Excerpta Lugdunensia
- Edition reference
- Excerpta Lugdunensia, ed. Oder and Hoppe , op. cit., vol. 2, 272–313.
- CTS identifier
urn:cts:greekLit:tlg0738.tlg008.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
καὶ ἀκολουθεῖ, καὶ λαγγών 〈ἐστι, τὰς λαγόνας〉 σφίγγεται,
πίπτει δὲ καὶ ταυρίζεται καὶ κυλισθῆναι οὐ δύναται. καὶ
ταῦτα μὲν εἰσὶν τὰ σημεῖα τοῦ πυρετοῦ. τὸ δὲ πάθος γίνε-
ται, ὅταν ἔξω τοῦ δικαίου ἐλασθῇ, ὁμοίως δὲ καὶ ἀπὸ κρί-
θους νέου, ὅτε οὐ δύναται χωνεῦσαι. βλαβερὰ γὰρ ὑπάρχει
καὶ δύσπεπτος.
3
θεραπεύεται δὲ οὗτος ἀφαιρέσει γενομένῃ
ἐκ τῶν <μυλίγγων> ἢ ἐκ τοῦ προσώπου. ἡ δὲ φλέβα ἡ τέμνουσα
θέλειν φανεροῦται οὕτως· <σχοινίον δήσας εἰς τὸν τρά-
χηλον αὐτοῦ καὶ σφίγξας μετὰ ξύλου, εὑρίσκεται
ἡ φλέβα.> καὶ ταύτην τεμὼν ἐξαιματώσεις τὸ ζῷον καὶ δια-
φορεῖται. τῇ δὲ αὐτῇ ἡμέρᾳ ὕδωρ μὴ πιεῖν, συχνῶς δὲ περι-
πατεῖν κατ' ὀλίγον. ἐν δὲ τῇ ἐνστάσει αὐτοῦ ἵνα ἵσταται εἰς
θερμὸν τόπον. ὅταν δὲ γνώσεις, ὅτι γίνεται κάλλιον, ἔκβαλε
αὐτὸ ἐπὶ τὴν νομὴν τῆς χλόης. εἰ δὲ οὐκ ἔστιν καιρὸς ἐπιτή-
δειος, ἀστήκῃ ἔξω καὶ ἀστρώγῃ χόρτον ξηρὸν κατ' ὀλίγον. τὸ
δὲ κρίθος στόμπισον καὶ ποίησον τὸν χυλὸν κουκία καὶ δί-
δου αὐτῷ φαγεῖν, ἀλλὰ καὶ ταύτας μὴ εὐπλήστως, ἀλλὰ με-
τρίως.
4
ἔστιν δὲ ὅτε καὶ μὴ πυρέσσων ἵππος ποιεῖ τὰ ση-
μεῖα ταῦτα τὰ προγεγραμμένα. ἀλλ' ἐπιγνώσεις αὐτὸν οὕτως·
ἐὰν προσφερόμενος τὴν κριθὴν ἢ καὶ ἕτερόν τι τῶν βρωμάτων,
εἰ μὲν τρώγῃ, ἔστιν ἀπύρεκτος, μόνον δὲ κόπον ἔχει. εἰ δὲ
οὐ τρώγῃ, γίνωσκε ὅτι πυρέσσει, ἐπιζητεῖ δὲ μόνον πιεῖν. χρὴ
δέ σε καὶ τοῦτο γινώσκειν, ὅτι ὁ πυρέσσων ἵππος μέχρι τρεῖς
ἡμέρας ὑπομένει, πλέον δὲ μὴ δυνάμενος διαφωνεῖ, τοῦτ'
ἔστιν ψοφᾷ. θεραπεύσεις δὲ τοῦτον οὕτως· ἐγχυματίσεις αὐ-
τὸν ᾠὰ γʹ, ῥοδίνου ἐλαίου 𐆆 βʹ, οἴνου λευκοῦ εὐώδους ἡμί-
νας τὸ ἥμισυ. ταῦτα βαλὼν εἰς κέρας, ἐγχυμάτιζε ἅπαξ καὶ
δὶς καὶ τρὶς ἡμέρας παρ' ἡμέραν τὸ ζῷον. —ὁ μὴ πυρέσσων
ἵππος ἔχει δύο σημεῖα τοῦ πυρέσσοντος. —
5
<Ἄλλος ἕτερος
ἐγχυματισμὸς εἰς τὸ αὐτό.> Κρόκου ἀληθινοῦ 𐆆 αʹ, νί-
τρου 𐆆 αʹ, σάχαρ 𐆆 αʹ, ῥοδόστα(γ)μα τὸ ἀρκοῦν. ταῦτα μίξας
ἐγχυμάτιζε. εἴπερ τὸ ζῷον κακῶς ἔχει καὶ πυρέσσει, διαγινώ-
σκεται κατὰ τὰ προηγησάμενα σημεῖα, ὅσα δὴ κἀμοὶ προλέ-
λεκται. τοῦτον δὲ τὸν ἐγχυματισμὸν μὴ ποίει ἐν χειμερινῷ
καιρῷ, ἀλλ' ἐν τῷ καιρῷ τοῦ θέρους, ὅτι οὐ φείλει τὸν χει-
μῶνα. —
6
<Περὶ μάλεως ὑγρᾶς.> Εἰσὶν μάλεως γένη τέσ-
σαρα· ὑγρά, ξηρά, ἀρθρῖτις καὶ ὑποδερματῖτις. καὶ τούτων
αἱ μὲν εἰσὶν εὐθεράπευτοι, αἱ δὲ δυσθεράπευτοι, αἱ δὲ ἀθερά-
πευτοι παντελῶς. καὶ αἱ μὲν εὐθεράπευτοι εἰσὶν αἱ ὑγραί, ἧς
καὶ σημεῖα τάδε· φαίνεται διὰ τῶν μυκτήρων ὑγρόν, λευκὸν
<ἐν ἀρχαῖς>, ὅμοιον ὕδατι, καὶ τὴν τροφὴν κατ' ὀλίγον λαμ-
βάνει, καὶ αἱ λαγόνες σφίγγονται ἐπὶ τὰ ἔσω καὶ τὰ σκέλη τὰ
ὄπιθεν βραδέως κινεῖ καὶ βήσσει. <χρονίζοντος δὲ τοῦ πά-
θους> τὸ διὰ τῶν μυκτήρων ὑγρὸν φερόμενον ἐστὶν <κίτρι-
νον, παχύ, ὀζῶδες>, καὶ τοῦτο γίνωσκε, ὅτι ἐστὶν ἀθερά-
πευτον. —
7
<Ἔστιν δὲ ἄλλος μαλιασμὸς> καὶ γνωρίζεται
δὲ οὕτως· ψηλάφησον εἰς τὰ ῥιζόγλωσσα καὶ εὕρῃς σκορδύλας.
καὶ ἂν θέλῃς νὰ τὸ θεραπεύσεις, γύρευσον μετὰ σκοποῦ διὰ
τῆς αἱμορραγίας. σπούδαζε δὲ νὰ μηδὲν τρυπηθῶσιν τὰ ῥου-
θούνια του, καὶ ἔστιν ἀθεράπευτον. ἐγχυμάτιζε δὲ οὕτως ἐκ
τοὺς χυματισμοὺς τοὺς πρώτους οὓς προεγράψαμεν. χυμάτι-
σον δὲ οὕτως· ᾠὰ γʹ, ὀψόγαρον καυκαλίου τὸ ἥμισυ, πεπέ-
ρεως, ῥοδίνου ἐλαίου, οἴνου παλαιοῦ τὸ ἀρκοῦν. ταῦτα ἑνώ-
σας καὶ βαλὼν εἰς κέρας μικρὸν διὰ τῶν ῥινῶν κατάπεμψον.
ἐπὰν δὲ ἐνστάζεις αὐτό, τὴν τοῦ ζώου κεφαλὴν κλῖνον κάτω
ἐπὶ ὥραν μίαν, ἵνα ὅλον τὸ τῆς κεφαλῆς ὑγρὸν κατέλθῃ διὰ
τῶν μυκτήρων. τρεφέσθω δὲ τὸ ζῷον παντοίαις τροφαῖς.
ὁμοίως δὲ καὶ ἡ <δύσοσμος>, διὸ τὴν αὐτὴν θεραπείαν ἔχει.
ἐγχυμάτιζε δὲ διὰ στόματος καὶ ταῦτα· κενταύριον, ἀψίνθιον,
πευκέδανον, ταῦτα ἑψήσας μετὰ οἴνου καὶ σακκελίσας διὰ
στόματος ἐγχυμάτιζε. —
8
<Ἡ δὲ ξηρὰ μᾶλις> ἐπιγινώσκεται
οὕτως. λεπτύνεται τὸ ζῷον καὶ αἱ ῥῖναι αὐτοῦ ἀνεῳγμέναι
εἰσὶν καὶ φυσᾶ βαρέως, συρόμενον δὲ ὑπό τινος οὐκ ** ἀνα-
στρέφεται, ἀλλ' ὅλον ἑαυτὸ συστρέφει, τρώγων καὶ πί〈νων **
οὐ〉γγίαν αʹ, ταῦτα ἑνώσας ἐγχυμάτιζε διὰ στόματος ἐπὶ ἡμέ-
ρας ἑπτά. καὶ ἐάν ἐστιν καιρὸς ἐπιτήδειος, διδότω αὐτῷ
ἐσθίειν χόρτον χλωρὸν τὸ εἰς διατροφὴν αὐτῷ ἀρκοῦν. εἰ δὲ
ὁ καιρὸς οὔκ ἐστιν ἐπιτήδειος πρὸς τὸ παρασχεῖν αὐτῷ χόρ-
τον χλωρόν, ὁ παρὼν χόρτος τὴν χρείαν ἀποπληρούτω. —
9
<Περὶ ἀρθρίτιδος μάλεως.> Ἀρθρίτιδος μάλεως σημεῖα
τάδε· ἐκ μηδεμιᾶς αἰτίας τὸ ζῷον χωλὸν γίνεται, χωλεῦον δὲ
σήμερον τὸν ἕνα πόδα καὶ αὔριον τὸν ἕτερον, καὶ τὰ γόνατα
αὐτοῦ σκληρὰ γίνονται καὶ διὰ τῶν μυκτήρων ὑγρὰ φέρει
παχέα, ὁ δὲ περιπατισμὸς αὐτοῦ ὑπάρχει ἀσθενὴς καὶ σεσα-
θρωμένος, καὶ ὥσπερ μονοσπόνδυλον γυρίζεται. ἔνι δὲ ὅταν
περιπατεῖ στενάζει. θεραπεύεται δὲ οὗτος ἐγχυματισμῷ σι-
κύου ἀγρίου κοπέντος καὶ σησθέντος 𐆆 αʹ, κασσίας σύριγγος
𐆆 βʹ, σμύρνης 𐆆 αʹ, ἀλόης 𐆆 αʹ, ἀμώμου 𐆆 αʹ, ὀριγάνου
𐆆 αʹ, ταῦτα κόψας καὶ σήσας μετὰ οἴνου παλαιοῦ διὰ στόμα-
τος ἐγχυμάτιζε.
