Hippiatrica Parisina
- Edition reference
- Hippiatrica Parisina, ed. Oder and Hoppe , op. cit., vol. 2 (1927; repr. 1971) 29–114.
- CTS identifier
urn:cts:greekLit:tlg0738.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
30
ἔμβαλλε, δάφνης τε φύλλοις τὰς ῥῖνας θυμία. εἰ δὲ διὰ τοῦ
μορίου ἀφῇ πῦον, ἀλεκτρυόνα καθεψήσας καὶ τὸ τούτου ὕδωρ
διηθήσας πρόσβαλλε θεάφου λελειωμένου 𐅻 μίαν καὶ διὰ τοῦ
στόματος ἔγχει ἐπὶ ἡμέρας συναπτὰς θʹ. πρὸς ἀρχὴν δὲ ὀρθο-
πνοίας χρήσῃ τούτῳ· σκώληκας σιτιστοὺς ἀπὸ ἀρτοκοπίου
λειώσας ἀριθμῷ ζʹ καὶ οἴνου κυάθους ζʹ καὶ ἐλαίου κυά-
θους βʹ, ἐν ταὐτῷ σύμπαντα μίξας καὶ χλιάνας διὰ μυκτήρων
δίδου.
38
<Τροχίσκος πρὸς ταῦτα τὰ κτήνη προλημπτικὸς
μάλεως πάσης·> τρὶς ἐγχυμάτισον μίαν παρὰ μίαν καὶ περι-
γίνῃ θαυμαστῶς. Πετροσελίνου γ̅ο̅ Ϛʹ, κρόκου γ̅ο̅ αʹ, σμύρνης
γ̅ο̅ βʹ, ἀβροτόνου γ̅ο̅ δʹ, ὀριγάνου γ̅ο̅ βʹ, ἐλέφαντος ῥίνισμα
γ̅ο̅ γʹ ἀναλάμβανε ὄξει δριμυτάτῳ καὶ ποίει τροχίσκους ἄγον-
τας 𐅻 αʹ καὶ δίδου 〈ἐν〉 οἴνου λευκοῦ Ἰταλικῷ 𐆅 αʹ τροχί-
σκον αʹ πώλῳ, τελείῳ βʹ. ψῦχε ἐν σκιᾷ· ἄκρως βοηθεῖ, δε-
δοκίμασται.
47
<Ξηρίον ἕτερον.> Εἰ ἄρξηται ἵππος λεληθότως χωλαί-
νειν καὶ οἱ τούτου πόδες φλεγμαίνωσιν, ὅπερ ἐστὶν ἐπικίνδυ-
νον, ποιήσεις τοῦτο· ἀφαιμάξῃς αὐτὸν τὸν ἵππον ἐξ ἑκατέρων
τῶν μερῶν τοῦ τένοντος αὐτοῦ εἰς τοσοῦτον, ὥστε αὐτὸν ἀτο-
νῆσαι, καὶ μετὰ ταῦτα στρύχνον μετὰ μέλιτος καὶ ὕδατος ὀμ-
βρίου δίδου, ἕως δ' ἂν ὑγιάνῃ.
54
<Ἰσχυρὸν βοήθημα ἰσχυρῶς βοηθοῦν.> Ἰσχυρὸν
βοήθημα τῇ πείρᾳ μεμαθήκαμεν τὸ διὰ τῆς ῥαφανίδος οὕτω
ἐπικαλουμένης, ἣν ποιμένες Ῥωμαϊκῇ γλώττῃ * ἐπικαλοῦσιν,
ἐλλεβόρου μέλανος ῥίζαν. αὕτη ἡ βοτάνη τίκτεται παρὰ Μαυ-
ρουσίοις πολλή, καὶ πᾶσι ζῴοις συμβαλλομένη τῇ ἀριστερᾷ
χειρὶ πρὸ ἀνατολῆς ἡλίου διορύττεται καὶ ἀνασπᾶται. καὶ γὰρ
οὕτως συναγομένη μείζονα δοκεῖ ἐνέργειαν ἔχειν. χαλκῷ τοί-
νυν <φιβλίῳ> τὸ ἔνδον μέρος καὶ τὸ ἔξωθεν τοῦ ὠτίου τοῦ
ζῴου περιχάραττε εἰς τύπον τοῦ γράμματος τοῦ ο̅[ν], ἔπειτα
τὸ μέσον τοῦ κύκλου τῷ αὐτῷ φιβλίῳ τιτρᾶται καὶ ἐμβάλλεται
εἰς τὴν αὐτὴν ὀπὴν ἡ ῥίζα τῆς προλεχθείσης βοτάνης ἐσφιγ-
μένη πρὸς τὸ μὴ ἐκπεσεῖν αὐτήν. κἀκεῖθεν διὰ τοῦ αὐτοῦ
ὠτίου πᾶς ὁ λοιμὸς διαφορεῖται, ἕως ἂν τὸ μέρος τοῦ περι-
χαράγματος 〈τοῦ〉 ὠτίου διαφθαρὲν ἐκπέσῃ. <Κορνήλιος> δὲ
<Κέλσος> τῆς αὐτῆς βοτάνης καὶ φύλλα μετ' οἴνου λειωθέντα
〈διὰ〉 τῶν ῥινῶν ἐγχέειν ἐπιτρέπει. τοῦτο δὲ ὀφείλει γενέσθαι,
εἰ ὅλη ἡ ποίμνη [ἤτοι ἀγέλη] κάμνει. εἰ δ' οὖν, τὸ ἐπάνω
βοήθημα ἀρκέσει.
56
<Ἕτερον πρὸς αὐτό.> Εἰ δὲ αὐτὰ τὰ ἄρθρα ἀποσκλη-
ρύνεται, γίνωσκε τὸ ζῷον ὅτι <ἐλεφαντιᾷ> καὶ λοιμῷ κάμνει,
ὅπερ θεραπεύσεις οὕτως· ἀφαιμάξας αὐτὸν ἐκ τῶν φλεγμαι-
νόντων μερῶν ἐγχυμάτισον σκῦλον μικρὸν μετὰ πτισανῶν ἐπὶ
ἡμέρας γʹ. μετὰ 〈δὲ ταῦτα〉 ἀφαίμαξον ἐκ τῆς <μήτρας> καὶ
ἐγχυμάτισον μετὰ χυλοῦ τήλεως, καὶ πάλιν ἀφαιμάξεις αὐτὸν
ἐκ τῶν ἄρθρων ὁμοίως, καὶ μετὰ ταύτην τὴν περιοδίαν προ-
πότισον.
62
<Ἄλλο 〈πρὸς δυσουρίαν〉.> Γράφε καὶ περίαπτε θεοῦ
ἐπίκλησιν ἐπικαλούμενος <βαρναβαὰθ θ θ καὶ σεχθα-
βαγγγγα. ἐπικαλοῦμαι καὶ θεὸν Ἀβραὰμ μμμ. λῦσον
φλέβας σὺν δυσουρίᾳ καὶ ῥεῦσον ὡς ὁ Νεῖλος ποτα-
μὸς ὑπὸ μηδενὸς κατεχόμενος.
63
Πρὸς στραγγουρίαν. Ἀπιουσῆμεν,> ὅ ἐστι σέλινον,
γ̅ο̅ βʹ, <σαρξιφαγοῦς> γ̅ο̅ βʹ, †ἀροβαρώσου ὀποπάνακος γ̅ο̅ βʹ,
Συριακῆς γ̅ο̅ γʹ, γεντιανῆς γ̅ο̅ γʹ, <ῥύτης> γ̅ο̅ βʹ, κροκομάγμα-
τος γ̅ο̅ αʹ, σμύρνης γ̅ο̅ βʹ, πεπέρεως λευκοῦ κόκκους κʹ.
75
<Ἄλλο 〈πρὸς κόπον〉.> Κτῆνος ἐὰν κάμνον κοπιᾷ, ῥί-
ζης λευκάνθης γ̅ο̅ Ϛʹ, ἀμπέλου λευκῆς ῥίζης γ̅ο̅ Ϛʹ, πλατάνου
ῥίζης γ̅ο̅ Ϛʹ, ἀνήσου γ̅ο̅ Ϛʹ, σελινοσπέρμου γ̅ο̅ Ϛʹ, ταῦτα πάντα
εἰς ὅλμον συντρίψεις καὶ ὑποστάθμῃ ἐλαίου 𐆃 γʹ, ὄξους
𐆅 γʹ, ἐκεῖθεν τὸ κτῆνος συγχρίσεις.
76
<Θεομνήστου πρὸς τὸ αὐτό.> Τούτους οἴνῳ καὶ μέ-
λιτι ἐγχυμάτιζε ἴσοις χωρὶς φαρμάκου· ἐὰν δὲ τὰς λαγόνας
ὑπὸ τῆς στενοχωρίας τοῦ πνεύματος ὀγκωθῇ, οἶνον μὴ δός,
ἀλλὰ κρόκου τριώβολον μετὰ ὕδατος διὰ τῆς ἀριστερᾶς ῥινὸς
ἐγχυμάτιζε.
78
<Πελαγωνίου πρὸς αὐτό.> Χρὴ τοῦτον ἀφαιμάξαι ἐκ
τῶν βραχιόνων καὶ αὐτῷ τῷ αἵματι προσμῖξαι ἔλαιον μετὰ
οἴνου. ὅθεν πᾶν τὸ σῶμα συμβάλλεται ἀποχρίεσθαι. δώσεις
δὲ ποτὸν οἰνελαίῳ ἐμβάλας κόνιν τὴν λεγομένην κουδριγαρίαν.
90
<Ἱπποκράτους πρὸς τοὺς ἰσχναινομένους.> Ἐὰν
ἵππος ἰσχνὸς ᾖ καὶ κάμῃ ἀποτιθεὶς τὸ σῶμα, λαβὼν ἄλλην
τροφὴν δίδου ῥάνας οἴνῳ ὀρόβους τεθραυσμένους. δίδου 〈δὲ〉
καὶ <βίκου> τροφὴν καθ' ἡμέραν ὅσον 𐆅 αʹ καὶ τὰς κριθὰς
πεφρυγμένας ὅσον 𐆅 γʹ, καὶ ἔσται εὔρωστος καὶ παχύς. ἢ σῖ-
τον πεφρυγμένον ὅσον χοίνικα ῥᾶνον ἅλμην καὶ δίδου καθ'
ἡμέραν μάζας. δίδου δὲ καὶ ψωμίσματα μετὰ ὀξυγγίου καὶ
μέλιτος καὶ κριθίνου ἀλεύρου καὶ ὀρόβων λεπτῶν ἀναρρεραμ-
μένων.
