The Greek Library Catalogue

Anonymous

Appendices ad hippiatrica Berolinensia

Edition reference
Appendices ad hippiatrica Berolinensia, ed. Oder and Hoppe , op. cit., vol. 1, 440–450.
CTS identifier
urn:cts:greekLit:tlg0738.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

μενον <μέρος> δηλοῖ· μ<ε>. πλάγιον δὲ λ̅ εἰς δεξιὰ τὰς κεραίας

νεῦον <δραχμὴν> δηλοῖ· 𐅻, εἰς δὲ τὰ εὐώνυμα <ἡμίσειαν>. τὸ

δὲ Ῥωμαϊκὸν s̅ | παρ' ἐνίοις μὲν <τριώβολον>, παρ' ἡμῖν δὲ

παντὸς τοῦ σταθμοῦ <τὸ ἥμισυ>, πλάγιον δὲ ἓν μὲν <ὀβο-

λὸν>· 𐅼, δύο δὲ <διώβολον>· 𐅽. ἔσω δὲ ἐστραμμένον τὸ

Ἑλληνικὸν σίγμα <ἡμιώβολον>· Ͻ. ξ̅ δὲ καὶ ε̅ ἐπικείμενον

<ξέστην> δηλοῖ· ξε. τὸ δὲ κ̅ ἐπικείμενον ἔχον τὸ υ̅ <κύαθον>· κ<υ>.

†προςκείμενον δὲ τοῦ ο̅ τὸ λ̅ <ὁλκὴν>· ο̌, συνωνύμως τὴν καὶ

<δραχμὴν> καλουμένην.

2

{περὶ μέτρων.}

Ἡ <μνᾶ> πρὸς τὸ <Ἰταλικὸν> ἔχει δραχμὰς <ρμδʹ>, πρὸς δὲ τὸ

<Ἀττικὸν> δραχμὰς <ρκβʹ>, ὥστε τὴν <Ἰταλικὴν> μνᾶν εἶναι

λίτραν μίαν ἡμίσειαν. πρὸς δὲ τὸ <Ἀττικὸν> λίτρ. αʹ 𐆄 γʹ

δραχμὰς δʹ. ἡ <οὐγκία> ἄγει παρὰ μὲν τοῖς <Ἰταλικοῖς> δραχ-

μὰς ηʹ, παρὰ δὲ τοῖς <Ἀττικοῖς> δραχμὰς ζʹ. γράμματα δὲ

ἔχει ἡ δραχμὴ γʹ, ἡ δὲ 𐆄 κδʹ. ἡ <λίτρα> ἔχει 𐆄 ιβʹ .. ὁλκὰς δύο.

τὴν δὲ ὁλκὴν συνωνύμως καὶ δραχμὴν λέγουσιν. τὸ δὲ <γράμμα>

ἔχει ὀβολὸν ἕνα, χαλκοῦς τέσσαρας, ὁ δὲ <ὀβολὸς> χαλκοῦς Ϛʹ,

ὁ δὲ <χαλκοῦς> καὶ τὸ <κεράτιον> παντὸς γράμματός ἐστι σμι-

κρότατον | πρὸς ἐκπλήρωμα τιθέμενον. ὁ <μέδιμνος> ἔχει ἡμίεκτα

ιβʹ, τὸ δὲ <ἡμίεκτον> χόας μὲν βʹ, χοίνικας δὲ δʹ. ὁ δὲ <χοῦς>

χοίνικας βʹ, <ξέ.> ηʹ, ὡς ἔχειν τὸν μέδιμνον χοίνικας <μβʹ, ξέ.

ρϞβʹ.> ὁ δὲ χοῖνιξ κοτύλας ηʹ, <ξέ.> ηʹ. ὁ δὲ ξέ. κοτύλας δύο,

κυάθους ιβʹ. καὶ διὰ τούτων <οἱ πλεῖστοι τῶν Ἑλλήνων>

μετροῦσιν. παρὰ δὲ <τοῖς Ἰταλοῖς> εὑρίσκεται ὁ <χοῦς> μέτρῳ

μὲν ἔχων <ξέ.> <ιϚʹ>, κοτύλας <ιβʹ>, σταθμὸν δὲ ὕδατος ὀμβρίου,

ὅπερ ἐστὶν ἀψευδέστατον, δραχμὰς <ψκʹ>. ὁ δὲ <χοῖνιξ> ἔχει

ξέ. γʹ, κοτύλας ἕξ. καὶ οὗτος δὲ παρὰ τοῖς Ἀττικοῖς <τρύβ-

λιον> ὀνομάζεται. τὸ δὲ <ὀξύβαφον> τέταρτόν ἐστι τῆς κοτύλης.

ἔχει δὲ ὁ ξέ. σταθμῷ δραχμὰς <ρκʹ>. ἰδίως δὲ ἡ <Ἑλληνικὴ

κοτύλη> ἡ ἐλαίου ἕλκει λίτρ. αʹ, ὁ δὲ <ξέ.> λίτρας βʹ, ὁ δὲ <Ἰτα-

λικὸς> λίτραν μίαν 𐆄 ηʹ, τοῦ δὲ οἴνου 𐆄 θʹ. εἰδέναι δὲ δεῖ, ὡς

τὰ μέτρα κατὰ τὸν σταθμὸν οὐ μετρίως ἐξαλλάσσεται κατὰ τὴν

τῆς ὕλης διαφοράν.

3

| {ἐκ τῶν Κλεοπάτρας κοσμητικῶν περὶ σταθμῶν

καὶ μέτρων.}

Ἡ <μνᾶ> ὄνομα ἔχει σταθμοῦ· ἔχει 𐆄 ιϚʹ, δρα. ρκηʹ, γράμματα

τπδʹ, ὀβολοὺς ψξηʹ, θέρμους ͵ανβʹ, κεράτια ͵βτδʹ, χαλκοῦς

͵Ϛρμδʹ.

Ἡ <Ἀττικὴ μνᾶ> ἔχει 𐆄 ιβϲʹ, δρα. ρʹ, γρά. τʹ, ὀβολοὺς χʹ,

θέρμους Ϡʹ, κεράτια ͵αωʹ, χαλκοῦς ͵ϋωʹ(!)

