The Greek Library Catalogue

Anonymous

Hippiatrica Cantabrigiensia

Edition reference
Hippiatrica Cantabrigiensia, ed. Oder and Hoppe , op. cit., vol. 2, 125–252.
CTS identifier
urn:cts:greekLit:tlg0738.tlg006.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

2

11

οἴνου παλαιοῦ γ̅ο̅ ιʹ. κόψας καὶ λειώσας διὰ στόματος ἐγχυμάτιζε.

12

<Ὑποκάπνισμα εἰς μᾶλιν.> Στρόβιλον καὶ παιονίαν

ὑποκάπνιζε καλύψας τὴν κεφαλήν.

13

<〈Πρὸς πᾶσαν μᾶλιν.〉> Λύχνον τὸ λεγόμενον μελάμ-

πυρον κτλ. ἢ βίκου, φασιούλου κτλ. ἢ ἀγριοσικύου τῆς ῥίζης

χυλόν, ᾠὰ δύο μετὰ ἐλαίου κοινοῦ διὰ ῥινῶν ἐγχυμάτιζε χλιαρόν.

πρῶτον δὲ ἄλειφε τὰς ψύας καὶ τὸν νῶτον.

14

<Εἰς μᾶλιν ξηράν.> Σικύου ἀγρίου τῆς ῥίζης χυλὸν

𐆃 αʹ κτλ. χρῖε δὲ καὶ τοὺς πόδας ἰὸν ξυστὸν μετὰ ὄξους τὸ

ἀρκοῦν. ἢ ῥίζαν συκαμίνου λελειωμένην κερατ. ιβʹ μετὰ οἴνου

θερμοῦ διὰ μυκτήρων ἔγχει.

15

<Διάρρινον πρὸς μᾶλιν ἀρθρίτιδα Ἱπποκράτους.>

Νίτρον κεκαυμένον, στρούθιον κτλ.

16

<Ἄλλως.> Λαβὼν στρύχνου σπέρμα καὶ παρθενούδιον,

ὅπερ λέγεται λινόζωστις, τρῖβε ἰσχυρῶς ἐπιχέων ὕδατος γ̅ο̅ ιʹ,

ἕως ἂν λεῖον γένηται καὶ σχῇ πάχος γάλακτος. εἶτα διηθήσας

μῖξον μέλιτι γ̅ο̅ ιγϲʹ, οἴνου λευκοῦ γ̅ο̅ ιʹ, ἐλαίου ὀμφακίνου

𐆃 αϲʹ καὶ ἐγχυμάτιζε δι' ἀμφοτέρων τῶν μυκτήρων.

17

<Ἄλλως.> Πέπερι, μελάνθιον ἀνὰ γ̅ο̅ αʹ, κοκκορίζου,

ὀριγάνου ἀνὰ γ̅ο̅ Ϛʹ εὐφορβίου γ̅ο̅ αʹ λεῖα ἐμφύσα εἰς τοὺς

μυκτῆρας καὶ ἐλαίῳ θερμῷ κατάβρεχε τὴν κεφαλήν.

18

<Εἰ φέρει ὑγρὰ δυσώδη διὰ τῶν μυκτήρων.> ***

3

t

{Περὶ ἐλεφαντιῶντος ἵππου.}

1

<Ἀφρικανοῦ.> Τὸ τοῦ χερσαίου ἐχίνου ἧπαρ ἐν ἡλίῳ

ξηρανθὲν ἰᾶται τοὺς ἐλεφαντιῶντας ἵππους 〈μετ' οἴνου πο-

θῆναι διδόμενον.〉

2

<Σύγχρισμα εἰς τὸ αὐτό.> Ἀγριοσταφίδος, σμύρνης,

ἀλόης, στυπτηρίας ἀνὰ γ̅ο̅ αʹ, ἀρσενικοῦ, μαστίχης ἀνὰ γ̅ο̅ γϲʹ,

λιβάνου ἐξαγ. ζʹ, ἅλατος Γαγγρηνοῦ γ̅ο̅ βʹ, στέατος αἰγείου

γ̅ο̅ βʹ, ἀγριοσυκῆς ῥίζης φλοιοῦ γ̅ο̅ δʹ. ἕψει πάντα σὺν ὄξει,

ἕως ἀφανισθῇ τὸ ὄξος, καὶ λειώσας τὸν φλοῦν βάλε κηροῦ

γ̅ο̅ αʹ, ἐλαίου γ̅ο̅ δʹ, καὶ ἑνώσας ἀμφότερα ἕψει ἕως λυθῇ καὶ χρῶ.

3

<Ἄλλο.> Ὑγροπίσσης, θείου ἀπύρου, νίτρου, κηροῦ ἀνὰ

γ̅ο̅ αʹ, τερεβινθίνης γ̅ο̅ τὸ ϲʹ, σπόγγων λίθους γ̅ο̅ γʹ, τὰ ξηρὰ

κόψας καὶ σήσας καὶ τὰ τηκτὰ τήξας καὶ ἑνώσας χρῶ καὶ ἔα

μέχρις ἡμερῶν τριῶν. ἢ χελιδονίας, κριθαλεύρου, ψιμυθίου

ἀνὰ γ̅ο̅ αʹ λειώσας καλῶς ἀναλάμβανε τῷ πρωτοστάκτῳ τοῦ

σαπωνᾶ, τῷ λεγομένῳ πρωτείῳ ζωμῷ, καὶ χρῶ. ἢ λιθαργύρου,

θείου ἀπύρου ἶσα κόψας καὶ σήσας ἕνωσον ἐν ὄξει σκιλλικῷ

καὶ ἐπὶ πολὺ λεάνας, ὡς γενέσθαι ὕδωρ, ἐπίβαλλε ἔλαιον δά-

φνινον καὶ καρύϊνον καὶ θερμάνας χρῶ.

4

<Εἰς σφαλμόν, ὅ ἐστι ἱερὰ νόσος [ἤτοι ἐλεφαν-

τίασις.]> Συμβαίνει τὸ τοῦ σφαλμοῦ πάθος πολλάκις ὑπὸ

κόπου, ἐνίοτε δὲ καὶ ὑπὸ ψύχους, ὁτὲ δὲ ὑπὸ καύματος, ἔσθ'

ὅτε καὶ ὑπὸ τροφῆς γίνεσθαι. ἐπιγνωσθήσεται δέ, εἰ σημεῖα

φέρει τάδε· ῥίπτει ἑαυτὸν καὶ ἀποτείνεται καὶ πάλιν συγκάμ-

πτεται καὶ τὰ σκέλη ἑκάτερα ποτὲ μὲν ἁπλοῖ, ποτὲ δὲ συσπᾷ,

καὶ συρόμενος διὰ στόματος εἰς τὸ χαμαὶ κυκλεύει, θέλων δὲ

ἀναστῆναι ἐμποδίζεται. ὀποπάνακα οὖν ἐκλελειωμένον οἴνῳ

κεκραμένῳ θερμῷ ἐγχύμα, ἢ ἀριστολοχείαν κληματίτιδα ἢ κύ-

μινον φρυκτὸν κεκομμένον. ὅτε δὲ ἀνίσταται, περιπατείτω

ἐλαυνόμενος καὶ ἀνατριβέσθω δι' οἰνελαίου. κειμένῳ δὲ χαμαὶ

τροφὴν καὶ ποτὸν παράβαλε, καθὼς ὁ καιρὸς ἔχει. κἂν γὰρ

ἀναστῇ, περιπατῶν πλαγιάζεται. πολλάκις δὲ ἐπικρατεῖ τὸ πάθος

καὶ διὰ πλειόνων ἡμερῶν. τοῦτο <ἐπὶ ἀνθρώπων> ἱερὰ νόσος

λέγεται.

5

<Ἄλλο.> Νίτρον τετριμμένον λεῖον ἑξαγ. δϲʹ μετὰ ὕδατος

θερμοῦ γ̅ο̅ βʹ καὶ ἐλαίου ἑξαγ. δϲʹ ἐγχυμάτιζε διὰ τῆς δεξιᾶς

ῥινός, μέχρις οὗ φανῇ καλῶς ἔχων. λέγεται δὲ καὶ <ταυρέαν

ἐλάφου> ξηρὰν ξέσαι εἰς λεπτὰ καὶ μῖξαι ἅλατι καὶ δοῦναι

φαγεῖν. <ἄλλοις> δοκεῖ σχάσαι κροταφιαίαν καὶ τραχηλιαίαν

φλέβα καὶ <κλεῖσαι εἰς σκοτεινόν>, χρίειν δὲ τοὺς κροτάφους

καὶ τοὺς μυκτῆρας πήγανον λεῖον μετὰ ὄξους καὶ ἐλαίου. ἢ

<χελώνης> αἷμα, ὄξος καὶ οἶνον ἀνὰ γ̅ο̅ εʹ, ὀποῦ Κυρηναϊκοῦ

κερατ. ιή μίξας ἔγχει διὰ τῶν μυκτήρων.

6

<〈Ἑτέρα θεραπεία.〉 Ἡ ἱερὰ νόσος> νοεῖται ἀπὸ

ὀφθαλμῶν μάλιστα. καὶ γὰρ ὡς θεῖον ἄπυρον καθορῶνται,

καὶ χολῆς δείκνυνται πεπληρωμένοι οἱ ὀφθαλμοί. καὶ γὰρ

αὕτη ἡ νόσος ὡς ἐπὶ πλεῖστον ἀπὸ πλεονασμοῦ χολῆς συμβαί-

νει. θεραπεύεται δὲ οὕτως· ἀσπαλάθου ἀγρίου ῥίζαν κόψας

καὶ εἰς ὕδατος λιτρ. ιʹ ἐμβαλὼν ἕψει, ἕως ἂν ἀποτριτωθῇ.

τοῦτο διὰ τῶν ῥινῶν τῷ ἵππῳ ἐπίχεε, ἀνεχόμενος ἐπὶ πολὺ

τὸν ἵππον ἀνακρεμασθῆναι. εἰ δὲ μείζων ἀνάγκη ἀπαιτεῖ[ς],

προσθήσεις τῷ ποτῷ γάρου πρωτείου γ̅ο̅ δϲʹ. εἰ δὲ αὐτὰ τὰ

ἄρθρα ἀποσκληρύνηται κτλ.

7

<Ἄλλο ἐνεργές.> Ἀφονίτρου λευκοῦ γ̅ο̅ βϲʹ, κιμωλίας,

μελανθίου ἀνὰ ἑξαγ. αϲʹ, βρυωνίας [ἤγουν ἀμπέλου λευκῆς]

τῆς ῥίζης τὸ ἶσον, ἀλκυονίου, ὅπερ <ἀρτεόνιον> λέγεται, γ̅ο̅ βϲʹ,

θείου ἀπύρου γ̅ο̅ δϲʹ, χαμαιλέοντος λευκοῦ ῥίζαν, πάντα λείου

καὶ κατάπασσε.