10
<Ἡ δὲ ὑποδερματῖτις> μᾶλις γίνεται ὡς
ψώρα. θεραπεύεται δὲ αὕτη ὡς καὶ τὰ λοιπὰ τὰ ψωριοῦντα
ζῷα. γίνωσκε δὲ ὅτι τῆς ὑγρᾶς μάλεως οἱ ἐγχυματισμοὶ ἁρ-
μόζουσι καὶ ἐπὶ τῆς ἀρθρίτιδος. —
11
<Ἕτερος ἄλλος ἐγ-
χυματισμὸς εἰς τὸ αὐτό.> Ὅταν ἴδῃς τὸ ζῷον ὑγρὸν φέ-
ροντα διὰ τῶν ῥινῶν ἐν τῇ ἀρχῇ λευκόν, θέλεις δοῦναι αὐτῷ
διὰ ῥινῶν ἐλαφρὸν πήγανον καὶ ὀρίγανον μετὰ οἴνου ἑψή-
σας. σῆσον τὸ ἀφέψημα καὶ ἔμβαλε διὰ τῶν μυκτήρων. —
12
<Ἕτερον ὠφέλιμον εἰς βῆχα παντοῖα〈ν〉 ἐκτὸς
τοῦ πνευμονικοῦ.> Ἀριστολοχίαν, κοκκοδάφνην, σμύρναν,
πρίσμα ἐλεφάντινον, κινάμωμον. ταῦτα ἐξ ἴσου κόψας καὶ
μίξας ἔχε ὡς ξηρίον εἰς σκεῦος ὑάλινον, καὶ ὅταν χρεία γέ-
νηται, βαλὼν ἐξ αὐτοῦ 𐆆 αʹ μετὰ οἴνου παλαιοῦ δίδου διὰ
στόματος μετὰ κέρατος. τοῦτο γὰρ πάνυ κάλλιστόν ἐστιν. —
13
Ὅταν ἵππος προβάλλει τὸ αἰδοῖον καὶ τὰ σκέλη τὰ ὄπι-
θεν ἐκταυρίζει καὶ οὐ δύναται οὐρῆσαι, χρὴ γινώσκειν, ὅτι
ὑπὸ <δυσσουρίας> κατέχεται. θεραπεύεται δὲ οὕτως· πράσον
καθεψήσας σὺν τοῖς φύλλοις καὶ τὸν χυλὸν ἐκπιάσας σμίγων
οἴνῳ εὐώδει καὶ ἐλαίῳ παλαιῷ διὰ τῆς ῥινὸς ἐγχυμάτιζε, καὶ
εἶθ' οὕτως περιπατείτω καὶ ἐλαυνέσθω καὶ εὐθέως οὐρεῖ· ἁρ-
μόζει δὲ καὶ τοῦτο εἰς τὸ αὐτὸν πάθος· ἀψινθίαν ἑψήσας ἐν
οἴνῳ εὐώδει καὶ σακκελίσας τὸν ζωμὸν δὸς πιεῖν. ὁμοίως ὀπο-
πάνακος τρίψας μετὰ οἴνου δὸς πιεῖν, ἢ <σελίνου τὸν καρ-
πόν. καὶ αὐτὰ δὲ τὰ σέλινα δίδου φαγεῖν.> ἐνεργεῖ δὲ
καὶ τοῦτο· κρόμμυα τὰ <μικρά>, ἅτινά εἰσιν δριμύτατα, ὅσον
κεφάλια εʹ καὶ ἐντίθει εἰς τὴν ἕδραν καὶ περιπατείτω καὶ εὐθέως
οὐρήσει. ὕδατι θερμῷ κατάντλει κατὰ τοῦ ἰσχίου, κριθὰς δὲ
αὐτῷ μὴ δίδου φαγεῖν μέχρι ἡμερῶν γʹ.
14
Εἰσὶν δὲ δυσ-
σουρίας γένη τρία· στραγγουρία δυσσουρία καὶ ἰσχουρία. καὶ
δυσσουρία μέν ἐστιν, ὅταν ἀναγκαστῶς οὐρεῖ τὸ ζῷον, στραγ-
γουρία δέ, ὅταν 〈*** ἰσχουρία δέ, ὅταν〉 καθόλου οὐ δύνα-
ται οὐρῆσαι, ἀλλ' ἐκ τῆς βίας ψοφᾷ. θεραπεύεται δὲ οὕτως·
πυρία κατὰ τοῦ ἰσχίου <μετὰ πιτύρων καὶ ὄξους> ** ἑψη-
θεῖσα ἐπιτιθέσθω. ἁρμόζει δὲ καὶ ἐγχυματισμός, σεύτλου
ἀφέψημα καὶ μαλαχίου μετὰ οἴνου, ἃ δεῖ καὶ ἐγχυματίζειν,
καὶ τὸν ἵππον δὲ καλύψας σάγια, ὑποθυμία κάτωθεν καστό-
ριον. καὶ οὕτως διακίνησον αὐτόν. <τὴν δὲ χεῖρά σου ἀλεί-
ψας ἐλαίῳ κοινῷ ἐντίθει εἰς τὴν ἕδραν καὶ τὰ παρα-
κείμενα κόπρια ἔξελε,> καὶ ἅλας καὶ ἔλαιον ἔντιθε ἔσω τῆς
ἕδρας, <μηδέν τι δὲ σφοδρῶς, εἰ ἐπάξεις τὴν χεῖραν
εἰς τὴν ἕδραν>, καὶ κίνδυνον ἐπάξεις εἰς τὸ ζῷον. βοηθεῖ δὲ
καὶ τοῦτο· ἐν ᾧ τόπῳ ἕτερα ζῷα ἵστανται καὶ ποιοῦνται τὴν
οὔρησιν, ἐκεῖ στήσεις τὸ ζῷον, καὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ τοῦ
οὔρου μίξας μετὰ οἴνου καὶ σακκελίσας ἐγχυμάτιζε διὰ τῶν
ῥινῶν. —
15
<Ἄλλο ἐγχυμάτισμα εἰς τὸ αὐτὸ πάθος.>
Ὀποῦ Κυρηναϊκοῦ ἑξάγια βʹ μίξας μετὰ οἴνου διὰ τῶν ῥινῶν
παράπεμψον. ἁρμόζει δὲ καὶ λούειν αὐτὸ ὕδατι θερμῷ καὶ
ἀντλεῖν κατὰ τοῦ νώτου καὶ τοῦ ἰσχίου. ποίησον δὲ τοῦτο ἐν
καιρῷ τοῦ θέρους καὶ <μὴ εἰς ψυχρότητα, ἵνα μὴ τετα-
νιάσῃ> καὶ χάσεις τὸ ζῷον. —
16
Θεραπεύεται δὲ (ὁ <κρι-
θιῶν>) οὕτως· αἷμα ἀφελὼν ἐκ τῶν <μεσοκνημίων> ἐκ τοῦ
ἔσωθεν μέρους ἢ ἐκ τοῦ ἔξωθεν. ἡ δὲ φλέβα κεῖται ἄνωθεν
τοῦ στεφάνου ὑπὸ τὸ <κότζιν>. ταύτην ἐξαιματίσεις εὐφυῶς,
μετὰ σκοποῦ δὲ ταύτην κεντήσεις, ἐπειδὴ δυσεύρετοί εἰσιν
αἱ φλέβες καὶ ὑπόκει[ν]ται αὐταῖς σύνδεσμος νευρώδης κτλ.
<ποδογλύφιζε> δὲ καὶ τοὺς ὄνυχας ὑποκάτω, <ἵνα ἐκπνέῃ
ὁ πούς> κτλ. καὶ μετὰ ἐργαλείου δὲ τοῦ λεγομένου <παυλα-
κίου> προσφέρεις αὐτῷ <κλυστῆρα>, ἵνα ἡ γαστὴρ αὐτοῦ
ἐκρέῃ. οὕτως ἐλευθεροῦται τὸ ζῷον ἐκ τῆς τοιαύτης ἀνάγ-
κης. —
17
<Περὶ παραγωγῆς αὐχένος.> Ὅταν συμβῇ ἐξ
οἱασδηποτοῦν αἰτίας τὸν σπόνδυλον τοῦ ἵππου ἐκβῆναι, δεῖ σε
θεραπεύειν οὕτως. κατακλίνας τὸν ἵππον ἐν τῇ γῇ καὶ δήσας
τοὺς πόδας αὐτοῦ τίθει σανίδαν ὑποκάτω αὐτοῦ πλατεῖαν.