Ἡ <Πτολεμαϊκὴ μνᾶ> ἔχει 𐆄 ιηʹ, δρα. ρμδʹ, γρά. υλβʹ,

ὀβολοὺς ωξδʹ, θέρμους ͵αςϞϚʹ, κεράτια ͵βφιβʹ, χαλκοῦς ͵ϚϠιβʹ.

Ἡ <λίτρα> ἔχει 𐆄 ιβʹ, δρα. ϞϚʹ, γράμμ. σπηʹ, ὀβολοὺς φοςʹ,

θέρμους ωξδʹ, κεράτια ͵αψκηʹ, χαλκοῦς ͵ϋχηʹ(!)

Ἡ <οὐγκία> ἔχει δρα. ηʹ, γρά. κδʹ, ὀβολοὺς μηʹ, θέρμους

οβʹ, κεράτια ρμδʹ, χαλκοῦς τπδʹ. καλεῖται δὲ ἡ 𐆄 <τετράσ-

σαρον Ἰταλικόν>.

Ἡ <δραχμὴ> ἔχει γρά. γʹ, ὀβολοὺς Ϛʹ, θέρμους θʹ, κε|ράτια

ιηʹ, χαλκοῦς μηʹ.

Τὸ <Ἰταλικὸν δηνάριον> ἔχει δρα. αʹ. <δραχμὴ> δὲ καὶ

ἄλλη ὁμωνύμως καλεῖται ἡ <Αἰγυπτιακή>, ἥτις ἕκτον μέρος

ἐστὶ τῆς <Ἀττικῆς δραχμῆς>, ἄγουσα ὀβολὸν αʹ.

Τὸ <γράμμα> ἔχει ὀβολοὺς βʹ, θέρμους γʹ, κεράτια Ϛʹ, χαλ-

κοῦς ιϚʹ.

Ὁ <ὀβολὸς> ἔχει θέρμον αϲʹ, κεράτια γʹ, χαλκοῦς ηʹ.

Τὸ <ἡμιώβολον> ἔχει κεράτιον αϲʹ, χαλκοῦς δʹ.

Ὁ <θέρμος> ἔχει κεράτια βʹ, χαλκοῦς γʹ. <Ἀττικὸν> δὲ

<ἡμιώβολον> καὶ ἡμιωβόλου τέσσαρα πέμπτα.

Τὸ <κεράτιον> ἔχει Ἀττικοὺς χαλκοῦς βʹ καὶ χαλκοῦ βʹ

πέμπτα.

Ὁ <χαλκοῦς> ἔχει ἡμιωβόλου τὸ τέταρτον, ὥστε τοὺς τέσ-

σαρας χαλκοῦς ἄγειν ἡμιώβολον.

Ὁ <στατὴρ> ἄγει δρα. δʹ. καλοῦσι δὲ αὐτὸν <τετράδραχμον>.

καὶ τὸ <διπούντιον> δὲ ὁμοίως ἄγει δρα. δʹ. καὶ τὸ <βασιλι-

κὸν κάρυον> ὁμοίως ἄγει δρα. δʹ.

<Χήμη ἡ μεγάλη> ἔχει δρα. γʹ, καὶ ἡ <μικρὰ> δρα. βʹ.

<Ἀσσάριον> ἔχει δραχμὰς βʹ.

<Κοχλιάριον> ἔχει δρα. αʹ.

Ὁ <κύαθος> ἔχει δρα. ιʹ 𐆄 ͵αδʹ, γρά. λʹ, ὀβολοὺς ξʹ, | θέρ-

μους Ϟʹ, κεράτια ρηʹ, χαλκοῦς υπʹ. ἐστὶ δὲ ὁ κύαθος κοτύλης

τὸ ἕκτον.

Ἡ <κοτύλη> μέτρῳ μὲν ἔχει κυάθους Ϛʹ, σταθμῷ δὲ δρα. ξʹ,

𐆄 ζϲʹ, γρά. ρπʹ, ὀβολοὺς τξʹ, θέρμους φμʹ, κεράτια ͵απʹ, χαλ-

κοῦς ͵βπʹ.

Τὸ <τρύβλιον> τὸ αὐτὸ μέτρον χωρεῖ τῇ κοτύλῃ. ἔχει γὰρ

μέτρῳ μὲν κυάθους Ϛʹ, σταθμῷ δὲ δρα. ξʹ.

Ὁ <ξέστης> μέτρῳ μὲν ἔχει κοτύλας βʹ, σταθμῷ δὲ δρα. ρκʹ.

καλεῖται δὲ παρ' <Αἰγυπτίοις> ὁ ξέστης <ἴνιον>.

Τὸ <ὀξύβαφον> ἔχει κοτύλας δʹ, κύαθον αϲʹ, σταθμῷ δὲ

δρα. ιεʹ.

<Ἡ κόγχη ἡ μεγάλη> τὸ αὐτὸ μέτρον σῴζει τῷ ὀξυβάφῳ.

ἔχει γὰρ μέτρῳ μὲν κύαθον αϲʹ, σταθμῷ δὲ δρα. ιεʹ. ἡ δὲ

<ἐλάττων κόγχη> ἔχει μέτρῳ μὲν ἡμικύαθον, σταθμῷ δὲ δρα. εʹ.

<Μύστρον τὸ μέγα> ἔχει κοτύλης τὸ ἑκκαιδέκατον, ὁ γίνε-

ται δραχμαὶ γϲʹ τέταρτον. τὸ δὲ <μικρότερον> κοτύλης τὸ

εἰκοστὸν δεύτερον, ὁ γίνεται δρα. βʹ κερατίου τὸ ἑνδέκατον.

Ὁ <χοῦς> ἔχει μέτρῳ μὲν κοτύλας Ἀττικὰς ιβʹ, ξέ. δὲ Ϛʹ |

χοίνικας δὲ δʹ, σταθμῷ δὲ ἄγει ὁ χοῦς δρα. ψκʹ.

Ὁ <χοῖνιξ> ἔχει μέτρῳ μὲν κοτύλας γʹ, σταθμῷ δὲ δρα. ρπʹ.

