Fragmenta Timothei Gazaei
- Edition reference
- Fragmenta Timothei Gazaei, ed. Oder and Hoppe , op. cit., vol. 2, 121–124.
- CTS identifier
urn:cts:greekLit:tlg0738.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
πρὸς δόρατα καὶ σάλπιγγας, ὠκύτατοι, εὐάγωγοι, ῥάβδῳ γοῦνκατιθύνονται διὰ τὸ πείθειν, ἥκιστα δὲ βουλιμιῶσι καὶ δίψηςἀνέχονται. <Νησαῖοι> μέγιστοι τὸ σῶμα, ὑγρότατοι, ὑψαύ-χενες, εὔσαρκοι, εὐπειθεῖς, τοῖς ποσὶ τὴν γῆν κροτοῦντες.<Ὀδρύσαι> Θρᾳκῶν ὀλίγον βελτίους, μεγάλοι τὸ μέγεθος,χαλεποὶ τιθασσεύεσθαι, δηκτικώτατοι, ἄρρηκτοι τὰς ὠμοπλάτας.<Σικελοὶ> ταὐτὸν ἂν ἦσαν τοῖς Λευκανοῖς * *, ἀχθέντεςδὲ ἄμφω καλοὶ γένοιντ' ἄν. <Σαυρομάται> ἄριστοι, μείζουςἸβήρων εἰσίν, οὐ μὴν εὐσαρκότεροι, ἀνάγωγοι δέ. <Ὑρκανοὶ>ἐξόφθαλμοι, σκιρτητικοί, τὸν ἀναβάτην, εἰ πέσοι, περιμένον-τες, ὑγροσκελεῖς, πολεμικοί, ἁμιλληθῆναι δυνάμενοι, χιλοσιτοῦσιδὲ μᾶλλον, κριθοφάγοι ἢ πυροφάγ〈οι οὔκ εἰσι, παντοφαγ〉οῦ-σιν, ὅ τι τῇ πόᾳ καὶ τῷ χόρτῳ πρόσεστιν. ὁ πῶλος πλήρης†ἀλγοί. γένοιντο δ' ἄν τινες κάλλισται παιδοτρόφοι.{〈Περὶ πυρετοῦ.〉}{Περὶ μάλεως ἀρθρίτιδος.} <Εἰς μᾶλιν ξηράν.> Ἡ παιονία ἁρμόζει τῇ ξηρᾷ μάλει,ἣ συμβαίνει κατὰ τὸ πλεῖστον, ὅταν μὴ δι' ἐπιτηδείων φαρ-μάκων προκαταλάβῃς θεραπεύων τὸ ζῷον. συμβαίνει δὲ τῇμὲν ἀπὸ κεφαλῆς φέρεσθαι, τῇ δὲ ἀπὸ τῆς μεγάλης ἀρτηρίας.ξηρὰ δὲ καλεῖται διὰ τὸ τὴν αὐτὴν βῆχα προσπίπτειν ὁμοίωςτοῖς μηδέποτε πέψιν εἰληφόσι τῶν ζῴων. τὴν δὲ διαφορὰνἀπὸ τῶν σημείων ἐπιγνώσῃ. συμπίπτει γὰρ ἐοικὸς βαρουμένῳκαὶ εἰς τὰ ὀπίσω ἀπονεύει φεῦγον τὴν τάξιν, πυώματα δὲχλωρὰ καὶ δυσανάσχετα μηδέπω πέψιν εἰληφότα προάγει.τοῦτο οὖν θεραπεύσωμεν παιονίαν μετὰ γλυκέος ὕδατος λιτρ. αʹγ̅ο̅ ηʹ τοῖς μυκτῆρσιν ἐγχέοντες, καὶ αὐτῇ δὲ τῇ κεφαλῇ ὀρθὸνκαυτῆρα προσενέγκωμεν. <Εἰς μᾶλιν ὑγράν.