ἐκτανύσας δὲ τὸν τράχηλον αὐτοῦ καὶ ἐπικαθίσας ἰσχυρῶς
ὤθει, ἕως ἂν οἱ σπόνδυλοι τῆς παραγωγῆς εἰς τὸ κατὰ φύσιν
ἔλθωσιν. εἶθ' οὕτως ποιήσας πέταλα ξύλ〈ιν〉α ἐκ σανίδων,
καὶ δήσεις ἔνθεν κἀκεῖθεν ὑπὸ τὸν τράχηλον αὐτοῦ, καὶ φα-
σκιώσεις ἐπάνω ἰσχυρῶς, καὶ ὀχυρώσεις τὸν τράχηλον αὐτοῦ,
ἵνα μὴ πάλιν περιστραφεὶς ἐκβάλλει αὐτό(ν). ὅταν δὲ δοκῇ
σοι καλῶς ἔχειν, ἔκβαλλε ἐπὶ τὸν ἥλιον συγχρίων αὐτὸ οἴνῳ
καὶ ἐλαίῳ καὶ <τράκτωμα> ποιήσας τοιόνδε· βαλὼν λίβανον,
ἀλόην, μαστίχην, ὀποπάνακος, σμύρναν, εἶτα πάντα ἐξ ἴσου
ἑψήσας, ὅσον ἡ χεὶρ δέχεται τράκτωσον αὐτόν. —
18
<Περὶ
σειριασμοῦ.> Τρία γένη εἰσὶν σειριασμοῦ. τὸ μὲν πρῶτον
πάθος, ποιεῖ ὁ ποὺς τοῦ ἵππου λεπίδας ξηρὰς καὶ ἐξαιματοῦ-
ται διὰ τὸ εἶναι τὸ πάθος ξηρόν. θεραπεύεται δὲ οὕτως· χρὴ
λαβεῖν κιλίκην καὶ μετὰ ὄξους τρῖψαι καὶ καθαρίσαι τὸν τό-
πον. εἶτα τρίψας λιθάργυρον καὶ ἀγριοσταφίδα καὶ σκουρίαν
μολίβδου καὶ ἑνώσας ὄξει δριμυτάτῳ καὶ ἐλαίῳ, καὶ ἐπίχριε
τὸν πόδα καὶ φασκίωσον. εἰς ὕδωρ δὲ αὐτὸν μὴ ἐμβάλλῃς. —
19
<Ἕτερον περὶ σειριασμοῦ.> Ὅταν ἀνατριχιάζει ὁ
ποὺς τοῦ ἵππου καὶ φέρει ὑγρὸν ὀζῶδες, διὸ καὶ ὄζενα κα-
λεῖται, γίνωσκε δέ, ὅτι ἔστιν τὸ πάθος τοῦτο ἀπὸ ῥεύσεως.
θεραπεύεται δὲ οὕτως· χρίσας τὸν πόδα χρίσματι κτλ. —<ὠφέ-
λιμον δὲ καὶ τοῦτο.> ψωροτεάφην βαλὼν τετριμμένην εἰς
ὄξος καὶ ἑ[γ]νώσας ἱκανῶς τε ἐλάσας ἐπίχρισον τὸν πόδα καὶ
δῆσον αὐτόν. <ἔστιν δὲ καὶ ἕτερον εἰς τὸ αὐτόν·> ἄσβεστον
σβεστὴν ταράξας μετ' ἐλαίου ἐπίχριε. —
20
<Ἕτερον περὶ
σειριασμοῦ.> Γίνωσκε δέ, ὅταν σύρεις τὸν ἵππον καὶ αἴρει
τὸν πόδα εἰς ὕψος. συμβαίνει δὲ τοῦτο τὸ πάθος ἐν χειμῶνι
γίνεσθαι, ἐν θέρει δὲ ὑγιάζεσθαι. θεραπεύεται δὲ οὕτως·
ἀσφοδέλου ῥίζαν ἑψήσας μετὰ οἴνου, ἄντλησον τὸν πόδα, ἢ
καὶ μετὰ ἁλὸς καὶ ἐλαίου τρῖβε τὸν πόδα. πρὸς δὲ αὐτὸ καὶ
τὸ <διὰ λιθαργύρου> συγκείμενον ἄλειμμα ὠφέλιμόν ἐστιν. —
21
<Ἀψύρτου περὶ χηνιασμοῦ.> Ὁ δὲ χηνιασμὸς διαγινώ-
σκεται οὕτως, ὅτε ἄρξονται αἱ τρίχες τοῦ στεφανίου τοῦ ὄνυ-
χος ἀνατριχιᾶν καὶ φέρει τραύματα. καὶ οὕτως δηλοῦται τὸ
πάθος. θεραπεύσεις δὲ αὐτὸ οὕτως· χρῖσμα βαλὼν ἄλειφε τοὺς
πόδας τοὺς ἀλγοῦντας, ἕως ἂν ἀποπέσωσιν αἱ τρίχες, καὶ
ἔασον αὐτὸ τῇ πρώτῃ ἡμέρᾳ. τῇ δὲ δευτέρᾳ ἡμέρᾳ πιάσας
χελώνην χερσαίαν τρύπησον τὸ καύκαλον αὐτῆς καὶ μάζοξαι
τὸ ἐξ αὐτῆς ἐξερχόμενον αἷμα. ἐκβαλὼν τὸν ἵππον εἰς τὸν
ἥλιον ἄλειψον μετὰ μουντίου τοὺς ἀλγοῦντας τόπους, καὶ
ὅταν συν(ε)νώσει, πάλιν ἄλειψον, ἕως ἂν ὑγιάνῃ. —
22
<Περὶ
ῥεύματος γενομένου εἰς γόνατον ἵππου.> Γινώσκεται
δὲ οὕτως. *** τὸν πόδα 〈οὐ δεῖ〉 ἐκτέμνειν, κάμπτεται γὰρ
τὸ γόνυ διὰ τὴν οὐλήν. οὐ γὰρ καλῶς ποιοῦσιν οἱ καίοντες,
ἐπιφέρουσιν γὰρ πλεῖον ῥεῦμα ἐν αὐτῷ. ἀλλὰ μᾶλλον δεῖ σε
θεραπεύειν οὕτως· <σπογγαρίτζια> τὰ εὑρισκόμενα εἰς τὸν
αἰγιαλὸν τὰ μικρά, ταῦτα λαβὼν κιμωλίαν μίξας μετὰ ὄξους
ἐπίβαλλε τοῖς ποσὶν ἐναποβρέχων αὐτούς. τῇ δὲ ἐπαύριον
λαβὼν τοὺς σπόγγους καθὼς εἰσὶν μετὰ τῆς κιμωλίας ἐπίθες
εἰς τὸ ῥευματισθέντα γόνατον. φασκίωσον αὐτὸν μετὰ φασκίας,
καὶ τῇ αὔριον λῦσον. καὶ τοῦτο ποίει καθ' ἑκάστην ἡμέραν,
ἕως ἂν ὑγιάνῃ κτλ. —
23
<Ἐὰν φλεγμονὴ γίνεται εἰς τὰ
αἰδοῖα,> λαβὼν κοχλάκια θαλάσσια καὶ πυρώσας αὐτὰ εἰς
〈σ〉τακτοπυρίαν ἐπισκέπασον τὸν ἵππον σαγίσματι. εἶτα ἐπί-
θες τὰ καχλάκια ὑποκάτου τοῦ ἵππου τῶν αἰδοίων αὐτοῦ,
καὶ ἐπίβαλλε ἐπάνω τῶν λίθων οὖρον ἀνθρώπινον, ἵνα ὁ
ἀτμὸς ἀνερχόμενος εἰς τὰ αἰδοῖα τὴν φλεγμονὴν κουφίσει.
ὁμοίως δὲ καὶ πάντα τὰ ἀποκρο〈υ〉στικὰ ὠφέλιμά εἰσιν εἰς
τὸ αὐτὸ πάθος. —
24
<Περὶ αἰδοίου ἐὰν προχαλάσει καὶ
οὐ δύναται ἀναστῆσαι.> Χρὴ ῥοΐζειν τὸν ἵππον ἐν ποταμῷ
ἢ ἐν θαλάσσῃ ἅπαξ καὶ δὶς τῆς ἡμέρας, καὶ λαβὼν βελόνην
κατακέντησον αὐτὸν ἐλαφρῶς, καὶ ὄξος δριμὺ πρόςραινε, καὶ
οὕτως πάλιν εἰς τὸ κατὰ φύσιν ἀποκαθίσταται. ὁμοίως καὶ
〈ἡ〉 <ἕδρα> [εἰς τὸ κατὰ] <ἐξερχομένη> καὶ τὸ ὑποταύριον καὶ
αὐτὰ κεντούμενα ὡσαύτως θεραπεύεται. —
25
<Ἄλλο εἰς τὸ
αὐτὸ πάθος.> Θερμὸν καὶ ὄξος τὸν τόπον ἐν ᾧ πάσχει
ἄντλει καὶ θεραπεύεται. —
26
<Ἄλλον εἰς τὸ αὐτὸν πά-
θος.> Ἔλαιον μετὰ οἴνου μίξας ἐπὶ τὰς ψόας ἐπίχεε κτλ.
ἢ σκόρδον σκέλος ἓν ἔμβαλε. ὅταν δὲ τὸ αἰδοῖον φέρει ἕλκος,
κλύ〈ζ〉ων αὐτὸ μετὰ ἐργαλείου ὃ λέγεται <παυλάκιον>, τὸ
μὲν πρῶτον μετὰ ἀκράτου 〈καὶ〉 μέλιτος, ἔπειτα δὲ βαλὼν
σίδια, βαλαύστια, μυρσίνας, βατόριζα καὶ σφαιρία κυπαρίσσης
ἑψήσας μετὰ οἴνου κλύζε. —
27
<Περὶ θραύσεως κνήμης
καὶ σκελῶν.> Ὅταν κατεαγῇ σκέλος, ποίησον <κρεμάστραν>
μετὰ σχοινίου καὶ κιλικίου καθὼς εἴθισται. καὶ κρατήσας τὸν
θραυσθέντα τόπον ψηλάφησον ἀκριβῶς. καὶ εἰ μέν τι μικρὸν
ὀστοῦν ἔξω τοῦ δέρματος ἐξῆλθεν, χειρουργίᾳ ἐκβαλὼν ἔξω
τὸ περιττεῦον ὀστοῦν, καὶ εἰ μὲν ἐπιδέχεται ὁ τόπος, κράτη-
σον εὐφυῶς τὸν τόπον τὸν κλασθέντα καὶ ποίησον μετὰ ὄξους
καὶ ἅλατος καὶ ἐλαίου ὀλίγου μῖγμα, καὶ ποιήσας <τύπους>,
μετὰ λινοῦ χονδροῦ πανίου ἐπιτίθει κατὰ τοῦ κλάσματος,
καταδεσμῶν αὐτὸ μετὰ φασκίας καὶ συναρμόττων τὰ ὀστᾶ
εὐφυῶς, ἵνα μὴ λοξὸς γένηται ὁ πούς. χρὴ δὲ κρέμασθαι αὐτὸ
ἡμέρας τεσσαράκοντα. καὶ ἐ(ν) μὲν τῇ πρώτῃ εἰκάδι λύειν
αὐτὸ τρίτον καὶ πάλιν ὡσαύτως καταδεσμεῖν, καὶ εἶθ' οὕτως
καταβρέχει(ν) ἐπάνω τῆς φασκίας τὸ ὀξέλαιον καθ' ἑκάστην
ἡμέραν. διελθουσῶν δὲ ἡμερῶν μʹ ἐὰν πεπήγῃ καὶ ὑγιασθῇ,
περιπατείτω κατὰ μικρόν. καὶ εἶθ' οὕτως λῦσον τὴν φασκίαν
καὶ κατάχρισον αὐτὸ μαλάγματι τούτῳ· πίσσης ὁλκὰς κʹ κτλ.