ἐν δὲ τοῖς <Γεωργικοῖς> εὗρον τὴν κοτύλην τρίτον ἢ τέταρτον

ξέστου, τὸν δὲ χοῦν ξεστῶν θʹ, κοτυλῶν δὲ ιβʹ, καὶ τὸν ἀμ-

φορέα ξεστῶν λϚʹ, κοτυλῶν μηʹ, τὸν δὲ μετρητὴν ξεστῶν οβʹ,

κοτυλῶν ϞϚʹ, τὸν δὲ μέδιμνον ξέ. ρβʹ, κοτυλῶν ρλϚʹ. ὁ δὲ

κατὰ <Σύρους> μετρητῆς ξεστῶν Ἰταλικῶν ρκʹ. τὸ <τρύβλιον>

καὶ τὸ <ὀξύβαφον> ὁμοίως ἔχουσι κοτύλης τὸ τέταρτον. ὁ δὲ

<κύαθος> κοτύλης τὸ ἕκτον.

4

{ἄλλως περὶ τῶν αὐτῶν.}

<Ἡ μνᾶ ἡ Ἀττικὴ> ἔχει 𐆄 ιβϲʹ, ἡ δὲ <ἑτέρα> 𐆄 ιϚʹ, ἡ δὲ <Πτο-

λεμαϊκὴ> ἔχει 𐆄 ιηʹ. ἡ <λίτρα> ἔχει 𐆄 ιβʹ, ἡ 𐆄 ἔχει δρα. ηʹ, ἡ

δρα. ἔχει γρά. γʹ. τὸ <γράμμα> ἔχει ὀβολοὺς βʹ. ὁ <ὀβολὸς>

ἔχει θέρμον αϲʹ. ὁ <θέρμος> ἔχει κεράτια βʹ, χαλκοῦς δὲ γʹ

ἢ εʹ. <Ἀττικὸν> δὲ <ἡμιώβολον> καὶ ἡμιωβόλου τέσσαρα

πέμπτα. τὸ <κεράτιον> ἔχει Ἀττικοὺς χαλκοῦς βʹ καὶ χαλκῶν

δύο πέμπτα. ὁ <χαλκοῦς> ἔχει ἡμιωβόλου τὸ τέταρτον | μέρος,

ὥστε τοὺς τέσσαρας χαλκοῦς ἄγειν ἡμιώβολον. ὁ <στατὴρ> ἄγει

δρα. δʹ. καλοῦσι δὲ αὐτὸν <τετράγραμμον>. καὶ τὸ <διπούν-

τιον> δὲ δρα. δʹ καὶ τὸ <βασιλικὸν> δὲ <κάρυον> ὁμοίως ἄγει

δρα. δʹ. <ἡ χήμη ἡ μεγάλη> ἔχει δρα. δʹ, ἡ <μικρὰ> δρα. βʹ.

τὸ <ἀσσάριον> ἔχει δρα. βʹ, τὸ <κοχλιάριον> δρα. αʹ.

5

{περὶ μετρῶν καὶ σταθμῶν ἱπποϊατρικῶν.}

Ἡ 𐆄 ἔχει δρα. ηʹ. ἡ <δρα.> ἔχει γρά. γʹ, ὀβολοὺς Ϛʹ. ἡ

<κοτύλη> ἔχει 𐆄 ιβʹ, ὀξύβαφα βʹ, τὸ δὲ <ὀξύβαφον> κυάθους γʹ.

ὁ <κύαθος> ἔχει μύστρα δʹ. <κοχλιάριον> δέ ἐστιν μύστρου τὸ

ἥμισυ. τὸ δὲ <ὀξύβαφον> ποιεῖ 𐆄 Ϛʹ. ὁ <κύαθος> ποιεῖ 𐆄 βʹ. τὸ

μύστρον ποιεῖ 𐆄 τὸ ἥμισυ. τὸ <κοχλιάριον> ποιεῖ γράμματα Ϛʹ.

ἡ <δρα.> ποιεῖ γράμματα γʹ. ὁ <ὀβολὸς> ποιεῖ γράμματος τὸ ϲʹ.

τὸ <σίκλον> ἔχει 𐆄 τὸ ϲʹ, ὁ <κύαθος> μύστρα δʹ, ὡς εἶναι τὸ

μύστρον 𐆄 τὸ ϲʹ, τὸ δὲ <μύστρον> κοχλιάρια βʹ, ὡς εἶναι τὸ

κοχλιάριον 𐆄 δʹ. ἡ <μνᾶ> ἔχει 𐆄 ιεʹ, ὁλκὰς ριβϲʹ. ἡ <λίτρα> ἔχει

ὁλκὰς Ϟʹ. τὸ δὲ <δηνάριον> ἔχει γράμματα δʹ.

6

| {περὶ μέτρων ὑγρῶν.}

Τὸ <Ἰταλικὸν κεράμιον> ἔχει χοᾶς ηʹ. ὁ <χοῦς> ἔχει ξέ. ἕξ,

ὁ <ξέ.> κοτύλας βʹ, αἳ καὶ <τρύβλια> λέγονται. ἡ <κοτύλη> τὸ

αὐτὸ ἔχει. τὸ <τρύβλιον> ἔχει μύστρα μεγάλα γʹ, ὀξύβαφα δὲ δʹ.

τὸ <μέγα μύστρον> ἔχει <ὀξύβαφον> αʹ. τὸ ὀξύβαφον ἔχει

κυάθους αϲʹ. ὁ δὲ <κύαθος> ἔχει μνᾶς μικρὰς ἤτοι μύστρα

μικρὰ δύο.

