα-

τίζειν διὰ τοῦ στόματος ἡμέρας ἑπτὰ τὸ ἥμισυ τοῦ φαρμάκου,

τὸ δὲ λοιπὸν ποτίζοντας τῷ ὕδατι μιγνύειν. φλεβοτομεῖν δὲ

ἐν ἀρχῇ, ἐὰν δὲ ἐγχρονίσῃ τὸ πάθος, μηκέτι· μειωθείσης γὰρ

τῆς δυνάμεως συμβαίνει διαφωνεῖν τὸ ζῷον. ὡσαύτως δὲ ἐν

ἀρχῇ τὸν ἐγχυματισμὸν | ποιεῖσθαι πρὸ τοῦ κατακρατεῖσθαι

τὴν κεφαλὴν καὶ ἀναφυσᾶν διὰ τῶν ῥινῶν. οὗ συμβεβηκότος

δεῖ ἀπογινώσκειν.

5

καὶ τοῦτο δὲ γίνωσκε, ὡς ἐκ ταύτης τῆς νόσου 〈οὐ〉 ῥᾳ-

δίως ἀναφέρει ἵππος καὶ καθαίρεται, ἡμίονος δ' οὐχ οὕτως

διὰ τὸ ἔχειν ἐξ ἑτερογόνου ζῴου τὴν σύστασιν καὶ ἐγκρατε-

στέραν εἶναι τὴν ἀρθρῖτιν. βοήθεια δὲ καὶ τούτῳ· ἐλλεβόρου

λευκοῦ στατῆρα Αἰγύπτιον 〈λαβόντας καὶ〉 τέμνοντας τοῦ στή-

θους τὴν βύρσαν καὶ τοὺς χιτῶνας ἐπιτιθέναι πόρπακας λι-

νοῦς ἢ κανναβίνους παρ' ἑκάτερα τῆς τομῆς δύο, καὶ οὕτως

ἐντιθέναι τὸν ἐλλέβορον, καὶ ἀποδῆσαι τοὺς πόρπακας καὶ ἐᾶσαι,

μέχρις οὗ αὐτόματοι ἐκπέσωσι, χεῖρα δὲ μὴ προσάγειν τῷ τόπῳ

μηδὲ ἐμβιβάζειν εἰς ὕδωρ. διδόναι δὲ καὶ νίτρου ὠμοῦ τετριμ-

μένου διὰ τῆς ῥινὸς ἐν οἴνου κοτύλῃ ὁλκὴν μίαν, ἔστω δὲ ὁ

οἶνος κεχλιασμένος. καὶ τὰς κριθὰς δὲ καταρραίνειν τῷ νίτρῳ,

ὡσαύτως καὶ τὸν χόρτον καὶ παραβάλλειν, καὶ εἰς τὸ ποτὸν

δὲ βάλλειν νίτρον.

6

ὅσοι δέ εἰσιν ὠρχοτετομημένοι, οὐκ ἐμπίπτουσιν εἰς τὸ

πάθος τοῦτο 〈ῥᾳδίως〉. συμβαίνει δὲ ὡς ἐπίπαν ἐν τοῖς πώ-

λοις, ὅταν ἐκληφθῶσιν ἐκ τῆς ἀγέλης καὶ εἰς τὴν στάτιν ἔλ-

θωσιν, ἐγγίνεσθαι ἀνάχυσιν τῆς ἀρθρίτιδος, καὶ οὕτω δια-

φωνοῦσιν ἐν τῷ χειμῶνι. ἐπιγνωσθήσεται δὲ πρὸ τοῦ φέρε-

σθαι διὰ τῶν ῥινῶν, ὅταν ᾖ βήσσων, ὥστε ὑπολαμβάνειν

ὀστέα καταπεπωκέναι, καὶ εὔγνωστόν ἐστιν, ὅτι ἔχεται ὑπὸ τῆς

ἀρθρίτιδος καὶ ὡς τάχιστα δεῖ βοηθεῖν, καθὼς ἄνω γέγραπται.

εὔχρηστον δὲ καὶ τοῦτο προσφέρειν, ὅταν ᾖ ὁ καιρὸς τοῦ φθι-

νοπώρου· σταφυλὴν λευκὴν ἀποθλῖψαι καὶ ποιῆσαι πλῆθος

κοτυλῶν δύο, καὶ τούτῳ μίξαντα ἀριστολοχείας κεκομμένης

καὶ σεσησμένης κοχλιάρια δύο ἐπίμεστα ὡσαύτως ἐγχυματίζειν

διὰ τῆς ῥινὸς καθ' ἡμέραν μέχρι ἡμερῶν ἑπτά.