εἶτα λύσας τὸν πόδα καὶ λ(ο)ύσας τὴν ἀλοιφὴν ὅσον δέχεται ἡ
χεὶρ ἐπάλειφε τὸν θραυσθέντα τόπον καὶ τίθεις ἐπάνω στυπτὰ
ἤγουν στυπτηριακὰ κατακοπανίσας καὶ καταδέσμει φασκίᾳ.
καὶ πάλιν μετὰ ἡμέρας ζʹ λύσας ἐπάλειψον πάλιν. —
28
<Περὶ
ἐκβολῆς ὤμου.> Ἐὰν ἵππου ὦμος ἐκβῇ, δεῖ ἐπιγινώσκειν
αὐτὸν οὕτως· σύρει τὸν πόδα καὶ οὐ δύναται περιπατῆσαι,
ἀλλὰ τὸν ὄνυχα τίθει πρὸς τὴν γῆν. τούτου δὲ γινομένου
δεῖ θεραπεύειν αὐτὸν οὕτως· δήσας καὶ ῥίψας αὐτὸν ἐπὶ γῆς
πρόσδησον εἰς τὸ πάσχον μέρος τοῦ ποδὸς <ἅμαξαν>, καὶ
παράπρωσον αὐτὴν ἰσχυρῶς ἔμπροσθεν, ἵνα ἐκτινασσόμενος ὁ
ποὺς ποιήσει εἰσελθεῖν εἰς τὸ κατὰ φύσιν τὸν ὦμον αὐτοῦ.
ὅτε δὲ νοήσεις ὅτι εἰσέβη εἰς τὸν τόπον αὐτοῦ, ἀνάστησον
αὐτὸν ἀπὸ τῆς γῆς καὶ ποίησον <κρεμάστραν, καθὼς ποι-
εῖς ἐπὶ τοῖς κεκλασμένοις ζῴοις>, καὶ κρέμασον αὐτόν.
εἶτα πυρίασον τὸν ὦμον αὐτοῦ μετὰ πυρίας στυπτικῆς, βαλὼν
μύρσινας, δάφνας, κικίδια, ῥοιδότζουφλα. καὶ ὅταν πυριάσεις
αὐτὸν καλῶς, σπόγγισον μετὰ πανίου λινοῦ, καὶ ποιήσας
τράκτωμα, <καθὼς ἀναγέγραπται> ἐν τοῖς κεκλασμένοις
ζῴοις ἐπίθες ἐπὶ τοῦ ὤμου αὐτοῦ καὶ φασκίωσον αὐτὸν καὶ
ἔασον αὐτὸν φορεῖν ἕως ἂν ἐξ αὐτοῦ ἀποπέσῃ. τοῦτο δὲ ἐπι-
θήσεις αὐτῷ ἅπαξ καὶ δὶς καὶ τρίς, ἕως οὗ ὑγιασθῇ.
29
εἰ
δὲ συμβῇ τὸν ὦμον ἐκβῆναι ἀπὸ φορτίου σφοδροῦ ἢ ἀπὸ
ἀμέτρου ἐλασίας καὶ πάσχῃ τοὺς ὤμους, δεῖ αὐτὸν θεραπεύειν
οὕτως. πρῶτον μὲν πάντων φλεβοτομεῖν αὐτὸν ἐκ τῶν ὤμων,
καὶ δεξάμενος τὸ αἷμα αὐτοῦ εἰς ἀγγεῖον, εἶτα μίξας αὐτὸ
ἐλαίῳ, βαλὼν ᾠὰ γʹ καὶ ἕψημα καὶ βολβοὺς ὠμοὺς λελειωμέ-
νους καὶ κοχλίας πεντήκοντα μικρούς, ἑψήσας ἀνάχρισον αὐτὸ
θερμῷ τῷ βοηθήματι. καὶ ὅταν καλῶς ἔχῃ, ἐπίθες <τὸ προ-
ειρημένον τράκτωμα.> εἰ δὲ τούτου γενομένου οὐ θερα-
πεύσεις αὐτόν, δεῖ μετρεῖν ἀπὸ τῆς χαίτης αὐτοῦ ἐπὶ τὰ κάτω
δάκτυλα τρία καὶ τεμεῖν τὸν τόπον φλεβοτόμῃ.
30
εἶτα λα-
βὼν αὐλίσκον μικρὸν φύσα. <ἕτερος> δέ τ[ρ]ις ταῖς χερσὶν
αὐτοῦ προστριβέσθω τὸ πνεῦμα ἐπὶ τὰ κάτῳ, ἵνα κατερχόμε-
νον, φουσκωθῇ ἡ βύρσα. καὶ τούτου γινομένου λύσας πίσσαν
καὶ ἁπλώσας αὐτὴν δίκην ἐμπλάστρου ἐν χάρτῃ ἐπιθήσεις
ἐπάνω τῆς ὀπῆς, ἵνα μὴ πάλιν εἰςπορευθῇ ὁ ἄνεμος εἰς τὸν
πρότερον τόπον. εἰ δὲ ταύτῃ θεραπείᾳ οὐχ ὑγιασθῇ, κάρπι-
σον αὐτὸν εἰς τὸν πάσχοντα τόπον τοῦ ὤμου. εἰ δὲ μηδὲ ἐν
τούτῳ θεραπεύσῃς, καῦσον αὐτὸν εἰς τὸν πρῶτον πόδα σι-
δήρῳ ὀρθὰ σταυροειδῶς εἰς τεσσάρους τόπους. εἰ δὲ ἐλαφρῶς
πάσχει τὸν ὦμον αὐτοῦ, σύγχρισον αὐτὸν ἀλοιφὴν θερμήν,
καὶ στήσας αὐτὸν ἐν ἡλίῳ ἀνάτριβε ἐπιμελῶς. —
31
<Περὶ
θλάσματος ἐν ποδὶ γενομένου ἵππου.> Ὅταν εἰς τὸν
τοῦ ἵππου πόδα γένηται θλάσμα, ἐκ τούτων τῶν σημείων
ἐπιγνώσεις αὐτόν. ἀκρονυχίζει καὶ οὐ τελείως τὸν πόδα τίθει
πρὸς τὴν γῆν, ἀλλὰ χωλαίνει. θεραπεύσεις δὲ αὐτὸν οὕτως·
ἐν πρώτοις, ποδογλύφησον αὐτόν. καὶ εἰ μὲν οὐ(χ) εὑρίσκε-
ται τὸ θλάσμα, πίτυρα μετὰ ὄξους χλιάνας καὶ ὀρίγανον καὶ
ἅλας ἐπιβαλὼν θὲς πρὸς τὸν ὄνυχον. ἢ κρινόρριζα μετὰ ὄξους
ἐ[κ]ζεσμένα ἐπιτίθει, καὶ εὐθέως φανεροῦσι τὸ αἴτιον. τότε
καθαρίσας τὸν τόπον εὑρήσεις τὸ θλάσμα. εἶτα βαλὼν στυπτη-
ρίαν σχιστὴν μετὰ ὄξους εἰς τὴν πληγήν, ἐπίδησον πανίον.
καὶ μετὰ δύο ἡμέρας ἢ καὶ τρεῖς λύσας, εἰ μὲν εὕρῃς, ὅτι οὐκ
αὐξάνει ἡ σάρξ, ποίησον ἄλειμμα τοιοῦτον· βαλὼν ῥητίνην
τερεβινθίνην, κηρόν, ὀροβίου ἀλεύριν καὶ ἔλαιον, μίξας πάντα
ὁμοῦ, ἐπίθες τῷ τόπῳ, ἐν ᾧ ἡ σὰρξ οὐκ αὐξάνει.
32
γνω-
στὸν δὲ ἔστω σοι τοῦτο· πρὶν ἢ τὸ θλάσμα εὑρεθῇ <εἰ συμβῇ
γίνεσθαι παράλυμα> ἐν τῷ ποδί, δεῖ σε θεραπεύειν αὐτὸν
οὕτως· βαλὼν ὑγρόπισσον, ψωροτεάφιν, κηρίν, ῥητίνην καὶ (!)
τερεβινθίνην ἕνωσον πάντα, καὶ ποιήσας ἄλειμμα, ἐπίθες εἰς
τὸ παράλυμα, καὶ ἐπίδησον αὐτὸ καὶ ἰαθήσεται.
33
<〈Ἄλλο〉.>
Πλύνας αὐτὸ μετὰ ὄξους ἐπίπασον ταῦτα τὰ ξηρία· στυπτη-
ρίαν σχιστήν, κηκίδια, ῥοΐδιν, ταῦτα τρίψας <καθὼς εἴρηται>
ἐπίπασον πρὸς τὴν <περίρρηξιν.> —
34
<λΠερὶ ἐκβολῆς κο-
τύλης.> Ἐκβολὴ γίνεται ὅταν ἐκραγῇ κτλ. συνάπτον. ἐξέρχε-
ται δὲ κοτύλη, ὅταν ἐλαυνόμενον μεθ' ἑτέρου ἵππου προσ-
κρούσῃ, ἢ ὅταν ἐκτινάξῃ τὸν πόδα διά τινα αἰτίαν, ἢ ὅταν
μετὰ ῥάβδου λάβῃ καὶ γένηται παρέκτασις τοῦ νεύρου. τότε
χωλαίνει. σημεῖα δὲ αὐτῷ εἰσιν ταῦτα· τίθησι τὸν ὄνυχα
πρὸς τὴν γῆν καὶ οὐ προσφέρει αὐτὸν εὐκόλως, ἀλλὰ τὸ μέ-
ρος τοῦ ἰσχίου, ἐν ᾧ τὴν κοτύλην ἀλγεῖ, ἀτροφεῖ καὶ παραξη-
ραίνεται. θεραπεύεται δὲ οὕτως. πυρίασον αὐτὸν μετὰ κυπα-
ρίσσου σφαιρίων, βαλὼν κηκίδια, βαλαύστια, μυρσίνας, βα-
τόρριζα, ταῦτα βαλὼν εἰς χύτραν μετὰ ὄξους καὶ χλιάνας πυ-
ρίαζε συνεχῶς. ἐὰν δὲ μὴ ὠφεληθῇ ἐξ αὐτοῦ, ποιήσας τράκτωμα
<καθὼς ἀναγέγραπται> ἐπὶ τῶν κλασθέντων ζῴων, τράκτω-
σον τὴν κοτύλην καὶ τὸ ἰσχίον τὸ κατεξηραμένον, καὶ ἀλοιφὴν
θερμὴν ποιήσας <τὴν τοῦ τετάνου> ἄλειφε αὐτόν, ἀνατρίβων
ἐπὶ τὸν ἥλιον.