ΤΟ ἸΤΑΛΙΚΟΝ ἘΛΑΙΟΥ ΟΙΝΟΥ ΜΕΛΙΤΟϹ

Τὸ κεράμιον ἔχει λ οβʹ λ πʹ λ ρκʹ

Ὁ χοῦς λ θʹ λ ιʹ λ ιγϲʹ

Ὁ ξέστης 𐆄 ιηʹ 𐆄 κʹ 𐆄 κζʹ

Ἡ κοτύλη 𐆄 θʹ 𐆄 ιʹ 𐆄 ιγϲʹ

Τὸ μέγα μύστρον 𐆄 γʹ 𐆄 γʹ γρ<α> ηʹ 𐆄 δϲʹ

Τὸ ὀξύβαφον 𐅻 ιηʹ 𐆄 οβʹ γρ<α> 𐆄 γϚʹ

Τὸ μικρὸν μύστρον 𐅻 ιϚʹ γρ<α> κʹ 𐅻 θʹ

Ὁ κύαθος 𐆄 αϲʹ 𐅻 ιβʹ ὅ ⸓‖ θʹ 𐅻 ιγʹ ὅ ⸓‖ ιʹ |

7

<Ἀλοιφὴ θερμή,> δι' ἧς θεραπεύσεις πάντα τέτανον ἀν-

θρώπων τε καὶ ἵππων, καὶ πάντα κρυμὸν καὶ τοὺς κατεψυγ-

μένους ἰάσῃ, καὶ τοὺς ἡμιξήρους γεγονότας ἀποκαταστήσεις

εἰς τὸ κατὰ φύσιν, καὶ πάντα ῥευματισμὸν ἀναστελεῖς. ὅλως

δὲ τούτου θερμότερον ἢ ἐνεργέστερον οὐδὲν οὐδενὶ ἰατρῷ ἢ

ἱππιατρῷ ἀναγέγραπται φάρμακον οὐδ' ἀναγραφήσεται. ἔχει

δὲ οὕτως·

Ἄμβαρος 𐆄 Ϛʹ, μόσχου 𐆄 Ϛʹ, ξυλαλόης 𐆄 Ϛʹ, κινναμώμου 𐆄 Ϛʹ,

καρυοφύλλου 𐆄 Ϛʹ, ναρδοστάχυος 𐆄 Ϛʹ, πεπέρεος λευκοῦ 𐆄 Ϛʹ,

πεπέρεος κοινοῦ 𐆄 Ϛʹ, πεπέρεος μακροῦ 𐆄 Ϛʹ, φύλλου 𐆄 Ϛʹ, ζιγ-

γίβερος 𐆄 Ϛʹ, καρύων ἀρωμα(τικῶν) 𐆄 Ϛʹ, ἀμώμου 𐆄 Ϛʹ, κόστου

𐆄 Ϛʹ, καλάμου ἀρωματικοῦ 𐆄 Ϛʹ, ξυλοβαλσάμου 𐆄 Ϛʹ, καρποβαλ-

σάμου 𐆄 Ϛʹ, κυπείρου 𐆄 Ϛʹ, μυροβαλάνου 𐆄 Ϛʹ, κασίας 𐆄 Ϛʹ, σχοί-

νου ἄνθους 𐆄 Ϛʹ, κασσάμου 𐆄 Ϛʹ, 〈ζ〉αρναβῶ 𐆄 Ϛʹ, σαμψύχου

𐆄 Ϛʹ, ἴρεως Ἰλλυρικῆς 𐆄 Ϛʹ, γαλαγγὰ 𐆄 Ϛʹ, ἀδάρκης 𐆄 Ϛʹ, ὑσσώ-

που 𐆄 Ϛʹ, καρδαμώμου 𐆄 Ϛʹ, καλαμίνθης 𐆄 Ϛʹ, ῥάσδου 𐆄 Ϛʹ,

γλήχωνος 𐆄 Ϛʹ, μελιλώτου 𐆄 Ϛʹ, | ἀλκυονίου 𐆄 Ϛʹ, καστορίου 𐆄 Ϛʹ,

εὐφορβίου 𐆄 Ϛʹ, πυρέθρου 𐆄 Ϛʹ, σκορόδων 𐆄 Ϛʹ, κόπρου περι-

στε(ρᾶς) 𐆄 Ϛʹ, δαφνίδων 𐆄 Ϛʹ, σινήπεως 𐆄 Ϛʹ, σίνωνος Συ-

ριακοῦ 𐆄 Ϛʹ, κάχρυος 𐆄 Ϛʹ, πηγάνου σπέρματος 𐆄 Ϛʹ, σταφίδος

ἀγρίας 𐆄 Ϛʹ, θείου ἀπύρου 𐆄 Ϛʹ, ἅγνου σπέρματος 𐆄 Ϛʹ, πε-

τροσελίνου σπέρματος 𐆄 Ϛʹ, πλατυκυμίνου 𐆄 Ϛʹ, μελανθίου 𐆄 Ϛʹ,

ῥαφάνου σπέρματος 𐆄 Ϛʹ, καρδάμου σπέρματος 𐆄 Ϛʹ, γομφίτου

𐆄 Ϛʹ, λαδάνου 𐆄 Ϛʹ, ζυγίας 𐆄 Ϛʹ, μαστίχης 𐆄 Ϛʹ, λιβάνου 𐆄 Ϛʹ,

μάννης 𐆄 Ϛʹ, πίσσης ξηρᾶς 𐆄 Ϛʹ, Κολοφωνίας 𐆃 αʹ, ῥητίνης

φρυκτῆς 𐆃 αʹ, ῥητίνης ὑγρᾶς 𐆃 αʹ, τερεβινθίνης 𐆃 αʹ, ὀπο-

πάνακος 𐆄 Ϛʹ, βδέλλιου 𐆄 ζʹ, ἀμμωνιακοῦ 𐆄 ζʹ, σαγαπήνου 𐆄 Ϛʹ,

ἰξοῦ 𐆃 αʹ, κηροῦ 𐆃𐆃 γʹ, χαλβάνης 𐆄 Ϛʹ, μαρκιάτου 𐆄 Ϛʹ, νευ-

ροχαλαστικοῦ 𐆄 Ϛʹ, οἰσύπου ὑγροῦ 𐆄 Ϛʹ, στέατος λέοντος 𐆄 Ϛʹ,

στέατος ἀρκείου 𐆄 Ϛʹ, στέατος ἀλώπεκος 𐆄 Ϛʹ, στέατος ταυρείου

𐆄 Ϛʹ, στέατος ἐλαφείου 𐆄 Ϛʹ, στέατος χοιρείου 𐆄 Ϛʹ, στέατος χη-