116
<Περὶ παρισθμίων.> Ἐὰν παρίσθμια γένηται, τὴν
φλεγμονὴν περὶ τὰ ὦτα σχήσει. οὕτως θεραπευθήσεται· ζεστῷ
ὕδατι τὸν τόπον ἀντλήσεις καὶ καταπλάσ[σ]εις διὰ κριθίνης.
καὶ ἐὰν συστῇ ἐν τόπῳ, ἀνοίξεις σμίλῃ καὶ προσκέψῃ ἐπιμε-
λῶς. ἐὰν δὲ μὴ ὑπακούσῃ, καυτηριάσας ἐπιμελήσῃ.
119
<Πελαγωνίου εἰ γλάνδουλα σχῇ τῶν σιαγόνων.>
Αὔξονται σάρκες ἐκ ῥυπαρίας, ἅσπερ σιδήρῳ χρὴ ἀποτέμνειν
καὶ καυτηριάσαι, καὶ μετὰ ταῦτα θεράπευσον οὕτως· <φάβατι>
καὶ ἐλαίῳ ἐπὶ ἡμέρας ηʹ, ἐκεῖθεν νίτρῳ καὶ ὕδατι θερμῷ * *
στακτῇ ἀπόπλυνον τὸ πάσχον μέρος, καὶ λοιπὸν οἰνελαίῳ
ὄροβον ἠλησμένον ἐπίθες ἐπὶ γʹ ἡμέρας. μετὰ δὲ ταῦτα οἴνῳ
καὶ ἀλεύρῳ κριθίνῳ θεράπευσον, ἕως ἂν ὑγιάνῃ.
120
<Πρὸς αὐτό.> Ὀξύγγιον παλαιὸν μετὰ καθαρισθέντων
σκόρδων, κοπέντα καθαρῶς εἰς τὰς <μαξίλας> τοῦ ἵππου
παρατίθει, οὐ μὴν ἀλλὰ καὶ τὰς φάρυγας αὐτοῦ ἐξ αὐτοῦ
κατάχριε.
126
<Πρὸς τοὺς ῥευματικοὺς εἰς τὰ σφυρὰ καὶ τὰς
θέσεις.> Καὶ τοῦτο εὔχρηστον· δι[α]φρυγοῦς ὁλκὰς λεʹ, κη-
κίδος ὁλκὰς ιβʹ, στυπτηρίας στρογγύλης ὁλκάς βʹ.
135
<Ἄλλο 〈πρὸς τὸ φλεμῖνα δίχα σιδήρου θερα-
πεῦσαι〉.> Κάλλιον δὲ βοήθημα, εἰ βλάχνου ῥίζαν καὶ ὄρο-
βον κόψεις ἐν ὅλμῳ μετὰ σύκων Ἄφρων· χρῶ ὡς ἀληθεστάτῳ.
136
<Πρὸς τὸ ἐκρῆξαι τὴν φλεμῖναν.> Συκῆς ῥίζαν,
ὄροβον, ἀξούγγιον μετὰ ὄξους συγκόψας καὶ ἐπιπλάσ[σ]ας εἰς
ὀθόνιον χρῶ.
137
<Πρὸς τὸ ἐπᾶραι φλεμῖναν.> Σινήπεως Ἀλεξανδρη-
νῆς γ̅ο̅ Ϛʹ, καρδάμου Ἀλεξανδρηνοῦ γ̅ο̅ Ϛʹ, σύκων Ἄφρων γ̅ο̅ βʹ,
ἀξουγγίου παλαιοῦ γ̅ο̅ βʹ, ὄξους τὸ ἀρκοῦν.
142
<Πρὸς νεῦρα τὰ τῶν ἄρθρων ἤτοι λεπτά.> Κυπα-
ρίσσου φύλλα κόψας καὶ λειώσας τούτοις ἐπίβαλλε κρίθινον
ἄλευρον καὶ ἕψησον μετὰ οἴνου καὶ ἐλαίου ἀκροῦντος καὶ
ποιήσας ἐμπλαστρῶδες βάλλε εἰς ὅλμον, καὶ μετὰ <ἰαρίου>
Γαλλικοῦ * * καλῶς καθεψημένου καὶ λεπτοποιηθέντος μετὰ
τὸ συγκοπῆναι ἀνελὼν χρῶ ὡς ἐμπλάστρῳ ἐπιπλάσσων καὶ
ἐπιδεσμῶν. ὅμως δὲ πρὶν ἢ τὸ κατάπλασμα μιγῆναι πρότερον
σκόρδον Γαλλικὸν κεκαθαρμένον μετὰ <ἐβίσκου> καθεψημένου
καὶ ὀλίγης <ἀξουγγίας> κόπτεις, καὶ οὕτως ἐπιβάλλεις τὸ
κατάπλασμα τὸ ἐκ τῶν κριθίνων ἀλεύρων καὶ τῶν φύλλων
τῆς κυπαρίσσου. τοῦτο ποίει ἐπὶ ἡμέρας θʹ, οὕτω μέντοι,
ὥστε σε καθ' ἡμέραν θεραπεύειν.
145
<Πρὸς τὰ λεπτὰ τῶν ὀστέων ἤτοι νεῦ〈ρα〉.> Πρὸς
τὰ προγεγραμμένα ἤγουν νεύρων φλεγμονὰς ἢ ῥαγάδας τὰς
ἐν νεύροις ἢ καὶ τὰ ἀπὸ ἅρματος πλήγματα, ἢ εἰ καὶ χυμός
τις συρρεύσει, ταύτῃ χρῆσαι τῇ θεραπείᾳ· μάννης γ̅ο̅ βʹ, ὄξους
αὐστηροῦ 𐆅 ϲʹ, εὐφορβίου γ̅ο̅ βʹ, δαφνοκόκκων γ̅ο̅ βʹ, πίσσης
ὑγρᾶς γ̅ο̅ δʹ, θείου ἀπύρου γ̅ο̅ βʹ, ἀξουγγίου χοιρείου 𐆃 αʹ,
σινήπεως Ἀλεξανδρηνῆς γ̅ο̅ γʹ, κυμίνου γ̅ο̅ γʹ, ἀψινθίου χλω-
ροῦ Ἄφρου γ̅ο̅ Ϛʹ, ἀσβέστου γ̅ο̅ γʹ, σφέκλης γ̅ο̅ Ϛʹ, λιβάνου
ἄρρενος γ̅ο̅ γʹ, ῥητίνης τερεβινθίνης γ̅ο̅ Ϛʹ, ἀλεύρου ὀροβίνου
γ̅ο̅ γʹ, κόπρου περιστερᾶς γ̅ο̅ Ϛʹ, πάντα συμμίξας χρῶ ἀρίστῳ
βοηθήματι. καὶ γὰρ σκληρίας διαλύει καὶ σύμπαντα τὰ λοιπὰ
θεραπεύει.
151
<Πρὸς 〈τραῦμα ἐν τοῖς κοίλοις〉.> Τραύματος δὲ
γενομένου ἐν τοῖς κοίλοις, ὥστε τὸν ἐπίπλουν προπεσεῖν καὶ
τὰ κόπρια φέρεσθαι ἐκ τῆς κοιλίας καὶ τὸ ὕδωρ, μὴ ἀπελπί-
σῃς· γίνεται γὰρ ὑγιὴς καὶ συνσαρκοῦται. διάχριε δὲ τὸν τό-
πον τῷ ἁλὶ καὶ τῇ πίσσῃ, καὶ ἐὰν ἔντερον προπέσῃ καὶ ὑγιὲς
ᾖ, ἀνώσασθαι δεῖ, καὶ ἔσται ὑγιής. ἐπίπλουν δὲ προπεσόντα
ψαλίζειν δεῖ.
154
<Κατάπλαστος πρὸς τὰς ἐκ φλεβοτομίας φλεγμο-
νάς.> Κατάπλαστος ἡ δι' ἀσβέστου, ἁρμόζει δὲ τοῖς φλεβοτο-
μουμένοις ἐκ τοῦ βραχίονος, ἐὰν γένηται ἐπιρρευματισμὸς καὶ
φλεγμονή, καὶ τοῦτο ἐμπλάσσοντας εἰς ὀθόνιον ἐπιδεσμεῖν·
ἀσβέστου, χαλκίτιδος, ἀριστολοχείας τὸ ἴσον, ἢ κάνναβιν ἀγρίαν
ξηράναντας καὶ κόψαντας χρῆσθαι.
155
<Ἱεροκλέους περὶ φλεβοτόμου αἱμορραγίας>. * * τὸ
ἴσον μέλιτι ἐπιχέων χρῶ τοῖς ἐκ φλεβοτομίας κακωθεῖσιν, ὡς
καὶ αἱμορραγίαν γενέσθαι. ἁρμόζει τοῖς φλεβοτομουμένοις ἐκ
τοῦ βραχίονος, ἐὰν γένηται ἐπιρευματισμὸς καὶ φλεγμονή,
τούτοις ἐμπλάσσοντας ἐπιδεσμεῖν ἀσβέστου κτλ.
156
<Ἀφλέγμαντον.> Κίρκη καὶ Μήδεια ἐκαθέζοντο πρὸς
ἀνατολὰς ἡλίου, ἐζήτουν τὸ ἀφλέγμαντον εἴτε ἀπὸ λίθου εἴτε
ἀπὸ ξύλου εἴτε ἀπὸ κυνοδήκτου. τὸ γὰρ ἕλκος ἀνήλιόν ἐστιν.
164
<Πελαγωνίου εἰ ἵππος αἰδοῖον χαλάσας μὴ δυ-
νηθῇ ἀνακαλέσασθαι.> Φούσκᾳ ψυχρᾷ συνεχέστερον ἐκεῖνο
τὸ μέρος ἀπαντλήσεις καὶ εὐθέως θεραπεύσεις.
184
<Ἱπποκράτους περὶ χωλείας ὤμου καὶ βραχίο-
νος,> ἐὰν τὸ νεῦρον τὸ ἐν τῇ κοτύλῃ ἀποσπασθήσεται τρέχων
καὶ βαδίζῃ μακρότερον καὶ ἐπαίρῃ τὸν πόδα, καὶ ἐὰν πέσῃ
εἰς τὴν κοτύλην, ἐὰν ἀποτρέχῃ. σύγχριε οὖν οἰνελαίῳ συν-
εχῶς, ἵνα μὴ ῥευματισθῇ καὶ μείνῃ, καὶ αἷμα ἀφαίρει ἀπὸ
τοῦ βουβῶνος καὶ κατάχριε καυστικῇ. ἐὰν δὲ μὴ παύσηται,
καίειν τροχὸν κατὰ τῆς κοτύλης ἔχοντα πυρῆνας ὀρθούς.
201
<Πρὸς 〈θλάσμα〉.> Γράψον εἰς τὸν ὄνυχα τοῦ πάσχον-
τος ποδὸς τοῦ ζῴου τὸ ὄνομα τοῦ ἰδίου δεσπότου.
