The Greek Library Catalogue

Anonymous

Fragmenta Anatolii de bubus

Edition reference
Fragmenta Anatolii de bubus, ed. Oder and Hoppe , op. cit., vol. 2, 330–336.
CTS identifier
urn:cts:greekLit:tlg0738.tlg010.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

13

t

<Περὶ

ἰάσεως, καὶ ὥστε τὰ ὀστέα μὴ καταπίνειν [Παξάμου].>

1

Ταῖς φάτναις μήτε ὄρνεις μήτε ὕες προσιέτωσαν. ἑκατέρων

γὰρ ἡ κόπρος εἰ βρωθείη, ἀδικεῖ τὸ ζῷον.

2

οὐκ ἂν δὲ κατα-

πίῃ βοῦς ὀστοῦν, εἰ λύκου οὐρὰν ἐπὶ τὴν φάτνην κρεμάσεις.

14

t

<Περὶ ἀδήλου πάθους> supra C 56, 8, tum

3

Δημόκριτος δὲ συμβουλεύει ἔαρος ἀρχομένου εἰς τὸ ποτὸν

τῶν βοῶν ἐπὶ τέσσαρας καὶ δέκα ἡμέρας ἐμβάλλειν σκίλλης

καὶ ῥάμνου ῥίζης.

4

εἰ δὲ καὶ φανερὰν νόσον νοσοίη, θερα-

πεύσεις οὕτως· λιλύσφακον ἐξ ὀρεινοῦ χωρίου καὶ πράσιον εἰς

ὃ μέλλουσιν ὕδωρ πίνειν προβρέξας <ταῖς ἴσαις ἡμέραις> καὶ

δοὺς θεραπεύσεις. τοῦτο δὲ οὐ μόνον βοῦς, ἀλλὰ καὶ <θρέμ-

ματα τὰ λοιπὰ> ὠφελεῖ.

5

καὶ ἅλες δὲ συμμιγνύμενοι ταῖς

τροφαῖς σφόδρα ὠφελοῦσιν.

6

ἄριστον δὲ καὶ ὑγιεινότατον

ἀμόργη σὺν ὕδατι καὶ κατ' ὀλίγον διδομένη. ὠφελεῖ δε καὶ ἡ

μηδικὴ πόα. —

15

t

<Περὶ κεφαλαλγίας.>

1

Χρὴ

πρότερον γινώσκειν τὴν τοῦ βοὸς κεφαλαλγίαν· ἐπειδὰν οὖν

τὰ ὦτα καθεὶς μὴ ἐσθίῃ, κεφαλαλγία ἐστί.

2

διαχρίεται οὖν

ἡ γλῶσσα θύμῳ μετὰ οἴνου τριφθέντι καὶ σκόρδοις καὶ ἁλσὶ

λεπτοῖς.

3

καὶ πτισάνη δὲ ὠμὴ μετὰ οἴνου λυθεῖσα ὠφελεῖ.

4

καὶ δάφνης δὲ φύλλα ὅσον τὴν χεῖρα πληρῶσαι λαβὼν καὶ

ἐμβαλὼν εἰς τὸ στόμα, ἢ καὶ σιδίων ῥοιᾶς, ὠφελήσεις.

5

καὶ

σμύρνης δὲ ὡς κυάμου μέγεθος ὁμοίως μετὰ οἴνου διηθη-

θέντος ἐν κοτύλαις δυσὶ διὰ τῶν ῥινῶν ἐγχέας θεραπεύσεις.

16

t

<Περὶ διαρροίας.>

1

Ῥάμνου φύλλα κόψας

καὶ ἀσφάλτῳ περιπλασθέντα δίδου φαγεῖν.

2

οἱ δὲ ῥοιῶν

φύλλα κοπέντα καὶ ἀλφίτοις περιπλασθέντα διδόασι φαγεῖν.