νείου 𐆄 Ϛʹ, στέατος νησσαίου 𐆄 Ϛʹ, στέατος ὀρνιθείου 𐆄 Ϛʹ, στέα-

τος γυπὸς 𐆄 Ϛʹ, στέατος φασιανοῦ 𐆄 Ϛʹ, στέατος γεράνου 𐆄 Ϛʹ,

βουτύρου 𐆄 Ϛʹ, μυελοῦ ἐλάφου 𐆄 Ϛʹ, μεδουλίου 𐆄 Ϛʹ, μοσχε-

λαίου 𐆄 Ϛʹ, | ὀποβαλσάμου 𐆃 αʹ, γλήχωνος ἐλαίου 𐆃 αʹ, ναρ-

δίνου ἐλαίου 𐆄 ηʹ, κιτρελαίου 𐆄 ηʹ, κυπρινελαίου 𐆄 ηʹ, ζάμβα-

κος ἐλαίου 𐆄 Ϛʹ, δαφνίνου ἐλαίου 𐆄 ηʹ, ῥαφανίνου ἐλαίου

𐆄 ηʹ, γλευκίνου ἐλαίου 𐆄 ηʹ, σαμψ(ο)υχίνου ἐλαίου 𐆄 ηʹ, ἰρίνου

ἐλαίου 𐆄 ηʹ, Σικυωνίου ἐλαίου 𐆄 ηʹ, στυρακοελαίου 𐆄 ηʹ,

ἀμυγδαλίνου ἐλαίου 𐆄 ηʹ, μυρσίνου ἐλαίου 𐆄 ηʹ, σχινίνου ἐλαίου

𐆄 ηʹ, κικίνου ἐλαίου 𐆄 ηʹ, χαμαιμηλίνου ἐλαίου 𐆄 ηʹ, πηγανε-

λαίου 𐆄 ηʹ, ἀνηθελαίου 𐆄 ηʹ, πηγελαίου 𐆄 ηʹ, πετρελαίου 𐆄 ηʹ,

μαστιχίνου ἐλαίου 𐆄 Ϛʹ, σκευῆς 𐆄 ηʹ, νάφθης λευκῆς 𐆄 ηʹ,

νάφθης μελαίνης 𐆄 ηʹ, Κολοφωνίας ἐλαίου 𐆄 Ϛʹ, κατζαρελαίου

𐆄 ηʹ, δᾳδελαίου 𐆄 ηʹ, πισσελαίου 𐆄 ηʹ, καπνελαίου 𐆄 ηʹ, ἀλω-

πεκείου ἐλαίου 𐆄 ηʹ, αἰγείρου ἐλαίου †η<τ>ιουκητρ 𐆄 Ϛʹ, γαλῆς

ἐλαίου 𐆄 ηʹ, ἐλαίου παλαιοῦ τὸ ἀρκοῦν.

σκευάζεται δὲ τὸν τρόπον τοῦτον· τὰς βοτάνας καὶ τὰ σπέρ-

ματα καὶ τὰ ἀρωματικὰ πάντα κόπτε καὶ σῆθε λεπτῷ κοσκίνῳ,

καὶ τὸν μόσχον καὶ τὴν ξυλαλόην καὶ τὸ ἄμβαρ καὶ τὸ κιν-

νάμωμον καὶ τὸ καρυόφυλλον καὶ τὰ πέπερι καὶ τὸ φύλλον

καὶ τὸ εὐφόρβιον καὶ τὸ καστόριον καὶ τὸ πύρεθρον καὶ τὸ

κάχρυ ἔχε ἰδίως | σεσησμένα. τὰ δὲ λοιπὰ πάντα ἕψει τῷ

ἐλαίῳ τῷ παλαιῷ ἱκανῶς, καὶ μετὰ τὸ ἑψηθῆναι αὐτὰ ἐκπιέσας

ἀπόρριπτε. εἶτα ἐπέμβαλλε τὰ τηκτὰ πάντα ἀναλελυμένα ἰδίως

καὶ διυλισμένα, εἶτα τὰ ἔλαια, καὶ ἕψει μικρόν. καὶ αὖθις

ἐπεμβαλὼν τὸν μόσχον καὶ τὴν ξυλαλόην καὶ τὸ κιννάμωμον

καὶ τὸ καρυόφυλλον καὶ τὸ εὐφόρβιον καὶ τὰ πέπερι καὶ τὸ

ἄμβαρ καὶ τὸ φύλλον καὶ τὸ κάχρυ καὶ τὸ καστόριον καὶ τὸ

πύρεθρον τετριμμένα καὶ σεσησμένα, εἶτα τὸ μοσχέλαιον καὶ

τὸ κιτρέλαιον καὶ τὸ ὀποβάλσαμον καὶ τὸ ῥαφάνινον ἔλαιον

καὶ τὸ 〈ν〉άρδινον ἔλαιον καὶ τὸ κύπρινον ἔλαιον καὶ τὸ

γλήχωνος ἔλαιον, ἕψει πάλιν ἐπὶ μαλθακοῦ πυρὸς μικρὸν καὶ

ἄρας ἀποτίθει ἐν ὑελίνῳ ἀγγείῳ καὶ χρῶ ὡς ὅτι μάλιστα καὶ

δαιμονίως δοκίμῳ.

8

<Ἄλλο· Κουδρι〈γαρί〉α κόνις> ἤτοι κονιορτός, ὅστις ἐκ

διαφόρων εἰδῶν μεμιγμένος βοηθεῖ καὶ καθ' ἑαυτὸν καὶ μεθ'