202
<Ἄλλο.> Γράψον ὑπὸ τὴν στεφάνην τοῦ ζῴου μετὰ μα-
χαιρίου· ἰλὼψ ἰχθὺς νῆσος.
203
<Ἄλλο.> Λαβὼν κάνναβιν ποίησον κόμβους τρεῖς, ἐπὶ
ἑκάστου κόμβου ἐπιλέγων· <εἰς θλάσιν σε ἐφελκύω, ἀπο-
λιθώθητι, ἀποξυλώθητι, ἀποκορδυλώθητι.> καὶ μετὰ
τὸ δῆσαι τὰς γʹ δέσεις περιτιθεῖς τὸ μεσοκύνιον τοῦ ζῴου
πάλιν ἀποδεσμῶν ἁπλαῖς δέσεσι γʹ ταὐτὰ ἐπιλέγων, καὶ τότε
κόψας μαχαίρᾳ ῥῖπτε χαμαί.
204
<Ἱπποκράτους πρὸς αὐτό.> Ἐὰν ἔσω θλάσμα γένη-
ται, σημεῖα ταῦτα, ἐὰν μὲν τὸν ἔμπροσθεν παρεπαίρῃ πόδα
καὶ 〈μὴ〉 θαρρῶν τίθησι τὸν ὄνυχα, ἐάν τε πάλιν τὸν ὄπι-
σθεν, εἰ ἀκρονυχίζει διπλῶς καὶ διάπυρός 〈ἐστι〉. θεραπεύ-
σεις οὖν οὕτως· περιχαράξας τὴν ὁπλήν, ἐὰν αἴσθῃ, ὅτι ἐπι-
μένει, κατάπλασσε κριθὰς ἑψημένας ἐν ὕδατι, ἢ πίτυρα ζεστὰ
φυράσας καὶ μίξας παλαιὰν κόπρον μὴ πολλὴν κατάπλασσε,
ἐὰν δὲ ἐπιμείνῃ, ἀνασκεύαζε. ἐὰν δὲ τὸ ὀστάριον τὸ ἐν τῇ
χελιδόνι φανῇ, μέλιτι καὶ ὄξει χρῷ καὶ ὀλίγῳ δι' ἐλ〈λ〉υχνίου
μοτῷ <ἐπὶ ἡμέρας>. εἶτα στύμμα τι ἐπιτίθει, κυπαρίσσου
φύλλα λειοτριβήσας μετὰ ὄξους ἢ μυρίκης φύλλα. ὁμοίως δὲ
ἐπιτίθει ἢ σιδίων κέλυφα· ἑψήσας ἐν ὄξει καὶ λεάνας ἐπίθες
ἢ ξηρὰ κόψας ἐπίπασσε, ἢ χάλκανθον καὶ κηκίδας κόψας ἐπί-
πασσε προαποπλύνας ὄξει.
206
<Πελαγωνίου πρὸς αὐτό.> Δακτυλίδιον σιδηροῦν ἔχον
γλύμμα λέοντος καὶ ἐπάνω ἀστέρα ὑποκάτω τῆς <γούλας> κρέ-
μασον καὶ θαυμάσεις.
210
<Ἑλκῶν φάρμακον μαλακόν.> Κηροῦ στατῆρας ιϚʹ,
ῥητίνης Κολοφωνίας στατῆρας βʹ, στέατος ὑείου νεαροῦ στα-
τῆρας ηʹ καὶ αἰγείου στατῆρας ηʹ, πίσσης ἑφθῆς στατῆρας βʹ,
λιθαργύρου ὁλκὴν αʹ, στυπτηρίας σχιστῆς ὀβολοὺς γʹ, μάννης
λιβάνου ὁλκὰς δʹ, σμύρνης ὀβολοὺς βʹ, μέλιτος ἡμικοτύλιον,
λιβανωτοῦ ἄρρενος ὀβολοὺς βʹ, χαλβάνης ὀβολοὺς γʹ, ἐλαίου
κοτύλην αʹ, ἕψει προσβαλὼν τὸν κηρὸν καὶ τὰ στέατα καὶ τὴν
ῥητίνην καὶ τὸ ἔλαιον καὶ τὴν πίσσαν, εἶτα τὸ μέλι. ὡσὰν δὲ
συγχυθῇ, τότε βάλλε τὰ λοιπὰ τρίψας εἰς λεπτὰ καὶ ἕψει,
μέχρις οὗ ἐπιστάζοντί σοι πτερῷ ἐπὶ τὸν ὄνυχα πήσ〈σ〉ηται.
καὶ τότε ἆρον καὶ βάλλε εἰς ἕτερον ἀγγεῖον. τούτου ἡ ὑπο-
στάθμη ἁρμόζει <ἀνθρώποις> πρὸς τὰ ῥυπαρὰ ἕλκη ἐπιτιθε-
μένη ἔμμοτος, καὶ αὐτὸ δὲ πελιώματα βαστάζει καὶ εἰς τὰ
λοιπὰ καθόλου εὔχρηστον, ἐκτὸς ἐναίμου καὶ κατακαύματος.
ἐν δὲ τοῖς κτηνικοῖς κωλύει τὰς μυΐας προσκαθίσαι κατα-
χριόμενον.
211
<Ἄλλο μαλακόν.> Ἐλαίου κοτύλην αʹ, κηροῦ στατῆρας
ιϚʹ, ῥητίνης Κολοφωνίας στατῆρας γʹ, ταῦτα ἑψήσας εἰς ἄλλο
ἀγγεῖον βάλε καὶ χρῶ ἐλαίῳ διεὶς τὸ φάρμακον καὶ καταχρίων
τὰ ψιλώματα, καὶ ἔσται ὑγιής.
214
<Κατάπλαστος πρὸς τὰ ὑπερέχοντα, ἀγαθὴ πρὸς
τὰ ὑπερσαρκώματα καὶ κοῖλα ἀνάγουσα.> Ἄσβεστον,
πίτυν, χαλκίτην, ὀρόβινον, ἴσον ἑκάστου μίξας καὶ ποιήσας
λεῖα χρῶ, ἢ ἀσφοδέλῳ. καὶ τὰ σίδια κοπέντα καὶ σησθέντα
χρήσιμα.
216
<Ἑλκῶν καθαρτικά.> Κάνναβιν ἀγρίαν κόψας κατά-
πλασσε, ἢ ἀσάρου ῥίζαν, ἢ καὶ ὀρόβου ἄλευρον μετὰ μέλιτος
χρηστοῦ, ἢ τιθύμαλλον κόψας μετὰ νίτρου καὶ μέλιτος, ἢ
ἡλιοτρόπιον τὸ ἄρσεν, ὃ λέγεται σκορπίουρος, κόψας μετὰ
νίτρου χρῶ.
217
<Ἄλλο.> Ἄριστον δὲ καὶ τοῦτο· ἄλευρον κρίθινον καὶ
κράμβης φύλλα κόψαντα μῖξαι καὶ καταπλάσσειν. τοῦτο τάχιστα
ἐκκαθαίρει τὰ <ὄστρακα> ἐκ τοῦ νώτου ἢ ἥλους λεγομένους.
218
<Ἄλλο.> Πρασίου λιβανωτοῦ τοῦ λεγομένου μετὰ νί-
τρου τὸ αὐτὸ ποιεῖ. κυπάρισον ἢ πολίου φύλλα κόψαντας
ἐπιτιθέναι.
219
<Ἄλλη κατάπλαστος πρὸς τὰ βάθη.> Ἀσβέστου,
χαλκίτιδος τὸ ἴσον χρῶ, ἢ ἀριστολοχείας, ἢ κάνναβιν ἀγρίαν
ξηράνας καὶ κόψας χρῆσαι.
220
<Πρὸς τοὺς σκώληκας τοὺς ἐν τοῖς ἕλκεσι.> Χα-
μαιλέοντος ῥίζαν κόψας ἔμπασσε ἢ χάλκανθον, ἀσβέστου, τὸ
ἴσον ἑκατέρου, τὸ αὐτὸ γὰρ ποιεῖ.
221
<Ἄλλο πρὸς ἕλκη.> Ἄριστον δὲ καὶ τοῦτο πρὸς τὰς
ἀποκαύσεις καὶ τὰ λοιπὰ τῶν ἑλκῶν· χαλκάνθου ὁλκὰς βʹ,
στυπτηρίας σχιστῆς ὁλκὰς βϲʹ, μίσυος, χαλκίτιδος ἀνὰ ὁλ-
κὴν αʹ, ἰοῦ ὁλκῆς ϲʹ, ταῦτα τρίψας λεπτὰ ὄξος λευκὸν ἐπίχεε.
ἑψεῖν δὲ ἐν χαλκῷ, ἕως ἂν ἐκζέσῃ, καὶ πάλιν τρῖβε προσεπι-
βαλὼν μυρσίνης ὁλκὴν αʹ, σιδίου ὁλκὴν ϲʹ, κηκίδος ὁλκὴν ϲʹ.
ταῦτα τρίψας ἀπόθου καὶ χρῶ μετὰ ὄξους.
222
<Ἄλλο.> Σίδια βρέξας νυκτοήμερον ἐν οἴνῳ μέλανι αὐ-
στηρῷ, ὡς τὸν οἶνον ὑπερέχειν τῶν σιδίων, ἕψει παρεγχέων
ἀμόργης διπλάσιον τοῦ οἴνου, καὶ τρίψας διήθησον, καὶ τὰ
μὲν ξυλώδη ῥῖψον, πρὸς δὲ τὸ διηθημένον μίξας στυπτηρίαν
καὶ λιβανωτὸν ἕψει. ποιήσας τὸ πάχος μέλιτος ἀποθέμενος
τούτῳ χρῶ μετὰ ὄξους. ὑγιαζομένου δὲ τοῦ ἕλκους ἁπαλὸν
ποίει τὸ φάρμακον 〈ὡς κηρωτήν〉.