4

t

{Πελαγωνίου πρὸς λοιμόν.}

5

t

{Περὶ πνεύμονος καὶ πνευμόρρωγος καὶ

περιπνευμονίας.}

1

<Περὶ 〈περι〉πνευμονικοῦ.> Ἐπιγνωσθήσεται ὁ περι-

πνευμονικὸς ἐκ τούτων· ὁ τράχηλος αὐτοῦ ἀπισχναίνεται καὶ

δυσπεπτεῖ κατὰ τὰς ἀρχὰς καὶ ἀνορεκτεῖ. ἐπιμένοντος δὲ τοῦ

πάθους μυξώδεις χυμοὺς ἀποκρίνει καὶ ἀφροὺς ὑφαίμους διὰ

τοῦ στόματος ἤτοι τῶν ῥινῶν ἀποβάλλει, ἔνιδρός τε περὶ τὰς

μασχάλας γίνεται μετὰ πυρετοῦ, καὶ ἀνεσπασμένου τοῦ περι-

τοναίου εὐμαρῶς, ἐὰν μὴ προληφθῇ, διαφωνεῖ. ἐγχυμάτιζε δὲ

σικύῳ καὶ νίτρῳ μετὰ γλυκέος ψυχριστοῦ. τρεῖς δέ εἰσι πνευ-

μονικαὶ συμπτώσεις· ὑπόσπληνος 〈πνευμονικός, περι〉πνευ-

μονικός, πνευμοσύναμμα [κοιλίας πόνον]. ἐν τούτοις οὖν ἐν

ἀρχῇ τὸ φλεβοτόμον παραδίδου. εἶτα χυλὸν ἀπὸ σεμιδάλεως

ποιήσας, ἕψει μετὰ σαμψύχου καὶ μέλιτος καὶ ἐγχυμάτιζε, ἢ

λύκου ἧπαρ φρύξας καὶ λειώσας ἐγχυμάτιζε μετὰ οἴνου

λιτρ. αʹ.

2

<Περὶ πνεύμονος.> Ὁ περιπνευμονικὸς σημεῖον φέρει

τὸ ἀφρὸν ἐκβάλλειν. ἐγχυμάτιζε δὲ ὑδρομέλιτι καὶ πυρία αὐτοῦ

τὰς μασχάλας δεκάκις ἢ δωδεκάκις, ἵνα τὸν πνεύμονα χαλάσῃς,

καὶ αἷμα ἄφελε ἀπὸ τοῦ αὐχένος. καὶ ὡς ἂν βλέπῃς τὸ

κτῆνος, πάλιν αἷμα ἄφελε ἀπὸ τῶν μασχαλῶν.

3

<Πελαγωνίου πρὸς τὰ αὐτά.> Χοιρίδιον κτλ. ἢ ἀπὸ

ζύμης σιτίνης κτλ. ἢ σκόροδα κτλ. ἢ κωλῆνα χοίρειον μετὰ

ὕδατος ἕψει, ὡς γένηται εἰς ὁμοιότητα κόλλης. τοῦτο μετὰ

κέρατος ἐγχυμάτιζε.

4

<Ἄλλο θαυμαστὸν εἰς τὸ αὐτό.> Κονδῖτον κτλ. ἢ ἑπτὰ

σκώληκας κτλ. ἢ αἴγειον γάλα νεωστὶ ἀμελχθὲν δεύτερον ἐγχυ-

μάτιζε διὰ τοῦ στόματος. ἀλλὰ καὶ στέαρ χοίρεον καὶ αὐτὸ

νεαρὸν καὶ θερμὸν ὂν σὺν τῷ γάλακτι ἅμα δίδου.

6

t

{Περὶ κριθιάσεως.}

1

<Ἄψυρτος> Ἀμμωνίῳ κτλ. ἢ ὑοσκυάμου κτλ. ἢ χελιδόνος

νοσσιὰν τρίψας μεθ' ὕδατος πότισον, ἢ πράσου χυλὸν γ̅ο̅ Ϛʹ

πότιζε.

2

<Ἄλλως.> Ὅταν ἔλθῃ εἰς τοὺς πόδας ἡ κριθίασις, συμφέρει

φλεβοτομεῖν ἀπὸ τῶν μεσοκυνίων, καὶ τῇ ἐπαύριον πίτυρα

σὺν ὄξει καταπλάττειν, ἵνα φθείρῃ τὴν βλάβην. καὶ δέλφακος

[ἤτοι λακτέντου] αἷμα ὅσον κρᾶσιν σμίγειν μετὰ οἴνου τὸ ἶσον

καὶ ἐγχυματίζειν διὰ τοῦ στόματος. περιπατείτω δὲ καὶ ῥοϊζέσθω

καὶ ἔσται ὑγιής. ἄριστον δὲ καὶ τοῦτο εὐθὺς ποιῆσαι· χνοὸς

𐆃 γʹ, ὄξους δριμέος τὸ ἀρκοῦν, κολοφωνίας 𐆃 αʹ μίξας καὶ

ζέσας χρῖε ἀπὸ τῶν σφυρῶν ἕως τῶν γονάτων.

3

<Ἐὰν ἵππος πυροὺς 〈παρὰ φύσιν〉 φάγῃ>. Ἔριον

πιναρὸν μεθ' ὕδατος θερμοῦ καὶ μέλιτος ὀλίγου ἀναμίξας καὶ

ἐκπιέσας δίδου πιεῖν. εἰ δὲ οὐ πίνει, ἔγχει διὰ τοῦ στόματος.

καὶ αἷμα ἄφελε ἀπὸ τοῦ στήθους καὶ περιπατείτω ὀλίγον.

ἀναγκαῖος δὲ καὶ ὁ διὰ τοῦ στόματος κλυστήρ.

7

t

{Περὶ φλεβοτομίας.}

1

<Περὶ ἐνοχλοῦντος ἤτοι περιττεύοντος αἵματος.>

Ζῷον αἵματι κάμνον ταῦτα σημεῖα δείκνυσιν. ὀφθαλμοὶ οἰδαί-

νουσι, τὸ σῶμα ψυχρὸν καὶ ὁ τράχηλος, στυγνότης αὐτῷ ἐπι-

γίνεται, δυσχερῶς κατακλίνεται. τούτῳ δὲ τῷ τρόπῳ ἰαθήσεται·

τροφῆς καὶ ποτοῦ ἀφέξεται, καὶ τοῦ ὕπνου παρασχεθήσεται

αὐτῷ εὐπορία καὶ ἁπαλῶν ὑποστρωμάτων. ἔπειτα ἀπὸ τῆς

<μητρικῆς> ἤτοι τῆς καθόλου φλεβός, ὅσον ἂν ἡ χρεία ἀπαι-

τήσῃ, αἷμα ἀφαιρεθήσεται. οὔτε δὲ ἡ τοῦ ἐγχυματισμοῦ θε-

ραπεία σχολάσει. χαμαίδρυος τοιγαροῦν καὶ κενταυρίου μετὰ

ῥόδων καὶ νίτρου, ἶσα πάντα λεπτῶς κοσκινισθέντα, μεστὸν

κοχλιάριον μετὰ ἡμίνης ὕδατος χλιαροῦ ἐγχεῖται τῷ στόματι.

τοῦτο τὴν ὑγρότητα καὶ τὸ αἷμα καὶ τὰς ἐπικειμένας πάσας

νόσους καθαίρει καὶ θεραπεύει.

2

<Ξηρίον> 〈ἴσχαιμον.〉 Κηκῖδας τρίψας καὶ χάλκανθαν

πρόσμιξον ἐλάφου τρίχας καὶ λαγωοῦ καὶ ἐπιτίθει. τοὺς μέντοι

ἐπιβάτας <ὄνους> φλεβοτομεῖν δεῖ περὶ <καλάνδας Μαρτίας>

προλαμβάνοντας τὴν ὀχείαν, ἀλλὰ καὶ τοὺς <βόας> πρὸ ἡμερῶν

τριῶν τοῦ μέλλειν χλοάζειν ὑπὲρ τὴν ῥῖνα.

3

<Ἄλλως.> Λαβὼν λιβάνου μάννην μότου τὸν τόπον καὶ ἐπιτί-

θει <μοτοφύλακα> οἴνῳ ἐπηρδευμένον. εἶτα ἔριον ἐπιτίθει καὶ

οὕτως ἐπίδησον. τῇ δὲ ἑξῆς ἐμβρεχέσθω ὁ τόπος οἰνελαίῳ ἐπικει-

μένων τῶν ἐπιδέσμων, καὶ τοῦτο ἐπὶ τρεῖς ἢ τέσσαρας ἡμέρας.

εἶτα λυέσθω καὶ τῇ λοιπῇ τῶν ἑλκῶν θεραπείᾳ θεραπευέσθω.

8

t

{Περὶ τῶν ἐν ὀφθαλμοῖς παθῶν.}

1

〈<Ἔμπλαστρον πρὸς ὑποχύσεις.> Ἡ θεία σοφία καὶ

τοῦτο ἐμηχανήσατο, ὡς ἄν, εἰ χρεία γένηταί ποτε, μητ' ἀνα-

πλεῦσαι τὴν κατασπασθεῖσαν ὑπὸ σχίνου τῆς ἰατρικῆς ὕλην,

μήτε μὴν ὀργάνου δεηθῆναι πρὸς διακοπὴν χιτῶνος ὀφθαλμοῦ.

τὴν δὲ σιδηρίζουσαν ὑπόχυσιν〉 ἐξορισθῆναι τῇ θεραπείᾳ

χρῆσθαι τῇδε· λίθου Μαγνητίδος γ̅ο̅ αʹ, νίτρου Ἀλεξανδρηνοῦ

γ̅ο̅ τὸ ϲʹ, τερεβινθίνη, ὁπόση ἀναλαβεῖν ταῦτα δύναται εἰς τὸ

ποιῆσαι ἔμπλαστρον. ταύτην τὴν ἔμπλαστρον ἐπίθες ἀπὸ τῆς

ὀφρύος ἕως κάτω τοῦ μήλου, φυλάσσων διὰ μέσου τῆς ἐμ-

πλάστρου τὴν χρῆσιν τῶν ὀφθαλμῶν, ὡς κινεῖσθαι δύνασθαι

τὰ βλέφαρα, καὶ πυκνότερον ἀφαιρῶν κατάμασσε.