ἑτέρων βοηθημάτων τοῖς διαφόροις καὶ ποικίλαις νόσοις πα-

λαίουσι ζώοις, εἰ κατὰ τρόπον καὶ λόγον τοῦ βοηθήματος

μίγνυται. οὗ βοηθήματος τοιούτῳ τρόπῳ σύνθεσις σωτηριώδης

πιστεύεται εἶναι·

Ἀριστολοχείας μακρᾶς 𐆄 αϲʹ, ἀριστολοχείας στρογγύλης

〈𐆄〉 αϲʹ, ἀμώμου 𐆄 αϲʹ, ἀμυγδάλων πικρῶν 𐆄 αϲʹ, ἀβροτόνου

𐆄 αϲʹ, ἄμιος 𐆄 αϲʹ, ἀσπαράγου 𐆄 αϲʹ, ἄγνου σπέρματος 𐆄 αϲʹ,

ἀλυσάθρου 𐆄 αϲʹ, ἀφρονίτρου 𐆄 αϲʹ, ἀσφάλτου Ἰουδαϊκῆς 𐆄 αϲʹ,

ἀγαρικοῦ 𐆄 αϲʹ, ἀμαράκου 𐆄 αϲʹ, ἀκακίας ῥίζης 𐆄 αϲʹ, ἀλόης

𐆄 αϲʹ, ἀσπαράθου ῥίζης φλοιοῦ 𐆄 αϲʹ, | ἀψινθίου 𐆄 αϲʹ, ἀκό-

ρου 𐆄 αϲʹ, [: ἄλλο] Ἀρτεμισίας 𐆄 αϲʹ, ἀρνογλώσσου 𐆄 αϲʹ, ἀμ-

μωνιακοῦ 𐆄 αϲʹ, ἀννίσου 𐆄 αϲʹ, ἀλθαίας 𐆄 αϲʹ, ἀγριοσυκίου(!)

σπέρμα 𐆄 αϲʹ, ἀγριοσυκίου ῥίζης 𐆄 αϲʹ, ἀσάρου 𐆄 αϲʹ, ἀρτί-

σκων σκιλλιτικῆς 𐆄 αϲʹ, ἀρτίου 𐆄 αϲʹ, αἰγείρου ῥίζης 𐆄 αϲʹ,

βετονικῆς 𐆄 αϲʹ, βουνιάδος 𐆄 αϲʹ, βράθυος 𐆄 αϲʹ, βουτύρου

𐆄 αϲʹ, γεντιανῆς 𐆄 αϲʹ, γλυκυρίζης χυλοῦ 𐆄 αϲʹ, γλήχωνος

𐆄 αϲʹ, Γαραμαντικοῦ 𐆄 αϲʹ, γαλαγγὰ 𐆄 αϲʹ, δαύκου 𐆄 αϲʹ, δρα-

κοντίας 𐆄 αϲʹ, δεροσίνης 𐆄 αϲʹ, δαφνοκόκκων 𐆄 αϲʹ, δικτάμνου

𐆄 αϲʹ, εὐνίου φοινικίνου 𐆄 αϲʹ, εὐπατορίου 𐆄 αϲʹ, ἐλλεβόρου

μέλανος 𐆄 αϲʹ, ἑλενίου 𐆄 αϲʹ, ἐπιθύμου 𐆄 αϲʹ, εὐφορβίου 𐆄 αϲʹ,

ἑρπύλου κόμεως 𐆄 αϲʹ, ἐρίφου αἵματος ξηροῦ 𐆄 αϲʹ, εὐζώμου

σπέρματος 𐆄 αϲʹ, ἐλελισφάκ[τ]ου 𐆄 αϲʹ, ἐλέφαντος σπέρματος 𐆄 αϲʹ,

ζαδώριον 𐆄 αϲʹ, ζιγγιβέρεως 𐆄 αϲʹ, ζάνης 𐆄 αϲʹ, ἡλιοτροπίου

ῥίζης 𐆄 αϲʹ, ἡδυχρόου μαλάγματος 𐆄 αϲʹ, θύμου Κρητικοῦ

𐆄 αϲʹ, θείου ἀπύρου καθαροῦ 𐆄 αϲʹ, θλάσπεως 𐆄 αϲʹ, θέρμων

𐆄 αϲʹ, ἰσχάδων 𐆄 αϲʹ, ἴρεως Ἰλλυρικῆς 𐆄 αϲʹ, ἰρυγγίου 𐆄 αϲʹ,

ἰξοῦ κεδρέας 𐆄 αϲʹ, κόστου 𐆄 αϲʹ, κενταυρίου 𐆄 αϲʹ, κόμιος

𐆄 αϲʹ, κρομύου Ἰνδικοῦ 𐆄 αϲʹ, κασίας ναρδίνης 𐆄 αϲʹ, καλά-

μου ἀρωματικοῦ 𐆄 αϲʹ, κολοκύνθης Ἀλεξανδρίνης 𐆄 αϲʹ, καλα-

μίνθης ὀρεινῆς 𐆄 αϲʹ, κέρατος ἐλαφείου 𐆄 αϲʹ, καπάρεως

ῥίζης φλοιοῦ 𐆄 αϲʹ, καστορίου 𐆄 αϲʹ, κρόκου 𐆄 αϲʹ, κυκλα-

μίνου 𐆄 αϲʹ, καδμείας βοτρυΐτιδος 𐆄 αϲʹ, κασίας σύριγγος

𐆄 αϲʹ, καρδάμου 𐆄 αϲʹ, κινναμώμου 𐆄 αϲʹ, κρομύου σπέρ-

ματος 𐆄 αϲʹ, καλάμου Συριακοῦ 𐆄 αϲʹ, κασίας ἀσμαλίτιδος

οὐγκία αϲʹ.

9

Χρήσιμον ἐν τῇ <τῶν> ἵππων ἀσθενείᾳ, ἣν νῦν <τοῦ ἁγίου

καλοῦσί τινες>, καὶ τὸ ἐλλέβορον ἐντιθέναι 〈τ〉ρυπῶντας

τὸ δέρμα ‖.

