The Greek Library Catalogue

Anonymous

Fragmenta Anatolii de equis

Edition reference
Fragmenta Anatolii de equis, ed. Oder and Hoppe , op. cit., vol. 2, 325–330.
CTS identifier
urn:cts:greekLit:tlg0738.tlg009.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

9

διπλῆν, εἰ δὲ 〈μή〉, μή γε κυρτήν, οὐρὰν μεγάλην, οὐλότριχα,

σκέλη ὀρθά, μηροὺς μεμυωμένους, ὁπλὴν εὐπερίγραφον καὶ

πάντοθεν ὁμαλῶς συμπεπηγυῖαν, <βάτραχον> μικρόν, ὄνυχα

στερεόν· ἐκ τούτων πάντων πρόδηλός ἐστιν ὁ ἀγαθὸς καὶ μέ-

γας ἐσόμενος ἵππος.

10

<ἀπὸ δὲ τῶν ψυχικῶν> οὕτως δοκι-

μάζεται· ἐὰν μὴ ᾖ ἐπτοημένος μηδὲ ὑπὸ τῶν αἰφνιδίως φαι-

νομένων ἐκταραττόμενος ἐν τε τῷ συναγελασμῷ τῶν πώλων

φιλόπρωτος, οὐκ εἴκων, ἀλλ' ἐξωθῶν τὸν πλησίον, ἐν δὲ τοῖς

ποταμοῖς καὶ λίμναις οὐκ ἀναμένων ἕτερον προεμβαίνειν,

αὐτὸς δὲ ἀκαταπλήκτως τοῦτο πρῶτος ποιῶν.

11

εἰς δὲ χει-

ροήθειαν ἀκτέον τοὺς πώλους πληρώσαντας τοὺς ιʹ καὶ ηʹ

μῆνας, τότε φορβειὰν αὐτοῖς περιτιθέντας. τὸν δὲ χαλινὸν

πρὸς τῇ φάτνῃ κρεμαστέον, ἵνα ψαύων συνεθίζηται καὶ μὴ

εὐλαβῆται τὸν ἀπὸ τῶν σιελιστηρίων ψόφον. γενόμενον δὲ

τριετῆ δαμαστέον πρὸ τοῦ γραστισθῆναι.

12

τὸν δὲ χρόνον

καὶ τὴν ἡλικίαν τῶν ἵππων καὶ πάντων τῶν μονωνύχους τὰς

ὁπλὰς ἐχόντων, σχεδὸν δὲ καὶ τῶν κερασφόρων, γνωσόμεθα

ἀπὸ τῆς τῶν ὀδόντων ἐκβολῆς.

13

τριάκοντα μὲν γὰρ μη-

νῶν γενόμενος ὁ πῶλος πρωτοβολεῖ τῶν ἐμπροσθίων ὀδόντων,

οὓς καλοῦμεν τομεῖς, τοὺς μέσους, δύο κάτωθεν καὶ ἄνωθεν

δύο ἀποβάλλων.

14

ἀρχόμενος δὲ τοῦ τετάρτου ἔτους ἐκβάλ-

λει πάλιν ἄλλους δύο κάτωθεν, ἕνα ἐξ ἑκατέρου μέρους, καὶ

ἄνωθεν ὡσαύτως. φέρειν δὲ δοκεῖ τότε καὶ τοὺς κυνόδοντας.

15

τελειώσας δὲ τὰ δʹ ἔτη καὶ τοῦ εʹ ἐπιλαβόμενος τοὺς λοι-

ποὺς ἐκβάλλει κάτωθεν καὶ ἄνωθεν ἐξ ἑκατέρου ἕνα· τοὺς δὲ

φυομένους κοίλους ἴσχει.

16

ἐμβάντος δὲ εἰς τὸ ἕκτον ἔτος

ἀναπληροῦνται τῶν πρώτων τὰ κοιλώματα. ἐπιλαβόμενος δὲ

τοῦ ἑβδόμου πάντας ἴσχει συμπεπληρωμένους καὶ οὐδὲν ὅλως

ἔχοντας κοίλωμα. τούτου δὲ συμβάντος οὐκέτι ῥᾴδιον ἐπιγι-

νώσκειν τὰ ἔτη.