2

<Εἰς αἰγίλωπα. Λουπινάριον> ξηρὸν σχίσας μέσον

χρίσας σιάλῳ ἐπίθες. τοῦτο πολλάκις ποιήσας ὑγιάσεις. ἢ πή-

γανον εἰς λεπτὰ κόψας μίξας κόπρῳ ἀνθρωπίνῃ ἐπίθες τῷ

τόπῳ. ἢ λουπινάρια κόψας καὶ σήσας, κύμινον Ἑλλαδικόν,

σμύρναν λευκὴν καὶ καθαράν, χυλὸν πηγάνου καὶ χυλὸν φύλλων

ῥοδακινέας μετὰ ὄξους δριμυτάτου ζύμωσον, καὶ ποιήσας ἐμ-

πλαστρῶδες ἐπίθες. ἢ πηγάνου χυλὸν μετὰ χαλβάνης ἀναζυ-

μώσας ἐπίθες δὶς τῆς ἡμέρας. προσέχειν δὲ δεῖ τῇ εὐαισθησίᾳ

καὶ δυσαισθησίᾳ τοῦ θεραπευομένου ὀφθαλμοῦ. ὅσοι γὰρ

ὀφθαλμοὶ κατὰ φύσιν βλεφαρίδας ἔχουσιν αἵματος μεστάς, καὶ

ὅσοι γλαυκοί, οὐδ' ὅλως φέρουσι τὴν ἐκ τῶν κολλουρίων

στῦψιν. ὅθεν ὑδατωδέστερα καὶ ἄδηκτα τούτοις προσακτέον

φάρμακα.

3

<Κολλούριον μονοήμερον καλούμενον διὰ τὸ ἀπὸ

μιᾶς ἐγχρίσεως θεραπεύειν, ἐνεργεῖ δὲ καὶ πρὸς τὰς

χρονίας καὶ δυσλύτους διαθέσεις καὶ μάλιστα, ἐφ' ὧν

καὶ τὰ βλέφαρα τετράχυνται. χρῶ δὲ μεθ' ὕδατος. εἰ

δὲ καὶ σφοδρὰ ᾖ ἡ φλεγμονή, μετὰ λευκοῦ ᾠοῦ ἐγ-

χυμάτιζε.> ἔχει δὲ οὕτως· Καδμίας, κόμεως ἀνὰ γ̅ο̅ γʹ, χαλ-

κάνθης, χαλκίτεως ὀπτῆς, ὀπίου, μέλιτος ἀνὰ γ̅ο̅ αϲʹ, πεπέρεος

κοκκία καʹ, ὕδατος τὸ ἀρκοῦν.

4

<Ἄλλως· ὁ Ἀντωνίνου, ἀναπληρῶν βόθρους καὶ

σμήχων οὐλὰς καὶ ἀποκρούων πάνυ καλῶς τὰς φλε-

γμονάς.> Καδμίας, ψιμυθίου ἀνὰ γ̅ο̅ γʹ, ἀκακίας γ̅ο̅ βʹ ἑξαγ. αϲʹ,

ὀπίου ὁμοίως, κόμεως, τραγακάνθης, ἀμύλου ἀνὰ γ̅ο̅ αʹ κερατ.

ιηʹ, σμύρνης ἑξαγ. βʹ κερατ. Ϛʹ, χαλκοῦ ἑξαγ. αʹ κερατ. γʹ, κρόκου

ὁμοίως, ταῦτα ὕδατι λείου καὶ χρῶ.

5

<Πρὸς αἰγίλωπα.> Τούτους ἰᾶται σάπων Γαλλικὸς ἐπι-

τεθεὶς ἢ χολὴ χοιρέα ξηρὰ ἢ κόπρος ὄρνιθος χρυσίζουσα συν-

λειωθεῖσα κρηταρίῳ ἄχρι συστάσεως ἐμπλάστρου καὶ ἐπιτεθεῖσα

πολλάκις ἢ γάλα μελαίνης αἰγὸς γινόμενον τυρὸς πρόσφατος

τιθέμενος τῷ τραύματι δὶς τῆς ἡμέρας. καθαίρει γὰρ καὶ σαρκοῖ

καὶ ἀπουλοῖ. μετὰ δὲ τὴν ῥῆξιν τοῦ αἰγίλωπος τὴν ἔσω τοῦ

καλάμου εἰς τοὺς κονδύλους εὑρισκομένην τζύπαν ἐπιτίθει.

δόκιμόν ἐστι.

6

〈<Ἀφρικανοῦ ὀφθαλμικόν.> Ἡ χελιδὼν φέρει πόας

τινὸς χυλόν, ἐξ οὗ εἰ ἀποστάζοι εἰς γῆν, ἐκ τῆς σταγόνος

ἑτέρα πόα φύεται, ἣ τῆς ἀποβαλούσης ἐστὶν ἐπώνυμος. ἄνεισι

δὲ κἂν ἀποπατήσωσιν εἰς γῆν μετασχόντες αὐτῆς οἱ νεοττοί.

θαυμαστὸν δὲ τοῦτο καὶ ὀξὺ πρὸς ἀμβλυωπίαν φάρμακον, λε-

πτύνει τε κατ' ὀλίγον καὶ τὰ ἐκ τραυμάτων <λευκώματα> καὶ

ἀποκαθίστησι τὸν ὀφθαλμὸν εἰς τὸ τοῦ ἀπαθοῦς σχῆμα. ἡ δὲ

ἀπ' αὐτῆς γενομένη ἀπονωτέρα, καὶ κατορθοῦσα δὲ ἧττον.

τοὺς μέντοι <γλαυκωπίας> ἀποσοβεῖ τριβομένη. καὶ αὐτῆς ἡ

κόνις μεθ' ὕδατος ὥσπερ ἡ πρόσθεν πᾶν ἔδρασεν. εἴ τις γὰρ

εὐτύχησε τὴν πρώτην ἑλεῖν, ἀνέῳξεν ἂν καὶ <τυφλοὺς> ὀφθαλ-

μούς. —

7

Λίθοι δὲ εὑρισκόμενοι δύο ἐν ταῖς γαστράσι

τῶν νεοττῶν ἀνασχισθέντων ὀξεῖ καλάμῳ [ἐν θατέρῳ·〉 γὰρ

εὑρίσκονται] λευκὸς καὶ μέλας τυθείσης περιστερᾶς λευκῆς καὶ

ἐπικληθείσης αὐτῆς <Ἀφροδίτης>, ἐμβάλλονται ὅρμῳ χρυσῷ

καὶ πᾶσαν ἀπείργουσιν ὀφθαλμίαν. [τοὺς μέντοι νεοττοὺς

ἐαρινοὺς ἀνατεμὼν λίθοις ἐντεύξει τῇ γαστρί, ὧν ὁ μὲν ποι-

κίλος, ὁ δὲ καθαρός. πρὶν οὖν γῆς ψαῦσαι κατάδησον δέρματι

νεβροῦ ἢ μόσχου πρὸς τὴν μεγάλην νόσον, καὶ τάχα μὲν ἰάσῃ,

πάντως δὲ μειώσεις τὴν <ἐπιληψίαν>.] ἀνατέμνειν δὲ δεῖ εἰς

τοῦτο τοῦ μηνὸς ἀρχομένου καὶ ἰόντος ἀναδεχόμενον. —

8

καὶ

χολὴν δὲ πέρδικος ἀμβλυωπίας ἴασιν εἶναι 〈καὶ〉 ὑποχύσεώς

φασι μέλιτι Ἀττικῷ συγκραθεῖσαν· ὃ καὶ φανερὸν πολλοῖς.

καὶ τὰ ὄμματα τοῦ γυπὸς ἐνδεθέντα ὀθόνῃ καθαρᾷ προσφε-

ρόμενά τε ὀφθαλμοῖς καθ' ἑκάστην ἡμέραν ἀμβλυωπεῖν οὐκ

ἐᾷ, οὐ μὴν οὐδὲ ὑπόχυσιν ἵστασθαι. κυνείῳ δὲ δέρματι ὀφθαλ-

μὸς αὐτοῦ περιαφθεὶς ὀφθαλμιᾶν οὐκ ἐᾷ. ἡ δὲ χολὴ αὐτοῦ

μετὰ χυλοῦ πρασίου καὶ μέλιτος Ἀττικοῦ καταχριομένη πᾶσαν

ἀμαύρωσιν καὶ ἀχλὺν ὀμμάτων περιαιρεῖ καὶ τὰς ἀρχομένας

ὑποχύσεις οὐκ ἐᾷ συστῆναι. —

9

ὀφθαλμοὶ δὲ βατράχου

ζῶντος ἀφαιρεθέντες καὶ περιαφθέντες ἐν λινῷ ῥάκει ἀριστερῷ

βραχίονι ἢ τῷ τραχήλῳ φορούμενοι ἀπαθεῖς τοὺς ὀφθαλμοὺς

φυλάττουσιν. κἂν ἀλγοῦντι δὲ περιάψῃς, λύσεις τὸ πάθος.

τὸν δὲ βάτραχον ἀπολύειν χρή, ὅθεν ἐλήφθη. καὶ ἡ χολὴ δὲ

αὐτοῦ πρὸς ὀξυωπίαν καὶ ὑπόχυσιν ἐναλείφεται. οὐδὲν δὲ

μεῖζον τοῦδε πρὸς ὀξυωπίαν· ῥίζαν κισσοῦ οἷα κολλύρια

ποίησας βάλε εἰς πυξίδα χαλκοῦ ἐρυθροῦ ἅμα παιδίου οὔρῳ

νηπίου, καὶ περιδήσας ἀσφαλῶς κατάχωσον εἰς ἱππείαν κόπρον

ἐπὶ μʹ ἡμέρας. εἶτα ἑλκόμενος ἀπότριβε ἐπὶ ἀκόνῃ καὶ ποίει

ὡς κολλύρια σὺν τῷ ἐνόντι ὑγρῷ, καὶ θαυμάσεις τὴν ἐνέργειαν,

παύσεις δὲ καὶ ἀρχομένας ὑποχύσεις.

10

<Πρὸς ὑπόχυσιν.> Ἀετοῦ χολὴν ἔγχριε.

11

<Πρὸς ἀμβλυωπίαν.> Ἀμμωνιακὸν μεθ' οὔρου παιδὸς

ἀφθόρου ἀναλαβοῦ καὶ χρῶ.

12

<Πρὸς ὀφθαλμίαν ἀνώδυνον διὰ πείρας.> Κιμω-

λίας καλῆς γ̅ο̅ γʹ, ἀνδράχνης χυλοῦ γ̅ο̅ γʹ, μίξας ἀμφότερα

ἐπιτίθει τῷ ὀφθαλμῷ, καὶ ὅταν ξηρανθῇ, ἔπαρον, καὶ μετὰ

τοῦ χυλοῦ τῆς ἀνδράχνης λειώσας ἐπίχριε πάλιν.

