Fragmenta Anatolii
- Edition reference
- Fragmenta Anatolii, ed. Oder and Hoppe , op. cit., vol. 2, 115–121.
- CTS identifier
urn:cts:greekLit:tlg0738.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
5
ἐκτρῶσαι ποιεῖ. ἐγχυματιστέον οὖν αὐτὰς πολυπόδιον μεθ'
ὕδατος, ἐὰν δὲ ἐπιλίπῃ νομή, εἰσαχθῆναι αὐταῖς παράβλητρον
ζειᾶς κατὰ τὴν ἀναλογίαν τῆς κατὰ τὴν νομὴν ἐνδείας καὶ
χόρτον.
6
τὰ μὲν 〈οὖν〉 ἄλλα τετράποδα κατακείμενα τίκτει, διὸ
καὶ πλάγια προέρχεται τὰ ἔμβρυα, ἡ δὲ ἵππος ὀρθή. καὶ ἵππον
μὲν διαλιποῦσα τίκτει, ἡμίονον δὲ συνεχῶς. γαλουχεῖ δὲ
ἡμίονον μὲν οὐ πλεῖον εἰς ἓξ μῆνας, ἵππον δὲ εἰς διετίαν. ὅτε
δὲ τέκῃ, τὸ χόριον εὐθὺ κατεσθίει καὶ τὸ ἐπὶ τοῦ μετώπου
λεγόμενον <ἱππομανές>. εἰδέναι δὲ χρή, ὅτι μετὰ τὸ τεχθῆναι
ἡμίονον ἐὰν ἵππος τεχθῇ, κἂν εὐγενὴς ᾖ, βραδὺς καὶ νωθὴς
καὶ ὀνώδης γίνεται.
7
<Πώλων ἀπὸ γέννας ἐπιμέλεια.> Πρῶτον μὲν 〈τοίνυν〉
οὐ χρὴ προσάγειν χεῖρα τοῖς γεννήμασιν οὐδὲ τῆς μητρὸς
ἀποσπᾶν, φιλοστοργότατον γὰρ τὸ ζῷον. θέρμης δὲ προνοεῖσθαι
δεῖ καὶ εὐρυχωρίας καὶ 〈τοῦ〉 μὴ καταπατεῖσθαι τὰ γεννή-
ματα, τῶν δὲ τεκουσῶν ἐπιμελεῖσθαι ἠρεμαίαις ταῖς πορείαις
καὶ τῇ τοῦ χόρτου παραθέσει καὶ κριθῆς βεβρεγμένης Μηδικῆς
τε καὶ ζειᾶς καὶ τῶν ὅσα τοιαῦτα, καὶ τὸ δεύτερον τῆς ἡμέρας
ποτόν. τὸ δ' ἱπποστάσιον μάλιστα ἐν χειμῶνι μὲν ἀλεεινὸν
ἔστω, ἀναψῦχον δὲ θέρους. αἱ δὲ φάτναι ἐφ' ὑψηλοῦ τετά-
χθωσαν, αὐταὶ δὲ ἀνηρτήσθωσαν ταῖς ἐπιφατνιδίοις φορβειαῖς,
ὅπως ἀνέχουσαι λαμβάνωσι τὴν τροφήν. 〈παρα〉τηρητέον δὲ
τοῦτο ἐπὶ τῶν πώλων μάλιστα, ὑψαύχενες γὰρ οὕτως εἶναι
ἐθιοῦνται.
8
ἡμερῶν δὲ γενομένων δεκαπέντε εἰς ὕλας προακτέον,
ἵνα μὴ αἱ ὁπλαὶ συγκαῶσι τῇ κόπρῳ ἁπαλαὶ ὑπάρχουσαι, δείλῃς
δὲ πάλιν εἰς τὸν σταῦλον εἰσακτέον. μετὰ δὲ δύο μῆνάς που
καὶ τρεῖς γυμναστέον τὴν ἵππον, ἵν' αὐτῆς τε τὸ γάλα κρεῖττον
γένηται καὶ ὁ πῶλος ἀκολουθῶν ἐγγυμνάσηται τοῖς δρόμοις.