225
[κηρωτή.] <Ἀρίστη βοτάνη ἐπὶ τῶν οἰδημάτων
καὶ ἀποστημάτων καὶ κόλπων καὶ τραυμάτων, μά-
λιστα τῶν κατὰ νεῦρον, καὶ ὅσα τῶν ἑλκῶν λειπό-
δερμα ἢ λειπόσαρκα.> Λέγεται μὲν <ἀλθαία>, ὑπό τινων
δὲ <μολόχη>, Ῥωμαϊστὶ δ' <ἔβισκος>, παρὰ Σαρμάταις δὲ καὶ
Γέταις καὶ Θρηξὶν <ἄρισπις>. δεῖ ὀρύσσειν τὴν ῥίζαν καὶ τὴν
ἐντεριώνην ἐξαιροῦντας ῥίπτειν, τὸ δὲ λοιπὸν ὀπτῶντας ἀξουγ-
γίῳ μῖξαι καὶ συγκόπτειν αὐτὸ καὶ ἐμπλάττοντας εἰς ῥάκος ἐπι-
τιθέναι. ὡσαύτως καὶ <ἐπ' ἀνθρώπων> ποιεῖ, μάλιστα δὲ
τοὺς κόλπους παρακολλᾷ. ὅσοι δὲ ἑψοῦσιν αὐτὴν ἁμαρτά-
νουσιν, 〈τὴν γὰρ δύναμιν αὐτῆς λαμβάνουσιν.〉 ἡ μὲν 〈οὖν〉
ἀλθαία οὐ ῥᾳδίως εὑρίσκεται, φυομένη ἐν τοῖς τῆς Ἀσίας τό-
ποις ἢ Σικελίας πανταχοῦ. εὑρίσκεται δὲ ἐν τῇ Σμύρνῃ ἐν
τῷ Μέλητι ποταμῷ. ἔστι δὲ ἑτέρα βοτάνη λεγομένη <ἀναδεν-
δρομολόχη>, ὑπό τινων <†σαλκι>, ἧς ἐστι τὸ φύλλον πλατύ-
τερον. ταύτης τὴν ῥίζαν ὡσαύτως σκευάζοντας καθὼς ἐπάνω
γέγραπται χρῆσθαι. τὰ αὐτὰ γὰρ παρέξεται ἔν τισιν.
228
<Σηπτικόν.> Ἀρρενικοῦ ὁλκὰς βʹ, λεπίδος χαλκοῦ ὁλ-
κὴν αʹ, σανδαράχης ὁλκὰς βʹ, ταῦτα τρίψας λεῖα χωρὶς ἕκαστον
καὶ πάλιν ἐν τῷ αὐτῷ μετὰ ἐλαίου κεδρίνου ἑνώσεις. ἐὰν δὲ
τὸ κέδρινον μὴ ἔχῃς, μετὰ ἀγρίου σικύου χυλοῦ τρῖβε, τὸ αὐτὸ
γὰρ ποιεῖ.
229
<Ἄλλο.> Ἁλὸς ὁλκὰς βʹ, μάλιστα δὲ ὀρυκτοῦ, καὶ ἀρ-
σενικοῦ ὁλκὴν αʹ.
230
<Ἄλλο.> Ἐλλεβόρου ὁλκὰς βʹ, χαλκίτιδος ὀπτῆς τὸ ἴσον
μέλι ἐπιχέων χρῶ.
232
<Τραυματικόν.> Μέλιτος κοτύλην αʹ, ἀμουργίου
ἑφθοῦ κοτύλας δʹ καὶ σάκκου κατακεκαυμένου 〈καὶ τετριμμέ-
νου〉 λείου στατῆρα αʹ, ἀριστολοχείας τὸ ἴσον, 〈βιβλίου κεκαυ-
μένου στατῆρα αʹ〉 τρίψαντα βαλεῖν εἰς λοπάδα καὶ ἑψεῖν,
ἕως ἂν δίεφθον γένηται. καὶ 〈ὅταν〉 πήγνυται, ἆρον συντό-
μως, (εἰ δὲ μή, προσκαήσεται) καὶ κατάχει εἰς ἕτερον ἀγγεῖον
καὶ χρῶ.
233
<Διαλυτικόν.> Περιστερινῆς κόπρου μέρος αʹ, νίτρου
〈τὸ〉 δʹ, ἁλὸς τὸ ἴσον τῷ νίτρῳ, στέατος αἰγείου τεθεραπευ-
μένου τὸ διπλάσιον τῆς περιστερινῆς, κηρωτῆς τὸ ἥμισυ τοῦ
στέατος. προ[σ]τρίψεις τὸ ἅλας καὶ τὸ νίτρον καὶ τὴν περι-
στερέαν μετὰ ὄξους δριμέος, καὶ τότε βάλῃς κόψας τὸ στέαρ
ἐπὶ πᾶσι καὶ τὴν κηρωτήν, καὶ συλλεάνας εἰς ὀθόνιον ἐμ-
πλάσσων χρῶ ἐπὶ τῶν σπασμάτων τοῦ νεύρου ἐν τῇ κοτύλῃ
ἀνιεὶς εἰς τὸ ὑπερέχον κονδύλωμα. ἔστι δὲ ἄριστον καὶ <ἐπ'
ἀνθρώπων> πρὸς πᾶσαν φλεγμονήν, μάλιστα ἐπὶ τῶν βου-
βώνων τῶν ἐν ἀρχῇ καὶ πρὸς ἐρυσίπελα καὶ πρὸς κυνόδηκτα
καὶ ἐπὶ τῶν αἰδοίων, ὅταν ᾖ φλεγμονή, ἐμπλασσόμενον εἰς
ὀθόνιον.
234
<Καθαρτικὸν ἑλκῶν.> Σταφίδα ἥμερον καὶ ἄλευρον
ὀρόβινον καὶ σικύου ἀγρίου ῥίζαν κόψαντα μῖξαι καὶ μέλι
ἐπιχέοντα[ς] χρῆσθαι. ἔστω δὲ ὁ σίκυς πλείων βραχύ.
235
<Λιπαρὰ σύνθεσις.> Ψιμυθίου καὶ λιθαργύρου ἴσον
ἑκατέρου, βαλὼν εἰς θυῖαν τὴν λιθάργυρον καὶ προλεάνας,
εἶτα τὸ ψιμύθιον, καὶ τρίψας ἐπιχέειν, παρεμβαλὼν ἓν παρ'
ἕν, ἔλαιον καὶ οἶνον τὸ ἀρκοῦν πρὸς τὴν χρῆσιν. ἔστω δὲ ὁ
οἶνος λευκὸς καὶ εὐώδης καὶ τὸ ἔλαιον καλόν. ἔστι δὲ 〈ἀγαθὴ〉
πρὸς <πάντα τὰ τετράποδα>· τὰ κοῖλα τῶν ἑλκῶν ἀνάγει
ἔμμοτος ἐπιτιθεμένη, καὶ τὰ ῥυπαρὰ δὲ ἀνακαθαίρει καὶ τὰ
καθαρὰ δὲ συνάγει, μάλιστα δὲ τὰ ἐν τοῖς τραχήλοις τῶν ὑπο-
ζυγίων ἁπάντων, καὶ τὰ κατακεκαυμένα ἀπουλοῖ. ποιεῖ δὲ καὶ
<ἐπ' ἀνθρώπων> καλῶς πρὸς παρατριβὰς καὶ ἀποτρίψεις καὶ
ἐξανθήματα καὶ τὰ ἔνικμα ἕλκη καὶ λειπόσαρκα καὶ ψιλώ-
ματα 〈καὶ κοῖλα〉 ἔμμοτος χρωμένη καὶ πρὸς κατακαύματα.
236
<Λιπαρὰ ἄλλη.> Λιθαργύρου γ̅ο̅ αʹ, ψιμυθίου γ̅ο̅ αʹ,
στέατος χοιρείου 𐆃 αʹ, ῥοδίνου τὸ ἀρκοῦν. προλείου τὴν λιθάρ-
γυρον καὶ τὴν μάννην, εἶτα τὸ ψιμύθιον.
237
<Ἄλλη ἀπὸ τῆς Ἀντωνίνου διφθέρας τῆς ἰατρι-
κῆς.> Λιθαργύρου γ̅ο̅ γʹ, ψιμυθίου γ̅ο̅ γʹ, κηροῦ 𐆃 γʹ, στέα-
τος χοιρείου 𐆃 γϲʹ.
238
<Πρὸς κατακαύματα τῶν μωλώπων.> Χαλκοῦ ἄν-
θος ἐν ὄξει ἑφθῷ πάχος ἔχοντι μέλιτος τρῖβε.
239
<Πρὸς τὰ ῥυπαρὰ ἕλκη καὶ νομὰς ἔχοντα ἄρι-
στον βοήθημα.> Στυπτηρίαν φορίμην καὶ μέλι ἑψῶν χρῆσο
ἔμμοτον· ὡσαύτως καὶ <ἐπ' ἀνθρώπων> χρῆσο. ἕψει δὲ μα-
λακῷ πυρί, ἀναβαίνει γὰρ ταχύ.
240
<Πρὸς τραύματα καὶ ἕλκη.> Πρὸς δὲ τραύματα καὶ
ἕλκη αὐτόματα γινόμενα ἢ ἐξ αἰτίας τινὸς καὶ σκολοπήματα
εἰς τοὺς πόδας κατὰ νεῦρον ἄριστον βοήθημα χρῆσθαι ἐν
αὐτοῖς ἁλὶ λεπτῷ καὶ πίσσῃ ὑγρᾷ χρίοντας.
243
<Πρὸς κοχλίον κτήνους καὶ ὑπερσαρκώματα.>
Ἰοῦ 〈μέρη *〉, μίλτου βʹ, χαλκίτεως αʹ, χαλκάνθου αʹ τρίψας
καὶ σήσας ἐπίπασσε.
244
<Πρὸς ἕλκη.> Ἐλαίου σχ[ο]ινίνου 𐆃 ιαʹ, κηροῦ 𐆃 ιαʹ,
στέατος χηνείου 𐆃 ιαʹ, ὑσώπου γ̅ο̅ δʹ, ἰοῦ, χαλβάνης, ἀπτῆρος
ἀρσενικοῦ ἀνὰ γ̅ο̅ Ϛʹ, ῥητίνης γ̅ο̅ Ϛʹ, στύρακος 𐆃 αʹ, ῥητίνης
Κολοφωνίας 𐆃 αʹ, ῥητίνης τερεβινθίνης 𐆃 αʹ, μάννης 𐆃 αʹ,
κώνης 𐆃 αʹ, <ῥουβρίκας> 𐆃 αʹ, σεμιδάλεως 𐆅 δʹ, οἴνου τὸ
ἀρκοῦν.
245
<Τὸ Ξενοκράτους σαρκωτικόν.> Ἴρεως 𐅻 ιʹ, ὀρό-
βου 𐅻 κʹ, λιβάνου 𐅻 εʹ, ἀριστολοχείας 𐅻 εʹ, λείωσον πάντα
ἰδίᾳ καὶ οὕτως μῖξον.
246
<Ξηρίον τὸ διὰ καρύων.> Καρύων χλωρῶν φλοιόν,
ἀσβέστου, τρυγὸς οἰνηρᾶς, πάντα ἴσα λειώσας χρῶ.