7-9

{τοῦ αὐτοῦ περὶ μάλεως ξηρᾶς, ὑγρᾶς,

ἀρθρίτιδος, ὑποδερματίτιδος.}

7

Ἔστι μάλεως γένη τέσσαρα· ἡ μὲν γάρ ἐστιν ὑγρά, ἡ δὲ

ξηρά, ἡ δὲ ἀρθρῖτις, ἡ δὲ ὑποδερματῖτις. τούτων αἱ μὲν εἰσὶν

εὐθεράπευτοι, ἡ δὲ δυσθεράπευτος, ἡ δὲ ἀθεράπευτος. εὐθε-

ράπευτοι μὲν ἥ τε ὑγρά, ἧς καὶ σημεῖα φέρεται διὰ τῶν ῥι-

νῶν ὑγρόν, λεπτὸν ὅμοιον ὕδατι, καὶ ἡ ὑποδερματῖτις, ἐξ ἧς

συμβαίνει ψωρίασις. δυσθεράπευτος δὲ ἡ ἀρθρῖτις, καθὼς

προγέγραπται. ἀθεράπευτος δὲ ἡ ξηρά, ἧς διὰ 〈μὲν〉 τῶν

μυκτήρων φέρεται οὐδέν, τρῶγον δὲ καὶ πῖνον ἀπισχναίνεται

τὸ ζῷον καὶ πέψιν οὐ λαμβάνει, αἵ τε λαγόνες περιτεταμέναι

εἰσί, τυμπανοειδεῖς, μετέωροι, καὶ ἡ βύρσα σκληρύνεται. τῷ

τοιούτῳ οὐκ ἔστι θεραπεία, ἀλλὰ διαφωνεῖ, ὡς εἴρηται καὶ

Εὐμήλῳ τῷ Θηβαίῳ·

8

‘<τῆς δὲ ξηρᾶς μάλεως οὔτε ἐγὼ ἰατρὸς οὔτε

ἄλλος τις. τὴν δὲ αἰτίαν | δηλώσω, ὅτι ὁ πνεύμων

ῥήγνυται πρὸς τὴν [δεξιὰν] πλευράν, καὶ ἔστι

πλευριτικός.>’ βοηθήματα δὲ καὶ τούτῳ ταῦτα, ὡς ἄν

τις αἴσθηται ἑαλωκότα τὸν ἵππον τῇ μάλει καὶ βήσσοντα·

μάννης [καὶ] λιβάνου [ἀνὰ] τριώβολον ἐν οἴνου τρίψας κοτύλῃ

μιᾷ, ἐγχυματιζέτω διὰ τῆς ἀριστερᾶς ῥινός· βοηθείτω δὲ

καὶ ῥαφάνους κατατέμνων εἰς λεπτὰ καὶ μιγνὺς ταῖς κρι-

θαῖς καὶ παραβάλλων. εὑρέθη δὲ καὶ τοῦτο <τοῖς πρὸ ἡμῶν>

τὸ ὑποκαπνίζειν τὴν μᾶλιν ἔν τε τοῖς ἵπποις καὶ τοῖς ἄλλοις

ὑποζυγίοις, ὅσα μώνυχας ὁπλὰς ἔχει, τῇ ὀριγάνῳ, καλύψαντα

τὴν κεφαλὴν 〈εἰς τοὺς μυκτῆρας〉 ἐν χύτρᾳ καινῇ μαρίλαν

ἐχούσῃ, καθ' ἡμέραν μὲν μὴ πλέον ἡμερῶν τριῶν, παρ' ἡμέραν

δὲ ἐπὶ πλείονας, μάλιστα δὲ ἔστω ὀρεῖτις ὀρίγανος.

9

μάλεως δὲ γενομένης ἐν τῷ πώλῳ ἔτι νεογνῷ ὄντι καὶ

τιτθευομένῳ, ἐμιμελεῖσθαι δεῖ τῆς τιτθευούσης, χορτάζοντας

τροφῇ παντοδαπῇ, καὶ ποτίζοντας τὸ νίτρον, δίψαν ἐγγεννῶν-

τας, καὶ ῥαφανίδας δὲ παραβάλλειν. ὅσοι δὲ | ἐν ταῖς ἀγέλαις

μαλιῶσι, τούτους δεῖ ἀποκρίνειν· διαδίδοται γὰρ τὸ πάθος,

καὶ εὐχερῶς τοὺς λοιποὺς ἀδικοῦσιν.

10-17

{Ἱεροκλέους περὶ μάλεως ὑγρᾶς, ὑποδερματίτι-

δος, ἀρθρίτιδος καὶ ξηρᾶς.}

10

Τῆς καλουμένης μάλεως, ὃ μέγιστον ἂν νομίζοιτο τῶν

ἀρρωστημάτων καὶ σφαλερώτατον, ἔστι γένη τέσσαρα· ἡ μὲν

γάρ ἐστιν ὑγρά, ἡ δὲ ὑποδερματῖτις, ἡ δὲ ἀρθρῖτις, ἡ δὲ ξηρά.