ἑξαμηνιαίοις δὲ γενομένοις τοῖς πώλοις κριθῆς παραβλητέον
βεβρεγμένης καὶ πτισάνης. οὐ χωριστέον 〈δὲ〉 τοῦ γάλακτος
πρὸ διετίας αὐτούς. φυλακτέον δὲ ἀκριβῶς 〈μὴ〉 ὀχεύεσθαι
τὰς γαλουχούσας, ἵνα μὴ τὸ γάλα αὐτῶν διαφθαρῇ. ἀνα-
παυέσθωσαν δὲ διετίαν ἢ τό γε ἐλάχιστον ἐνιαυτόν. οὕτω γὰρ
καὶ τοὺς πώλους εὖ τροφήσουσι καὶ αὐταὶ πολύγονοι καὶ
πολυχρόνιοι ἔσονται.
9
<Πότε δαμασθῆναι δεῖ τοὺς ἵππους καὶ πῶς;> Εἰς
δὲ τὴν χειροήθειαν ἀνακτέον τοὺς πώλους καὶ δαμαστέον μὴ
ἐλάττονας μηνῶν δεκαεπτὰ ἢ δεκαοκτὼ προχλοασθέντας καὶ
κεκαθαρμένους. καθαίρονται δέ ἐρεβίνθοις καὶ ὀρόβοις διὰ τὸ
θερμὸν τῆς φύσεως. ταῖς μέντοι τρίψεσι ταῖς καθημεριναῖς
καὶ τοῖς λουτροῖς οὐχ ἧττον ἀνθρώπων χαίρουσιν ἵπποι.
εὔτριχοι δὲ γίνονται τὰς χαίτας καὶ τὰς οὐρὰς οἰνελαίῳ ἐπι-
βρεχόμενοι.
10
<Ἵππου ἀγαθοῦ δοκιμασία.> Ἵππον 〈οὖν〉 φαμεν
ἀγαθὸν τὸν τὸ εἶδος ὄρθιον καὶ διηρθρωμένον ἔχοντα, ὑψαύ-
χενα, ἐπίγρυπον, λευκοειδῆ, ἄπληκτον, κελεύσματι μόνῳ καὶ
λόγῳ ἡνιοχούμενον, κεφαλὴν μικρὰν ἔχοντα καὶ διηρθρωμένην,
μέτωπον ὁμαλόν, ὠτία ὀρθὰ καὶ προΐσταμενα, γλῶσσαν μικρὰν
καὶ λεπτήν, πρόσωπον σιμόν, τράχηλον ἁπαλὸν καὶ μεγαλο-
περίοχον, χαίτην ἁπαλότριχα, βαθεῖαν, οὐλοτέραν εἰς τὰ δεξιὰ
νεύουσαν, στῆθος εὐρύ, πλῆρες καὶ μεμυωμένον, ὠμοπλάτας
μεγάλας, διατετυπωμένας, βραχίονας ὀρθούς, διηρθρωμένους,
πλευρὰς κεκυρτωμένας, κοιλίαν εὔογκον (<τινὲς δέ φασι> συμ-
πεπιεσμένην καὶ ταῖς λαγόσι συνεσταλμένην), διδύμους μι-
κροὺς ἰσομεγέθεις, ἰσχία πεπληρωμένα πλάτος ἔχοντα διπλοῦν,
ῥάχιν ἐγκαθημένην, διπλῆν, ὁμαλήν, οὐρὰν εὐμήκη, ἔνουλον,
κνήμας καὶ σκέλη ὀρθὰ καὶ μάλα ὑγρά, εἰς τὸ ἐντὸς μέρος ἐπε-
στραμμένα, γόνατα μικρά, στρογγύλα καὶ στερεά, μηροὺς με-
μυωμένους, ὄνυχας στερεοὺς καὶ στεφάνην μὴ προπετῆ, <κύλικα>
μικρόν.