17

ἵππος δὲ καθόλου οὐ νοσεῖ, ἐὰν ἐλάφου

κέρας τούτῳ περιάψῃς. —

2

t

<Ἵππου σημεῖα. [Πελα-

γωνίου.]>

1

Τινὲς δὲ καὶ τοὺς ἑτεροφθάλμους ἐν τοῖς καλ-

λίστοις τάττουσιν, οἷόν φασι γεγενῆσθαι τὸν <τοῦ Μακεδόνος

Ἀλεξάνδρου Βουκέφαλον>. γλῶσσαν δὲ λεπτὴν καὶ μακρὰν

ἐχέτω, τὸ δὲ πρόσωπον σιμὸν ἢ ἐπίγρυπον. δεῖ δὲ αὐτὸν εἶναι

ὑψαύχενα, γαῦρον, <γλαυκόν>, δυσγαγγάλιστον, ὀρθόν, τόν τε

τράχηλον πλήρη καὶ παχύν, τουτέστιν οὐ βραχυτράχηλον,

γαστέρα συμπεπιεσμένην καὶ ταῖς λαγόσι συνεσταλμένην, τὸ

μέγεθος ἱκανόν, τὰς δι' ὅλου τοῦ σώματος φλέβας εὐσήμους

καὶ ἐπηρμένας, τὴν χροιὰν κατακόρως μέλανα.

2

<Πλάτων>

δὲ τοὺς λευκοὺς ἀποδέχεται, ὡς ἐν τῷ λευκῷ καὶ τῷ μέλανι

τὴν ἀκρότητα ἐπαινεῖσθαι.

3

καὶ τὸν φοινικίζοντα δὲ συν-

αριθμοῦσι τοῖς ἀγαθοῖς ἵπποις, συμβαίνει δὲ καὶ ἄλλης χροιᾶς

ἀγαθοὺς ἵππους εἶναι πολλάκις.

4

ἀγαθοῦ δὲ ἵππου καὶ

τοῦτο τεκμήριον, ὅταν ἑστηκὼς μὴ ἀνέχηται, ἀλλὰ κροτῶν τὴν

γῆν ὥσπερ τρέχειν ἐπιθυμῇ. —

3

t

<Περὶ ἰάσεως δια-

φόρων νοσημάτων [Ἀψύρτου.]> supra Μ ͵αξϚʹ, Anatolii

tum

6

οὔτε δὲ βόες οὔτε ἵπποι νοσήσουσιν, ἐὰν ἐλάφου κέ-

ρας περιάψῃς αὐτοῖς. —

4

t

<Περὶ πυρέττοντος [τοῦ

αὐτοῦ.]> = vol. I cap. 1, 23 Anatolii. —

5

t

<Περὶ

ὀφθαλμιῶντος [τοῦ αὐτοῦ]> = vol. I cap. 11, 32, tum Μ τξβʹ

init. (ἐγχριστέον), utrumque Anatolii. —

6

t

<Περὶ λευ-

κώματος [τοῦ αὐτοῦ].> Ἁλὸς ἀμμωνιακοῦ λεπτοτάτου μέ-

λιτι Ἀττικῷ ἢ ἄλλῳ καλῷ μικτέον καὶ ἐγχριστέον tum Μ τξβʹ

fin. Anatolii, deinde

3

ἢ σπέρμα εὐζώμου ὑγιές, ὡς ἔστιν,

ἐμφυσητέον εἰς τοὺς ὀφθαλμοὺς καὶ ἐατέον, ἕως οὗ ἀπολεπτῦ-

ναν τὰ βλέφαρα ἐκπλύνῃ καὶ σμήξῃ τῇ δριμύτητι. —

7

t

<Περὶ νεύρων [τοῦ αὐτοῦ]> supra Μ ψνζʹ Anatolii. —

8

t

<Περὶ κοιλίας [τοῦ αὐτοῦ]> supra Μ χκα* Eumeli. —

9

t

<Περὶ στρόφου [Ἱεροκλέους]> = vol. I cap. 45, 5 (ἐγχυμά-

τιζε) Anatolii, tum

3

ὠφελεῖ δὲ καὶ σελίνου σπέρμα καὶ σι-

κύου τὸ ἶσον ἑκάτερον μετὰ οἴνου καὶ μέλιτος τοῦ ἴσου μέτρου

διδόμενον ποτόν.

4

ἢ καρδάμ[ωμ]ου σπέρμα τετριμμένον

μετὰ ὕδατος, ἢ τῆς μηδικῆς οὕτω καταρραίνηται ὡς αἱ παρα-

βαλλόμεναι κριθαί.