τούτων αἱ μέν εἰσιν εὐθεράπευτοι, ἡ δὲ δύσθεράπευτος, ἡ δὲ

ἀθεράπευτος. καὶ ἡ μὲν ὑγρά, ἐξ ἧς διὰ μυκτήρων λεπτὸς

καὶ ὑδατώδης ἰχὼρ φέρεται, εὐίατός ἐστιν. ὁμοίως καὶ ἡ ὑπο-

δερματῖτις, ἐξ ἧς συμβαίνει ψωρίασις, ἡ δὲ ἀρθρῖτις δυσθε-

ράπευτος, ἡ δὲ ξηρά, <ὡς λέγουσιν>, ἀθεράπευτος.

11

ἐὰν οὖν τῇ ὑγρᾷ μάλει περιπέσῃ ζῷον, βήσσει τε καὶ

διὰ μυκτήρων ὑγρὸν ἰχῶρα φέρει, καὶ τροφὴν οὐ προσίεται,

ἀλλ' ἀτονεῖ, καὶ τῷ σώματι συμπίπτει | καὶ τὴν κεφαλὴν καὶ

τὰ ὦτα οὐκ ἀνίστησι. θεράπευε τοίνυν οὕτως· κρόκου, κασίας,

σμύρνης, κινναμώμου ἀνὰ ὁλκὴν μίαν τρίψας καὶ μετὰ τού-

των δαφνίδας καὶ σελίνου σπέρμα εἰς θυίαν, ἐπιχέας τε μέ-

λιτος ἡμικοτύλιον καὶ οἴνου εὐώδους κοτύλην, ἔγχει διὰ τοῦ

μυκτῆρος τοῦ εὐωνύμου. ἐγχυμάτιζε 〈δὲ〉 καὶ διὰ τοῦ στό-

ματος χυλὸν κωλῆνος χοιρείου μετὰ τῶν ποδῶν ἑψηθέντος

ὡσεὶ κοτύλας δύο, διηθήσας καὶ ἐπιχέας μέλι, καὶ συμμίξας

ᾠά, καὶ ἀνακόψας. τὸ δὲ αὐτὸ καὶ διὰ τοῦ μυκτῆρος τοῦ

εὐωνύμου ἐγχυματίζειν λυσιτελές. ὡς δὲ καὶ τὴν ἀρτηρίαν κατα-

λεανθῆναι, πολύσπερμον ἐμβαλὼν εἰς θυίαν καὶ τρίψας λίαν,

καὶ ἐπιχέας ἡμικοτύλιον οἴνου, ἔγχει διὰ τοῦ ἀριστεροῦ μυ-

κτῆρος. ἢ εἰ βούλει ἑτέρως, ἀριστολοχείας ῥίζαν τρίψας, καὶ

οἴνου εὐώδους ἐπιβαλὼν ἡμικοτύλιον, ἔγχει διὰ μυκτῆρος, ἢ

κυκλαμίνου ῥίζαν ὅσον ὁλκὰς τρεῖς τρίψας, ἐν οἴνου ἡμικο-

τυλίῳ ἐγχυμάτιζε ὁμοίως, εἶτα πρόαγε ἐπὶ νομήν.

12

εἰ δὲ <ὑποδερματῖτις> εἴη, ὡς | <Ἱερώνυμος ὁ Λίβυς

φησίν>, ἀναπνεῖ διὰ μυκτήρων ὀσμώδη καὶ πυώδη καὶ βήττει

καὶ ἰσχναίνεται καὶ ῥήγνυται, οὗ ἂν τύχῃ τοῦ σώματος, καὶ

ἐξέρχεται πυώδη τινά. χρὴ οὖν τοῖς τοιούτοις τροφὰς προσ-

άγειν παντοίας εἰς κόρον, ἐγχυματίζειν τε διὰ στόματος χυλῷ

πτισάνης ἐκ βρόμου διηθημένης, καθεψηθέντος ἐν αὐτῇ μά-

λιστα μὲν κυνὸς σκυλακίου καλῶς κεκαθαρισμένου καὶ μεμα-

δισμένου, εἰ δὲ μή, ὄρνιθος, λούειν τε ὕδατι θερμῷ.