35
εἰ δὲ τοῦτο οὐ θεραπεύει, καῦσον τὴν
κοτύλην πυγμὰς ὀρθὰς τέσσαρας, ὁμοίως καὶ τὸ ἰσχίον ἐπάνω
μετὰ κεφαλῆς σμιλαρίου, ἐπιβαλὼν νάφθαν ἐν τῇ καύσει τοῦ
σιδήρου. ἀποπεσουσῶν δὲ τῶν ἐσχαρῶν θεραπεύσεις τὰς πλη-
γὰς ἀλείμματι συνθέτῳ, λαβὼν πίσσαν ὑγρὰν καὶ στέαρ χοί-
ρειον καὶ ἅλας καὶ ἔλαιον καὶ κηρίν. ταῦτα πάντα μίξας καὶ
ζέσας ἐπάλειφε μετὰ πτεροῦ, ἐπιπάσσων ἄνωθεν ἀλεύριν ὀρό-
βινον. τοῦτο δὲ πρὸς τὰς καύσεις τῶν σφυρῶν καὶ πρὸς πᾶ-
σαν καῦσιν δόκιμόν ἐστιν. καὶ γὰρ ἀπουλοῖ καὶ τὰς οὐλὰς
παρακολλᾷ καὶ τρέφει γενναίως καὶ πρὸς κρείττονα ἄγει κατά-
στασιν, εἰς εὐρωστείαν τούτου ἀποκαθισταμένου καὶ καθαρῶς
καὶ ὡς ἔδει ἀπαλλαττομένης τῆς νόσου. —
36
<Περὶ τετά-
νου.> Τέτανος γίνεται ἐν τῷ ἵππῳ, ὅταν ὁδοιπορῶν ἡλιό-
πληκτος γένηται τῷ ἐμπροσθίῳ ποδὶ καὶ χωλαίνων ἐλαύνεται
καὶ ἱδρώνει κτλ. καὶ πάλιν ἐὰν πληγῇ εἰς τὸν ὦμον <ὑπο-
κάτω τῆς μασχάλης>, εὐχερῶς ἐμπίπτει τὸ πάθος. γίνεται
δὲ καὶ ἐξ ἄλλων πληγῶν καὶ ἐν θέρει καὶ ἐν χειμῶνι καὶ ἐν
ἔαρι. σημεῖα δὲ τῆς νόσου ταύτης εἰσὶν ταῦτα· ἀναστραφῆναι
τὸ σύνολον οὐ δύναται, ἀλλ' ὅλον ἑαυτὸν συνστρέφει. γίνεται
δὲ καὶ ἡ οὐρὰ αὐτοῦ τεταμένη, ἵσταται δὲ καὶ τοῖς ὀπισθίοις
ποσὶ κεχωρισμένοις, ἡ δὲ ῥάχις αὐτοῦ σκληρὰ γίνεται, τὰ δὲ
ἔνδον τῶν ὀφθαλμῶν αὐτοῦ, <τῶν φίλων ἐκταυριζομένων
τῶν ἰνῶν, σκεπάζονται οἱ ὀφθαλμοί>. αἱ δὲ ῥῖνες αὐτοῦ
εἰσιν ἀνεῳγμέναι, καὶ φυσᾷ βιαίως. συμπάσχει δὲ καὶ ἡ κύστη
αὐτοῦ καὶ μετὰ βίας τὰ οὖρα ἐκκρίνει.
37
ἡ δὲ θεραπεία
τῆς νόσου ταύτης ἐστὶν αὕτη· ὅταν τοῦτο[υ] τὸ πάθος νοή-
σεις ἔχειν τὸν ἵππον, πρὶν ἢ κρατηθῆναι τὰς σιαγόνας αὐτοῦ
πρὸς τὸ μηκέτι δύνασθαι ἐσθίειν, στῆσον αὐτὸν εἰς σταῦλον
θερμόν, καὶ κύκλῳ αὐτοῦ ἅψον κάρβουνα, ἵνα μὴ ἔχωσι
καπνόν, καὶ θερμαινέσθω κατὰ μικρόν, καὶ σάγια τρία [ἤγουν
σαγίσματα] σκέπαζε αὐτὸν μέχρι τοῦ τραχήλου καὶ τῆς κεφα-
λῆς, καὶ ἀλοιφῇ θερμῇ ἄλειφε αὐτὸν ἅπαξ καὶ δὶς καὶ ἀνά-
τριβε αὐτὸν ἡμέρας τρεῖς. ἄνδρες δὲ τέσσαρες ἀνατριβέτωσαν
αὐτόν, δύο ἔνθεν καὶ δύο ἐκεῖθεν τρίτον τῆς ἡμέρας. ἐκ δὲ
τοῦ σταύλου μὴ ἐξελθέτω τὸ σύνολον, ἕως ἂν ὑγιάνῃ. τῆς δὲ
ἀλοιφῆς ἡ <σύνθεσίς> ἐστιν αὕτη· εὐφορβίου οὐγγ. δύο κτλ.
προσανάλυσον αὐτὸ ἐλαίῳ κυπρίνῳ, καὶ οὕτως χρῶ.
38
τρε-
φέσθω δὲ ὁ ἵππος παντοίαις τροφαῖς. εἰ ἐλλίπῃ δὲ τὸ σύνολον
ἡ τροφή, καὶ κρατηθῶσιν αἱ σιαγόνες αὐτοῦ καὶ παραυτὰ ψο-
φήσει. ἡ δὲ τροφὴ αὐτοῦ ἐρέβινθος ἀπο(βε)βρε(γ)μένος μετὰ
τῶν κριθῶν, ὡσαύτως καὶ Μηδικὴ καὶ βίκος καὶ ὄροβος, καὶ
ὅσα τοιαῦτά εἰσιν θερμὰ διδότω ἐσθίειν. ἡ δὲ πόσις αὐτοῦ
ὕδωρ χλιαρόν. μηδέποτε δὲ ἵππον ἔχοντα τὸ τοιοῦτον πάθος
καυστηριάσῃς μηδὲ εἰς λουτρὸν ἐμβάλῃς. γίνωσκε δέ, ὅτι ἡ
νόσος αὕτη ἕως μʹ ἡμέρας οὐ διαλύεται. μετὰ δὲ παραδρομὴν
τῶν τοσούτων ἡμερῶν διαλυομένης τῆς νόσου καλῶς ἐπιμελού-
μενος ὁ ἵππος διαφορεῖται. —
39
<Ἄλλο εἰς τὸ αὐτὸ ἐγ-
χυμάτισμα.> Μάννην, πεπέριν μετὰ οἴνου παλαιοῦ ἐγχυμά-
τιζε. —
40
<Ἕτερον εἰς τὸ αὐτό.> Ναρδοστάχυος, κιναμώ-
μου, ὑσσώπου, ὀρίγανον, ἀβροτόνου, πεπέριν, ταῦτα πάντα ἐξ
ἴσου κόψας καὶ σήσας δι' οἴνου χλιαροῦ ἐγχυμάτιζε. —
41
<Περὶ
ὀπισθοτόνου.> Ἐὰν ὀπισθότονος γένηται ἐν τῷ ἵππῳ, ση-
μεῖά εἰσιν τάδε· ἀνακάθηται ὥσπερ κύων κουρασμένος, καὶ οἱ
πόδες οἱ ὀπίσθιοι 〈οὐκ〉 ἀκουλουθοῦσιν τοῖς ἐ[ν]μπροσθίοις.
τὸ οὖν τοιοῦτον νόσημα δυσίατόν ἐστιν. ὅμως ἐπιμελούμενος
θεραπεύσεις αὐτὸ οὕτως· καυστηριάσ[σ]ας αὐτὸ ὀρθῶς κατὰ
τὴν μῖξιν τοῦ ἰσχίου καὶ τῶν νεφρῶν καυστηρίας τρεῖς καὶ
κρεμάσας αὐτὸ καθὰ καὶ τὰ κεκλασμένα ζῷα <καθὼς προ-
εγράφη>, χρῖσον ἀλοιφὴν τὴν <προγεγραμμένην>, κλυστη-
ρίασον αὐτὸν χυλὸν πιτύρων μετὰ νίτρου, σεύτλου χυλὸν καὶ
ἔλαιον κοινόν. ταῦτα ἑνώσας κλυστηρίαζε τὸ ζῷον, καὶ ἐὰν
πέμψει ἄνεμον, εὐκόλως θεραπεύεται. εἰ δὲ μή, προσθήσεις
τῷ κλυστῆρι καὶ κόπρια περιστερῶν, καὶ πυρίαζε δὲ αὐτὸ
σφοδρῶς μετὰ πιτύρων εἰς τοὺς νεφροὺς καὶ εἰς τὴν κοιλίαν.
—
42
<Περὶ βηχὸς νεαρᾶς.> Πράσιον τὴν βοτάνην καὶ κεν-
ταύριον καὶ κοκκόδαφνα βαλὼν μετὰ οἴνου ποίησον αὐτὰ
βράσαι, ἕως οὗ ἀποτριτευθῇ ὁ οἶνος. εἶτα σακκελίσας ἐγχυ-
μάτιζε διὰ κέρατος ἅπαξ καὶ δίς, ἕως ἂν θεραπευθῇ. —
43
<〈Περὶ〉 περιπνευμονικοῦ.> Εἰσὶν τὰ σημεῖα τοῦ περι-
πνευμονικοῦ ἵππου ταῦτα· βήσσει βαρέως καὶ ἐνδέρει, καὶ
ὅταν βήξει, ἀποπέρδει, καὶ εἰς ἀναφορὰν ἐλθεῖν οὐ δύναται.
φυσᾶ δὲ βαρέως, πολλάκις καὶ ὑγρὰ διὰ ῥινῶν φέρει καὶ ἱδροῖ
πικρῶς καὶ σίελος ἐκ τοῦ στόματος κατέρχεται, βήσσων δὲ
βρύχει ἐκ τῶν ἔνδον καὶ στενάζει. πίνει δὲ πολλὰ καὶ ἐσθίει
παρὰ τὴν συνήθειαν. πολλάκις δὲ καὶ τοῖς ἐμπροσθίοις ποσὶ
χωλαίνει καὶ βαρεῖαν δυσωδίαν ἐκπέμπει. ταῦτα μὲν τὰ ση-
μεῖα τῶν περιπνευμονικῶν.