248
<Εὐμήλου πρὸς ἕλκη διάφορα.> Ἕλκη παντοῖα
θεραπεύσεις κυκλαμίνου ῥίζης σποδιὰν μετὰ κριθίνου ἀλεύ-
ρου καὶ μέλιτος ἀναλαβὼν καὶ ἀποτιθέμενος. εἰ δὲ βαθύτερα
εἴη, μίλτον μέλιτι μίξας καὶ μοτὰ χρίσας εἰς τὰ τραύματα ἔμ-
βαλε καὶ ῥάκος ἄνωθεν ἐπίθες καὶ σπόγγον ὀξυκράτῳ βρέξας
ἐπάνω θὲς καὶ ἐπίδησον. θεραπεύουσι δὲ καὶ κηκῖδες λελειω-
μέναι καὶ χυλὸς πρασίου μετὰ αἰθάλης, ἢ φλοιὸς μήλων ἐρυ-
θρῶν, ἢ ἀμπέλου φλοιὸς καυθεὶς καὶ ἀποτεφρωθεὶς καὶ λεῖος
ἐπιπασσόμενος. εἰ δὲ ξηραίνοιτο τὰ τραύματα, κρίθινον ἄλευ-
ρον φρύξας καὶ βαλὼν 𐆃 αʹ, ῥητίνης γ̅ο̅ Ϛʹ καὶ οἴνου κυά-
θους δʹ καὶ ἐλαίου ἴσον συνέψησον καὶ χλιαρὸν κατὰ τοῦ
τραύματος ἐπιτίθει. τούτῳ τῷ τρόπῳ καὶ τὰ <τῶν ἀνθρώ-
πων> κιρσώδη θεραπεύεται σκέλη. εἰ δέ γε φλεγμονὴ παρα-
κολουθήσει, σικύου ἀγρίου ῥίζαν καὶ ἀγρίου συκῆς φύλλα
μετὰ ὄξους καὶ μέλιτος λειώσας ἐπίθες. εἰ δὲ ῥυπαρὸν τὸ
ἕλκος εὑρεθείη, τιθύμαλλον μετὰ μέλιτος καὶ νίτρου καὶ στα-
φίδος καὶ ἀλεύρου ὀροβίνου λειώσας ἐπίθες. ἐὰν δὲ ἑλκωθῇ
ἔντερα καὶ πῦον καθαρὸν φ〈έρ〉ῃ, θεραπεύσεις οὕτως· θεα-
φίου γράμματα γʹ, ἀσφάλτου γράμματα γʹ, κύμινον καὶ σα-
γάπηνον λειώσας καὶ οἴνῳ μίξας τοῖς ἄλλοις πρόσβαλε, ἐπὶ
ἡμέρας θʹ διανείμας τὸ βοήθημα διὰ τοῦ ἀριστεροῦ μυκτῆ-
ρος ἔμβαλε.
249
<Περὶ τῶν ἐν στόματι ἑλκῶν.> Τὰ δὲ ἐν στόματι
ἕλκη κηκῖδι ἐρυθρᾷ κεκομμένῃ θεραπεύεται τῆς γλώσσης
κρατουμένης, ὥστε ἐγκαθεσθῆναι τὸ βοήθημα, εἶτα σπόγγῳ
οἴνῳ βεβρεγμένῳ ἀποπλύνων κατάμασσε.
250
<Περὶ τῶν ἐν τοῖς τραύμασι τριχῶν καὶ περὶ
λύσσης βοῶν.> Εἰ ἐν τοῖς τραύμασι τρίχες φύουσαι μὴ
συγχωροῦσ[α]ι οὐλὴν ἐπιγίνεσθαι τῷ τραύματι, καρκίνον καὶ
ἀγριοσταφίδα λειώσας εἰς ὄξος καὶ θερμάνας ἐπιτίθει τῷ
τραύματι, ἢ ῥοῦν Συριακὴν μετὰ <σατυρίου> καὶ ἅλατος ἀμ-
μωνιακοῦ λειώσας ἐν ταὐτῷ καὶ μίξας μέλι ἕψησον καὶ χρῶ.
τὸ αὐτὸ δὲ καὶ βουσὶν ὑπὸ λύσσης δοκιμαζομένοις χρήσιμον.
252
<Θεομνήστου πρὸς σηπεδόνας τὰς ἐν στόμασιν.>
Χαλκίτεως ὀπτῆς διαπύρου γεγενημένης τρῖψον μετὰ μέλιτος,
ἵνα λειότατα γένηται, καὶ βάλε εἰς πυξίδα καὶ χρῶ πρὸς ση-
πεδόνας καὶ νομὰς τὰς ἐν στόμασι καὶ πανταχοῦ.
253
<Πρὸς τὰ ὑπερσαρκοῦντα πλαστὸν φάρμακον.>
Ἄσβεστον ἄβροχον, χαλκῖτιν, ὀρόβινον ἄλευρον, ἴσα πάντα
καὶ πίτυος, λεῖα ἔχων ἐπίπασσε. τοῦτο δὲ καὶ τὰ κοῖλα πληροῖ.
257
<Τραυματικὰ εὐπόριστα.> Ἁπλᾶ ἡμῖν ἐπινενόηται
διὰ τὸ πολλάκις ἐν ὁδοιπορίαις συμβαίνειν ὑποζύγια τιτρώ-
σκεσθαι καὶ μὴ εὐπορεῖν συνθέτων πολυτελῶν φαρμάκων,
χρήσιμα μὲν τοῖς πᾶσιν, εὐπόριστα δὲ τοῖς μετρίοις· πολυτε-
λείᾳ τε καὶ δαψιλείᾳ θεραπεύειν ἔσθ' ὅτε [δὲ] οὐχ ὑφίστα〈ν〉-
ται τῆς πενίας αὐτῶν ἐπικοπτούσης. πρὸς πᾶν τοίνυν ἀξιό-
λογον ἔναιμον φάρμακον ὑπόκειται τοῦτο· γῆς ἔντερα τὰ
καλούμενα ἀνελόμενος ἀπ' ἀσκάφου γῆς [ἀνελόμενος] καὶ
λειώσας ἔμβαλε εἰς τὸ τραῦμα καὶ ἐπίδησον.
258
<Ἄλλο.> Ἀριστολοχείαν στρογγύλην λίαν ἔχων κεκομμέ-
νην καὶ λελειωμένην μέλιτι πάλιν συλλειώσας γέμισον τὸ
τραῦμα καὶ ἐπίδησον.
259
<Ἄλλο.> Πτελέας φλοιοὺ〈ς〉 τοὺς ἔσω βαλὼν εἰς χύτραν
ὕδωρ ἕψησον, ὡς δίεφθοι γένωνται, καὶ οὕτως λειώσας αὐ-
τοὺς ἐπιμελῶς ἢ εἰς ὅλμον ἢ εἰς θυΐαν ἔνθες εἰς τὸ τραῦμα
καὶ ἐπιδέσμει· ἐὰν δὲ φλεγμαίνῃ, κιμωλίαν ὄξει λειώσας ἐπί-
χριε τὴν φλεγμονήν.
260
<Ξηρίον ἴσχαιμον.> Πολλάκις πληγέντος ὑποζυγίου
πληγὴν ἀξιόλογον καὶ ἀγγεῖα διακόπτεται, ἀφ' ὧν αἱμορραγία
γίνεται, ἥτις εἰ μὴ σταλείη, κινδυνεύσει τὸ ζῷον. εὐπόριστον
οὖν ξηρίον ἐποιήσαμεν καὶ τοῦτο 〈ὑπὸ〉 πάντων εὔληπτον·
* ἐκ θαλάσσης τραχέα λαβὼν ἐναπόβρεξον ὑγρᾷ πίσσῃ, καὶ
καύσας αὐτὰ ἔχε τὴν τέφραν καὶ γέμιζε ἀπ' αὐτοῦ τὸ διατε-
τμημένον ἀγγεῖον καὶ δέσμει μὴ σφίγγων. 〈ἄκρως γὰρ ποιεῖ〉.
261
<Ἄλλο.> Ἀρσενικόν, ἄσβεστον, χαλκῖτιν, καλάκανθον,
ἴσα τὰ δʹ λειοποιήσας χρῶ.
262
<Ξηρίον ἀναπληρωτικὸν ἑλκῶν.> Οὐδὲν κωλύει μέ-
λειν τοῖς ἰατροῖς καὶ τοῦ κοσμίους εἶναι τὰς τῶν ἑλκῶν οὐλάς.
οὐλὴ γὰρ τομὴν πεπονθότι τόπῳ οὐ μετρίαν φέρει τὴν ἀκο-
σμίαν κοίλη γινομένη. ἀφόρητον μὲν ἔχει τὴν ἀκοσμίαν, κατα-
γέλωτα δὲ τοῖς ἰατρεύουσι φέρει. ἐκθησόμεθα οὖν κοίλου
ἕλκους σαρκογόνον φάρμακον τῶν εὐπορίστων· ἄλευρα λεπτὰ
καθαρὰ ἀπὸ ὀρόβων ποιήσας καὶ φυράσας 〈ὕδατι〉 ὄπτησον
ἀρτίσκους ὡς ἀνθρακωθῆναι, καὶ θρύμβης λειοτάτης ἀκαύ-
στου τὸ τρίτον μέρος μίξας χρῶ.
263
<Ἄλλο.> Λιβάνου λεπτοτάτου καὶ λειοτάτου τῆς καλου-
μένης μάννης, *** ἐχέτω, ἡ δὲ συσταθμία αὐτῶν αὕτη ἔστω·
ἀρσενικοῦ 𐆃 αʹ, τῆς δὲ θρύμβης γ̅ο̅ Ϛʹ, τῆς δὲ μάννης γ̅ο̅ γʹ.
264
<Ἱπποκράτους σκευασία τραυματική.> Χαλκίτεως
ὅσον γ̅ο̅ αʹ, στυπτηρίας σχιστῆς γ̅ο̅ αʹ, σαρκοκόλλης γ̅ο̅ αϲʹ,
βότρυος ῥοὸς γ̅ο̅ γʹ, ἀμόργης ὀβολοὶ γʹ. ἕψει ἕως τριτωθῇ,
ἔπειτα βάλε μέλιτος κοτύλην αʹ, ὄξους κοτύλην αʹ. ταῦτα
συνέψει ἕως γένηται πάχος καὶ χρῶ τῇ τραυματικῇ.
265
<Περὶ τραυμάτων.> Ἅμα τῷ χρῖσαι βάλε ὀξύγγιον καὶ
ἔλαιον, κἀκεῖνα τήξας ἐπίχριε, ἢ γλοιὸν τὸν ἐκ τῆς παλαίστρας
ἐπίχριε καὶ ὀρόβινον ἄλευρον ἐπίπασσε, καὶ πλῦνε ἐπὶ ἡμέ-
ρας γʹ, καὶ λοιπὸν θεραπευθήσεται.