> Ἐάν τι τῶν ὑποζυγίων ὑπὸ τῆςὑγρᾶς μάλεως ἐνοχλῆται, βήσσει συντόνως, ὡς ὅλον τὸ σῶμασυντείνεσθαι, καὶ ὑποκάτω τῆς γλώττης φλεγμοναὶ βλέπονται,καὶ ὅταν βήσσῃ, [καὶ] ἀναφέρει κατὰ τοὺς μυκτῆρας πῦον<μήλινον> καὶ παχύ. ὅθεν καὶ <δοκεῖ μοι μᾶλιν κεκλῆσθαι>ἀπὸ τῆς χρόας ταύτης. τῇ γὰρ <Δωρίδι διαλέκτῳ> τὸ μήλινον<μάλινον> καλεῖται. μάλιστα δὲ συμβαίνει, ὅταν ἐκ πάγων ἢχιόνων μεταβολὴν λάβῃ ἀέρων τε καὶ ὑδάτων, ἢ πάλιν ἐκθερμῶν ἀέρων, ὅταν ἀθρόον εἰς ψυχροὺς μεταβάλ[λ]ῃ. θερα-πεύσωμεν δὲ αὐτὰ οὕτως· αἷμα ἀπὸ τοῦ τένοντος ἀφελοῦμενἐπάνω τοῦ στέρνου καὶ τὴν κεφαλὴν ὄξει καὶ ἐλαίῳ συγχρί-σωμεν, ἢ οἴνῳ καὶ ἐλαίῳ, ἐὰν ἀπὸ ψύχους ἐστί, καὶ ἐγχυμα-τίσωμεν ἡλιοτροπίου χυλὸν λιτρ. βʹ γ̅ο̅ γʹ καὶ ὀπίου καὶ νίτρουἀνὰ βραχύ σὺν ὄξει ἐγχέοντες διὰ τῶν δύο μυκτήρων. τοῦτοκαὶ πῦον ἀνάγει καὶ μᾶλιν καθαίρει. ἢ ἅγνου σπέρμα, [ὅπερλυγαία λέγεται,] γ̅ο̅ θʹ, σμύρνης κεράτ〈ι〉α θʹ, κρόκου ὁμοίως,ἀμύγδαλα πικρὰ ιεʹ, λεάνας ἀμφότερα, ἐπίχεε ὄξους γ̅ο̅ βʹἑξαγ. βʹ καὶ ἐλαίου γ̅ο̅ θʹ καὶ χλιάνας ἔγχει διὰ τοῦ στόματος. <Ἄλλο ἐμφυσητὸν πρὸς τὸ ἀναρρῆξαι τὴν μᾶλινδιὰ ῥινῶν. ὠφελεῖ δὲ καὶ τοὺς πνευμονικούς.> Στρου-θίου λευκοῦ 𐆃 αʹ τρίψας καὶ σήσας λεπτῷ κοσκίνῳ ἐμφύσαεἰς τοὺς μυκτῆρας διὰ καλάμου κερατ. θʹ. κινεῖ γὰρ πταρμοὺςσυντόνως καὶ ἄγει πολλὰ φλέγματα. ἂν δ' ἄρα τούτου προσα-χθέντος ἐπιταθῇ τὸ νόσημα, ἄφελε ἀπὸ τοῦ τραχήλου αἷμα καὶσυγχρίσας σκέπασον. ἀγαθὴ δὲ καὶ ἡ τοῦ κυκλαμίνου ῥίζαἐγχυματιζομένη μετ' οἴνου παλαιοῦ, ἕως ἐκκαθαρθῇ. ὅταν δὲδόξῃ καλῶς ἔχειν, ὑπὸ βηχὸς δὲ ἐνοχλῆται, λιβανωτὸν καθαρὸντρίψας καλῶς μετ' οἴνου γλυκέος ἔγχει, ἕως ὑγιὴς γένηται.