44
<θεραπεύεται> δὲ οὕτως·
βαλὼν ὀρόβιν εἰς ἀγγεῖον βρέξον νυχθήμερον, καὶ ἐξ αὐτοῦ
τοῦ ὕδατος πινέτω χλιαρὸν ὁ ἵππος. τοὺς δὲ ὀρόβους φρύξας
καὶ ἀλέσας, σμίξας αὐτὰ μετὰ τῶν κριθῶν καὶ δίδου φαγεῖν.
ἐγχυμάτιζε δὲ αὐτόν· τὸ μὲν πρῶτον γάλακτος αἰγείου νεωστὶ
ἀρμεχθέντος σὺν χυλῷ κριθῆς ἑνώσας χλιαρὸν διὰ κέρατος
ἐγχυμάτιζε ἐπὶ ἡμέρας ζʹ. εἶθ' οὕτως δὲ ἑτέρως ἐγχυματίσῃς,
τοῦτο γὰρ ἁρμόδιόν ἐστιν εἰς τὸ πάθος αὐτῷ· κρόκου 𐆆 βʹ,
ἴρεως κεκομμένης Ἰλλυρικῆς 𐆆 Ϛʹ, πεπέρεως 𐆆 Ϛʹ, μέλιτος
𐆆 δʹ, σταφίδας ταγάρι〈α〉 γʹ, καρεοφλιᾶς 𐆆 βʹ. ταῦτα κόψας
καὶ σήσας καὶ ἑνώσας πάντα, ποιήσας σύνθεμα καὶ ἐξ αὐτοῦ
βάλλε εἰς οἶνον παλαιὸν 𐆆 βʹ καὶ λύσας διὰ κέρατος ἐγχυμά-
τιζε. —
45
<Ἄλλο εἰς τὸ αὐτό.> Σταφίδας λευκὰς λϚʹ κτλ.
ἀποβρέχων δὲ αὐτό, ὅταν θέλεις διδόναι τῷ ζῴῳ ἐξ αὐτοῦ,
ἀφ' ἑσπέρας εἰς ἕτερον μέλι. παράβαλε δὲ μετὰ κοχλιαρίου τὸ
τρίτον τοῦ φαρμάκου καὶ πάλιν μετὰ τούτου τὸ λοιπόν. ὅτε
δὲ ἐγχυματίσεις τὸ ζῷον, οἶνον παλαιὸν χλιαρὸν ἐπίβαλλε εἰς
τὸν λαιμὸν τοῦ ἵππου. —
46
<Περὶ βηχὸς γενομένης ἐκ
τῶν ἔνδον.> Ἐὰν ἵππος ἐκ τῶν ἔνδον βήσσῃ, σημεῖά εἰσιν
ταῦτα· τὴν κεφαλὴν κλίνει κάτω καὶ βήσσει ἀραιῶς. γίνωσκε,
ὅτι ἐστὶν ἡ βὴξ ἀπὸ τῶν ἐντὸς καὶ χρὴ αὐτὸν χυματίζεσθαι
οὕτως· βαλὼν πάνακος ῥίζαν 𐆆 βʹ κτλ. —
47
<Περὶ βηχὸς
ἀπὸ ψύξεως.> Ὅταν βὴξ εἰς τὸν ἵππον γένηται καὶ ἐστὶν
ἀπὸ ψύξεως, τάδε εἰσὶν τὰ σημεῖα· λεπτύνεται τὸ ζῷον, καὶ
ὅτε βήσσει συχνῶς, τὸν τράχηλον αὐτοῦ τανύει. ἐγχυματίζεις
δὲ αὐτῷ τάδε· βαλὼν ὕσσωπον 𐆃 αʹ, τήλεως 𐆃 αʹ, τραγακάν-
θης 𐆃 ϲʹ, τὴν μὲν τίλην [τίλεως 𐆃 αʹ τὴν μὲν τίλην] ποιήσας
ζέσαι ἀποχύλωσον αὐτὴν καὶ ἀποβρέξας τὴν τραγακάνθην εἰς
χλιαρὸν ὕδωρ ἡμέραν μίαν. ὅτε δὲ φουσκώσει, ἕνωσον αὐτὴν
μετὰ τοῦ χυλοῦ τῆς τήλεως, καὶ λαβὼν σκόρδα κεφάλια ζʹ καὶ
πηγάνου χλωροῦ δεσμίδια βʹ ὕδατι ἑψήσας καὶ ἀποτριτώσας
τῷ βήσσοντι δὸς πιεῖν ἡμέρας θʹ.
48
<〈Περὶ ἐπιληψίας.〉>
Ἐπιληψία γίνεται ἐν τοῖς ζῴοις <καθάπερ καὶ ἐν τοῖς ἀν-
θρώποις.> σημεῖα δέ εἰσιν ταῦτα· πίπτει ἐξαίφνης καὶ τοὺς
πόδας τοὺς μὲν συνέχει, τοὺς δὲ ἁπλοῖ καὶ δοκεῖ σοι διαφω-
νεῖ(ν). γίνεται δὲ ἀφρὸς περὶ τὸ στόμα. πολλὰ δὲ καὶ οὐ
πίπτουσι, ἀλλ' ἱστάμενα σείουσιν τὴν κεφαλὴν καὶ τρέμουσι
σφόδρα καὶ περιπατοῦσιν ἀναισθήτως καὶ ἀνθρώπου παρου-
σίαν οὐκ αἰσθάνονται, ἀλλὰ καὶ τὴν τροφὴν ἀποβδελύσσονται.
γίνεται δὲ τοῦτο τὸ πάθος εἰς τὸ ζῷον 〈εἰ **〉 ἢ καὶ ἀμέ-
τρως ἐλασθῇ ἢ καὶ νέαν κριθὴν φάγῃ, ἢ ἀπὸ πλησμονῆς
αἵματος.
49
θεραπεύεται δὲ οὕτως· δεῖ φλεβοτομεῖν αὐτὸν
ἀπὸ τῶν φλεβῶν τῶν κροτάφων καὶ ἐγχυματίζει(ν) διὰ στό-
ματος καστορίου 𐆆 αʹ λειωθέντος μετὰ ὕδατος ψυχροῦ. καὶ
αὐτὸν δὲ τὸ καστόριον ἐπικαπνιζόμενον τῷ ἵππῳ ἐν τῇ κε-
φαλῇ ὠφελεῖ. καυστηρίασον δὲ αὐτὸν ὑποκάτω τῶν ὠτίων
εἰς τὰς φλέβας καυστηρίας[ας] ὀρθὰς μετὰ κεφαλῆς σμιλαρίου
ἐλαφρῶς, καὶ ἔμπροσθεν εἰς τὸ μέτωπον καὶ ἐπάνω εἰς τὴν
κεφαλήν. ἵστασθαι δὲ χρὴ τὸν ἵππον ἔσωθεν εἰς τὸν σταῦ-
λον, ἵνα μὴ ἔξωθεν ἱστάμενος καὶ ψυχραινόμενος παραπέσῃ
εἰς τέτανον. —
50
<Περὶ στρέμματος ποδός.> Ὅταν στρέμμα
γένηται ἐν ποδὶ ἵππου, δεῖ σε θεραπεύειν οὕτως· κρατήσας
τὸν πόδα ταῖς δυσὶν χερσὶν τὸ στραφὲν μέρος καὶ ταυρίσας
ὀρθῶς αὐτὸ ὅπως ἔλθῃ εἰς τὸ κατὰ φύσιν, εἶθ' οὕτως φλε-
βοτόμησον τὴν αὐτὴν ὥραν ἐκ τῶν μεσοκνημίων κρεμάσας,
εἶτα ποιήσας <τύπους> μετὰ ὄξους καὶ ἅλατος καὶ φασκίωσον
αὐτὸ <καθὼς ἀναγέγραπται> ἐπὶ τῶν κεκλασμένων, καὶ μετὰ
ἑπτὰ ἡμέρας τράκτωσον αὐτὸν τρακτώματα διάφορα καὶ μὴ
ἐάσῃς ἐπισταθῆναι τῷ πάσχοντι ποδὶ ἕως ἡμερῶν μʹ, καὶ μετὰ
τοῦτο μικρὸν περιπατείτω ἕως μηκέτι χωλαίνει. —
51
<Περὶ
ἐμφράξεως.> Ὅταν ἔμφραξις γένηται ἐν ἵππῳ κτλ. κυλίεσθαι
δὲ μὴ κωλύειν. κλύζε δὲ καὶ διὰ τῆς ἕδρας <καθάπερ καὶ
τῶν κεκλασμένων ζῴων>, καὶ ἐὰν ἄρξηται λύεσθαι ἡ κοιλία
αὐτοῦ, συντόμως ἐλευθεροῦται, εἰ δὲ μή, διαφωνεῖ, τουτέστιν
ψοφᾷ. <καὶ βράσαι του κόλυβα νὰ τὸ μνημονεύσεις.> —
52
<Περὶ ἐπιστροφῆς ἐντέρου.> Ἐπιστροφὴ ἐντέρου ἐστὶν
δυσβοήθητον, ἐξ οὗ καὶ <ἵλεως> προσηγορεύθη. σημεῖα δὲ
αὐτῷ ταῦτα· περιπατῶν τοῖς ἐμπροσθίοις διαβαίνει μικρὰ καὶ
τὰ ὀπίσθια προβαίνει αὐτοῖς, καὶ συγκάμπτει ἑαυτὸν ὀδυνώ-
μενος καὶ ἐπὶ τὴν κοιλίαν πίπτει ζαρωμένος· συμβαίνει δὲ
τοῦτο γίνεσθαι ἐν τῷ μεγάλῳ ἐντέρω κτλ. ἐν τῷ περιπατεῖν
τὸν ἵππον. τοῦτο δὲ τὸ ἔντερον ὅταν κλωσθῇ καὶ μὴ ἔχον ποῦ
ἀποδώσει τὴν ἔξοδον, εἰς ἀνάγκην ἐμβάλλει τὸ ζῷον καὶ συν-
τόμως διαφωνεῖ. γίνεται δὲ τὸ πάθος, ὅταν ἀπὸ 〈ὁδοῦ〉 κρι-
θὰς φάγῃ ἢ καὶ χόρτον καὶ πιὼν ὕδωρ πολύ. πρήσκονται γὰρ
αἱ κριθαὶ καὶ ὀγκοῦνται ἐν τῷ ἐντέρῳ καὶ ποιοῦνται τὴν ἔμ-