5

οἱ δὲ ἰλιγγιῶντες κλύζονται σεύτλων

ἑψηθέντων τῷ ὕδατι καὶ νίτρου δραχμῶν μʹ μετ' ἐλαίου λʹ

δραχμῶν, tum post

6

(= vol. I cap. 45, 5 fin.)

7

ὁμοίως

δὲ οὐρήσας χαμαὶ καὶ τῷ πηλῷ χρίσας τὴν γαστέρα παύσεις

τὸν στρόφον. —

10

t

<Περὶ πνευμονίας [τοῦ αὐτοῦ].>

1

Τὰ ἐν τῷ πνεύμονι συνιστάμενα πάθη ὄξος δριμὺ χλιαν-

θὲν καὶ ἐγχυθὲν ἰᾶται. ἢ οὖρον ἀνθρώπειον μετὰ ὑείου στῆ-

ρος δραχμῶν κʹ τετηκότος.

2

φυλάττεσθαι δέ, μὴ τὸ οὖρον

ἐκ γυναικὸς ᾖ ἐν τοῖς κατὰ φύσιν οὔσης. —

11

t

<Περὶ

βηχὸς [τοῦ αὐτοῦ]> = vol. I 22, 19 Anatolii, tum ἐλαίου

ὡσαύτως, βουτύρου δραχμὰς κδʹ θερμανθέντα καὶ στῆρος ὑείου

παλαιοῦ μετρίου προσβληθέντος διδόναι χρή.

3

ἐὰν δὲ μηδ'

οὕτως παύηται, πράσιον τρῖβε μετ' ἐλαίου καὶ ἁλὸς οἴνῳ τε

διηθηθέντα ἔγχει.

4

οἱ δὲ πράσου ὀπὸν καὶ ἔλαιον καὶ πη-

γάνου ἀγρίου ῥίζης· ἔνιοι καὶ λιβανωτοῦ προσμίξαντες σὺν

ἐλαίῳ χρῶνται. —

12

t

<Περὶ ἀδήλου νόσου [Θεομνή-

στου].>

1

Αἵματος ἀφαίρεσις ἐκ τῶν ὤμων ἀμφοτέρων γιγνέ-

σθω, καὶ φάρμακον δὲ κατασκευάζεται ὧδε·

2

πηγάνου ὀλί-

γον μετὰ ῥίζης λαπάθου κόπτεται σὺν τρισὶ κοτύλαις ὕδατος,

καὶ ὀποπάνακος δραχμαῖς βʹ συμμίγνυται.

3

νυκτός τε καὶ

ἡμέρας σιτεῖσθαι ἐπὶ ἀλεύρων σιτίνων δευθέντων ὕδατι, καὶ

ποτὸν λαμβάνειν.

4

ἐὰν δὲ ἀγελαίους ἵππους ἡ νόσος κατά-

σχῃ, αἱ μικρότεραι μὲν γάρου καὶ ἐλαίου κυάθοις τρισίν, αἱ

μείζους δὲ τῷ διπλασίονι ἐγχείσθωσαν. —

13

t

<Περὶ

δυσουρίας [Ἀψύρτου].>

1

Τινὲς κρόμμυον τοῦ λέπους

ἀφαιρεθέντος παρὰ τὴν κύστιν τιθέασιν.

2

ἄλλοι σελίνου

σπέρμα τετριμμένον μετὰ οἴνου κοτυλῶν δύο, ἢ κρόμμυον

ὡσαύτως σὺν οἴνῳ, ἢ κόπρον περιστερῶν, ἢ πολίου φύλλον ἢ

σμύρνης φλοιὸν ξηρανθέντα, ἢ νίτρου δραχμὰς εʹ σὺν σκόρ-

δου κεφαλῇ κοπείσῃ ἐγχέουσι μετὰ οἴνου.

3

οἱ δὲ οἴνῳ μέ-

λανι μόνῳ χρῶνται. —

14

t

<Ἐὰν αἷμα οὐρῇ [τοῦ

αὐτοῦ]> = vol. I cap. 42, 3 Anatolii. —

15

t

<Περὶ ἐλ-

κώσεως [τοῦ αὐτοῦ]> supra C 17, 3 anonymum (Eumeli).