266
<Περὶ πληγῶν.> Πληγαῖς πλειοτέραις πληγέντος ἑλκώ-
σεις 〈καὶ〉 οἰδήματα γίνεται· χρὴ οὖν τοὺς ἐπιδεσμεύεσθαι
δυναμένους τόπους σπόγγῳ μετὰ ἀκράτου ἐπιδεσμεῖν, τοὺς δὲ
δυσεπιδέτους τόπους κατάχριε τῇ κεραμικῇ γῇ πεφυρμένῃ
ὄξει, ἢ στρύχνον κόψας ἐν ὄξει καὶ ἐκπιάσας κατάχριε, ἢ κι-
μωλίαν μετ' ὄξους τρυγὸς κατάχριε, ἢ κωνείου φύλλα κόψας
κατάχριε.
267
<Λιπαρὰ σκευασία.> Ψιμυθίου, λιθαργύρου ἴσον
ἑκάστου τρῖβε ἐν ἡλίῳ, μίσγων μετὰ ὄξους καὶ ῥοδίνου.
268
<Περὶ οἰδημάτων.> Μέλι Ἀττικὸν λαβὼν ἐπίχριε.
269
<Σκευασία τραυματική.> †Τρέφει ἄσβεστος· μετὰ
φλοιοῦ καρύου κόψας εἰς ἓν καὶ ψύξας χρῶ.
270
<Ἄλλο.> Κόνυζαν ἢ πίτυος τὸν φλοιὸν ἢ πολίου βοτά-
νης ἢ κυπαρίσσου κηκίδια ἢ μολόχης ἀγρίας τὰ φύλλα ἢ
καννάβεως ἀγρίας τὰ φύλλα.
277
<Σπουδαῖον.> Ἐλάφου κέρας κατακαύσας καὶ τρίψας
ἔλαιον ἐπίβαλε, ἢ πίτυν πευκίνην καὶ ῥοῦν ἀνατρίψας χρῶ
ὡσαύτως.
278
<Σηπτικόν.> Ἐλλεβόρου ὁλκὰς βʹ, χαλκίτιδος τὸ ἴσον,
τιτάνου ὁλκὰς γʹ, ἀρσενικοῦ ὁλκὴν αʹ, ὁμοῦ τὰ πάντα χρί-
σας χρῶ.
288
<Πρὸς παντοῖον ἕλκος.> Σμύρνης γ̅ο̅ Ϛʹ, μέλιτος κυά-
θους βʹ, ἀψινθίου τὸ ἀρκοῦν λείωσον. ἔψησον δὲ ἔλαιον καὶ
κηρόν. ἔασον ψυγῆναι 〈καὶ〉 τὸ ἀψίνθιον [καὶ] ἐπίπασ[σ]ον.
πάντα δὲ ἐν ταὐτῷ φυράσας ἐπὶ ῥάκους ἐπιπλάσ[σ]ας ἀπόθου
ἐπὶ ἡμέρας γʹ· τοῦτο καὶ τῷ πόνῳ καὶ τῇ φλεγμονῇ 〈ἁρμό-
ζει〉, πάνυ γάρ ἐστιν ἀληθές.
289
<Τραυματικὴ εὔοσμος.> Λυθαργύρου 𐆃 βʹ, ῥητίνης
τερεβινθίνης 𐆃 αʹ, λιβάνου ἄρρενος ἀλεύρου 𐆃 βʹ, σιδίων ξη-
ρῶν 𐆃 βʹ, ῥητίνης Κολοφωνίας 𐆃 βʹ, στύρακος 𐆃 βʹ, ὀποπά-
νακος 𐆃 αʹ, μίσυος 𐆃 αʹ, ἰξοῦ γ̅ο̅ Ϛʹ.
290
<Κατασκευὴ ξηρίου.> Ἀρρενικοῦ σχιστοῦ, τιτάνεως
ἀνὰ γ̅ο̅ εʹ, χάρτου κεκαυμένου τὸ ἀκροῦν.
292
<Ἄλλο 〈πρὸς ψώραν ἀγρίαν〉.> Ἀσφάλτου, θείου
ἀπύρου ἀνὰ γ̅ο̅ δʹ, ὄξους 𐆅 δʹ ἕψει ὡς τέταρτον λειφθῇ.
τὸ αὐτὸ δὲ καὶ λειχῆνας παύει.
302
<Ἄλλο.> Στέατος χοιρείου 𐆃 αʹ, κηροῦ γ̅ο̅ Ϛʹ, θεαφίου
γ̅ο̅ βʹ, τὰ ὀφείλοντα λειώσας τοῖς τηκτοῖς ἐπίβαλε, καὶ πάντα
συμμίξας ἕψει καὶ ἀπόχριε.
304
<Ἄλλο.> Κριθὴν τὴν ἐν 〈στ〉άβλοις φυομένην 𐆅 Ϛʹ,
ἀκάνθην ἀλέσας καὶ ἐπιβαλὼν ἐλαίου κυπρίνου τὸ ἀρκοῦν
καὶ χλιάνας σύγχριε ἡλίου θερμοῦ ὄντος.
305
<ἄλλο.> Βατράχους ἑψήσας εἰς ὕδωρ ἀνάλαβε αὐτῶν
τὸν ἰχῶρα καὶ πρόσμιξον ἐλαίου τὸ ἀρκοῦν καὶ συνεψήσας χρῶ.
306
<Ἄλλο σωτηριῶδες βοήθημα.> Ἐν μὲν ταῖς ἀρχαῖς
στέαρ πρόσαγε φώκειον. εἰ δὲ ἤδη ἀπεσκληρύνθη, σφοδρο-
τέροις καὶ ἰσχυροτέροις δεῖ κεχρῆσθαι βοηθήμασιν. ὅθεν χρῆ-
σαι τοῦτο· ἄσφαλτον, θέαφον, ὄξος, πίσσαν ὑγράν, <ἀξουγ-
γίαν> παλαίαν ἴσῳ σταθμῷ λύσας καὶ ἑνώσας πρόσαγε, οὕτω
μέντοι πρότερον σιδήρῳ τὴν ψώραν ἀποξέσας καὶ οὔρῳ ἀν-
θρωπείῳ ἀποπλύνας.
311
<Ἱπποκράτους πρὸς 〈μανίαν〉.> Λαμβάνεται ἀπὸ
<χολῆς> ἢ ἀπὸ ὀδύνης ἰσχυρᾶς. σημεῖα δὲ ταῦτα· ὅταν ἕλκη-
ται, προβάλλεται, κινήσεις γίνονται παράκαιροι καὶ τῶν ὠτίων
ὄρθωσις, καὶ τὰ σκέλη λαφρὰ ἀφίησι. τὰ δὲ φλέβια κατὰ τῶν
μυκτήρων φοινικᾶ γίνονται καὶ εἰς τοὺς τοίχους ἐμπίπτει καὶ
τὸν ἐφελκόμενον ἀποσπᾷ καὶ ὀρθὸς ἵσταται. θεραπεύεται οὖν
οὕτως· αἷμα ἀφαιρεῖν καὶ ἐγχυματίζειν οἰνελαίῳ * * * δίδου
διαλείπων <ἡμέρας> καὶ ἐγχυμάτιζε τοῖς αὐτοῖς. κριθὰς δὲ μὴ
δὸς φαγεῖν ἐπὶ ἡμέρας ιʹ. ἐὰν δὲ ἀπό τινος αἰτίας ἢ παρηγο-
ρίας ὑγρότερον ᾖ ἐκεῖνο τὸ πάθος ὅθεν συνέστη, ποίει τοὺς
ἐγχυματισμοὺς καὶ τὰς φλεβοτομίας κατὰ τὴν ἡλικίαν, οἷς μὲν
ἀφαιρῶν, οἷς δὲ προστιθείς.
317
<Εὐμήλου πρὸς 〈ὀπισθότονον〉 ἄλειμμα.> Δαφνο-
κόκκων 𐆃 αʹ, νίτρου 𐆃 αʹ, πίσσης προβατικῆς 𐆃 δʹ, οἴνου 𐆅 βʹ,
ἐλαίου 𐆅 βʹ.
318
<Προπότισμα πρὸς αὐτό.> Δαφνοκόκκων 𐆃 βʹ, νί-
τρου 𐆃 αʹ, λιβάνου ἀλεύρου γ̅ο̅ γʹ, σεσέλεως Γαλλικοῦ 𐆃 αʹ,
πεπέρεως λευκοῦ 𐆃 βʹ, πετροσελίνου 𐆃 βʹ, ὀποπάνακος 〈* * πά-
νακος〉 ῥίζης 𐆃 δʹ, ταῦτα πάντα κόψας σήσας, διεὶς οἴνῳ καὶ
ἐλαίῳ ἀναλαβὼν καὶ θερμάνας προπότιζε, καὶ σῴζεις οὕτως
τὸ κάμνον.
324
<Θεραπεία πρὸς 〈τέτανους〉.> Κηροῦ, ῥητίνης, ὀπο-
πάνακος ἀνὰ 𐆃 αʹ, ὀξυγγίου 𐆃 αʹ, δαφνίνου γ̅ο̅ αʹ, ἅγνου τὸν
καπρὸν τρίψας λεῖον γ̅ο̅ γʹ χρῶ.
327
<Ἄλειμμα πρὸς 〈ὀπισθότονον〉.> Κηροῦ 𐆃 αʹ, ῥη-
τίνης γ̅ο̅ δʹ, ὀποπάνακος γ̅ο̅ βʹ, μυελοῦ ἐλαφείου γ̅ο̅ βʹ, ἐλαίου
στυρακίνου γ̅ο̅ γʹ, ἐλαίου δαφνίνου γ̅ο̅ δʹ, ταῦτα πάντα συν-
εψήσας ἐν ἡλίῳ ἢ ἐν ἄλλῳ θερμοτέρῳ τόπῳ χρῶ.
328
<Ἄλλο.> Κηροῦ, ὀποπάνακος, ἐλαίου ἀνὰ 𐆃 αʹ, ταῦτα
πάντα συνέψησον, καὶ μετὰ τὸ ἑψηθῆναι πρόσμιξον ὄξους τὸ
ἀρκοῦν καὶ χρῶ, καθὼς προείρηται.
329
<Ἄλλο.> Δαφνοκόκκων 𐆅 αʹ, κυμίνου 𐆅 αʹ, θείου
ἀπύρου γ̅ο̅ γʹ, ῥητίνης γ̅ο̅ αʹ, ἐλαίου κοινοῦ 𐆅 βʹ, ταῦτα πάντα
συμμίξας χρῶ.
331
<Ἄλλο.> Πρὸ πάντων ἐν τόπῳ θερμῷ στηκέτω καὶ τού-
τοις κεχρήσθω τοῖς προποτίσμασι· πεπέρεως λευκοῦ γράμ-
ματα βʹ, κρόκου γράμμα αʹ, σμύρνης γράμμα αʹ, ταῦτα πάντα
λειώσας καὶ ὡς πάστιλλον ποιήσας ἐν προποτίσμασι δίδου.