τῶν δὲ ἀπὸ ἀρτηρίας καὶ πνεύμονος ὀχλουμένων κτηνῶν καὶἀπὸ τούτων κάκωσίν τινα ὑπομενόντων τά τε ἄχυρα παραίρεικαὶ τὰ ξηρὰ χορτάσματα, μηδικαρίῳ δὲ χρῶ, ἢ τὰ ξηρὰ χορ-τάσματα καταρραίνων γλυκεῖ πρόσφερε, καὶ τὰς κριθὰς δὲβεβρεγμένας δίδου, παρεμβάλλων αὐταῖς καὶ λινόσπερμον.ἀγαθὰ δὲ καὶ τὰ τῶν ῥαφανίδων φύλλα διδόμενα ἐσθίειν. <Περὶ μάλεως ὑποδερματίδος.> Ταύτην δὲ τὴν νόσονσημειούμεθα ἐκ τοῦ ἀνάγειν κατὰ τοὺς μυκτῆρας πῦα ὀσμὴνἔχοντα μετὰ τοῦ βήσσειν καὶ ἀτροφεῖν τῷ σώματι, πολλάκις δὲκαὶ ὅπου ἔτυχε τοῦ σώματος ῥήγνυσθαι τὸ δέρμα καὶ ἐκκρί-νεσθαι πυώδη ἕλκη. <ὅθεν δοκεῖ καὶ ὑποδερματὶς κε-κλῆσθαι> μᾶλις. θεραπεία δὲ τούτου εὔχυμοι τροφαί, τὸ δριμὺκαὶ κακόχυμον τὸ ἐν τοῖς ὑγροῖς σώμασι μεταβάλλουσαι.λαβὼν γὰρ <σκυλάκιον> γαλαθηνόν, σφάξας καὶ μαδίσας, τάτε ἐντὸς καθάρας καὶ πλύνας καλῶς ἕψει μετὰ πτισάνης ὀρο-βίνης, ἐπιχέων ὕδατος ὀμβρίου ἢ πηγαίου λιτρ. ιʹ, παρεμβάλ-λων καὶ νίτρου βραχύ. ἕψε δέ, ἕως σχῇ τὸ ἥμισυ, καὶ διη-θήσας παράμιξον κριθῆς ἀλεύρου ὅσον χεῖρα καὶ θείου ἀπύρου,[ὅπερ ἐστὶ θειάφιν,] κερατ. ιηʹ. εἶτα συνλειάνας καὶ οἴνου παρα-χέων ἶσον τῷ ζωμῷ, τοῦτο ἐγχύμα διὰ στόματος κατὰ τρεῖςἡμέρας μίαν. τοῦτο γάρ ἐστι τὸ διὰ τρίτης. ἢ <ἀλέκτορα>ἑψήσας χρῶ τῷ ζωμῷ ὡσαύτως καὶ λοῦε ὕδατι θερμῷ. τροφῇδὲ χρῷτο παντοδαπῇ, καὶ χόρταζε, ὡς ἂν προσδέχηται. ἀλλὰκαὶ ταυρέαν ἐλάφου ξηρὰν κεκομμένην μίξας ἅλας δίδου φαγεῖν. <Πῶλος ἐσθίων ἐὰν μαλίσῃ.> Ἀφόνιτρον, οἶνον, ἔλαιονἐγχύμα ἐπὶ τρεῖς ἡμέρας καὶ παύσηται. ἐὰν δὲ καὶ συνάγχῃληφθῇ πῶλος, ποίησον <ἔμπλαστρον τὸ διὰ λινοσπέρ-ματος> καὶ μέλιτος καὶ ἐλαίου καὶ ἐπίθες μετὰ πανίου τῷλαιμῷ, καὶ ἀπορρήξει τὸ ἔσω μέρος. <Μάλεως νεφρίτιδος σημεῖα καὶ θεραπεία.