13

εἰ δὲ <ἀρθρῖτις> ἐνοχλοίη, παχεῖς ἀποστάζουσιν ἰχῶρες

<μηλινόχροες> διὰ μυκτήρων καὶ καρηβαρεῖ καὶ λεπτύνεται

αὐτοῦ τὸ σῶμα διὰ τὸ μὴ ὀρέγεσθαι τροφῆς, καὶ παρ' ἑκάτερα

τῶν ἄρθρων γίνεται χωλάσματα. ἐὰν δὲ κατακλιθῇ που, τὸ

μέρος, ἐφ' ὃ κατάκειται, ἑλκοῦται τῷ ὑπὸ τὴν βύρσαν ἀνάχυ-

σιν εἶναι τά τε ἄρθρα περιέχεσθαι χυμῷ δριμυτάτῳ. ἀγγεῖον

γὰρ οὐκ ἔχοντος τὸ χοληδόχον παρὰ τὸ ἧπαρ τοῦ ζῴου τού-

του, ὁ ἐκδεχόμενος τὸν τῆς χολῆς χυμὸν τόπος, ἐκλελυμένος

ὢν καὶ πάθος ἀναδεξάμενος, | τὴν ἔκκρισιν ἀτακτοτέραν ποι-

ησάμενος, ἀναμιγνύει τῷ αἵματι. διὰ τῶν ἀρτηριῶν οὖν τῶν

πρὸς τὴν ῥάχιν προσηρμοσμένων προσενεχθεὶς ὁ χυμὸς ἐπὶ

τὸν νωτιαῖον μυελόν, αὐτόν τε καὶ τὸν ἐγκέφαλον φθείρει, ὃς

τὴν χορηγίαν καὶ οἱονεὶ τροφὴν ἀπὸ τοῦ νωτιαίου μυελοῦ

λαμβάνει· διὸ μάλιστα τὴν κεφαλὴν βαρύνεται, καὶ τὴν γλῶτ-

ταν πάσχει.

14

θεραπεύειν οὖν χρὴ αἵματος ἀφαιρέσει ἀπὸ τῶν ἐν τῷ

προσώπῳ φλεβῶν ὑπὸ τὸ μῆλον καὶ τῶν ἐν τῷ στήθει, ἔτι

δὲ καὶ ἀπὸ τῶν ἐν τοῖς μεσοκυνίοις. προσφέρειν τε τροφὴν

παντοίαν, καὶ ἐγχυματίζειν διὰ μυκτήρων οἴνῳ, ἡψημένου ἐν

αὐτῷ κενταυρίου καὶ ἀψινθίου καὶ πευκεδανίου, καὶ ἑτέρους

δὲ ποιεῖν ἐγχυματισμοὺς τούσδε· κολοκυντίδος Αἰγυπτίας σπέρ-

μα ὅσον ὀξυβάφου μέτρον φρύξας καὶ κόψας, καὶ ἐν οἴνου

λευκοῦ εὐώδους κοτύλαις δυσὶ μίξας, καὶ ἐν ὀθονίῳ διηθήσας,

ἔγχει διὰ τοῦ δεξιοῦ μυκτῆρος. τῇ ἐντεριώνῃ δὲ τῆς κολοκυν-

τίδος δύνασαι καὶ μὴ πεφρυγμένῃ ἀντὶ τοῦ σπέρματος χρή-

σασθαι, | ἢ σικύου ἀγρίου ῥίζαν κόψας λεπτῶς ὅσον ἥμισυ

μνᾶς, ἐπίχεε ὕδατος κοτύλας δύο, καὶ βρέξας νύκτα μίαν, εἶτα

ἀνατρίψας διήθησον, μίξας τε νίτρου ὁλκὰς τρεῖς κεκομμένου,

καὶ καταλαβὼν τὴν γλῶτταν ἐγχυμάτιζε διὰ στόματος τὸ ἥμισυ

τοῦ φαρμάκου ἐπὶ ἡμέρας ἑπτά, τὸ δὲ λοιπόν, ᾧ ποτίζεις,

ὕδατι μίσγε. φλεβοτομείσθω μέντοι κατ' ἀρχάς, ὡς, ἂν

χρόνιον ᾖ τὸ πάθος, ἡ φλεβοτομία περιττὴ τῆς δυνάμεως

καθαιρεθείσης· διαφθείρεται γὰρ τὸ ζῷον. καὶ τὴν ἀναφύσησιν

δὲ τὴν διὰ τῶν ῥινῶν ὁμοίως ἐν ἀρχῇ καὶ πρὸ τοῦ κατακρα-

τεῖσθαι ἰσχυρῶς τὴν κεφαλὴν παραλάμβανε.

15

ἵππος μὲν δὴ χαλεπῶς ἀπὸ τοῦ πάθους τούτου διασώ-

ζεται, ἡμίονος δὲ οὐ ῥᾷον, τῷ καὶ ἐξ ἑτεροφυοῦς γενέσθαι

ζῴου. καὶ τοῦτον οὖν τὸν τῆς θεραπείας <Ἄψυρτος> εἰσηγεῖ-

ται τρόπον· τέμνοντα τοῦ στήθους τὴν βύρσαν καὶ τοὺς χιτῶ-

νας, ἐντιθέναι πόρπακας λινοῦς ἢ κανναβίνους παρ' ἑκάτερα

τῆς τομῆς δύο, καὶ οὕτως ἐμβάλλειν ἐλλεβόρου λευκοῦ στα-

τῆρα Αἰγύπτιον, | εἶτα ἀποδήσαντα τοὺς πόρπακας ἐᾶσαι, μέ-

χρις οὗ ἂν αὐτόματοι ἐκπέσωσι, χεῖρα δὲ μὴ προσάγειν τῷ

τόπῳ μηδὲ εἰς ὕδωρ ἐμβιβάζειν. διδόναι δὲ καὶ νίτρου ὠμοῦ

κεκομμένου ὁλκὴν μίαν καὶ ἡμίσειαν ἐν οἴνου κοτύλῃ κεχλια-

σμένου διὰ μυκτῆρος, καὶ αἱ κριθαὶ δὲ καὶ ὁ χόρτος καταρ-

ραινέσθωσαν τῷ νίτρῳ. <Ἀψύρτῳ> δὲ δοκεῖ καὶ εἰς τὸ ποτὸν

τὸ νίτρον βάλλεσθαι.