16

t

<Περὶ φλεγμονῆς [τοῦ αὐτοῦ]> = vol. I cap. 70,

3 Anatolii. —

17

t

<Μάλαγμα πρὸς ἄρθρα [Πελαγω-

νίου].>

1

Λιβανωτοῦ δραχμὰς ηʹ, χαλβάνης τὸ ἶσον, τρυγὸς

δραχμὰς ιβʹ, ῥητίνης φρυκτῆς, νίτρου, θείου, ἑκάστου

δραχμὰς δʹ, νάπυος Αἰγυπτίου κύαθον, καρδαμώμου τὸ

ἶσον, δαφνίδας ρʹ, σύκων ξηρῶν μνᾶν, ῥοδοδάφνης φύλλα

ὀλίγα, τιτάνου μὴ ἐσβεσμένης τὸ αὔταρκες· τὰ ξηρὰ κοπέντα

τοῖς ὑγροῖς ληπτέον καὶ ἐμπλασθέντα ῥάκει ἐπιθετέον. —

18

t

<Περὶ ψώρας [τοῦ αὐτοῦ].>

1

Πίσσης ὑγρᾶς ἐκ

κέδρου, ῥητίνης, στυπτηρίας ἶσα μετ' ὄξους ἐπιχριστέον ἐν

ἡλίῳ.

2

ἀποσμηχθέντων τῶν πεπονθότων μερῶν σποδιᾷ

θερμῇ ἀποπλυτέον, ἕως ἂν αἱμάξῃ, ἔπειτα λιθάργυρον καὶ

στυπτηρίαν ἐπιμελῶς κοπέντα σὺν ἐλαίῳ σχινίνῳ καταχριστέον.

3

ἢ ἀφρονίτρου καὶ ἁλὸς ἄχνης καὶ ἀλεύρου πυρῶν, ἑκάστου

μέρος τὸ ἶσον ὄξει δευθὲν ἐπιπλαστέον.

4

ἢ καππάρεως ῥίζης

καυθείσης τῇ σποδιᾷ στῆρος ὑείου μιγέντος προσμηχθέντα

κονίᾳ καταχριστέον. —

19

t

<Περὶ βδέλλης [Ἀψύρ-

του].>

1

Ἐὰν βδέλλαν καταπίῃ, ἀνακλιθέντι ὑπτίῳ ἔλαιον θερ-

μὸν μιγὲν μετὰ οἴνου διὰ κέρατος ἐγχυτέον, ἢ κόρεις καύσας

ἐγγὺς τῆς ὄψεως αὐτῶν ἢ ἐν ταῖς ῥισὶν αὐτῶν ἐμφονεύσας

ἰάσῃ· ἢ γὰρ ἐκπεσοῦνται παραυτὰ ἢ ἀποθανοῦνται. τούτῳ δὲ

χρήσῃ <καὶ πρὸς βοῦς καὶ τὰ ἄλλα ζῷα>. —

20

t

<Πῶς

ἰάσῃ σκορπίου ἢ ἄλλου ἑρπετοῦ πληγήν> [Ἱπποκράτους]

= vol. I cap. 86, 7 Anatolii, tum

2

ἀλλὰ καὶ ὕδατι δι' ὀθο-

νίου διηθηθέντι καὶ εἰς τὰς ῥῖνας ἐγχυθέντι θεραπεύσεις.

3

καὶ καθόλου μέν, πρὸς πάσας τὰς τῶν ἑρπετῶν πληγὰς

σχεδὸν ὡς ἐπὶ τὸ πολὺ τὰ αὐτὰ <καὶ τοὺς ἀνθρώπους θερα-

πεύει> καὶ τοῖς βοσκήμασι σωτήρια γίνεται.

4

πρὸς τὰ κατὰ

μέρος νοσήματα τοῖς ἵπποις καὶ <τοῖς ὄνοις καὶ τοῖς ἡμιό-

νοις> ἡ τοῦ αἵματος ἀφαίρεσις ἐπιτήδειος. —

21

t

<Περὶ

ὄνων εἰς ὀχείαν ἐπιτηδείων [Ἀψύρτου]> = vol. I cap. 14,

9 (c. additamento p. 459) Anatolii, tum

10

τοὺς δὲ χωλαί-

νοντας ὄνους θεραπεύσεις ὕδατι θερμῷ περινίψας τὸν πόδα

ὅλον καὶ περικαθάρας σμιλίῳ. ὅταν δὲ τοῦτο δράσῃς, περίχεε

οὔρῳ παλαιῷ θερμῷ μετὰ ἁλῶν, καὶ περισπογγίσας ἐπιμελῶς

ἐπίσταζε παρατρίβων σιδήρῳ θερμῷ στέαρ, μάλιστα αἴγειον,

εἰ δὲ μή, βόειον, καὶ τοῦτο ποίει ἕως ἂν ὑγιασθῇ.