13

<Πρὸς ῥεῦμα ὀφθαλμοῦ.> Κρόκον λειώσας μετὰ γά-

λακτος γυναικείου ἐπίχριε, ἢ ὀδόντα πρωτόβολον ὀνάδος λειώσας

ἔγχριε σὺν τῷ λευκῷ τοῦ ᾠοῦ. ἢ κονίαν τὴν ἀναπεπταμένην

ἐν τοῖς χαλκείοις λαβὼν καὶ λειώσας μετὰ κρόκου ᾠοῦ ἐπιτίθει

ἀπὸ κροτάφου εἰς κρόταφον τιθεὶς στυπεῖον. ἢ πηγάνου ῥίζαν

ἄρας <τῇ ἀριστερᾷ χειρὶ> περίαπτε λέγων· <αἴρω σε πρὸς

ὀφθαλμοῦ πόνον τοῦ ἵππου τοῦδε τοῦ καλουμένου

τόδε.> ἢ ἄλευρον κρίθινον καὶ ἄσβεστον καὶ κρόκον μετὰ

μέλιτος φυράσας τράκτωσον τὸ μέτωπον.

14

<Πρὸς ἐπιδρομὴν ὀφθαλμοῦ.> Χολὴν ἀλέκτορος

βαλὼν εἰς ἀργυρᾶν πυξίδα ἔνσταζε τῷ ὀφθαλμῷ.

15

<Ἀνακόλλημα εἰς ῥεῦμα ὀφθαλμῶν καὶ εἰς λοιπὰ

ῥεύματα.> Μαστίχην, λίβανον, λάδανον ξηρόν, ἀλόην, σώχ,

πάντα κόψας καὶ σήσας ἀναλαβοῦ ᾠῶν τοῖς λευκοῖς καὶ χρῶ.

16

<Πυρία εἰς ῥεῦμα ὀφθαλμοῦ.> Μυρσίνης, ῥοῦ βυρ-

σικοῦ, ῥόδων φύλλα, κηκῖδας, κωδυίας, στυπτηρίας σχιστῆς,

βάτου ῥίζης ἕψει σὺν ὄξει, καὶ μετὰ τοῦ ἀφεψήματος πυρία

τοὺς ὀφθαλμοὺς σπόγγῳ. ἐνεργεῖ δὲ καὶ τὸ ὀξύκρατον πυ-

ριώμενον ὁμοίως σπόγγῳ. ἢ μελίλωτον, τῆλιν, ῥόδα, φοινίκων

σάρκας καὶ κωδυίας ἕψει μετὰ ἑψήματος ἢ ὀμβρίου ὕδατος

καὶ πυρία σπόγγῳ.

17

<Πρὸς λευκώματα.> Ἄρτον καύσας καὶ ἅλας ἀμμω-

νιακὸν μετὰ καὶ ἀλόης ἡπατικῆς λειάνας χρῶ, ἀποκαθαίρει γάρ.

18

<Κολλύριον πρὸς τὰ αὐτά.> Ἁλὸς ἀμμωνιακοῦ, ἀλόης

ἡπατικῆς, κινναμώμου, ξυλοκινναμώμου ἀνὰ γ̅ο̅ αʹ, ἐλαίου ῥο-

δίνου τὰ ἀρκοῦντα.

19

<Πρὸς παλαιὰ λευκώματα.> Κηκιδίων λιτρ. αʹ, χαλ-

κάνθου γ̅ο̅ αϲʹ, σμύρνης γ̅ο̅ Ϛʹ, μίξας καὶ λεάνας ἔμβαλε μετὰ

μέλιτος Ἀττικοῦ ἢ Κρητικοῦ καὶ συνλεάνας ἱκανῶς ἀπόθου

καὶ ἐπὶ τῆς χρείας ἄλειφε.

20

<Πρὸς λευκώματα καὶ ἑλκώματα.> Λαβὼν προβά-

τειον μυελὸν ἐκ τῶν μηρῶν κάθαρον μὴ ἔχειν ὀστάριον καὶ

τρῖψον ἐν θυίᾳ ἰσχυρῶς παραμίξας κηκίδων γ̅ο̅ Ϛʹ καὶ μέρος

χηνείου στέατος. εἶτα συλλεάνας ἀπόθου καὶ χρῶ τοῖς κατὰ

βάθος ἕλκεσι καὶ ἀναπληρώσεις.

21

<Ὀφθαλμικόν.> Κενταυρίου τὴν ῥίζαν πλύνας ἕψει ἐν

ὕδατι, ἕως ἂν γένηται τακερά, καὶ ἀποπιάσας τὸν ** ὅταν δὲ

μεσασθῇ, βάλε εἰς αὐτὸν κρόκον, σμύρναν, νάρδον Συριακὴν

καὶ πάλιν ἕψει. ἕως ἂν σχῇ μέλιτος πάχος, καὶ ἀπόθου ἐν ἀγ-

γείῳ ὀστρακίνῳ καὶ χρῶ πρὸς τὰς ὀφθαλμίας τῶν κτηνῶν καὶ

τὰ ἑλκώματα. ὠφελεῖ δὲ καὶ ἀνθρώπους πρός τε ὀφθαλμίαν

καὶ ὠτὸς πόνον καὶ αἰδοῖα καὶ τραύματα πρόσφατα.

22

<Πρὸς ῥεύματα ὀφθαλμῶν.> Σηπίας ὄστρακον, κρο-

κοδειλέας κόκκους λʹ, κηκίδων ἑξαγ. γʹ, ἀμμωνιακοῦ ἑξαγ. αϲʹ,

κροκομάγματος ἑξαγ. βʹ κερατ. Ϛʹ, πεπέρεως λευκοῦ κοκκία ιʹ,

λιβάνου, κισσοῦ χυλὸν τὸ ἀρκοῦν λειώσας μετὰ μέλιτος ἔγχριε.

ἐὰν δὲ πρόσφατος ᾖ καὶ φλεγμαίνῃ, χρῶ τούτῳ· ᾠοῦ τὸν

κρόκον μετὰ ἐρίου ἐπιδέσμει τῷ ὀφθαλμῷ. ἄριστον δὲ καὶ

τοῦτο· κροκόδειλον κρατήσας καὶ ἀναπτύξας ***

9

t

{Περὶ ἑτεροφθάλμου καὶ ἀλφορύγχου.}

10

t

{Περὶ ὀχείας καὶ περὶ ἱππάδος συλλήψεως καὶ

καθάρσεως καὶ περὶ τοῦ γνῶναι εἰ ἄρσεν ἢ θῆλυ τὸ

συλληφθὲν καὶ περὶ ἐντατικῶν.}

1

〈<Ἀφρικανοῦ ἤτοι Αἰλιανοῦ.> Ἔστι μὲν καὶ ἐκ τῶν

ἄλλων ὁ ἵππος γαῦρον. καὶ γὰρ καὶ τὸ μέγεθος καὶ τὸ τάχος

αὐτὸν καὶ τοῦ αὐχένος τὸ ὑψηλὸν καὶ ἡ τῶν σκελῶν ὑγρότης

καὶ ἡ τῶν ὁπλῶν κροῦσις, πάντα ἐς φρύαγμα καὶ τῦφον〉

ἀνάγει. μάλιστα 〈δὲ〉 κομῶσα ἵππος ἁβρότατόν ἐστι καὶ θρυ-

πτικώτατον. ἀτιμάζει γοῦν ἀναβῆναι τοὺς ὄνους αὐτῇ, ἵππῳ

δὲ ἥδεται καὶ ἑαυτὴν ἀξιοῖ τῶν μεγίστων. ὅπερ οὖν συνειδότες

οἱ βουλόμενοι ἡμιόνους σφίσι γενέσθαι ἀποθρίσαντες τῆς

ἵππου τὴν χαίτην εἰκῆ καὶ ὡς ἔτυχε, τοὺς ὄνους ἐπάγουσιν.

ἡ δὲ ὑπομένει τὸν ἄδοξον ἤδη γαμέτην, πρῶτον αἰδουμένη.

καὶ <Σοφοκλῆς> δὲ ἔοικε μεμνῆσθαι τοῦ πάθους.

2

<Τοῦ αὐτοῦ περὶ συλλήψεως γενῶν.> Καὶ οὑτωσὶ

μὲν τὰ γένη φιλοκρινήσεται κατὰ φύσιν. γεννηθήσεται δὲ

τεχνικῶς ἄρρεν μέν, 〈εἰ〉 ἐπιχρίσεις τὸ μόριον τοῦ ἵππου

αἵματι λαγωοῦ καὶ ταμίσῳ (ὅ ἐστι πυτία λαγωοῦ νεογνοῦ),

θῆλυ δέ, εἰ στέατι χηνείῳ ἅμα ῥητίνῃ τερεβινθίνῃ ἑξῆς ἡμερῶν

τριῶν τὸ τῆς θηλείας ἵππου αἰδοῖον ὑποχρίσεις καὶ τῷ ἵππῳ

εἰς ὀχείαν ὑποστήσεις.

3

<Ἐὰν μὴ δύναται γεννῆσαι ἵππος.> Γράψον εἰς τὰς

δύο πλευρὰς αὐτῆς τὸν <τεσσαρακοστὸν ἕβδομον ψαλμὸν>

ἕως τοῦ· <ἐκεῖ ὠδῖνες ὡς τικτούσης.>

4

<Περὶ συλλήψεως θηλείας ἵππου στείρας πάνυ

ἀναγκαῖον, ἐκ πολλῆς γὰρ πείρας ἔχων ἔγραψα.> Θαλασ-

σείας πορφύρας ἤγουν κογχύλης αἵματος 𐆃 γʹ καὶ νίτρου 𐆃 αʹ

καὶ ῥητίνης τερεβινθίνης λιτρ. βʹ εἰς τὸ αἰδοῖον τῆς ἵππου

ἔμβαλε. ἐκ τούτου γὰρ καθαρισθεῖσα ἐξ ἀγόνου τοκὰς ἔσται.

5

<Πρὸς τὸ συλλαβεῖν στεῖραν ἵππον.> Δεσμὴν

πράσου κτλ. ἢ λαβὼν κτλ. εἰς τὸ αἰδοῖον τῆς ἵππου ἔμβαλε.

ἐκ τούτου γὰρ καθαρισθεῖσα ἐξ ἀγόνου τοκὰς ἔσται. ἢ ἐν

χαρτίῳ γράψας περίαπτε· <Αὐτόμαται δὲ πύλαι μύκον

οὐρανοῦ, ἃς ἔχον> Ὧραι.