16

ἡ δὲ <ξηρὰ> μᾶλις ἐστὶν ἐπικινδυνοτάτη, μικροῦ δεῖν καὶ

ἀθεράπευτος. διὰ μὲν γὰρ τῶν μυκτήρων φέρεται οὐδέν, τὴν

κεφαλὴν δὲ παρίησι, καὶ λεπτύνεται (καὶ ταῦτα τροφὴν λαμ-

βάνων) δι' ἀπεψίαν, αἵ τε λαγόνες περιταθεῖσαι εἰσὶ τυμπα-

νοειδεῖς, μετέωροι, καὶ ἡ βύρσα σκληρύνεται ὅλος τε συντεί-

νεται. <Εὔμηλος μὲν οὖν ὁ Θηβαῖός> φησι μὴ θεραπεύ-

εσθαι τὸν τοιοῦτον, τῷ καὶ τὸν πνεύμονα ῥῆξιν λαμβάνειν.

γεγράφθω δὲ καὶ τοῦτο τὸ βοήθημα, ὅταν τις ἐν ἀρχαῖς

αἴσθηται αὐτὸν ἁλίσκεσθαι μέλλοντα τῇ μάλει καὶ ὑποβήσ-

σοντα· μάννης [καὶ] λιβάνου [ἀνὰ] τριώβολον τρίψας ἐν οἴ|νου

εὐώδους κοτύλῃ μιᾷ, ἐγχυματιζέτω διὰ τῆς ῥινός. βοηθεῖ δὲ

ἐὰν καὶ ῥαφανίδας κατατεμὼν εἰς λεπτὰ ἐγκαταμίξῃς ταῖς κρι-

θαῖς, αἷς παραβάλλεις. δίδου δὲ καὶ νίτρου κεκομμένου ὁλ-

κὴν μίαν καὶ ἡμίσειαν ἐν οἴνου κοτύλῃ διὰ μυκτήρων, ἔστω

δὲ ὁ οἶνος κεχλιασμένος. μὴ ἀγνοείσθω μέντοι καὶ τοῦτο, ὡς

τὰς κριθὰς καὶ τὸν χόρτον δεῖν καταρραίνοντας νίτρῳ παρα-

βάλλειν.

17

ἰστέον δὲ ὅτι οἱ ἐπὶ τῆς ὑγρᾶς μάλεως ἐγχυματισμοὶ ἁρ-

μόζουσι καὶ ἐπὶ τῆς ξηρᾶς. <ἔνιοι δὲ> καὶ τοῦτο δοκιμάζουσι

τὸ βοήθημα ἐπὶ τῶν μαλιώντων· σταφυλὰς λευκὰς ἐκθλίψαν-

τες καὶ συναγαγόντες οἴνου ἀπ' αὐτῶν κοτύλας δύο, ἀριστο-

λοχείας τε τῆς παχείας κόψαντες καὶ σήσαντες κοχλιάρια δύο,

ἐγχυματίζουσι διὰ μυκτήρων ἐπὶ ἡμέρας ἑπτά· εἶτα καθάραν-

τες ἐπὶ νομὴν ἐξάγουσιν. ἐὰν δὲ μὴ ὦσι σταφυλαί, τοῖς προ-

γεγραμμένοις χρῆσθαι δεῖ βοηθήμασι. <δοκεῖ δέ τισιν> ὠφε-

λεῖν καὶ τὸ ὑποκαπνίζειν ὀριγάνῳ διὰ τῶν μυκτή|ρων, τὴν

κεφαλὴν χύτρᾳ καινῇ μαρίλαν ἐχούσῃ καλύψαντας παρὰ μίαν

ἡμέραν ἐπὶ πλείονας ὥρας. τοὺς γε μὴν εὐνουχισθέντας ἵππους

<φασὶν> εἰς τοῦτο μὴ ἐμπίπτειν τὸ πάθος.