<Περὶ βοῶν [Φλωρεντίνου].> Τὰς βοῦς πρὸ ἡμε-ρῶν λʹ τῆς ὀχείας οὐκ ἐατέον πληροῦσθαι τροφῆς. ὅσῳ γὰρἂν ἰσχνανθῶσι, τοσούτῳ εὐσυλληπτότεραι τοῦ σπέρματος ἔσον-ται. — <Περὶ βουθηλειῶν ἤτοι δαμάλεων [τοῦαὐτοῦ].> Δαμάλεις ἐκλεκτέον εὐπαγεῖς, τοῖς σώμασι παρα-μήκεις, εὐμεγέθεις, εὐκέρωτας, πλατυμετώπους, μελανοφθάλ-μους, γνάθους συνεσταλμένας ἐχούσας, ἐνσίμους, μὴ κυρτάς,ἀνεπτυγμένας τὰς ῥῖνας ἐχούσας, αὐχένα μακρὸν καὶ παχύν,εὐστέρνους, χείλη μελανίζοντα ἐχούσας, βαθυπλεύρους, πλατυ-νώτους, ὀφθαλμὸν ἐχούσας μέγαν, οὐρὰν προμήκη καὶ ψαύ-ουσαν τῶν πτερνῶν, πολύτριχα, βραχίονας βραχεῖς, σκέληὀρθά, στερεά, παχύτερα μᾶλλον ἢ μακρότερα, μὴ παρατριβό-μενα πρὸς ἄλληλα, πόδας ἐν τῷ βαδίζειν μὴ πλατυνομένουςἄγαν, μηδὲ χηλὰς διεσταλμένας, τοὺς ὄνυχας τε λείους καὶἴσους, βύρσαν εὐαφῆ καὶ μὴ ἀπεξυλωμένην. δοκιμάζουσιδὲ ἀρίστας τὰς τοῖς χρώμασι ξανθιζούσας καὶ τὰ σκέλη μελαί-νας ὡς εὐγενεῖς. καλὸν μὲν οὖν κεκοσμῆσθαι πᾶσι τοῖςφυσικοῖς, εἰ δὲ μήγε, τοῖς πλείοσιν. οἱ δὲ βόες καὶ τὴνφωνὴν τοῦ βουκόλου γνωρίζουσι, καὶ καλούμενοι τοῖς ἐπιτε-θεῖσιν ὀνόμασι συνιᾶσι, καὶ ἀποκλίνουσι πρὸς τὰ ἐπιταττόμεναπαρὰ τοῦ ἐπιτάκτου. — <Περὶ ταύρων [Διδύμου].>Τοὺς ταύρους πρὸ τῆς ὀχείας πρὸ δύο μηνῶν οὐκ ἐατέονσυννέμεσθαι ταῖς βουσί, πληρωτέον δὲ αὐτοὺς χλόης, καὶ εἰμὴ ἀρκέσειε τὸ τῆς νομῆς, ἐρεβίνθων ἢ ὀρόβων ἢ κριθῶν δια-βραχέντων. ἐλάττους δὲ τῶν γʹ ἐτῶν οὐκ ἐπιτήδειοι πρὸςτὴν ὀχείαν, ἀλλ' οὐδὲ οἱ πρεσβύτεροι τῶν ιβʹ. τὸ δὲ αὐτὸ καὶἐπὶ τῶν θηλειῶν εἰρήσθω. χωρίζειν τὲ αὐτοὺς χρὴ ἀπὸτῶν θηλειῶν τὸν διμηναῖον χρόνον καὶ εἰσάγειν αὐτοὺς εἰςτὰς ἀγέλας οὐκ ἐπικωλύοντας αὐτῶν τὴν ὁρμήν. —<Βόας μὴ ἀσθενεῖν [Δημοκρίτου].> Ὄροβον βρέχων λεῖονπότιζε κατὰ μῆνα. τὴν δὲ τῶν βοῶν πληγὴν θεραπεύσεις μα-λάχην ἀγρίαν λειώσας καὶ ἐπιχρίων. — <Περὶ ὀχείας[τῶν Κυϊντιλίων].