6

<Παρορμητικὰ ἀφροδίσια ἵππων. Κρόκος> μετὰ γλυ-

κέος οἴνου πινόμενος οὐ πολὺς ἐνεργεῖ, ἢ ἀσκαμμωνία μεθ'

ὕδατος ἀνατριβομένη, ἢ <κόστος> λεῖος μεθ' ὑδρομέλιτος πινό-

μενος, ἢ <ἡδυόσμου> χυλὸς ἢ ἀλέκτορος ὄρχις ὁ δεξιὸς ἁλι-

σθεὶς καὶ εἰς δέρμα κριοῦ δεθεὶς καὶ τῷ τραχήλῳ τοῦ ἵππου

κρεμασθεὶς ἐνεργεῖ, ἢ ὄρχις ἐλάφου ξηρὸς ἀποξεσθεὶς καὶ

μετὰ μελικράτου ποτισθείς.

7

<Πρός 〈τὸ〉 εὐγαλακτεῖν.> Κριθὰς ἐν ὕδατι βρέξας

αὐτὰς μὲν δίδου φαγεῖν, τὸ δὲ ὕδωρ πότιζε, καὶ αὔξει τὸ γάλα.

8

<Ἀφρικανοῦ περὶ γενέσεως ἵππων.> Ἂν μὲν οὖν

ἄρρεν τεχθῆναι θέλῃς, πρὸς τὴν ἀνατολὴν τοὺς ἵππους τρέπε,

ἵνα μιγνύμενοι βλέπωσι τὸν ἥλιον. αἱ δυσμαὶ γὰρ τίκτουσι

τὰ θήλεα, ὡς <Μαυρούσιος> 〈ὁ〉 ἱπποφορβὸς διηγήσατο. καὶ

γάρ, ὡς ὁ πάντων λόγος, τοὺς ἄρρενας ἵππους τῷ Ἡλίῳ ζεύ-

γνυσθαι καὶ τούτοις ἄγεσθαι τὴν φλόγα πεπίστευται, τὰς δὲ

θηλείας τὴν Νύκτα ἄγειν φασί. καὶ δικαίως μέν· ἀρρενο-

ποιὸς μὲν ὁ <Ἥλιος>, ὁμωνύμου δὲ φύσεως ἡ <Σελήνη> τυγ-

χάνει μήτηρ.

9

<Τοῦ αὐτοῦ ἀναληπτικὰ δυνάμεως.> Μυρ〈ρ〉ίς ἐστι

βοτάνη τῷ κωνείῳ τὰ πάντα παραπλησία πλὴν τοῦ ἄνθους, ὃ

δὴ καὶ αὐτὸ ὅμοιον μέν ἐστι, μικρότερον δὲ πολλῷ· ῥίζαν δὲ

ἔχει ὡς παρεμφέρουσαν ἐπιμήκη, εὐώδη σφόδρα καὶ ἡδίστην

ἐν τῷ τρώγειν. εὑρίσκεται δὲ ἐν τοῖς ἐργασίμοις χωρίοις· ταύτην

ὁλόκληρον ἐπιμελῶς τρίψας εἰς καθαρὰν πτισάνην εὖ μάλα

ἡψημένην ἐμβάλλειν χρὴ καὶ συνεψεῖν ἐπιμελῶς κινοῦντας.

ἔπειτα οἴνου εὐωδεστάτου τοσοῦτον ἐπιβάλλειν, ὡς μὴ λίαν

ἐξυγρᾶναι τὴν πτισάνην, καὶ νῆστιν ἐγχυματίζειν· τούτου

ἄμεινον βοήθημα πρὸς τοῦτο ‖ οὐκ ἄν τις εὕροι. εἰ δὲ ἀπορεῖ

τῆς ῥίζης, πτισάνῃ συνεψήσας ὑείους μυελοὺς καὶ μάλιστα

νωτιαίους οἴνῳ τε ὁμοίως ἐπιβαλών, δευτερεῦον ἕξει βοήθημα

πρὸς τὸ προκείμενον.

10

<Ἐκ τῶν Ἀριστοτέλους περὶ ὀχείας.> Ἵππος ὀχεύειν

ἄρχεται διέτης καὶ ὀχεύεται, ὥστε καὶ γεννᾶν. τὰ μέντοι ἔκγονα

κατὰ τούτους τοὺς χρόνους ἐλάττω καὶ ἀσθενικώτερα. ὡς δὲ

ἐπὶ τὸ πλεῖστον τριέτης ὀχεύει καὶ ὀχεύεται. οὗτος καὶ ἐπι-

δίδωσιν ἀεὶ [καὶ] ἐπὶ τὸ βέλτιον τὰ ἔκγονα γεννᾶν μέχρις

ἐτῶν κʹ. ὀχεύει δὲ ὁ ἵππος ἄρρην μέχρις ἐτῶν λγʹ, ἡ δὲ θή-

λεια ὀχεύεται μέχρι μʹ ἐτῶν, ὥστε σχεδὸν συμβαίνει διὰ βίου

γίνεσθαι τὴν ὀχείαν. ζῇ δὲ ὡς ἐπὶ τὸ πολὺ ὁ μὲν ἄρρην περὶ

πέντε καὶ τριάκοντα ἔτη, ἡ δὲ θήλεια πλείω μʹ. ἤδη δέ τις

ἐβίωσεν ἵππος ἔτη οεʹ.

11

<Περὶ συλλήψεως θηλείας ἵππου Ἀψύρτου. Ἄψυρτος Ἱπ-

ποκράτει χαίρειν.> εἰδέναι σε καὶ τοῦτο βούλομαι, ὡς, ἐὰν

ἱππὰς τὸ τοῦ ἄρρενος καταβαλλόμενον αὐτῇ σπέρμα μὴ κρατεῖ

ἀλλ' ἐξουρεῖ, ἐπάλειφέ σου ἐλαίῳ τὴν χεῖρα, καὶ τοὺς δακτύ-

λους ἐξονυχίσας κάθες αὐτὴν διὰ τῆς φύσεως καὶ ἅψαι τῆς

μήτρας. καὶ ἐλαίῳ μετὰ ἐρίου ἀποσπογγίσας ποίει πεσσὸν ἐκ

πορφύρας ἀληθινῆς, καὶ ὀποβαλσάμῳ τοῦτον βρέξας ἢ κυ-

πρίνῳ ἐπιτίθει τῇ μήτρᾳ, καὶ εὐθὺς ἔα τὴν ἵππον ὀχευθῆναι

τῷ κήλωνι. μετὰ δὲ τὸ κατελθεῖν τὸν ἵππον μὴ ἔα τὴν θή-

λειαν ἵστασθαι, ἀλλὰ παρότρυνε τρέχειν. οὕτω γὰρ ἂν τὸ

καταβαλλόμενον ἐπισχεθείη σπέρμα. —

12

ἐὰν δὲ ἐκ ψύξεως ὁ

τῆς μήτρας ἀποκλεισθῇ πόρος, προσάντλει οἴνῳ παλαιῷ καὶ

παραβιάζου τὸν τόπον τῷ δακτύλῳ, καὶ ἀνοίξας ὦσον πεσσὸν

ἐξ ἐρίου ἀπλύτου γεγενημένον, ἐπιχέων ἅλας αὐτῷ καὶ νίτρον

ὠμόν. εἶτα εὐθέως τὸν ὀχευτὴν τῇ ἵππῳ ἐπάφιε, καὶ πρὶν

ἀποκρῖναι τὸν ἵππον, ἆρον τὸν πεσσὸν καὶ πάλιν ἐπάφιε, καὶ

συλλήψεται. ἐὰν δὲ ἢ ἐκ τραύματος ἢ ἄλλης πληγῆς ἢ πάθους

λοιμικοῦ προσουλώσῃ ὁ πόρος ἢ διπλωθῇ, ἔκτεμνε τὸ ἀδικοῦν

καὶ κατὰ φύσιν ποίει, ἢ θαλασσείᾳ πορφύρᾳ ἔκμασσε. εἶτα

λίβανον, σμύρναν, κρόκον καὶ νίτρον ῥοδίνῳ καὶ μέλιτι συν-

λεάνας, παρέγχει μέχρις ἡμερῶν δύο, προκαταντλήσας εὐκράτῳ

καὶ ἐλαίῳ διατρίψας, καὶ μεθ' ἡμέρας κʹ 〈κ〉λύσον τὴν μή-

τραν γάλακτος γ̅ο̅ γʹ. τοῦτο δὲ ποίει ἐπὶ ἡμέρας λʹ, καὶ συλ-

λήψεται ἡ ἵππος, κἂν στεῖρα ᾖ.

13

<Ἐντατικὸν ὥστε ἵππον κήλωνα πολλὰ ὀχεύειν.>

Οὐρὰν ἐλάφου καύσας κτλ. ἢ ἐλαίου παλαιοτάτου 𐆃 αʹ, σκώ-

ληκας τιθυμάλλων ϞϚʹ. τούτους δὲ συνάγειν ἐν τῷ θέρει, ὅταν

ἡ βοτάνη ἀκμάζει καὶ ἐν τῷ ἐλαίῳ ἐμβάλλειν καὶ ἐᾶν ἡμέρας

ἑπτά. ἐπὶ δὲ τῆς χρείας τρῖβε τῷ ἐλαίῳ τὴν ὀσφῦν καὶ τοὺς

ὄρχεις. τὸ αὐτὸ δὲ ποιοῦσι καὶ αἱ τῆς πίτυος κάμπαι. ἢ μαν-

δραγόρου ἄρρενος μῆλα τρίψας καὶ μίξας μετὰ μέλιτος καὶ

οἴνου ἐγχυμάτιζε. καὶ ἠρυγγίου δὲ τὸ μῆλον φορούμενον

ὠφελεῖ. ἢ εὐζώμου σπέρμα ἑξαγ. τὸ ϲʹ, πεπέρεως κερατ. Ϛʹ

λειώσας μετὰ οἴνου ἐγχυμάτιζε. ἢ ἀνήθου σπέρμα ὥριμον

κερατ. ιηʹ σὺν οἴνῳ λειοτριβήσας ἐγχυμάτιζε. ἢ σκίγκου οὐρᾶς,

ζιγγιβέρεως, καρδάμου σπέρμα, εὐζώμου σπέρμα, πυρέθρου

ἀνὰ ἑξαγ. αϲʹ, πέπερι, καρυόφυλλον ἀνὰ κερατ. ιηʹ. ἡ τελεία

δόσις ἑξαγ. βʹ κερατ. Ϛʹ, ἄλλοις ἑξαγ. αϲʹ, τὸ δὲ ἔλαττον κερατ. ιηʹ.