φραξιν. θεραπεύεται δὲ οὕτως· ἐγχυματίσεις αὐτὸ μετὰ ὀποῦ
Κυρ(η)ναικοῦ καὶ οἴνου γλυκέος διὰ στόματος. κλύζε δὲ καὶ
ἐκ τῆς ἕδρας, βαλὼν νίτρον καὶ ζωμὸν πιτύρων καὶ μέλι καὶ
ἔλαιον. καὶ εἰ μὲν ἡ κοιλία του λυθῇ, ὑγιαίνει, εἰ δὲ μή,
ταχέως διαφωνεῖ, τουτέστιν ψοφᾷ. <καὶ φαγεῖν γαβαλήναν
του.> —
53
<Περὶ σπασμοῦ.> Ὅταν ἐν ἵππῳ σπασμὸς γέ-
νηται, σημεῖα εἰσὶν ταῦτα, καὶ μάλιστα, ἐὰν ἡ κοιλία αὐτοῦ
ἢ ἔντερον ῥαγῇ· φέρει κτλ. αἷμα οὐρεῖ. καὶ ταῦτα μὲν τὰ
σημεῖα τῶν ἐσπασμένων ζῴων. εἰσὶ δὲ καὶ ἕτερα σημεῖα εἰς
τὸ αὐτὸ πάθος· ὅσοι γὰρ τῶν ἵππων ἐντός εἰσιν ἐσπασμένοι
ἢ ἄλλα ζῷα, ὀφείλεις ποιεῖν οὕτως· πηγάνου ἀγρίου σπέρμα-
τος καὶ ᾠὰ βʹ καὶ οἴνου κοτύλας βʹ ἐγχυμάτιζε διὰ τῶν μυκτή-
ρων. —
54
<Ἄλλο εἰς χορδαψόν.> Κόπρια ἀνθρώπινα καὶ
οὖρον καὶ καπρίαν ἀμφότερα ταράξας ἐγχυμάτιζε, καὶ ὑγιαίνει
αὐτίκα. <τοῦτο δὲ νόει, ὅτι τὸ πρῶτον εἶδος μόνον
ὅταν ποιήσῃς, ποίασαι τὴν μήτην σου διὰ τὸ εἶναι
εὐῶδες, καὶ σπόγγισε τὰ γένια σου νὰ μηδὲν μιρί-
ζουσιν ἀπὸ τὸ καλὸν εἶδος.> —
55
<Περὶ κυνάχης.> Κυ-
νάχη (!) ἐὰν γένηται εἰς τὸ ζῷον, σημεῖά εἰσιν τάδε κτλ. οὔτε
πίνειν καὶ σίελα διὰ στόματος ἀφίησι. θεραπεύεται δὲ οὕτως·
ἐγχρίσεις τὴν κεφαλὴν αὐτοῦ κτλ. θερμῷ ὕδατι καὶ πυριαζό-
μενος τὸν λαιμὸν μετὰ πιτύρων καὶ ὄξους ἐν λινῷ πανίῳ, καὶ
συγχρίειν† ἔψη τὸ ἔξωθεν τοῦ λαιμοῦ τοιοῦτον· π(τ)ισσάνην
𐆆 γʹ, κολοφωνίας 𐆆 αʹ, τερεμινθίνης 𐆆 αʹ, ταῦτα βράσας
μετὰ ὄξους κατάχριε τὸν λαιμόν, ἐπιθέμενος καὶ στυπτ(ηρ)ίαν.
εἰ δὲ τὸ ῥεῦμα γένηται ἐπιπολαίως καὶ φέρει ἕλκος, χρὴ καυ-
στηριάζειν αὐτὸν τοῦ λαιμοῦ ἐλαφρῶς, ἵνα μὴ τὴν ἀρτηρίαν
καύσας 〈κακῶς〉 ποιήσῃς τὸν ἵππον. —
56
<Περὶ αἵματος
ἐξερχομένου ἐκ τῆς ῥινὸς τοῦ ἵππου.> Ὅταν αἷμα ἐξέρ-
χεται διὰ τῶν ῥινῶν τοῦ ἵππου, ἀφορμὴ γίνεται τοιαύτη· τὸ
αἷμα πληθύνει καὶ ὁ τόπος ἐκεῖνός ἐστιν λιγνός. καὶ δεῖ φλε-
βοτομεῖν αὐτὸν ἀπὸ τοῦ τραχήλου, ὁμ〈οί〉ως καὶ τὰ ἔμπροσθε
ποδάρια. καὶ ἐάν το φλεβοτομήσῃς καὶ οὐκ ἐσθίει, ταχέως
διαφωνεῖ, τουτέστιν ψοφᾷ, <καὶ φὰ τὴν γαβαλήναν του
μετὰ σκόρδον.> [τὸ αὐτὸ αἴναι ὄπιθεν <γρα.><𐅼> λήθῃ ἐγένετο.
Ὅταν κτλ. διαφωνεῖ <καὶ μόνον κοπιᾶς. μάζοξαι τὸ αἷμα
αὐτοῦ καὶ ποίησαι λουκάνικα.]> —
57
<Περὶ χοιράδος,
ὃ λέγεται μύξις.> Ἐὰν συμβῇ εἰς τὸ ζῷον γενέσθαι χοιρά-
δας, σημεῖά εἰσιν τάδε· ὑγρὸν διὰ στόματος φέρεται καὶ κρα-
τοῦνται αἱ σιαγόνες αὐτοῦ καὶ οὐκ εὐκόλως ἐσθίει. τούτων
οὖν γενομένων δεῖ καταπλάττειν αὐτὸ ἄλευρον κρίθινον καὶ
ῥητίνη(ν) σὺν ὄξῳ βραχέντα. εἰ δὲ μή, ἴρεως Ἰλλυρικῆς 𐆆 Ϛʹ κτλ.
σιλ[α]φίου 𐆆 αʹ. τὸν κηρὸν τήξας μετὰ κυπρίνου ἐλαίου
πρόσβαλλε τὰ λοιπὰ καὶ ποιήσας μάλαγμα κατάχριε. —
58
<Ἄλλο
εἰς τὸ αὐτὸν πάθος.> Νίτρου 𐆆 αʹ, τερεβινθίνης 𐆆 βʹ,
μέλιτος 𐆆 αʹ, λιβ〈άνου μ〉άννης 𐆆 δʹ, ἀμμωνιακοῦ 𐆆 δʹ,
ἐλαίου κοινοῦ ἐν μὲν θέρει 𐆆 βʹ, ἐν δὲ χειμῶνι 𐆆 γʹ, ταῦτα
πάντα μίξας θεράπευε. εἰ δὲ ἁπαλὰ γίνονται, καυστηρίασον
κατάρροπον. —
59
<Περὶ τζηλίτου ἵππου.> Ἐὰν ἀπὸ γα-
στρὸς ἴδῃς τὸν ἵππον, ὅτι καθὼς τρέφεται, ἐκβάλλει αὐτά,
κρατήσας τὸ(ν) ἀστάχυν τοῦ ἀφεδρῶνος τοῦ ἵππου [ἢ ἄλλου
ζῴου], εἰ μὲν ἡμερῶν δύο ἢ τριῶν διελθουσῶν καὶ θεραπεία
οὐ γένηται, ἔστιν ἐπικίνδυνον. παρελθουσῶν δὲ τῶν τριῶν
ἡμερῶν **. θεραπεύεται δὲ οὕτως. βαλὼν βῶλον λῦσον
αὐτὸν μετὰ οἴνου, καὶ †φορβίαν (τε)τριμμένην καὶ ἐγχυμάτι-
σον αὐτὸν διὰ στόματος. σάγιζε δὲ αὐτὸ σαγίσματα βαρέα διὰ
τοὺς νεφρούς, καὶ ἂς ἐνῇ δὲ ὁ ἵππος ἐν τόπῳ θερμῷ. —
60
<Περὶ κράμβης ἀγρίας.> Ἐὰν ἀγρίαν κράμβην ἐσθίει
ὁ ἵππος, 〈ἥτις〉 ἐν τῷ χόρτῳ γεννᾶται, σημεῖά εἰσιν ταῦτα·
παραλύονται τὰ ὀπίσθια αὐτοῦ <καθὼς τοῦ ὀπισθοτονι-
κοῦ>, καὶ τὰ μὲν ἔμπροσθέν εἰσιν ὀρθά, τὰ δὲ ὀπίσθια ἀπεσκε-
λωμένα μὴ ἰσχύοντα ὀρθῶσαι. θεραπεύεται δὲ οὕτως· παγού-
ρους θαλασσίους ζουλίσας καὶ ἐκπιάσας τὸ ἐξ αὐτῶν ἐξελθὸν
καὶ κράμβης χυλὸν ἥμερον <καὶ γάλα αἴγειον> μίξας, ταῦτα
ἐγχυμάτιζε, ἕως οὗ κατακρατῇ[ται ὑπὸ] τῆς νόσου. κρέμνα
δὲ αὐτὸ <καθὼς καὶ τὰ κεκλασμένα>, ἵνα ὀρθῶς ἱστάμενος
ἐσθίῃ, καῦσον δὲ κατὰ τὸν σύνδεσμον τοῦ ἰσχίου εἰς τόπους
τρεῖς. —
61
<Περὶ σκλέπας.> Ὀφείλεις ὥρᾳ μεσσονυκτίου
λέγε(ιν) εἰς τὸ ὠτίον τοῦ ἵππου τὴν πρώτην, εʹ καὶ τῷ σαβ-
βάτῳ ἀφ' οὗ ἀποχύσει τὸ φέγγος αὐτοῦ· «Ἡνόμινε. ντόμινε.
νόστρου. Ἰησοῦ Χριστοῦ σαντου σαν τάκιος εἰς τὴν περ μῶς.
βερβὶς ἀσίστου· βάδεον ἢ μαῦρον. καβάλου ἀρούλ. ἀψαμῶς
Σωλομῶν. ἀληντόμηνε.» ὀφείλεις δὲ λέγειν τὸν ἵππον τὴν
χροίαν, ἥ ἐστιν· ᾦ ἵππε μαῦρε, σιδερέα, ἢ βάδε[λτ]ε ἢ δά-
γαλε. —
62
<Ἄλλη ἰατρεία εἰς τὸ αὐτό.> «Οὐδράξ, οὐδράξ.
σταρίκους. ἀβεκλιβάς. ἡ κλισέ. σελα. ἄλλη λούια.»