333
<Ἄλειμμα πρὸς τὸ αὐτὸ καὶ πρὸς ψῦχος.> Κηροῦ
𐆃 αʹ, ῥοδίνου ἐλαίου γ̅ο̅ βʹ, οἴνου παλαιοῦ τὸ ἀρκοῦν.
334
<Προπότισμα πρὸς αὐτό.> Πίσσης ὑγρᾶς γ̅ο̅ βʹ,
δαφνοκόκκων γ̅ο̅ αʹ, νίτρου <ματρονικίου> γ̅ο̅ ϲʹ, λιβάνου
ἀλεύρου γ̅ο̅ αʹ, πάνακος ῥίζης γ̅ο̅ αʹ, οἴνου 𐆅 βʹ, ἐλαίου 𐆅 αʹ.
ταῦτα πάντα λειώσας τῷ οἴνῳ καὶ τῷ ἐλαίῳ μίξας δίδου.
335
<Ἄλλο.> Δαφνοκόκκων γ̅ο̅ Ϛʹ, νίτρου γ̅ο̅ αʹ, λιβάνου, σε-
σέλεως Γαλλικοῦ, πετροσελίνου ἀνὰ γ̅ο̅ αʹ, σύμπαντα κόψας
σήσας μετὰ χλιαροῦ πόματος δίδου.
344
<Ἄλλο 〈πρὸς μυρμηκίαν〉.> Μίσυος γ̅ο̅ γʹ, κόμμεως,
χαλκίτεως, στυπτηρίας φορίμης ἀνὰ γ̅ο̅ αϲʹ, πρωτοστάκτου τὸ
ἀρκοῦν προσμίσγων τροχίσκους ποίει.
351
<Ξηρίον ὀφθαλμικόν.> Λάμνας αὐροχαλκέας καὶ
οὖρον πρόσφατον βάλε εἰς ἓν εἰς παροψίδα ὀστρακίνην και-
νήν. ζέννυε ἐπιβαλὼν τὸ οὖρον ἐφ' ὅσον συντακῶσιν αἱ λάμναι
καὶ χρῶ.
352
<Ἄλλο.> Ἅλας ἀμμωνιακὸν καὶ σηπίας ὀστράκου καὶ
κροκοδείλου τὴν κόπρον σύντριψον εἰς ἓν καὶ λειοτρίβησον
καὶ βάλε εἰς σκεῦος χαλκοῦν καὶ ἐμφύσα αὐτοῦ τὸν ὀφθαλμόν.
354
<Ἄλλο ξηρίον ὀφθαλμικόν.> Νίτρον λεπτὸν καὶ
<α〈ἰ〉ρίσφλως> τρῖψον εἰς ἓν καὶ χρῶ πρὸς λευκὸν ὀφθαλμόν.
356
<Ἐὰν ἀπὸ χλωρῶν κοιλοφθαλμ〈ι〉ῇ,> οὕτως θερα-
πεύσῃς· αἷμα αὐτοῦ ἀφέλῃς ἀπὸ τῶν βραχιόνων καὶ ἀπὸ τῶν
<κορωνῶν>, καὶ ἀνακολλήμασι χρήσῃ καὶ ἐμβρέξῃς αὐτὸν πά-
γουρον συντετριμμένον μετὰ φύλλων <κολίκ〈λ〉ων>. ἐὰν πά-
γουρον μὴ ἔχῃς, ὕδωρ ὄμβριον μετὰ γάλακτος αἰγείου· ἐὰν
τοῦτο μὴ ἔχῃς, * ῥίζαν συντρίψεις μετὰ οἴνου 𐆅 αʹ. τοῦτο
ποιήσεις, μέχρις οὗ ὑγιὴς ἔσται. 〈ἢ〉 οὕτως θεραπεύσεις·
ὕδατι θερμῷ ἀντλήσεις δὶς τῆς ἡμέρας καὶ χήνειον στέαρ μετὰ
ῥόδων μίξεις καὶ ἐναλείψεις οὕτως τε χρήσῃ * *
357
<Ὀφθαλμικόν.> Θεραπεία ὀφθαλμική. κρόκου γ̅ο̅ Ϛʹ,
σμύρνης γ̅ο̅ αʹ, πεπέρεως γ̅ο̅ αʹ συντρίψεις μετὰ μέλιτος τοῦ
καλῶς ἔχοντος καὶ εἰς πυξίδα πέμψεις χαλκῆν.
359
<Πρὸς λεύκωμα ὀφθαλμοῦ.> Σαῦρον συγκαύσεις
καὶ συντρίψεις καὶ προσζεύξεις μέλιτος τὸ ἱκανὸν καὶ χρῶ.
362
<Ἄλλο.> Πρὸς ὀφθαλμὸν φλεγμαίνοντα λιβανωτοῦ ἀμύ-
λου, μέλιτος Ἀττικοῦ μιγέντα ἐγχριστέον, ἢ βουτύρου τὸ ἴσον
ἐμβαλὼν ἢ σηπίας ὀστοῦν λειωθέντα διὰ καλάμου[ς] φυση-
τέον ἢ σιλφίου ῥίζης μετὰ ἐλαίου ἢ πίσσης δὶς τῆς ἡμέρας
ὑπαλειπτέον.
367
<Πρὸς πάντα ἐν ὀφθαλμοῖς πάθη.> Ἅλας πε-
φρυγμένον καὶ λελειωμένον ὕδατος προσμιγνυμένου ἐγχριόμε-
νον καλῶς ἐπιτήδειον.
372
<Ἱπποκράτους ὀφθαλμικόν.> Ἀφόνιτρον καὶ ἔλαιον
Ἄφρον καὶ κρομύου χυλὸν καὶ μέλι τρίψας εἰς ἓν χρῶ, ἢ
τρύγα λευκὴν κατακαύσας καὶ λειοτριβήσας μετὰ μέλιτος ἐπί-
χριε, ἢ μίσυ καύσας καὶ λειοτριβήσας χρῶ, καὶ μὴ πολὺ βά-
λῃς, μὴ ἐγκαῇ· χρῖε δέ, ὅπου, ἕλκος οὐκ ἔστιν, ἢ κρόκου ὁλ-
κὴν αʹ, σμύρνης τὸ ἴσον, πεπέρεως ὁλκῆς ϲʹ, σχοίνου ἄνθους
τὸ ἴσον, λιβάνου ἀτόμου χόνδρους γʹ, ἅλατος ἀμμωνιακοῦ ὁλ-
κῆς ϲʹ, μέλι μίξας καὶ λειοτριβήσας χρῶ πρὸς τὰ <λευκώματα>,
ὅπου ἕλκος οὐκ ἔστι. κάλλιστον δὲ καὶ τοῦτο· ὀδόντα〈ς〉 κρο-
κοδείλων καύσας καὶ λειοτριβήσας χρῶ, ἢ σκορπίους ὡσαύτως
καύσας καὶ λειοτριβήσας χρῶ.
375
<Πρὸς 〈γλαυκώματα〉 καὶ ὑποχύσεις.> Ἔριον οἰσυ-
πηρὸν καύσας μετὰ κριθῶν καὶ λειοτριβήσας ἴσον ἑκάστου
μετὰ ἅλατος φρυκτοῦ καὶ μέλιτος χρῶ.
376
<Κουλλούριον Λυκίνου ὀφθαλμικόν.> Ἀμόργης
παλαιᾶς 𐆅 αʹ, οἴνου Μολοσσίου τὸ ἴσον, μέλιτος κοχλιάριον
ἕν, ἐχίου βοτάνης ῥίζης γ̅ο̅ αʹ, πολίου βοτάνης γ̅ο̅ αʹ, ἀμμω-
νιακοῦ γ̅ο̅ αʹ λειοτριβήσας καὶ συνεψήσας χρῶ.
377
<Πρὸς ῥεῦμα ὀφθαλμῶν.> Χλοανὸν 〈ἀνα〉κολλημά-
τι〈ον〉. οἴνῳ παλαιῷ καὶ ᾠοῦ τὸ λευκὸν καὶ ἄλφιτα μίξας
ἐπίθες ἐπὶ τὸν ὀφθαλμόν, 〈ἢ〉 μίξας ἔλαιον μετὰ τοῦ ᾠοῦ.
379
<Ἀνακόλλημα ὀφθαλμῶν.> Μαλάγματος γ̅ο̅ αʹ, σμύρ-
νης τρωγλίτιδος γ̅ο̅ αʹ, γύρεως χνοῦ 𐆅 αʹ εἰς ᾠοῦ τὸ λευκόν.
380
<Ἄλλο.> Ἴρεως γ̅ο̅ αʹ, μάννης γ̅ο̅ αʹ, ᾠοῦ τὸ λευκόν.
381
<Ἱεροκλέους σκευασία κολλουρίων.> Ὄστρεον καύ-
σας καὶ κόψας καὶ σήσας μέλιτι μίξας χρῶ. πρὸς δὲ ἐπιφορὰς
ῥεύματος εἰς ὀφθαλμὸν ῥόδινον ἀνάδος καὶ ᾠοῦ τὸ λευκὸν
ἐπίχριε.
382
<Ἄλλο.> Νίτρον θαλάσσιον ἐλαίῳ παλαιῷ μίξας χρῶ.
385
<Ἄλλο ὑγρὸν ποιοῦν πρὸς παλαιὰ καὶ χρόνια
λευκώματα θαυμαστῶς.> Λυκίου γ̅ο̅ Ϛʹ, λιβανωτοῦ ἀτό-
μου γ̅ο̅ ϲʹ, κρόκου ὁλκὰς βʹ, οἴνου αὐστηροῦ τὸ ἀρκοῦν. τὸ
αὐστηρὸν βάλε καὶ τὸν λιβανωτὸν καὶ τὸν κρόκον λελειωμένα
καὶ σεσησμένα, εἶτα τὸ λύκιον λειώσας, ὁμοῦ ἀνελόμενος χρῶ.
387
<Πρὸς ἕλκωσιν ὀφθαλμοῦ.> Ἀμύλου γράμματα Ϛʹ,
ἴου γράμματα βʹ, κόμμεως γράμμα αϲʹ λειώσας ἐν ὕδατι, ταῦτα
ἀναλάμβανε, καὶ ἀνιεὶς ἐν ἀκόνῃ δι' ὕδατος ἐνάλειφε.
388
<Πρὸς ἑλκώσεις καὶ περιωδυνίας καὶ ἐπιφορὰς
ῥευμάτων.> Ψιμυθίου πεπλυμένου ὁλκὰς δʹ, ἀμύλου ὁλ-
κὰς ηʹ, κόμμεως ὁλκὴν αϲʹ λειώσας καὶ ἀναλαμβάνων ὕδατι
ὀμβρίῳ ἐαρινῷ ἢ μετοπωρινῷ χρῶ.