11
ὄρθιον ὅλῳ τῷ σώματι, εὐμεγέθη, διηρθρωμένον,
μέγεθος ἱκανόν, τὰς δι' ὅλου τοῦ σώματος φλέβας εὐσήμους
καὶ ἐπηρμένας, χροιὰν δὲ φοινικοῦν ἢ μέλανα, ἑστάναι μὴ
ἀνεχόμενον, ἀλλὰ τὴν γῆν κροτοῦντα καὶ θέειν ἐπιθυμοῦντα,
ψυχὴν ἀκατάπληκτον ἔχοντα, ὡς κτύπους τῶν ἐξαπίνης ζῷων
ἐπιγινομένων ἤ τινων ἄλλων ἀήθων θεαμάτων μὴ ἐκταράτ-
τεσθαι, ἔμφρονα δὲ καὶ τόλμῃ ὑπείκοντα, φιλόπρωτον, συνεξε-
ριστικόν, ποταμοὺς καὶ τάφρους εὐσκόπως διερχόμενον.
12
<Ἵππου σκολιοῦ δοκιμασία.> Τὸν δὲ σκολιὸν πολύν,
εἰκῇ [σαρκίον] συμπεφορημένον, κρατεραύχενα, βραχυτράχη-
λον, σιμοπρόσωπον, μελάγχρουν, λευκόμματον, ὕφαιμον, ὠσὶ
λάσιον, κωφόν, μετὰ κέντρων [νυττόμενον] μόλις ὑπείκοντα.
<Ἵππων φύσεις κατὰ ἔθνος.> <Ἀρμένιοι> ἵπποι κατὰ σῶμα μὲν εὐμεγέθεις εἰσί, χρεμε-τιστικοί, πλατύνωτοι, ῥάχιν ὑπέρσαρκοι, προτομὴν οἱ μὲν ἐπί-γρυποι, οἱ δὲ βοώδεις. <Ἄρ[ρ]αβες> δὲ οἱ πρὸς τῷ ὄρει τῆςἸνδικῆς εὐμεγέθεις, φοίνικες, ὡς ἐπίπαν εἰπεῖν, τὴν χροιάν,ὑψαύχενες, τὴν προτομὴν σύμμετρον καὶ εὔρυθμον ἔχοντες,τὴν κεφαλὴν [καὶ] ἡνομένην σχεδὸν τῷ τοῦ ἱππέως μετώπῳ,κυδροὶ καὶ δυσγαργάλιστοι, πολὺ τὸ τῆς ἱπποτυφίας ἔχοντεςὑπερήφανον, ὀξεῖς σφόδρα, ποδώκεις, γόνατα ὑγροί, τῇ ὁρμῇτοῦ δρόμου ὅλους ἑαυτοὺς ἐπιδιδόντες, πηδῶντες κούφωςμᾶλλον ἢ τρέχοντες, γοργοὶ τὸ βλέμμα, τὴν ἶριν κεκραμένηνκαὶ ὑδαρεστέραν ἔχοντες, τοὺς κενεῶνας συνεσταλμένοι καὶ τὸἄλλο σῶμα ἰσχνοὶ καὶ οὐ κεχυμένοι, 〈τὴν〉 ῥάχιν κοίλην ἔχοντες,πρὸς τὸ καῦμα μὴ ἀπαγορεύοντες, τῷ ἡλίῳ μᾶλλον χαίροντες,τὴν χαίτην εὐφυεῖς, τὴν δίαιταν εὐτελεῖς, ἐμβριθεῖς τὰ ἄλλα,ἀβιάστως τὰς διαβάσεις ποιούμενοι. <Βαρκαῖοι> μήκιστοιτὰ ἐκ τοῦ κενεῶνος εἰς τοὺς ὠμοπλάτας. τούτοις μόνοις ἵππωνἡ φύσις μείζους ἐδωρήσατο