> Τὰὀπίσθια σκέλη παραφέρει, σφάλλονται τὰ σφυρά, τρώγει πολλὰκαὶ κατισχνοῦται. τοῦτον οὖν φλεβοτόμησον ἀπὸ τῶν ἀγκώνωνκατ' ἀρχάς. ἐὰν δὲ βραδύνῃς, μὴ φλεβοτομήσῃς, ἀλλὰ θεὶςκάτω καυτηρίασον κατὰ τῶν γλουτῶν καὶ τῶν λαγόνων λαβδο-ειδῶς καὶ ὑδράλμῃ τὰς ἐσχάρας κατάβρεχε. καὶ βαλὼν τραγα-κάνθου γ̅ο̅ αϲʹ, μέλιτος γ̅ο̅ αϲʹ, κηκῖδος, ἀμώμου, ναρδοστάχυος,φύλλου, πεπέρεως ἀνὰ γ̅ο̅ αʹ, [μέλιτος γ̅ο̅ δʹ,] οἴνου λευκοῦ γ̅ο̅ ιʹκαὶ λειοτριβήσας ἐγχύμα ἐπὶ ἡμέρας τρεῖς καὶ σωθήσεται. <Τιβερίου εἰς μᾶλιν.> Σικύου ἀγρίου [ἤγουν ἀγριο-αγγουραίας] ῥίζαν χλωρὰν κοπανίσας, ἐκπίεζε τὸν ζωμὸν καὶἐγχύμα, ἢ βύσσον περίαπτε. ἢ πτισάνην καὶ ὀρίγανον καὶσκόρδα ἕψησον, ἕως χυλώσῃ, καὶ διηθήσας τὸν χυλὸν μῖξονστέαρ αἴγειον καὶ ἕψει, ἕως οὗ λυθῇ καὶ χλιαρὸν ἐγχυμάτιζε.ἢ γάλα αἴγειον μετὰ σησάμου λευκοῦ γ̅ο̅ βʹ ἑξαγ. βʹ λειώσας καὶχλιάνας χρῶ. ἢ τραγακάνθου γ̅ο̅ βʹ κτλ. ἢ σμύρναν τρωγλῖτιν κτλ. <Ἄλλο.> Φλεβοτόμει ἀπὸ τοῦ αὐχένος, βάλε οἶνον αὐστηρὸνγ̅ο̅ κʹ καὶ ἔλαιον ὁμοίως, ῥοιᾶς λείας γ̅ο̅ τὸ ϲʹ, καὶ μέλιτι φυ-ράσας δίδου μασσᾶσθαι ἐπὶ ἡμέρας τρεῖς. <Εἰς ἀμφοτέρας μάλεις.> Κόπρον πάρδου καὶ ἄρκτουκαὶ καμηλίου ξηράνας καὶ λειώσας θυμία πρῶτον τὴν κεφαλήν,εἶτα τὴν κοιλίαν ἕως τῶν βουβώνων, εἶτα καὶ ὅλον τὸσῶμα. πότιζε δὲ καὶ τοῦ σικύου τὸ σπέρμα [, ὅ ἐστι πεπῶνοςσπέρμα,] μετὰ νίτρου. εἶτα λούσας ἐν θαλάσσῃ εἴσαγε εἰς τὴνστάσιν αὐτὸν προαναφυσήσας οἴνῳ καὶ ἐλαίῳ καθ' ὅλου τοῦσώματος. <Εἰς μᾶλιν ὑγράν.> Σκορόδους λειώσας ἔμβαλε μέλιτιβούτυρον καὶ κεδρίαν δὲ πλείονα, καὶ χλιάνας ἐγχύμα διά τεῥινῶν καὶ τοῦ στόματος, ἢ κάστορος δέρμα περίαπτε εἰς ἕκαστονκτῆνος, καὶ οἴνῳ ἀκράτῳ μετὰ γάλακτος ἐγχύμα ἑκάστῳ κτήνειἀνὰ γ̅ο̅ Ϛʹ. <Ἰσχυρὸν βοήθημα. τοῦτο τῇ πείρᾳ ἐβεβαιώθη.>Ἡ τοῦ μέλανος ἐλλεβόρου ῥίζα κτλ. ἢ στρόβιλον ἀκέραιον καύσαςβάλε ῥάσδου κεφαλὰς θʹ, μέλιτος λιτρ. αʹ, βουτύρου ἑξαγ. εʹ,