18

{Θεομνήστου εἰς τὸ αὐτὸ πάθος.}

Μᾶλις ἐστὶ χυμῶν σεσηπότων δυσδιαφόρητος ἔνστασις,

καθὸ μέρος ἐνίσταται τοῦ σώματος, ἐκεῖθεν τὴν ἰδικὴν ἐπω-

νυμίαν ἔχουσα. διαφοραὶ δὲ τοῦ νοσήματος δύο, ἡ μὲν γὰρ

αὐτῶν ἐστι ξηρά, ἡ δὲ ὑγρά. καὶ ἡ μὲν ξηρὰ ἀφανής, ἡ δὲ

ὑγρὰ φαινομένη. φέρεται γὰρ διὰ μυκτήρων ἰχὼρ φλεγματώ-

δης εἰς τὸ λευκὸν χρῶμα μεταβεβλημένος, ὅθεν καὶ μᾶλιν το

πάθος καλοῦσιν, ἀπὸ τῆς χρόας τὴν ὀνομασίαν ἐπιθέντες. ὁ

δὲ ἐκ τούτου τοῦ πάθους φερόμενος ἰχὼρ εἴτε διὰ ῥινῶν εἴτε

δι' ὑπερῴας, ἄνοσμος μὲν ὤν, εὐκόλως θεραπεύεται, δύσοσμος

δὲ δυσκόλως δι' αἰτίαν τοιαύτην· ἕως μὲν ἄνοσμος φέρεται,

οὐκ ἔστιν ἐξ ἕλκους, ἀλλ' ἐκ περιττώματος, ὃ χρὴ | καθαίρειν

καὶ ἐκφράττειν φαρμάκοις καὶ τρόποις τοῖς γραφησομένοις·

19

{φάρμακον μάλεως ὑγρᾶς

ἀνόσμου καθαρτικὸν καὶ ἐκφρακτικόν, ὃ χρὴ καὶ

διὰ στόματος καὶ διὰ μυκτήρων ἐγχυματίζειν.}

Δεῖ λαβόντα ᾠὰ τρία καὶ τούτων τὰ ἔνδον κενώσαντα,

τὰ ἔλυτρα πληροῦν πάλιν, τὰ μὲν δύο μέλιτος, τὸ δὲ ἓν γάρου,

καὶ αὖθις χεῖν ἔνθα καὶ τὸ ὑγρὸν αὐτῶν προεχέθη, εἶτα τέ-

ταρτον ξέστου παλαιοῦ ἐλαίου προσαναμίξαντα ἢ Κυπρίνου

ἐλαίου τὸ ἴσον, ἰρίνου τὸ αὐτό, ἐπὶ τούτοις πεπέρεως λεπτο-

τάτου κοχλιάρια τρία, κοκκορίζου λεπτοτάτου τὸ ἴσον, ἴρεως

Ἰλλυρικῆς τὸ ἴσον, ταῦτα πάντα ἀνακόψαντα ἐγχυματίζειν ἢ

διὰ τοῦ στόματος ἢ διὰ τῶν μυκτήρων, καὶ ἀνακρεμᾶν εἰς

σύμμετρον ὕψος τὴν κεφαλὴν ὡς ἡμιώριον, καὶ οὕτως τρο-

χάζειν ποιεῖν τὸ ζῷον. ἐπειδὰν δὲ τροχάσῃ, χρὴ τῷ ἱμάντι τῆς

φορβέας δεσμεῖν προτείνοντα κάτω τὴν κεφαλήν, | ἀπὸ τῶν

ἐμπροσθίων ποδῶν ἄγοντα τὸν δεσμὸν ἐπὶ τὰ μεσοκύνια, ἵνα

ἐπινεύσαντος τοῦ ζῴου τὴν κεφαλὴν ἀπορρυῇ πᾶν τὸ ὑγρὸν

εἰς τὸ ἔδαφος 〈φρυαττομένου〉. ὅταν δὲ τοῦτο ποιήσῃς ἐπὶ

τρεῖς ἡμέρας, καὶ μηκέτι φέρηται, θεραπεύσεις τρόπῳ τοιῷδε·

γεντιανῆς κοπείσης καὶ σησθείσης κοχλιάριον ἕν, ἀριστολο-

χείας κοχλιάριον ἕν. δαφνίδων κοχλιάριον ἕν, ὑδρομέλιτος ξέ-

στην Ἰταλικὸν μίξας, ἐγχυμάτιζε, μέχρις οὗ ὑγιάσῃς. αὕτη μὲν

ὑγρᾶς μάλεως ἐπίγνωσις καὶ θεραπεία τῆς ἀνόσμου, <ἐχώ-

μεθα δὲ καὶ τῆς δυσώδους>·

20

{περὶ μάλεως ὑγρᾶς καὶ δυσώδους.}

Ὅταν οἱ σαπέντες χυμοὶ γεννήσωσι τὴν ὑγρὰν μᾶλιν,

τοῦτ' ἔστιν αἷμά τε καὶ φλέγμα, καὶ φθάσωσιν ἐκκαῦσαι τοὺς