πλευράς, σπάθας γὰρ ἔχουσιν δε-κατρεῖς, τῶν ἄλλων ἵππων ἐχόντων δώδεκα. <Δαλμάται>Ἀρμένιοι εἶναί <μοι δοκοῦσι> καὶ Φρύγες. εἰσὶ δὲ ἐμβριθεῖς,τὴν ῥάχιν κοίλην ἔχοντες, διὰ δὲ τῶν ἰσχίων πλατεῖς, ἡμερώ-τατοι καὶ εὐπειθέστατοι μέγιστοί τε καὶ κάλλιστοι καὶ τῷ φρο-νήματι ἀνδρειότατοι. οὐ μὴν γίνονται πολλοὶ τοιοῦτοι. <Θετ-ταλοὶ> μέγεθος μέν εἰσι σύμμετροι, πλευρὰς ἀσαρκότεροι, γα-στέρα [οὐκ] ἰσχνώμενοι, τὸν κενεῶνα βραχεῖς, τράχηλον περι-φερεῖς, ὀξεῖς τὴν καθέδραν, τὰ νῶτα ἰσοτενεῖς. Κενταύρειοίτινες ἵπποι καλοῦνται ἐν Θετταλίᾳ, ὧν ἡ ῥάχις μετρίως κεκοί-λωται εἰς ἀσφαλῆ καθέδραν τοῦ ἱππέως. <Γάλλοι> φίλυδροι,θυμώδεις, φιλότιμοι καὶ φιλόνεικοι. <Ἴβηρες> 〈δὲ〉 μικροὶ〈ὡς ἄτροφοι〉 καὶ θηρατικοί, πιστεύονται δ' οὗτοι ἀπ' ἀγρίωνἵππων γεγονέναι, [διὸ καὶ βραχεῖς τὸ σῶμα,] λεῖοι, [μικρῶςἄτροφοι, θηρατικοί] ὀξεῖς πρὸς δρόμον, βαδίσαι δὲ ἀφυεῖς.<Καππαδόκαι> Ἀρμένιοί <μοι εἶναι δοκοῦσιν> καὶ Φρύγεςκατὰ τὰ αὐτὰ τοῖς Δαλμάταις. εἰσὶν 〈δὲ〉 παρ' αὐτοῖς ἐπὶ πολὺτοιοῦτοι γινόμενοι. <Λύδιοι> μεγάλοι τὰ σώματα καὶ κάλ-λιστοι, τὴν κεφαλὴν προμήκεις, εὐρύστερνοι, ὄμμα μαλακοί, τὴνἶριν οἰνωποί, εὔκομοι, τὴν οὐρὰν λάσιοι, τὸ ἦθος ἀπειθεῖς καὶἐριστικοί, δυσχείμεροι, ἁπαλοὶ τὴν σιαγόνα, ἀγχέμαχοι ἀγαθοὶκαὶ ζυγὸν ὑποδῦναι ἄριστοι. <Λίβυες> ὀφθῆναι μὲν ἀπρε-πέστατοι καὶ μικροὶ τὰ σώματα, εὔδρομοι δὲ καὶ λιτοί, κάτωβλέποντες, [ἀχαλίνωτοι γάρ εἰσι] φέρουσι γὰρ καὶ ἀχαλίνωτοι[εἶναι]. <Λευκανοὶ> φαῦλοι, μικροὶ τὸ σῶμα, δυσειδεῖςτὸ χρῶμα, αἰσχροὶ τὰς ὄψεις, ὑπὸ ζυγὸν δὲ ἐργατικώτατοι.<Μῆδοι> μέσοι τὸ μέγεθος, ὦτα μικρά, κεφαλὴν οὐχ ἱπ-πικὴν ἔχοντες, οὐ φοβεροί, πρὸς δὲ τὸ καῦμα ἀπαγορεύοντεςδιὰ δύσπνοιαν ῥᾳδίως. <Μαυρούσιοι> 〈δὲ〉 ἀνέκπληκτοι