> Καιρὸς ὁ τῆς ὀχείας ἐπιτήδειος ἔαρμέσον, εἰ δὲ μὴ προσδέχονται τοὺς ταύρους αἱ βόες, σκίλ-λης τὸ περικάρδιον, τουτέστι τὰ ἁπαλώτατα τῆς σκίλλης καὶὡς ἂν εἴποι τις τὸ στέαρ, [διδόναι] μετὰ ὕδατος τριπτέον καὶπεριχριστέον μετὰ τὴν κάθαρσιν τὰ μόρια τῶν βοῶν. εἰ δὲοἱ ταῦροι πρὸς τὴν ὀχείαν βραδύνουσι, καύσας ἐλάφου οὐρὰνκαὶ συλλειώσας οἴνῳ τε φυράσας ἄλειφε τὸ αἰδοῖον καὶ τοὺςὄρχεις τοῦ ταύρου, καὶ οἰστρήσει εὐθύς. τοῦτο δὲ οὐκ ἐπὶτῶν ταύρων μόνον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ζῴων καὶ <ἐπὶἀνθρώπων> γένοιτ' ἄν, λύσις δὲ τῆς οἰστρήσεως ἔλαιον χρι-σθέν. καὶ ἡ πολύσπερμος δὲ καὶ ἡ πολύγονος καλουμένηβοτάνη τὰ ζῷα ποιήσει γονιμώτερα. — <Περὶ προ-γνώσεως τῶν γεννωμένων [Ἀφρικανοῦ].> Οἱ προ-γινώσκειν θέλοντες, πότερον ἄρρεν ἢ θῆλυ τέξεται ἡ βιβα-σθεῖσα βοῦς, παρατηρείτωσαν· ἐὰν μὲν εἰς τὰ δεξιὰ μέρη ὁβοῦς κατέλθῃ, ἄρρεν τὸ τεχθησόμενον τεκμαιρέσθω, ἂν δὲ ἐπὶτὰ ἀριστερά, θῆλυ. εἰ δὲ καὶ βουληθείης ἄρρεν τεχθῆναι,τῷ καιρῷ τῆς ὀχείας τὸν ἀριστερὸν ὄρχιν ἀπόδησον, εἰ δὲθῆλυ, τὸν δεξιόν. φυσικὸν δέ τινες ποιοῦντες, εἰ μὲν ἄρ-ρεν τις βουληθείη τεχθῆναι, βορείου ὄντος τοῦ ἀέρος τὴνὀχείαν κατασκευάζουσιν· εἰ δὲ θῆλυ, νότου πνέοντος. —<Περὶ οἴστρου τοῦ καλουμένου μύωπος [Σωτίωνος].>Ὅτι ἔκφρονας τοὺς βοῦς οἱ μύωπες κεντοῦντες ποιοῦσινἴσμεν. οὐκ ἐγγιοῦσιν οὖν αὐτοῖς, ἐὰν δαφνίδας κόψας καὶἑψήσας ἐν ὕδατι, ἐπιρραίνῃ τις τὸ χωρίον, ὅπου νέμονται.φεύξονται γὰρ οἱ μύωπες διὰ τὴν ἀντιπάθειαν. εἰ δὲ καὶφθάσειαν πλήξαντες, ψιμύθιον μετὰ ὕδατος τρίψαντες περι-χρίουσιν. — <Περὶ τῆς τῶν μόσχων ἀνατροφῆς[Διδύμου].> Κυτίσσῳ ἢ μηδικῇ θρέψωμεν τὰς γαλουχού-σας βοῦς· πλέον γὰρ ἕξουσι γάλα οὕτω τραφεῖσαι. διετεῖςδὲ γενομένους τοὺς μόσχους εὐνουχιστέον· μετὰ γὰρ ταῦτα οὐχρήσιμον τὸ εὐνουχίζεσθαι. τὰ δὲ τραύματα σποδιᾷ καὶλιθαργύρῳ καταπλαστέον, μετὰ τρεῖς δὲ ἡμέρας πίσσῃ ὑγρᾷκαὶ τέφρᾳ ὀλίγου μιγέντος ἐλαίου. — <Βόας ἐργα-ζομένους μὴ κοπιᾶν [Δημοκρίτου].