τόπους, οἷ ἂν ἐνσκήψωσι, τότε τὸ φερόμενον ὑγρὸν ὄζει, καὶ

ἔστι δυσθεράπευτον. θεραπεία δὲ αὐτοῦ ἥδε· ὑδρομέλιτος ξέ-

στας τέσσαρας καὶ ἐλαίου ὀξύβαφον μίξας, ἐγχυμάτιζε ἐπὶ

ἡμέραις τρισί. καὶ ὅταν εὐκόλως | 〈λοιπὸν〉 φέρηται τὸ ὑγρόν,

κράμβας καὶ μαλάχας προεψήσας καὶ πιέσας, βάλε εἰς ὅλμον

κράμβην μίαν, μαλάχην μίαν, πράσα τρία, ἀξουγγίου παλαιοῦ

χοιρείου λίτραν μίαν, καὶ κόψας ὁμοῦ, καὶ ποιήσας κολλύρια

ἐπιμήκη πέντε ἢ ἑπτά, διαστολέα τε λαβὼν καὶ καταλαβόμενος

τὴν γλῶτταν, δίδου καταπίνειν, καὶ ὅταν ὀλισθήσωσι, κον-

δῖτον μετὰ τῆς τρυγὸς ἐγχυμάτισον. τοῦτο ποιῶν ἐπὶ τρισὶν

ἡμέραις θεραπεύσεις. ἐγχυμάτιζε δὲ καὶ διὰ οἴνου παλαιοῦ τῇ

τετραφαρμάκῳ, καὶ ὑγιάσεις τὸ ζῷον, ἐὰν μὴ τὸ ἕλκος προ-

εργασάμενον ᾖ. νομῆς δὲ γενομένης, μελικράτῳ καὶ τετρα-

φαρμάκῳ χρῶ μόνοις. εἰπόντες δὲ περὶ μάλεως διαφορᾶς ἀνό-

σμου καὶ δυσώδους καὶ τῆς τούτων ἐπιγνώσεως καὶ θερα-

πείας, <εἴπωμεν καὶ περὶ ξηρᾶς>·

21-22

{περὶ μάλεως ξηρᾶς.}

21

Γίνεται δὲ καὶ ἡ ξηρὰ χυμῶν σαπέντων καὶ ἐνστάντων

τοῖς περὶ τὴν καρδίαν καὶ πνεύμονα | τόποις, οὐ μὴν ἀπὸ

φλέγματος καὶ αἵματος, ἀλλ' ἀπὸ τῶν δύο χολῶν, διὸ καὶ

ξηρὰ τυγχάνει. ἐπιγνωσθήσεται οὖν τοῦτον τὸν τρόπον· ἀπ-

ισχναίνεται τὸ ζῷον ἀθρόως, τὰς λαγόνας ἀναστέλλει, τὸ δέρμα

διατεταμένον ἔχει, ὅπερ παιόμενον κατὰ τῆς πλευρᾶς ὡς τύμ-

πανον ἠχεῖ, τροφὴν οὐ προσίεται, βήσσειν προθυμούμενον

ἀδυνατεῖ, καὶ διαίρει τὸ στόμα, καὶ ἐρεθίζεται πρὸς τὴν βῆχα,

οὐ βήσσει δέ, ἀλλ' ὡς ὀστάρια καταπεπωκὸς ἕστηκε νυσσό-

μενον. ἐὰν οὖν πάντα ταῦτα ποιῇ, κεκράτηται καὶ ἐγγὺς ἐστὶ

τοῦ διαφωνῆσαι. τῷ τοιούτῳ περιττόν ἐστι θεραπείαν προσ-

αγαγεῖν. τῷ δὲ μήπω κεκρατημένῳ δυσχερῶς βοηθήσομεν.

ὅμως <φάρμακον ἐκθησόμεθα θαυμαστόν>, δι' οὗ πολ-

λάκις ἐθεραπεύσαμεν. τοῦτο ὑγιάσει τὸ ζῷον, ἐὰν ἔτι ὕδωρ

μόνον ἐκ τοῦ μυκτῆρος στάζῃ. ἔστι δὲ αὐτοῦ ἡ σύνθεσις

αὕτη· σταφυλῆς λευκῆς πιεσθείσης ξέστην Ἰταλικὸν γλεύκους

ποιήσας, ἐπεμβαλὼν δὲ πευκεδανίου λεπτοτάτου καὶ σεσησμέ-

νου κοχλιάρια δύο, | ἀριστολοχείας τε τὸ ἴσον, ἐγχυμάτιζε διὰ

μυκτῆρος ἀριστεροῦ ἐπὶ ἡμέραις ἑπτά, καὶ διαίτῃ χρῶ λεπτο-

τέρᾳ. οὕτω γὰρ θεραπευθήσεται τὸ ξηρὸν τοῦ νοσήματος.