390
<Κολλούρια συριγγιακά.> Ἀναγαλ〈λ〉ίδος χυλοῦ, πρασ-
σίου χυλοῦ, κράμβης κεκαυμένης τὴν σποδιάν, ἀνήθου ῥίζαν
κεκαυμένην, πρωτοστάκτου [τὰ] ἴσα ποίει καὶ προλειώσας ἀνά-
πλαττε κολλούρια καὶ χρῶ.
391
<Ἄλλο.> Ἴρεως, χαμαιλέοντος, ἀριστολοχείας, κόμμεως
ὕδατι λειώσας ποίει κολλούρια καὶ χρῶ.
392
<Ἄλλο ποιοῦν καλῶς καὶ ἐκτυλοῦν ἐκ βάθους
καὶ ἀνάγον μετὰ ὀστέου τὰς σύριγγας.> Χαλκίτεως
ὀπτῆς γ̅ο̅ βʹ, μίσυος κεκαυμένου γ̅ο̅ γʹ, ἀμμωνιακοῦ γ̅ο̅ αʹ. τὸ
ἀμμωνιακὸν ἑψήσας δι' ὄξους δριμέος πρόσμισγε τὴν χαλκῖτιν
καὶ τὸ μίσυ προλελειωμένα. εἶτα λειώσας ἀνάπλαττε κολλού-
ρια, τὰ μὲν ἐπιμήκη μύουρα, τὰ δὲ τροχοειδῆ, καὶ ἀποθέμε-
νος εἰς βῖκον ὑελοῦν χρῶ.
393
<Ἄλλο.> Ἰοῦ γ̅ο̅ βʹ, ἀρσενικοῦ γ̅ο̅ γʹ, κόμμεως γ̅ο̅ αʹ. τὸ
κόμμι τήξας ὄξει, τὸ δὲ ἀρσενικὸν καὶ τὸν ἰὸν προλειώσας
μίσγε καὶ ποίει κολλούρια καὶ χρῶ.
394
<Ἄλλο.> Ἰοῦ γ̅ο̅ βʹ, χαλκοῦ κεκαυμένου γ̅ο̅ ϲʹ, χαλκίτεως
ὀπτῆς γ̅ο̅ αʹ, κόπρου περιστερῶν γ̅ο̅ αʹ, κόμμεως γ̅ο̅ αʹ. τὸ
κόμμι βρέξας εἰς ὄξους κύαθον αʹ, εἶτα πάντα λειώσας ἀνά-
πλαττε κολλούρια.
395
<Ἄλλο.> Τιτάνου μέλανος προσφάτου κεκαυμένου γ̅ο̅ βʹ,
νίτρου ἐρυθροῦ γ̅ο̅ αϲʹ, χαλκίτεως ὀπτῆς γ̅ο̅ δʹ, <φέκλης> γ̅ο̅ βʹ,
πρωτοστάκτου γ̅ο̅ Ϛʹ, ἀμμωνιακοῦ γ̅ο̅ αϲʹ, τὸ[ν] ἀμμωνιακὸν
τῆξον μετὰ τοῦ πρωτοστάκτου, ἔπειτα τὰ ξηρὰ λελειωμένα
προσμίξας καὶ ἀναπλάσ[σ]ας χρῶ.
396
<Ἄλλο.> Ἰξοῦ τὸν χυλὸν μόνον ἀναπλάσ[σ]ας χρῶ.
397
<Ἄλλο.> Μέλι πρωτεῖον, λιβανωτὸν λελειωμένον πρόσ-
μισγε.
398
<Ἄλλο.> Μέλι πρ(ωτεῖον) ἢ στίμι, κώνειον, χαλκῖτιν, ἴσα
ποιῶν πρόσ[σ]μισγε.
400
<Ἄλλο καλὸν ὀφ〈θ〉αλμικόν.> Οἴνου γλυκέος 𐆅 γʹ,
ᾠῶν γʹ τὰ λευκά, 〈ἐλαίου〉 γ̅ο̅ γʹ, πάντα συμμίξας χρῶ.
401
<Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλάς.> Ναρδοστάχυος
γ̅ο̅ αϲʹ, ἅλατος ἀμμωνιακοῦ γ̅ο̅ γʹ, ὑσσώπου γ̅ο̅ ιβʹ, καδμείας
γ̅ο̅ ϲʹ, πεπέρεως γ̅ο̅ αʹ λειώσας χρῶ.
403
<Πρὸς ῥῆγμα ὀφρύος.> Ἐμπόρπησον τὰς τοῦ ῥήγμα-
τος ἀρχὰς καὶ μάννην μετὰ ᾠοῦ ἀπόθου καὶ χρῶ ὡς δοκίμῳ.
404
<Πρὸς ἐπιφορὰν ὀφθαλμῶν.> Σμύρνης ὀβολὸν αʹ,
κροκοδείλου ἀφοδεύματος ὀβολὸν αʹ, ἅλατος ἀμμωνιακοῦ, ση-
πίας ὀστράκου ὀβολοῦ ϲʹ, μέλιτος Ἀττικοῦ κυάθους βʹ, ταῦτα
πάντα λειώσας χρῶ.
405
<Πρὸς σιμβλώσεις.> Σμύρνης, κρόκου ἀνὰ γράμματα Ϛʹ,
κροκοδείλου ἀφοδεύματος γράμματα βʹ, μέλιτος Ἀττικοῦ, μυε-
λοῦ ἐλαφείου τὸ ἀρκοῦν.
410
<Κολλούριον πύξινον.> Βαλσάμου γ̅ο̅ βʹ, κρόκου γ̅ο̅ βʹ,
σμύρνης γ̅ο̅ βʹ, ἅλατος γ̅ο̅ δʹ, λεπίδος χαλκοῦ γ̅ο̅ δʹ, σηπίας
ὀστράκου γ̅ο̅ βʹ, ἀφονίτρου γ̅ο̅ αʹ, ἀλκυονίου γ̅ο̅ αʹ, μέλιτος
Ἀττικοῦ γ̅ο̅ αʹ.
411
<Κολλούριον ἐρύθριον.> Ὑσσώπου γ̅ο̅ βʹ, κρόκου
γ̅ο̅ ϲʹ, πεπέρεως λευκοῦ, λιβάνου ἄρρενος, κόμμεως, ἐλαίου
ἀνὰ γ̅ο̅ βʹ.
416
<Πρὸς ὀφθαλμίαν ἀρχομένην.> Πηγάνου γράμ-
ματα δʹ, λιβάνου ἄρρενος, κόπρου περιστερᾶς, σμύρνης, ἐλαίου,
μέλιτος πρωτείου ἀνὰ γραμμάτων δʹ, ἐλαίου ῥοδίνου γράμμα ἕν.
417
<Πρὸς ὀφθαλμὸν κατάπλασμα.> Ταυροκόλλῃ κε-
ρασ〈ας ἀσ〉φάλτου γ̅ο̅ ϲʹ, ζύμης σιλιγνίου τὸ ἀρκοῦν, λιβάνου
ἀλεύρου γ̅ο̅ δʹ, ὄξους τὸ ἀρκοῦν.
421
<Πρὸς ἀπολεύκωσιν.> Φύλλα κισσοῦ μασησάμενος
πρόσπτυε κατὰ τοῦ ὀφθαλμοῦ ἐπὶ ἡμέρας γʹ.
422
<Πρὸς τὰς ἐν ὀφθαλμοῖς οὐλάς.> Νηστικῷ σιέλῳ
καὶ ἅλατι ἀπότριβε καὶ λεπτυνθήσονται, ἢ μετὰ ἅλατος σηπίας
ὄστρακον τρίψας χρῶ, ἢ σπέρμα σινήπεως ἀγρίου χυλίσας διὰ
ὀθονίου εἰς τὸν ὀφθαλμὸν στάζε. πᾶς δὲ τῶν ὀφθαλμῶν πό-
νος ἐν χρίσει μέλιτος ἀκάπνου καταπαύεται. εἰ δὲ μὴ εὑρεθῇ
ἄκαπνον, κἂν γοῦν καπνισθέντι θυμιακῷ χρῶ. εἰ δὲ μηδὲν
τούτων εὑρεθῇ, φλοιὸν παλαιᾶς βύρσης καύσας καὶ ξηρίον
ποιήσας ἔμβαλε κατὰ τοὺς ὀφθαλμοὺς καὶ χρῷ ὡς δοκίμῳ.
424
<Κολλούριον κάλλιστον.> Σμύρνης γράμματα γʹ,
κρόκου γράμματα γʹ, πεπέρεως λευκοῦ γράμματα γʹ, πεπέρεως
μελάνου γράμματα βʹ, βαλσάμου γράμματα βʹ, μέλιτος Ἀττι-
κοῦ γ̅ο̅ Ϛʹ, σελίνου γράμματα γʹ.
426
<Σύνθεσις εἰς δύσπνοιαν καὶ καρδίαν κτήνους.>
Φρύνου ὅλον ἧπαρ, ὄρυκος ὅλον, δαφνίδος γ̅ο̅ Ϛʹ, σμύρνης
τρωγλίτιδος γ̅ο̅ δʹ, κροκομάγματος γ̅ο̅ γʹ, καρδάμου σπέρμα γ̅ο̅ βʹ,
ὀπίου πυρροῦ γ̅ο̅ αʹ, λιβάνου ἄρρενος γ̅ο̅ βʹ, γῆς μήλων γ̅ο̅ βʹ,
ἀλόης γ̅ο̅ βʹ, ῥόδων ξηρῶν γ̅ο̅ αʹ, <λάρικος> γ̅ο̅ γʹ, ταῦτα εἰς ἓν
συντρίψας χρῶ.
429
<Ἱπποκράτους πρὸς 〈καρδίας πόνον〉.> Ἑστῶτος
ἱδρὼς αὐτοῦ φέρεται καθ' ὅλου τοῦ σώματος πολύς, κατακλι-
θεὶς εἰς πλευρὸν δυσχερῶς ἀνίσταται. ἡμέραν δὲ πλείω οὐ ζῇ.
440
<Πρὸς ποδάγραν.> Ταῦτα δʹ ὀνόματα εἰς πέταλον κασ-
σιτέρινον γράψεις ἐν γραφίῳ μὴ ἔχοντι τὸ λειοῦν, καὶ ἡμέρᾳ
ἡλίου τὸν πόδα δῆσον ὃν πονεῖ, καὶ πάλιν μετὰ ἡμέρας λϚʹ,
ἥτις γίνεται λϚʹ ἡμέρα ἡμέρα ἡλίου, 〈λύε〉. τὰ δὲ γραφόμενα
ταῦτα· <χεντιμα τεφῆκεν τέφρα, γλύκαινε.>
441
<Ἄλλο.> Πέτελα δύο ὁμοίως γράφεις, καὶ τὸ πρῶτον
εἰς ἀπόβατον…
περ…
The complete text is available when the reading interface loads.