63
<Περὶ τοῦ λιπᾶναι ἵππον.> Ἵνα 〈ἵππος λιπαρὸς γέ-
νηται.〉 ἐγχυματίζεται δὲ οὕτως· βαλὼν ξυλαλόην ὑγρὰν 𐆆 αʹ,
κινάμωμον 𐆆 αʹ, σμύρνης * 〈πρίσματος〉 ἐλεφαντίνου 𐆆 αʹ,
ῥοδόστα(γ)μα τὸ ἀρκοῦν. ταῦτα μίξας ἐγχυμάτιζε ἡμέραν
παρ' ἡμέραν τὸ ζῷον ἕως τρίτον. —
64
<Ὅταν ἵππος σύν-
τρομος γίνεται.> Θεραπεύεται δὲ οὕτως· Περὶ καθαρτικοῦ
ἐγχυματισμοῦ. νίτρον, σκίλλαν, χαμαιλέοντα, καρπὶν καὶ οἶνον
εὐῶδες, καὶ αἵματος ἀφαιρέσει γενομένῃ ἐκ τοῦ προσώπου
τῶν δύο μήλων. τοῦτο δὲ μὴ ποιήσεις ἐν θέρει. —
65
<Ἕτε-
ρον ἐγχυμάτισμα εἰς τὸ αὐτό.> Στάχος, καρυόφυλλον, κι-
νάμωμον, γλυκόριζον, τετράκανθον, ὕσσωπον, γλυκάνισον, κύ-
μινον, ῥέον, κρόκον, μαστίχην, κασσίαν μέλαιναν, μελίλωτα,
κενταύριον, πευκέδανον, καὶ οἶνον εὐῶδες. —
66
<Περὶ τοῦ
λῦσαι ἵππου κοιλίαν.> Λαβὼν χοῖρον σφάξας αὐτὸν εὐ-
θέως σχίσον, ἕως ζεστόν ἐστιν τὸ ἐξούγγιν καὶ ῥῖψον τὴν τζύ-
παν ἀπ' αὐτοῦ καὶ παράβαλλε αὐτῷ, πρὸς τὴν ἡλικίαν δὲ τοῦ
ἵππου. εἰ μέν ἐστιν τέλειος ὁ ἵππος, 𐆃 δʹ, εἰ δὲ μὴ τέλειός
ἐστιν, μέτρησον αὐτοῦ τὴν ἡλικίαν καὶ οὕτως ποίησον. —
67
<Περὶ παραλύματος ὀνύχου, ὅταν ἐκπίπτῃ ἐκ τὸν
ποὺν τοῦ ἵππου.> Ποίησον μαλακτικόν, βαλὼν λίνου σπέρμα
μετὰ θερμοῦ καὶ ζεματίσας, βαλὼν μεδούλην καὶ στέαρ χοί-
ρειον ἄπαστον καὶ ἄφθαν καὶ σκέβην, χαλβάνην, κόκολιν,
ἀμμωνιακόν, ταῦτα πάντα μῖξον καὶ ἕψησε καὶ ἐπίθες εἰς τὸν
ὄνυχα τοῦ ἵππου καὶ εὐθέως ῥίψει τὸν ὄνυχα. ἔνι δὲ τοῦτο
ὠφέλιμον καὶ εἰς <σειριασμὸν> χειμωνικὸν <πρὸς αἶρον
τὸν πόδα εἰς ὕψος.> —
68
<Περὶ φθορᾶς γενομένης
ἐν ταῖς τρίχαις τῆς οὐρᾶς.> Ὀφείλεις ἵνα ἀποπλύνῃ(ς)
αὐτὴν ὄξο(υ)ς καὶ ἅλατος καὶ εὕρῃς ἐν αὐτῇ <πιπίγγια>, ἅπερ
καὶ <ὑστριχίδαι> καλοῦνται. ταῦτα ἀνασπάσας, καλῶς ἀπό-
πλυνον τὴν οὐράν, καὶ εὐθέως βαλὼν χυλὸν τίλης καὶ χυλὸν
λινοσπέρμου καὶ μίξας ταῦτα ἕψησον μετὰ οἴνου καὶ ἀπόπλυ-
νον αὐτήν. ἄλειφε δὲ αὐτὴν καὶ στέαρ ἀλώπιον ἢ ἄρκου.
ὅταν δὲ ὁ καυλὸς ῥευματισθῇ καὶ πρησθῇ τῆς οὐρᾶς, φλεβο-
τόμησον αὐτὸ ἀπὸ τῶν †μηλῶν τῆς ἕδρας ἀποκάτω εἰς τὴν
οὐράν. τὴν δὲ φλέβαν εὑρήσεις οὕτως· δῆσε τὴν οὐρὰν μετὰ
ζωναρίου δυνατοῦ καὶ σήκωσον αὐτὴν ἄνω καὶ κοπάνισον
αὐτὴν ἀποκάτω μετὰ σανιδίου μικροῦ. καὶ ὅτε φανῇ ἡ φλέβα,
τότε κέντησον αὐτὴν γοργόν. —
69
<Περὶ χοῦν ὅταν φάγῃ
ὁ ἵππος.> Ἐὰν ἵππος χοῦν φάγῃ, σημεῖά εἰσιν ταῦτα· καρη-
βαρεῖ ὡς ἄνθρωπος μεθύων καὶ ἐνδέρει εἰς τοὺς τοίχους.
χρὴ δὲ φλεβοτομεῖν αὐτὸ εἰς τὸν αὐχένα καὶ ἰαθήσεται. —
70
<Περὶ ὀφιοδήκτου.> Ἐὰν ἵππος δαχθῇ ὑπὸ ὄφεως, ση-
μεῖά εἰσιν ταῦτα· οἱ ὀφθαλμοὶ αὐτοῦ πρήσκονται καὶ ἀφρίζει
τὸ στόμα καὶ αἱ τρίχες τῆς χαίτης ἀποπεσοῦνται καὶ ἐκβάλλει
εἰς τὸ σῶμα κονδύλας καὶ βρωμεῖ. θεραπεύεται δὲ οὕτως·
βαλὼν πεπέριν λευκὸν κόκκους τεσσαράκοντα, θρούμβην μετὰ
οἴνου κεκομμένην ἢ ἀρτεμισίαν ἑψηθεῖσαν μετὰ οἴνου διὰ
στόματος ἐγχυμάτιζε. —
71
<Περὶ σκληρώσεως ὀνύχων
ἵνα καὶ τάχιον αὐξήσουσιν.> Λόπισον καὶ ποίησον [παρὰ]
ὑπόδημα ἀπὸ πίσσης καὶ ἐξουγγίου. ζεστὸν δὲ τοῦτο φέρε.
πρῶτον δὲ πλῦνε τοὺς πόδας τοῦ ἵππου, καὶ μετὰ ταῦτα τὸ
προειρημένον βοηθημάτι ἀναθλίψας, μετὰ κισσοῦ σπόρον κε-
κομμένον ἐπίπασον τὸν ὄνυχα τοῦ πάσχοντος ἵππου, ὥστε
ὅλον πιπλᾶσαι, καὶ ἀποδήσας, καὶ μετὰ τρεῖς ἡμέρας λῦσον
αὐτόν. τοῦτο τρίτον ποίησον. —
72
<Περὶ κνήματος ἵπ-
που.> Βαλὼν ὄξος καὶ ἅλας, ἀσβέστην σβεστὴν καὶ καπνέαν,
καὶ ἂς βράσουν ἀμφότερα, καὶ μετὰ τὸ χλιανθῆναι ἄλειψον
τὸ τραῦμα ἅπαξ καὶ δίς, καὶ μετ' αὐτοῦ †σκαμάτησον. καὶ
χλιάνας ἔλαιον ἄλειφε τοῦτον καὶ τριχώσει. —
73
<Περὶ πό-
νου τοῦ ἥπατος.> Ἐὰν ἵππος πονῇ τὸ ἧπαρ, σημεῖον ποιεῖ
τοιοῦτον· ὅταν πλησιάσει τις πρὸς αὐτόν, γυρίζει τὴν κεφαλὴν
καὶ θεωρεῖ τὸ δεξιὸν αὐτοῦ μέρος, ὡς δῆθεν δείχνῃ τὸ ἧπαρ,
καὶ ὀλίγον βήσσει καὶ τὸ βηχίον αὐτοῦ πονηρόν ἐστιν, καὶ
τὰς κριθὰς ἀραιῶς χωνεύει. θεωρεῖ(ς) δὲ αὐτὸ ἀπόμακρα,
ὅταν περιπατεῖ, ὅτι τὸ δεξιὸν ὠμοπλάτι ἀργά το ἐπαίρει. θε-
ραπεύσεις δὲ αὐτὸ οὕτως· σῦκα ζευγάρια δέκα ἕψησον μετὰ
οἴνου 𐆃 αʹ, ἄλεσον καὶ ποράκιν, εἶτα στυπτηρίαν σχιστὴν 𐆃 αʹ.
ταῦτα μίξας καὶ σήσας διὰ στόματος ἐγχυμάτιζε. ὅταν δὲ θέ-
λεις αὐτὸ ἐγχυματίσαι, ἀπὸ τὸ μεσονύκτιον μὴ δίδου αὐτῷ
ποτὸν 〈μή〉 τε φαγεῖν. —
74
<Περὶ σπληνός.> Ὅταν ὁ ἵπ-
πος ἀλγεῖ τὴν (!) σπλῆνα, σημεῖά εἰσιν ταῦτα· ὁ ποὺς αὐτοῦ
ὁ ἀριστερὸς ὀγγοῦται καὶ ἡ κεφαλὴ αὐτοῦ ἡμέραν παρ' ἡμέ-
ραν ξηραίνεται καὶ τὰς τρίχας αὐτοῦ ἀποβάλλει τοῦ ἀριστεροῦ
μέρους. θεραπεύεται δὲ οὕτως· ἔπαρον σκολοπέντριον, †σίλι-
βον σύρ(ρ)ιζον μετὰ φύλλα καὶ ἕψησον αὐτὰ μετὰ ὕδατος καὶ
δίδου αὐτὰ ἡμέρας ἑπτὰ διὰ στόματος ἀνὰ 𐆆 αʹ. —
75
<Περὶ
πόνου κοιλίας.> Ἐὰν ἵππος τὴν κοιλίαν πονῇ, σημεῖά εἰσιν
ταῦτα· ἱδροῖ ἀπὸ τοὺς ὤμους ἕως τὰς μασχάλας καὶ…
…
The complete text is available when the reading interface loads.