14

<Πεσσὸς συλληπτικός.> Κρόκου γ̅ο̅ αʹ μυελοῦ ἐλαφείου,

στέατος χηνείου, πυτίας λαγωοῦ, προπόλεως, ἐλαίου κρινίνου

τὰ ἶσα σκεύαζε καὶ χρῶ. ἢ καστορίου, ὑσσώπου, μέλιτος, βου-

τύρου, στέατος χοιρείου ἀνὰ γ̅ο̅ αʹ, ἐλαίου κυπρίνου τὸ ἀρκοῦν.

15

<Ἀφρικανοῦ. Πρὸς 〈τὸ〉 πολλὰ καὶ ἀπόνως

ἀφροδισιάζειν.> Σκίγκου τὰ κρέα ἐν οἴνῳ κεκραμένῳ 〈εὐώ〉-

δει τὸ ζῷον ἐγχυμάτιζε.

16

<Εὐτόκιον γενναιότατον πάνυ.> Πολύγονόν ἐστι πόα

πολλὴ πανταχοῦ, <ὅπερ λέγεται καὶ δρῶσα>. ἥτις ἐνδεθεῖσα

χορίῳ κυνὸς ἐσμυρνισμένῳ καὶ ὡς χρὴ κεκαθαρμένῳ καὶ πε-

ριαφθεῖσα αἰτία κυήσεως γίνεται. ἵνα δὲ ὃ θέλεις συλλάβῃ

τὸ ζῷον, εἴτε ἄρρεν εἴτε θῆλυ, λινόζωστις καὶ περιστερεὼν

βοτάναι ἄρρενες εἶναι δοκοῦσι καὶ θήλειαι, ἄρρενες μὲν αἱ

ὄρθιαι, αἱ ἡπλωμέναι δὲ τοὐναντίον. ταύτας σὺν τοῖς προτέ-

ροις φορεῖν ποίει, ἂν μὲν βούλῃ ἄρρεν τεκεῖν, ἄρρενα, ἂν δὲ

θῆλυ, θήλειαν.

17

<Τοῦ αὐτοῦ εἰς ἀφθονίαν γάλακτος.> Λίθος ὁ γα-

λακτίτης τοῦ ζῴου περιαπτόμενος τοῖς μαστοῖς πολύ τι χρῆμα

τοῦ γάλακτος κατασπᾷ. ἵνα δὲ καὶ πλείονος εὐπορήσῃ γάλακτος,

αὐτὸν τὸν γαλακτίτην λίθον λελειωμένον ἐγχυμάτιζε μετὰ οἴνου

καὶ ὕδατος.

18

<Τοῦ αὐτοῦ· πρὸς τὸ μὴ ἐκτιτρώσκειν ἔμβρυον.>

Τὴν ἐχενηΐδα τὸν ἰχθὺν λαμβάνοντες ναῦται ταριχεύουσιν εἴς

τε τὸ μὴ ἐξαμβλίσκειν καὶ εἰς σύλληψιν ὡς ἐρρωμενεστέρῳ

φαρμάκῳ χρώμενοι. ἐξ ἧς λειουμένης τὸ ζῷον ἐγχυματιζόμενον

τὸ ἐν τῇ γαστρὶ σῶον διατηρεῖ. εἰ δὲ καὶ ζῶσαν προσενέγκοι

τις τῇ νηδύϊ τῆς ἱππάδος, ὅτε ταύτῃ ὁ ἵππος συνέρχεται, καὶ

τότε καὶ εἰς τὸ λοιπὸν συλλήψεται, καὶ οὐδέποτε πείσεται τὸν

προειρημένον ὄλισθον.

19

<Περὶ ἀνατροφῆς πώλου.> Ἐὰν δὲ καὶ βούλῃ ἵππου

πῶλον ὑπὸ ὄνου θηλάζεσθαι, ἢ ὄνου ὑπὸ ἵππου, ἅμα τῷ τε-

κεῖν τὴν ἵππον καὶ τὴν ὄνον βαλὼν τὴν ἵππον εἰς σκοτεινὸν

τόπον εἰσένεγκε τὸ πωλάριον τῆς ὄνου, καὶ τὴν ὄνον ὁμοίως,

καὶ ἀμείψεις ἀμφότερα.

11

t

{Περὶ παρωτίδων καὶ ἕλκους ἐν ὠσί, παρ-

ισθμίων καὶ χοιράδων καὶ κορδυλωμάτων καὶ γλαν-

δούλων.}

1

<Πρὸς παρωτίδα.> Κατάπλασμα πρὸς παρωτίδα.

Ἄλευρον σίτινον κτλ. δάφναις μετὰ ὄξους καὶ ἐλαίου τοὺς

μυκτῆρας ἐπίχριε. ποίει δὲ καὶ ἀφαίρεσιν αἵματος ἀπὸ τῶν

ὀφρύων καὶ ὕδωρ θερμὸν δίδου πίνειν καὶ εἰς σκοτεινὸν καὶ

θερμὸν τόπον στηκέτω.

2

<Περὶ χοιράδων.> Αἱ χοιράδες γίνονται παρά τε τὰ ὦτα

καὶ τὸν λαιμὸν μάλιστα. καὶ αἱ μὲν ἔξωθεν τὴν κορύφωσιν

λαμβάνουσιν, αἱ δὲ εἰς τὸ ἐντός. εἰσὶ δὲ εἶδος ἀποστήματος.

ἀλλὰ καὶ μείονες μὲν αἱ ἔξωθεν, χείρους δὲ αἱ ἔσωθεν ἀπο-

νενευκυῖαι καὶ ἐπικινδυνώδεις εἰσί. πολλάκις γὰρ αὗται συρ-

ρήσ〈σ〉ονται μὲν εἰς τὸ ἐντὸς καὶ διάκρισιν λαμβάνουσι διὰ

τῶν ὑγρῶν τοῦ στόματος καὶ τῶν ἐσθιομένων, οὐ δύνανται

δὲ ὑγιασθῆναι διὰ τὴν κατάτριψιν τῶν καταπινομένων. κα-

λοῦνται δὲ αἱ μὲν ἁπλαῖ, αἱ δὲ διπλαῖ. ἃς δεῖ θεραπεύειν

οὕτως· καταντλήσας θερμῷ ὕδατι κατάπλασσε κρίθινον ἄλευρον

ἑψημένον ἐν ὕδατι. ἕψει δὲ οὕτως· προαναζέσαντος τοῦ ὕδατος

παράπασσε τὸ ἄλευρον καὶ κατάπλαττε δὶς τῆς ἡμέρας. ὅταν

δὲ πέψιν λάβῃ, τέμνε θαρρῶν. εἶτα συκῆς φύλλα καὶ θύμον

ἢ πράσον συγκόψας μετὰ ἁλῶν καὶ οἴνῳ δεύσας ἄξον εἰς τὴν

τομήν. χρῶ δὲ οὕτως, ἕως οὗ καθαρὸν γένηται. —

3

ἢ σπόγγον

ἐν θερμῷ ὄξει βρέξας ἐπίδησον ἐπὶ ἡμέρας. τοῦτο ποίει δεύ-

τερον ἢ καὶ τρίτον. εἶτα λαβὼν σικύου ἀγρίου τὴν ῥίζαν κόψον,

καὶ σήσας μῖξον κριθίνοις ἐξ ἴσου, καὶ ἑψήσας ὕδατι ἢ ὑδρο-

μέλιτι κατάπλαττε· ὅταν δὲ πέψιν λάβῃ, διάκαυσον ὀρθίῳ καυ-

τῆρι, καύσας δὲ ἔγχριε ἁλσὶ λεπτοῖς καὶ ἐλαίῳ ἀνακεκομμένοις,

ὥστε γλοιῶδες γενέσθαι. καὶ τοῦτο ποίει μέχρις ἡμερῶν Ϛʹ ἢ ηʹ,

ἕως οὗ αἱ ἐσχάραι ἐκπέσωσιν. εἶτα ἀπόσμηξον τὰ τραύματα

οὔρῳ καὶ νίτρῳ, καὶ θερμῷ ὕδατι πυριάσας περισπόγγισον, καὶ

θεράπευε τραυματικῷ φαρμάκῳ καὶ τῷ ὀροβίνῳ ἀλεύρῳ, ἕως

ἂν ὑγιὴς γένηται.

4

<Διαφορητικὸν ἀποστημάτων καὶ χοιράδων.> Κυ-

νείαν κόπρον λευκὴν λειώσας μῖξον τερεβίνθῳ καὶ χρῶ.

5

<Ἔμπλαστρον διαφορητικὸν σκορπίζον ἀποστη-

μάτων.> Κηροῦ, ἐλαίου, ὕδατος θαλασσίου, κολοφωνίας, ῥη-

τίνης, νίτρου ἀνὰ 𐆃 αϲʹ μίξας χρῶ. ἢ συκῆς τέφρας γ̅ο̅ βʹ,

σχιστῆς, ἀφονίτρου ἀνὰ γ̅ο̅ αʹ, ὑγροπίσσης γ̅ο̅ ζʹ χρῶ.

6

<Ἔμπλαστρος ἡ διὰ χυλοῦ λινοσπέρματος διαφο-

ροῦσα καὶ ῥήσσουσα.> Ἐλαίου παλαιοῦ 𐆃 αʹ, κηροῦ γ̅ο̅ κʹ,

κολοφωνίας, στέατος χοιρείου ἀνὰ 𐆃 αϲʹ, λιθαργύρου λιτρ. αʹ,

ψιμυθίου γ̅ο̅ Ϛʹ, χυλὸν λινοσπέρματος γ̅ο̅ Ϛʹ, γύρεως 𐆃 αʹ, λι-

βάνου γ̅ο̅ δʹ 〈τὰ τηκτὰ τήξας ἔμβαλε τοῖς ξηροῖς καὶ χρῶ.〉

7

<Πρὸς χοιράδας.> Καρδάμου σπέρμα, κυάμου ἄλευρον,

ἅμα ἕψει, εἶτα ἐπίβαλλε στακτῆς ὀλίγον, καὶ ἐπιπλάσας εἰς

φύλλον κράμβης χρῶ. ἢ μελισσίας βοτάνης ῥίζαν λαβὼν <ἐν

ληγούσῃ σελήνῃ καὶ οὔσῃ ἐν ἀσπόρῳ ζῳδίῳ> ἐπίθες.