> Ἔλαιον καὶ τερεβιν-θίνην ἑψήσας χρῖε τὰ κέρατα. — <Ἀπὸ ποίας ἡλι-κίας ἀρκτέον βιβάζειν τοὺς βόας [Βάρωνος].> Βιβά-ζειν δεῖ μὴ νεωτέραν τῶν βʹ ἐτῶν, ἵνα τριετεῖς οὖσαι τέκωσιν.ἄμεινον δὲ τίκτουσιν αἱ τετραετεῖς. τίκτει δὲ ἡ βοῦς ὡςἐπὶ τὸ πολὺ μέχρι τῶν ιʹ ἐτῶν, οἱ δὲ ταῦροι ἀπὸ τριετοῦς ἡλι-κίας ἀκμάζουσιν. ὥρα δὲ πρὸς ὀχείαν <τετραπόδων> ἡἀπὸ δελφῖνος ἐπιτολῆς, τουτέστι περὶ τὰς ἀρχὰς τοῦ Ἰουνίουμηνός, ἕως ἡμερῶν μʹ. κυοφορεῖ δὲ ἡ δάμαλις μῆνας ιʹ.τὰς δὲ στείρας καὶ τὰς ἀσθενεῖς καὶ τῇ ἡλικίᾳ προβεβη-κυίας ἐκβλητέον ἐκ τῶν βουκολίων. ἀλυσιτελὴς γὰρ ἡ περὶ τὰἄχρηστα σπουδή. — <Βόας ὑπὸ μυιῶν μὴ ἀδι-κεῖσθαι [Ἀφρικανοῦ].> Δάφνης καρπὸν λειοτριβήσας καὶἑψήσας μετὰ ἐλαίου, ἄλειφε τοὺς βόας, ἢ ἐκ τοῦ σιέλου τοῦβοὸς κατάχριε τούτους. ταῦροι τοὺς μυκτῆρας ῥοδίνῳ χρι-σθέντες σκοτοῦνται. — <Βοῦς λιπαροὺς ποιῆσαι[Σωτίωνος].> Λιπαροὺς ποιήσεις τοὺς βοῦς, εἰ ἀπὸ τῆςνομῆς ἐλθοντας τὴν πρώτην ἡμέραν κράμβας διατεμὼν καὶδιαβρέξας ὄξει δριμεῖ παραβάλοις. εἶτα ἀχύρων διηθημένωνκαὶ πιτύρων σιτίνων μίξας ἐπὶ ἡμέρας εʹ διδοῖς, τῇ δὲ Ϛʹ κρι-θῶν ἀληλεσμένων κοτύλας δʹ, καὶ κατ' ὀλίγον ταῖς Ϛʹ ἡμέραιςαὐξήσειας τὴν τροφήν. καὶ εἰ χειμῶνος μὲν περὶ ἀλεκτρυό-νος ὥραν τρέφοις, τὸ δεύτερον δὲ περὶ τὸν ὄρθρον, καὶ ποτὸνδίδως, τὸ δὲ λοιπὸν τῆς τροφῆς περὶ τὴν ἑσπέραν παρέξεις.θέρους δέ, ἂν τὸ πρῶτον ὑπὸ τὸν ὄρθρον, τὸ δὲ δεύτερονπερὶ ὥραν τρίτην, εἶτα ποτιεῖς, καὶ οὕτω τὴν τρίτην τροφὴνπροσφέροις περὶ ἐνάτην ὥραν, καὶ πάλιν ποτιεῖς. δίδου δὲαὐτοῖς χειμῶνος μὲν θερμοτέρου ὕδατος, θέρους δὲ χλιαροῦ.τὰ δὲ στόματα αὐτῶν οὔρῳ διακλύζουσι τὸ παρακείμενονφλέγμα ἀφαιροῦντες καὶ τὴν γλῶσσαν καθαίροντες ἀπὸ τῶνσκωλήκων λαβίδι ἐξαιρουμένων (<γίγνονται γὰρ σκώληκεςἐν ταῖς γλώσσαις> αὐτῶν) ἁλσί τε τὴν γλῶσσαν διαχρίουσι.καὶ τῆς στρωμνῆς δὲ ἐπιμελεῖσθαι χρή. —