<Ἄλλο 〈πρὸς πυρετόν〉.> Καστορίου 𐆃 αʹ καὶ ὄξους 𐆅 γʹ,ῥόδων γ̅ο̅ Ϛʹ, πήγανον τὸ ἀρκοῦν. <Ἄλλος ἐγχυματισμὸς πρὸς μᾶλιν.> Τραγακάνθηςγ̅ο̅ βʹ, ὀποπάνακος γ̅ο̅ αϲʹ, ἐλαίου 〈γ̅ο̅〉 ὄγδοον, οἴνου ὄγδοον.ταῦτα εἰς ἡμέρας γʹ ἀρκεῖ τοῦ ζῴου τῇ κεφαλῇ. ὁσάκις δὲ δι-δοῖς, * ἐπίχεε. ὀξυγγίῳ δὲ καταπλάσσῃς τοὺς πόδας παλαιῷ,μετὰ δὲ ἡμέρας γʹ διακινήσῃς ὀλίγῃ γυμνασίᾳ, ἐὰν μὴ ὀρέγη-ται τὴν τροφήν. <Ἄλλος ἐγχυματισμὸς πρὸς τὸ αὐτό.> Τρωγλῖτιν, ὀμ-φάκινον ἔλαιον, οἶνον παλαιόν, ταῦτα εἰς ἓν ταράξεις, ἵναγένηται ξέστης Ἰταλικός. ἐγχυματίζεται δὲ διὰ τοῦ στόματος.ἐὰν ᾖ χειμών, εἰς θερμὸν οἶκον ἱστᾶν αὐτὸν περιβεβλημένον,καὶ πῦρ τιθέσθω χωρὶς καπνοῦ. ὁ δὲ οἶκος βʹ θυρίδας ἐχέτωἀπέναντι ἀλλήλων, ἵνα δόσιν καὶ λῆψιν ἔχῃ ἡ διαπνέουσαδριμύτης καὶ μὴ 〈ᾖ〉 καταμένουσα ἐν τῷ οἰκήματι, σφηνοῖγὰρ τὸ κτῆνος· δεῖ γὰρ αὐτὸ ἀπὸ τοῦ ἀέρος ἄνεμον ἕλκειν.ἐὰν δὲ θέρος ᾖ, μοναχὸν αὐτὸν ἱστᾶν ἐν οἰκήματι χωρὶς περι-βολαίου θυρίδας ἔχοντι ὡς πλείονας. <Φυλακτήριον πρὸς μᾶλιν παρὰ τοῦ φιλοσόφου.Μύρμηξ ψοφεῖ, πέλωρος κεφαλὴν οὐκ ἔχει. ἔλαφονπιάσας ἀμέλξω. μυσίαν μαλαιτάτην καὶ ἀμαλαβανδαπιούρου ναζήλα ἀμελχανα βατεμανα, τεκουπατου,ἰαβραξ·> γράψας ἐν χάρτῃ καθαρῷ ἢ κασσιτερίνῳ περίαπτε. <Ἐπαοιδὴ πρὸς μᾶλιν κτηνῶν. Μᾶλι ἀρθρῖτ'ἀρθριτική, κωφή, Ἑλληνική, δειρά, ξηρά, κυ-νική, ἀπουρητική, ταυρική, οὐ μή μου περιγένῃ,ἐπαΐζω> σε. <Πρὸς πᾶσαν μᾶλιν. Μὴ ῥήξῃς τὸ κτῆνος τοῦτο,σαρρα, μάρρα, καμέτριξ Λύχνον> τὸ λεγόμενον <μελάμπυρον> ἀλήσας καὶ καθαρῷκοσκίνῳ σήσας κοχλιάρια γʹ, εἰς ὕδωρ εἰς σκεῦος χαλκοῦνβαλὼν τῇ ἑξῆς δίδου διὰ ῥινῶν. <Ἄλλο.> Ἐν περιάπτῳ ἵππου προκατηρτικότος ἢ πρω-τοβόλου ἤτοι ἀβόλου, 〈οὗ〉 ὄνομα τόδε 〈καὶ ἥδε〉 χρόα τῆςμάλεως· <ἀρθρῖτις, ἀρθριτική, οὐ μὴ αὐτοῦ περιγενή-σεσθε, σαρραμαρρα καμετριξ> γράφων ἐν χάρτῃ περίαπτε<εἰς τὸ κάπιστρον. Ποτὸν πρὸς μᾶλιν. Βικίου, φασουλίου,> τήλεως,<φάβατος>, μυάγρου, σεμιδάλεως, βρόμου, ζειᾶς, τίφης, κρι-θῶν, κέγχρου, τὸ ἴσον ἐκ πάντων, τοῦ δὲ ὀρόβου τὸ ϲʹἀλέσας λεπτὸν καὶ σήσας καὶ φυράσας, ὥστε ζύμην γενέσθαι[μετὰ βρώμου] πότιζε ἕκαστον ἵππον χοίνικα Ταουιανὴν ἐπὶἡμέρας ιεʹ ἢ ἑβδομάδας τρεῖς ἐγχυματίζων. ἢ προσφυσῶνλέγε· <φεῦγε οὖν, κακὴ μᾶλι, διώκει σε Ποσειδών,> καὶταῦτα· <τρὶς ἑπτὰ θαλάσσια ζῷα, ζʹ ἄρκοι, ἑπτὰ λέον-τες, ἑπτὰ δελφῖνοι ἐδίωκον τὴν ἀγρίαν μᾶλιν. Πρὸς μᾶλιν σπουδαῖον. Βάρβαρος, βαρβαρί-ζουσα, ζαβαχωρα, βαρβαρων πυρι, πυριτουμόλε,σῷζε τὸν φοροῦντα,> γράψας ἐν χάρτῃ περίαπτε. <Ἄλλο.> Γράψας [καὶ] περίαπτε· <μορουατο εὐπρεπέ-στατε, ῥορουαδαμανευβρεατι καὶ τεμεστανα μαλχα,μαδαδα, πτουτιαμην, χουστι καὶ τιατεμ. Ἄλλο. Αμιλιχαμουρουατοσακμαδαν εὐπρεπέ-στατε δαπουνη, βαθυαρουαζεμαντεστιν εὐπρεπε καὶσεμναλεουθ. Ἄλλο. Ὁ υιου ατοιουρουανα καὶ τῶν εὐπρετα-βενε μάλχα πιουνιβα καὶ ἀχιματατια. Εὐμήλου πρὸς δύσπνοιαν ἤτοι μᾶλιν.