τοῦτο ἀφανεῖς ποιεῖ τὰς χοιράδας καὶ πᾶσαν ἐν σώματι ἐξοχὴν

περιαπτόμενον. καὶ ὁ λίθος δέ, ὃν λεονταχάτην καλοῦσι, καὶ

τὸ δέρμα τοῦ λέοντος περιαπτόμενα χοιράδας ἰᾶται καὶ πάσας

τὰς ἐν σώματι περιοχάς. καὶ τοῦ κυκλαμίνου ἡ ῥίζα περι-

απτομένη, καὶ τοῦ φλόμου βοτάνης ἡ ῥίζα <ἐπ' ὀνόματι τοῦ

πάσχοντος> λαμβανομένη καὶ περιαπτομένη, καὶ ἀειζώου βο-

τάνης τῆς μονοκλώνου ἡ ῥίζα ὁλόκληρος ἐξαιρεθεῖσα καὶ

περιαπτομένη ὁμοίως ἰᾶται.

8

<Ἀμβροσίου σοφιστοῦ.> Καρύων Ποντικῶν κεκαθαρ-

μένων γ̅ο̅ βϲʹ, σάπωνος Γαλλικοῦ γ̅ο̅ Ϛʹ, ἀφρονίτρου γ̅ο̅ εʹ,

πρωτοστάκτου, μέλιτος ἀνὰ γ̅ο̅ Ϛʹ, ᾠῶν Ϛʹ τὰ λευκά, ἐλαίου πα-

λαιοῦ γ̅ο̅ ιδʹ, κηροῦ ξανθοῦ γ̅ο̅ ιʹ, τερεβινθίνης γ̅ο̅ ζʹ, χαλκί〈τ〉ου

γ̅ο̅ δʹ σκεύαζε καὶ χρῶ. οἱ δὲ κέντρῳ θαλασσίας τρυγόνος τὸν

τόπον περιγράφοντες καὶ πυκνὰ τῆς ἐπιφανείας προσψαύοντες

ὠφελοῦσιν.

9

<Εἰς πόνον σιαγόνος.> Ἐὰν δὲ τὴν σιαγόνα πονέσῃ,

πυρία τὸν ἵππον μετὰ ὄξους καὶ τῷ θερμῷ κατάντλει, καὶ

ὑείῳ στέατι ἐπάλειφε. καὶ ἐὰν μὴ ὑπακούῃ, καῖε καυστηρίοις

καὶ ἰαθήσεται.

10

<Πρὸς τοὺς ἐν ὠσὶ σκώληκας.> Κλύζε ἀφεψήματος

ἀψινθίου ἢ κενταυρίου ἢ πράσου, ἔνσταζε δὲ καππάρεως φύλλων

χλωρῶν ἢ τοῦ καρποῦ χλωροῦ χυλόν, ἢ κεδρίαν ἢ οὖρον ἀν-

θρώπειον παλαιὸν ἢ ἐλλέβορον λευκὸν σὺν μέλιτι ἢ καλαμίνθης

χυλὸν ἢ ἀσκαμμωνίαν σὺν ὄξει ἢ ἀψινθίου χυλόν. τὸ δὲ

ἔλαιον ἐνσταζόμενον ἄχρις ἄνω ἀναπλεῖν αὐτοὺς ποιεῖ, κάλλιον

δὲ τὸ ὀξέλαιον. καὶ πρὸς τὰ ἐμπίπτοντα δὲ τοῖς ὠσὶ ζωύφια

τοῖς αὐτοῖς κέχρησο.

11

<Πρὸς ὦτα πυορροῦντα.> Κηκῖδας ὀμφακίδας ἀπο-

βρέξας εἰς οὖρον ἀφθόρου παιδὸς ἀπόθου καὶ χλιαίνων ἔν-

σταζε, ἢ σιδίων ἀφέψημα μετὰ οἴνου, ἢ ἐλαίας φύλλων τὸν

χυλὸν μέλιτι μίξας ἕψει καὶ χρῶ.

12

<Ἀφρικανοῦ πρὸς ὠταλγίαν.> Ὦτα δὲ βούλομαι

τρόπῳ ὠφελῆσαι διπλῷ· ἵνα καὶ ἀλγοῦντα παύσηται καὶ παυ-

σάμενα μηκέτι ἀλγῇ. ὅταν γὰρ δύσοιστον καὶ ἀπόφορον τὸ περὶ

οὖς γένηται πάθος ὡς ἑλκῶν γινομένων πῦά τε δυσώδη καὶ

σκώληκας ἐκθρέψαι, δυσανασχέτου τῆς περὶ αὐτὰ γινομένης

ὀδύνης περδίκιος βοτάνη, εὐτελὴς μὲν καὶ φυομένη πανταχοῦ,

ὥσπερ τῆς φύσεως τῷ εὐπόρῳ φιλοτιμουμένης, συγκόπτεται

ἰσχυρῶς, ὡς πολὺν αὐτῆς τὸν χυλὸν γενέσθαι. εἶτα μέλιτος

Ἀττικοῦ ὀλίγον λαμβάνεται καὶ ὄξους δριμέος οὐ πολὺ καὶ ὑλῶν

θαλαττίων βραχύ. ταῦτα μιγέντα καὶ χλιανθέντα τῷ πονοῦντι

γίνεται σωτηρία.

13

<Εἰς ἕλκος.> Εἰς ῥοιᾶς γλυκείας λέπος βαλὼν χολὴν

ταυρείαν ἔλαιόν τε καὶ μέλι ἀναλόγως καὶ ἑψήσας ἐν θερμο-

σποδιᾷ εἶτα χλιάνας ἔνσταζε, ἢ χολὴν ταυρείαν μετὰ γάλακτος

γυναικείου χλιάνας ἔνσταζε.

14

<Θαυμαστὸν πρὸς ὀδύνας καὶ πύην.> Γάρον καλὸν

καὶ μέλι καλὸν ἑνώσας ἕψει ἐν χύτρᾳ μέχρι μελιτώδους συ-

στάσεως καὶ ἔνσταζε, ἢ μίσυ καύσας καὶ λεάνας ἐμφύσα εἰς

τὸ οὖς.

15

<Διάχρισμα πρὸς παρίσθμια διὰ πείρας.> Κηρύκια,

ὄνυχας, κεκαυμένα μέλιτι συνλειώσας χρῖε.

16

<Πρὸς δοθιῆνας.> Πρὸ τοῦ πυοτροφῆσαι κτλ. ἢ ἰσχά-

δας ἑφθὰς μετὰ ῥητίνης ἐπιτίθει.

12

t

{Περὶ κυνάγχης.}

1

<Περὶ κυνάγχης Ἀψύρτου.> Ἄψυρτος κτλ. τὴν δὲ

γλῶτταν κτλ. ἢ χοιρείαν κόπρον κτλ. ἐπὶ συναγχικῶν ἀρίστη

μὲν θεραπεία ἡ διὰ καυτῆρος. εἰ δὲ μή, λινοσπέρματος λιτρ. εʹ,

τήλεως λιτρ. αϲʹ, ὄξους λιτρ. αʹ γ̅ο̅ ηʹ, ἄρτου τῶν ἁπαλῶν

ψιχῶν τὸ ἀρκοῦν, πάντα ζέσας καὶ ἀναφυράσας μέλιτι ἐπί-

πλαττε ὀθονίῳ ἐπιδεσμῶν, ἐπιθεὶς ἄνωθεν σπόγγον καθαρὸν

καὶ ἀσφαλῶς δήσας, ἵνα μὴ ἐκπέσῃ. τοῦτον δὲ καὶ φλεβο-

τόμει λύων τὰς ἐν τῷ τραχήλῳ φλέβας. συμβαίνει δὲ τοῦτο

τὸ νόσημα τοῖς ἵπποις ἀπὸ ἐλασίας.

2

<Εἰς κυνάγχην πεπειραμένον.> Κυνείαν κόπρον λευ-

κὴν ξηρὰν μέλιτι συνλειωθεῖσαν κατάχριε. τοῦτο <καὶ ἐπὶ

ἀνθρώπων> θαυμαστῶς ποιεῖ. ἢ σποδὸν χελιδόνων ἀγρίων

μέλιτι φυραθεῖσαν κατάχριε.

13

t

{Περὶ πολυπόδων τῶν ἐν ῥισὶ καὶ ὀζαινῶν

καὶ ἥλων.}

1

<Ἄλλως. Ἐὰν πολύπους> ἵππῳ ἐνοχλῇ, γνώσῃ, εἰ ἄρ-

ξηται αἷμα ἀποπέμπειν ἀπὸ τῶν μυκτήρων, καὶ θεράπευε

οὕτως· λιβάνου, νίτρου, πηγάνου ἀνὰ γ̅ο̅ Ϛʹ ἐγχυμάτιζε μετὰ

οἴνου αὐστηροῦ γ̅ο̅ κʹ διὰ ῥινῶν τὸ ἀρκοῦν, ἕως καλῶς ἕξει.

ἢ ἐλλέβορον μέλανα καὶ σανδαράκην ἶσα λεάνας μετὰ ἐλαίου

ἀναλαβὼν ἐρίῳ πλήρωσον τὸν μυκτῆρα.

2

<Ἀπολλωνίου φυσικόν.> Νυκτικόρακα σφάξας ἐπίχριε

θερμῷ τῷ αἵματι τὸν πολύποδα. τὸ δὲ λοιπὸν αἷμα ξηράνας

ἐν ἡλίῳ ἐπίπασσε ξηρὸν λίαν. καὶ ἡ κυνεία κόπρος ἡ λευκὴ

ὄξει λειωθεῖσα καὶ ἐπιχριομένη ποιεῖ ἄκρως. ἢ λεπίδα σιδήρου

καὶ χαλκοῦ καὶ στυπτηρίαν σχιστὴν ἶσα λεάνας ἐμφύσα.

3

<Τιβερίου πρὸς ἥλους τοὺς γινομένους πρὸς τῇ

στεφάνῃ.> Πράσα κόψας [καὶ] μετὰ ἁλῶν καὶ ἐλαίου ἐπίθες

καὶ αὐθημερὸν 〈ὑγιάσεις〉, ἢ πράσα καὶ ἀξούγγιον κόψας ἐπίθες,

ἢ ἰὸν τὸν ἀπὸ <δηναρίων> [ὅπου ξέεται τὸ κέρμα] μετὰ ὄξους

τρίψας τοὺς πόδας τοῦ ἵππου τὰς <ὀζαίνας> καὶ τὰς <ῥαγάδας>

κυκλόθεν περίχριε καὶ εὐθὺς ὑγιάζεται.