22

〈Εἰρηκότες περὶ μάλεως καὶ τῶν ταύτης διαφορῶν καὶ

ἐπιγνώσεως θεραπειῶν τε καὶ ἀποθεραπειῶν, <ὡς γιγνώσκο-

μεν αὐτοὶ θεραπεύσαντες> ἐκ λόγου καὶ πείρας, <εἴπωμεν

καὶ τὰ παρὰ τοῖς ἀρχαίοις> μηδὲν φθονήσαντες. τὸ γοῦν

ἐκ περιουσίας οὐ περιττόν, εὔπορον δὲ ἐν ταῖς θεραπείαις

<Ἱππαίου περὶ μάλεως, ὃς Θηβαῖος ἀπὸ τῆς Ἑλλάδος

Θηβῶν τῶν ἑπταπύλων γράφει περὶ ἀρθρίτιδος μά-

λεως, ὡς σημειωσόμεθα τὴν ἀρθρῖτιν μᾶλιν ἐντεῦ-

θεν>· καροῖ τὴν κεφαλὴν καὶ κατανεύει, κλίνων τὰ ὦτα, ὁ

ἵππος ἢ ἄλλο ὑποζύγιον, καὶ διὰ τῶν μυκτήρων ὑγρὸς ἰχὼρ

φέρεται, καὶ τῷ σώματι πάντη συμπίπτει, καὶ τὰ ἄρθρα πω-

ροῦται, καὶ ἡ κέρκος ἀποξηραίνεται, καὶ τὸ αἰδοῖον προβάλλει,

ἄλλοτε ἄλλον πόδα χωλαίνει. θεραπεία οὖν ἐστιν αὐτῷ ἥδε·

σικύου ἀγρίου ῥίζης κοπείσης λ αʹ, νίτρου 𐆄 Ϛʹ, κασσίας σύ-

ριγγος 𐆄 βʹ, ἀβροτόνου 𐆄 γʹ, πευκεδάνου 𐆄 βʹ, σμύρνης 𐆄 αʹ,

ἀλόης 𐆄 βʹ, ἀμώμου 𐆄 βʹ, ὀριγάνου 𐆄 γʹ, κόψας σήσας ἐγχυ-

μάτιζε δι' ὕδατος 𐆅 αʹ κοχλιάρια γʹ τοῦ φαρμάκου. χρῖε δὲ

κατὰ τοὺς πόδας [ἔτιπροσ] ἔτι προσέλκων ἰοῦ ξυστοῦ τὸ

ἀρκοῦν.〉

23

{Νήφοντος θεραπεία μάλεως ἀρθρίτιδος.}

Ἐὰν ἵππος ἢ ἡμίονος ἀρθρίτιδι νόσῳ πειράζηται, 〈ταῦ-

τα σημεῖα ποιεῖ· μίαν παρὰ μίαν ἡμέραν ἄλλον καὶ ἄλλον

πόδα χωλαίνει καὶ ὀγκοῦνται τὰ ἄρθρα καὶ ὑγρὰ συνάγει.〉

θεραπεύσεις 〈οὖν〉 αὐτὸν οὕτως· αἷμα ἀφαίρει ἐκ τῶν μεσο-

κυνίων 〈μέχρι στραγγισμοῦ〉. καὶ καῖε τὰ ἄρθρα καυτηρίοις

ὀρθοῖς, ἄχρις οὗ ὕδωρ ἐξέλθῃ. εἶτα θύννου ταρίχου λαβὼν

λίτραν μίαν, ἔμβαλλε χύτρᾳ καινῇ, καὶ ἐπιχέας οἴνου πα-

λαιοῦ κοτύλας τέσσαρας ἕψει, ἕως ἡμισευθῇ, προσμιγνὺς

ἐλαίου τὸ ἀρκοῦν, ὀποπάνακος δραχμὰς τρεῖς, εὐζώμου τέσ-

σαρας, καὶ ἐγχυμάτιζε ἐφ' ἑκάστῃ ἡμέρᾳ ἡμικοτύλιον. καὶ

χειμῶνος μὲν ὕπαιθρον στήσεις τὸ ζῷον, θέρους δὲ καὶ κο-

λύμβοις χρήσῃ, 〈καὶ καθ' ὅλου τοῦ σώματος ἐκζέσει, χρῶ δὲ

καυτηρίοις ὀρθοῖς〉. ἀποσπασθεισῶν δὲ τῶν ἐσχαρῶν ἐκ τῶν

ἄρθρων, χρῶ φαρμάκῳ 〈μὲν〉 τραυματικῷ τοιῷδε· ἰόν, μίσυ,

χαλκῖτιν, ἐξ ἴσου βαλὼν καὶ ἑψήσας | ποιήσας τε κηρωτὴν

περίχριε.

24

{Ἀγαθοτύχου εἰς τὸ αὐτό.}

Μελανθίου τοῦ συμφυομένου τῷ σίτῳ γο̅ αʹ λείως τρί-

ψας ἔμβαλε εἰς ἡμικοτύλιον οἴνου καὶ ἐλαίου, καὶ προσ-

μίξας ὕδατος τὸ ἴσον ἐγχυμάτιζε ἐπὶ ἡμέραις τρισίν. ἐὰν δὲ ἡ

νόσος πρὸς τὰ ἄρθρα κατασπασθῇ, χρὴ καίειν μὴ ἀναμένοντα.

... πάντων δὲ ἔχων γράφειν τῶν συντεθεικότων τὰ καυστικὰ

φάρμακα, <παρῃτησάμην ἐκτείνειν τὸ…

δὲ…

The complete text is available when the reading interface loads.