> Δύσπνοιαζῴοις πάθος ἐπικινδυνότατον. τοῦτο πολλοὶ μᾶλιν ὀνομάζου-σιν, ὅπερ Ἕλληνές τε καὶ Ῥωμαῖοι διεῖλον οὕτως· ἀρθρῖτινξηρὰν ὑγρὰν λευκὴν μέλαιναν. τῆς τοιαύτης οὖν νόσου ση-μεῖα τάδε· τῷ παντὶ σώματι συμπίπτει, διὰ τῶν μυκτήρωνἰχῶρα 〈φέρει〉, πίνει πολὺ ὕδωρ, βήσσει σκληρῶς, πταίρεταισυνεχῶς, χωλαίνει καθ' ἕκαστον πόδα, τὰ ὦτα πιτυριᾷ καὶἐπινενευκότα αὐτὰ φέρει, τὸ δέρμα αὐτοῦ σκληρὸν καὶ ἄγριον.τοῦτο τοίνυν συμβαίνει, ὁπηνίκα διὰ τῆς τοῦ πάθους ὠμό-τητος ἀποκλειομένων τῶν ἀρτηριῶν καὶ τραυματιζομένων λοι-πὸν τὸ κατὰ φύσιν ἐπὶ τὸν πνεύμονα μὴ παραγίνεται πνεῦμα.χρὴ τοίνυν κεχρῆσθαι θεραπείᾳ τοιαύτῃ· αἷμα ἐκ τοῦ σφον-δύλου καὶ τῶν σκελῶν λάμβανε, μίσγε τοῦτο οἴνῳ καὶ ἐλαίῳκαὶ τὸ σύμπαν ἀπότριβε σῶμα. εἶτα τραγακάνθου, σμύρνηςκαὶ λιβάνου ἀνὰ ὀβολοὺς βʹ, μῖξον τὸ λευκὸν τοῦ ᾠοῦ καὶπροσθεὶς μελίκρατον διὰ τοῦ στόματος ἔγχεε. τὴν δὲ τροφὴνἐχέτω χλωράν, ἢ πάλιν Μηδικὴν οἰνελαίῳ ῥαντισθεῖσαν, κρι-θάς τε ὠπτημένας ἀλεύρου ὀροβίνου καὶ <φάβατος> μιγνυμέ-νων. ἢ ἀλεκτρυόνος σφαγέντος, τούτου τὰ ἔντερα καθαίρεταικαὶ εἰς ὕδωρ ἄχρι ἡμισείας ἕψονται, καὶ προσβληθέντος νί-τρου καὶ ὑοσκυάμου ἀναλόγως καὶ θείου ἀπύρου 𐅻 αʹ πάνταοἴνῳ μιγέντα δίδονται διὰ στόματος ἐπὶ ἡμέρας γʹ. τινὲς δὲκαὶ ὀστέον κεφαλῆς κυνὸς λοιπὸν εὔθρυπτον λαβόντες καὶσκίλλαν λευκὴν καλάμῳ κεκομμένην εἰς <φοῦρνον> ἐν ταὐτῷκατοπτοῦσιν. ἅπερ λειώσαντες μετὰ οἴνου κοτυλῶν εʹ Κοριν-θίου καὶ ἐλαίου Ἀττικοῦ κοτυλῶν γʹ καὶ πεπέρεως λευκοῦγ̅ο̅ αʹ διηθήσαντες ἅπαντα 𐆅 αʹ διὰ τοῦ δεξιοῦ μυκτῆρος ἐκ-χέουσιν. <Ἄλλο εἰς δύσπνοιαν.> Δύσπνοια ἡ ὑπὸ Ἑλλήνων ὀρ-θόπνοια ὀνομαζομένη γνωρίζεται, ὁπηνίκα τοὺς μυκτῆρας ὀρ-θοὺς ἔχει πῦά τε δι' αὐτῶν φέρει καὶ τὰς λαγόνας ἕλκεται,τοὺς ὀφθαλμοὺς ἀφεστῶτας ἔχει. θεραπεύσεις οὖν οὕτως·αἷμα τοῦ σφονδύλου λάμβανε τοῦτό τε ὄξει καὶ ἐλαίῳ μίξαςτὸ ζῷον ἀπότριβε. τροφῆς, καθ' ὅσον ἐγχωρεῖ, ἀπεχέσθω, ἢπάλιν τούτοις κεχρήσθω τοῖς θερμαίνειν δυναμένοις, τοῦτ'ἔστιν ὀρόβοις, ἐρεβίνθοις, ἀλεύρῳ σιτίνῳ, τῷ δὲ θέρει κρι-θίνῳ. γιγνέσθω δὲ ἐγχυματισμὸς τοιόσδε· τραγακάνθης,ἕψημα, θέαφον, μίξας δὲ καὶ κυμίνου Αἰθιοπικοῦ ὅσον τρι-σὶν δακτύλοις λαβεῖν δυνηθῇς, οἴνῳ σύμπαντα μίξας δίδουἐπὶ ἡμέρας ιβʹ ἢ καὶ κʹ ἢ καὶ πλεῖον, μέχρις οὗ ὁ πνεύμωνθεραπευθῇ. ἐὰν οὖν τὸ τοιοῦτο μὴ συμβάληται, ῥίζαν ἐλλε-βόρου λίθῳ περιορυγεῖσαν εἰς τὸ στῆθος προσάγαγε ἢ εἰς τὰτῶν ὤτων ἢ τῶν μυκτήρων ἄκρα, δι' ὧν τὸ πᾶν νόσημα δια-φορηθήσεται. <παστίλλους> δὲ δι' ὑδρομέλιτος δίδου κατα-σκευασθέντας ἐξ ἀγρίου σικύου ῥίζης καὶ βοτάνης προσωπί-τιδος καὶ κενταυρίου καὶ ἀμυγδάλων πικρῶν μέλιτι ἀληλιμμέ-νων, οὕσπερ προκατασκευάσας εἰς ταύτην φύλαττε τὴν χρῆσιν.ἢ ῥίζης μόρου λελειωμένης ὀβολοὺς βʹ εἰς οἶνον θερμὸν βα-λὼν διὰ τῶν μυκτήρων ἔγχεε. τὸν μέντοι ὀρθοπνοϊκὸν πρό-τερον γάρου κύαθον αʹ, ἐλαίου κυάθους βʹ, οἴνου κυάθους βʹ〈μίξας〉 τὴν κεφαλὴν κάθαιρε. οἷσπερ <εἰ μὴ> ὑπακούσει τὸπάθος, ἀθεράπευτον ὑπάρχει τὸ νόσημα. ἐὰν δὲ διὰ μυκτή-ρων πῦα φέρῃ, λιβάνου ἄρρενος γ̅ο̅ αʹ μετ' οἴνου κοτύλης αʹἈττικῆς λείωσον καὶ θερμάνας διὰ ἀμφοτέρων τῶν μυκτήρων