4

<Πρὸς ὀζαίνας θαυμαστόν.> Ἄρτον κιβαρίτην τρεῖς

ἡμέρας εἰς ὄξος βρέξας καὶ τῇ ἄλλῃ ἡμέρᾳ φύλλα πράσου ἀρ-

σενικοῦ ὁμοῦ λειώσας κατάπλαττε μετὰ πανίου προκαταπλύνας

ὀξελαίῳ, ἢ στυπτηρίαν σχιστὴν καὶ στρογγύλην, μίσυ, ἀκάνθην

Αἰγυπτίαν, κηκίδιον κόψας καὶ σήσας τῷ ὄξει μίγνυε καὶ

πρόσπλαττε, ἕως ἂν ξηρανθῶσιν.

5

<Ἀφρικανοῦ πρὸς ὀζαίνας καὶ πολύποδας.> [περὶ

βηχός]. Ἁλικακκάβου τὴν ῥίζαν ἶσα βουτύρῳ μίξας χρῶ.

14

t

{Περὶ βηχός.}

1

<Τιβερίου εἰς τὸ αὐτό.> Ἀξούγγιον κτλ. ἐὰν δὲ ἵππος

ἤ τι τῶν ὑποζυγίων ὑπὸ βηχὸς ἐνοχλῆται, ἀξούγγιον παλαιὸν

μετὰ ῥόας τῆς ἐσθιομένης ἀνακοπέντα βάλε εἰς γύργαθον, καὶ

βάψας μέλιτι δαψιλῷ ὦσον τὴν μάζαν ἐν τῷ βράγχῳ. ἐχέτω

δὲ τὸ γύργαθον σφήκωμα στερεὸν ὡς πηχῶν δύο τὸ μῆκος,

ἵνα παραπεμπόμενος αὐτὴν ἐφέλκῃς τῷ σφηκώματι ἔξω καὶ

πάλιν αὐτὴν κατάγῃς. διὰ γὰρ τῆς ἐνεργείας ταύτης καὶ

ἀγωγῆς δυνατόν ἐστιν εἴτε τραῦμα ὑπόκειται ἐν τῷ βράγχῳ

εἴτε <ὀστέον>, ἀποκαταστῆσαι τὸ ζῷον.

2

<Εἰς βῆχα.> Φακοὺς ἐπτισμένους καὶ ἀποπεφυσημένους

καὶ λελειωμένους σὺν ὕδατι λιτρ. γʹ δίδου ἕως οὗ ὑγιάνῃ.

3

<Ἐγχυματισμός.> Χοιρείους πόδας κτλ. ἢ τήλεως χυλόν,

ὀριγάνου ἑξαγ. αϲʹ, στέατος τραγείου λιτρ. τρεῖς, σῦκα μέλανα λʹ,

φοίνικας λʹ, μέλιτος γ̅ο̅ ιγϲʹ. ἢ κύμινον ἄγριον σὺν οἴνῳ καὶ

ἐλαίῳ καὶ πηγάνῳ ἐγχυμάτιζε, ἢ μέλιτος λιτρ. θʹ κτλ.

4

<〈Ἄλλως.〉> Ὄρνιν σφάξας καὶ εὐθὺς σχίσας λάβε αὐτῆς

τὴν κοιλίαν ὡς ἔστι μετὰ τῆς κόπρου καὶ κυλίσας ἐν μέλιτι

δίδου τῷ ζῴῳ ἔτι θερμὴν οὖσαν διὰ τοῦ στόματος. —ἢ πτι-

σάνης 𐆃 αʹ γ̅ο̅ αϲʹ καὶ γλεύκους γ̅ο̅ εʹ μίξας ἐγχυμάτιζε διὰ

τοῦ στόματος. —ὑποθυμία δὲ αὐτὸν καὶ συνθέματι τοιούτῳ·

σκορόδων κεφαλάς, κρομμύων τὸ ἶσον, σανδαράκης ἑξαγ. βʹ

κερατ. Ϛʹ, ἀσφάλτου τὸ ἶσον ἐν ταὐτῷ τρίψας διαίρει εἰς τρία

μέρη καὶ καθ' ἑκάστην τὸ ἓν μέρος ὑποθυμία. —ποιεῖ δὲ καὶ

ξύλον σύκινον ἢ πιτύϊνον ἢ κυπαρίσσινον χλωρὸν ὑποκαπνι-

ζόμενον ὑπὸ τοὺς μυκτῆρας. —

5

μετὰ δὲ τὴν ὑποθυμίασιν

οἴνῳ γλυκεῖ καὶ ἡδεῖ μίξας στέαρ ἐρίφειον ἢ προβάτειον καὶ

κηρὸν συμμίξας καὶ τήξας ἔγχει διὰ τοῦ στόματος. —ἢ οἴνου

παλαιοῦ γ̅ο̅ ιʹ, ἐλαίου γ̅ο̅ αϲʹ ἀναχλιάνας ἐγχυμάτιζε ἐπὶ ἡμέρας

τρεῖς. —ἢ πηγάνου φύλλα τὰ ἁπαλὰ τρῖψον καὶ μετὰ οἴνου πα-

λαιοῦ διὰ ῥινῶν ἔγχει, καὶ τὸν χόρτον, ὃν ἐσθίει, χυλὸν ἀγρίου

σικύου ῥάντιζε. βέλτιον δὲ αὐτοῦ τοῦ ἀγρίου σικύου τὸ σπέρμα

καὶ τὰς ῥίζας ξηρὰς συμμῖξαι μετὰ κριθῆς καὶ οὕτω παραβάλ-

λειν. —ἢ πτελέας ξύλον καύσας τὴν κόνιν λάβε καὶ διηθήσας

εἰς ὕδωρ ἶσόν τε ἐλαίου μίξας μετὰ καὶ τριῶν ᾠῶν δίδου.

6

<Ἄλλο φυσικὸν δόκιμον.> Λάπαθον ἀγρίαν ἀκεραίαν

κτλ. ἢ τραγάκανθον, βούτυρον, ἶριν, ἀξούγγιον χοίρειον, ἀρ-

σενίκιν σχιστὸν καὶ ὕσσωπον ἑνώσας χρῶ. ἢ σκίλλαν ἐμβαλὼν

ἐν ζύμῃ ἕψησον ἐν <φούρνῳ> ἕως τοῦ φρυγῆναι τὴν ζύμην,

καὶ λειώσας τὴν σκίλλαν μῖξον μέλιτι καλῷ καὶ παράβαλε τῷ

ζῴῳ. ἢ σχοίνου τὸ ἄνθος κτλ. δίδου. τοῦτο καὶ ὠφέλιμόν

ἐστιν <ἀνθρώποις>.

7

<Ἄλλο ποιοῦν 〈καὶ〉 πρὸς ἀνθρώπους.> Σπόγγον

λευκὸν καθαρὸν καύσας καὶ ποιήσας τέφραν ἑνώσας τε πεπέρεως

τὸ ἶσον, λείωσον μετὰ μέλιτος γ̅ο̅ γϲʹ καὶ δίδου ἑξαγ. αϲʹ ἑσπέρᾳ,

ὁμοίως καὶ πρωΐ. ἢ κόρακος κόπρον ἔνδησον ἐν ἀπλύτῳ ἐρίῳ

καὶ περίαπτε τῷ τραχήλῳ καὶ παύσεται. ἢ δαφνίδων ξηρῶν

γ̅ο̅ θʹ, σμύρνης τρωγλίτιδος γ̅ο̅ αʹ λειώσας ἐπιμελῶς ἀναλάμ-

βανε μέλιτι ἀπέφθῳ καὶ δίδου ἕωθεν ἑξαγ. γʹ καὶ ἑσπέρᾳ

ὁμοίως· πεπείραται. ἴρεως, ὑσσώπου ἀνὰ γ̅ο̅ αʹ, γλυκυρρίζης

γ̅ο̅ αϲʹ ἀποτριτώσας ἐν ὕδατι, εἶτα μέλιτος τὸ ἀρκοῦν συνεψή-

σας, ὀλίγον ἐγχυμάτιζε ἡμέρας γʹ πεπείραται.

8

<Εἰς βῆχα χρονίαν.> Ἀνίσου, ἄμεως, μαράθρου σπέρμα,

ὑοσκυάμου, γλήχωνος ἀνὰ γ̅ο̅ αʹ, τραγακάνθης γ̅ο̅ βʹ, σμύρ-

νης γ̅ο̅ αʹ, λειώσας πάντα τήν τε τραγάκανθαν δεύσας προβείῳ

γάλακτι μῖξον καὶ ποίει τροχίσκους καὶ δίδου ἀνὰ ἑξαγ. αʹ μετὰ

εὐκράτου.

9

<Ἔλιγμα πρὸς τοὺς ἀπὸ βηχὸς πῦον ἀνάγοντας.>

Στύρακος καλαμίτου ἑξαγ. δϲʹ, λιβάνου ἄρρενος γ̅ο̅ αʹ κερατ.

ιηʹ, τερεβινθίνης, ὑσσώπου, ἴρεως ἀνὰ γ̅ο̅ αϲʹ, ὀροβίνου ἀλεύρου

γ̅ο̅ γʹ, μέλιτος ἀπηφρισμένου λιτρ. δύο γ̅ο̅ γʹ. ἡ δόσις ἑξαγ. αϲʹ.

15

t

{Περὶ παραγωγῆς τραχήλου.}

16

t

{Περὶ πυρώματος.}

1

<Ἄλλο.> Ἀείζωον, ἀνδράχνη, ψύλλιον καὶ ὁ ἀπὸ τῶν τελ-

μάτων φακός· σύν ἄρτῳ καθαρῷ κατάπλαττε, μεγάλως βοηθεῖ.

ἢ ἄνθρακα ἀπὸ χαλκείου ζῶντα τρίψας μετὰ ὄξους ἐπίχριε τὸν

τόπον. ἢ [ποτυροκλύστας, ὅ ἐστι] κωδυίας ἔμβρεχε εἰς ὄξος καὶ

προσμίξας κρόκῳ ᾠοῦ χρῶ.

2

<Ξηρίον πρὸς ἐρυσίπελα.> Αἰγὸς πόδας καύσας ὡς

εἰσὶ μετὰ τριχῶν, προβρέξας τὸν τόπον οἴνῳ, τὴν τέφραν

ἐπίπασσε.

3

<Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου.> Τοὺς

ὑποκειμένους στίχους γράψον ἐν σωματώῳ χάρτῃ σταυροειδῶς

καὶ τῷ τόπῳ, ἐν ᾧ τὸ πάθος ἐνσκήπτει, ἐπιδέσμει. εἰσὶ δὲ οὗτοι·

Ὡς πυρὸς αἰθομένου φοβερὴν φλόγα χειρὶ

καλύπτεις,

φροντίδας ἀργαλέας καὶ ἐμὰς κατάπαυσον,

ἀρωγέ.

17

t

{Περὶ ἐκβολῆς ὤμου καὶ…

1

<Ἱεροκ…

The complete text is available when the reading interface loads.