3

ἄλλοι δὲ ἀλφίτων κοτύλας βʹ καὶ σίτου φρυγέντος ἀλεύρων

τὸ ἥμισυ ὕδατι μιχθὲν διδόασιν. —

17

t

<Περὶ ἀπεψίας.>

1

Ἀπεπτήσας γινώσκεται βοῦς ἐκ τοῦ μὴ ἐσθίειν καὶ πυκνῶς

ἐρυγᾶν, κινεῖν τε τὰ μέλη μετά τινος συστροφῆς καὶ πνεύμα-

τος ἐκθλίψεως.

2

θεραπεύσομεν οὖν θερμὸν ὕδωρ διδόντες

πιεῖν καὶ κράμβης διαβραχείσης ἐν ὄξει δέσμην φαγεῖν.

3

οἱ

δὲ τῆς κράμβης τὰ ἁπαλὰ ζέσαντες καὶ τρίψαντες μετὰ ἐλαίου

διὰ κέρατος ἐγχέουσι διὰ τοῦ στόματος, καὶ περιβολαίοις συν-

θερμάναντες εἰς περίπατον ἄγουσι. τοῦτο δὲ οὐ τοὺς βοῦς

μόνον, ἀλλὰ καὶ πᾶν ὠφελεῖ <βόσκημα>.

4

οἱ δὲ ἀγρίας ἐλαίας

τὰ φύλλα ἢ δένδρων ἄλλων κλῶνας ἁπαλοὺς κόψαντες καὶ

ὕδωρ ἐπιχέαντες διηθοῦσι καὶ οὕτως κοτύλας Ϛʹ ἐπιχέουσιν

ἐπὶ ἡμέρας δύο. —

18

t

<Περὶ βουπρήστεως.>

1

Τινὲς

ἔλαιον εἰς τὰς ῥῖνας ἐγχέουσι τοῖς βουσίν, ἄλλοι δὲ ἐρινεοῦ

ὀλύνθους ὕδατι τρίψαντες εἰς τὰς ῥῖνας ὁμοίως ἐγχέουσιν. —

19

t

<Περὶ στρόφου.>

1

Ὁ στροφούμενος βοῦς ἐφ'

ἑνὸς οὐχ ἕστηκε τόπου, οὐδὲ τροφῆς ἅπτεται, ἀλλὰ στένει.

2

ὀλίγην οὖν αὐτῷ τροφὴν παραβλητέον καὶ τὴν σάρκα τὴν

περὶ τοὺς ὄνυχας διακεντητέον ὥστε ἀφαιμάξαι.

3

ἔτι δὲ

περὶ τὴν οὐρὰν νύξαντες ὥστε αἷμα ἐκρυῆναι ῥάκει περι-

δεσμοῦσιν.

4

ἄλλοι κρόμμυα καὶ ἅλας ἑνώσαντες καὶ σφηνώ-

σαντες εἰς τὴν ἔδραν ἐσωτάτω προσωθοῦσι καὶ τρέχειν ἀναγ-

κάζουσιν. ἄλλοι νίτρον κόψαντες καὶ διέντες διὰ τοῦ στόμα-

τος ἐγχέουσιν. —

20

t

<Περὶ πυρεταίνοντος [Διδύ-

μου].>

1

Βοῦς πυρεταίνων οὐ προσίεται τὴν τροφήν, κάτω

νεύει, δακρύει, λήμας ἔχει, περὶ τοὺς ὀφθαλμοὺς κοιλαίνεται.

2

τοῦτον οὖν θεραπεύουσιν οὕτως. ἐκ συσκίων χωρίων ἄγρω-

στιν λαβὼν καὶ πλύνας δὸς φαγεῖν αὐτῷ ἢ ἀμπέλου φύλλα.

3

ποτιστέον δὲ αὐτὸν ὕδωρ ψυχρότατον μὴ ἐν ὑπαίθρῳ, μά-

λιστα δὲ ὑποσκίῳ, σπόγγῳ τε βεβρεγμένῳ ὕδατι τὰ ὦτα καὶ

τὰς ῥῖνας ἀποψηκτέον.

4

τινὲς δὲ καυτῆρι τὸ πρόσωπον

αὐτοῦ διακαίουσι καὶ τὰ ὑπὸ τοὺς ὀφθαλμοὺς σπογγίζουσί τε

ταῦτα οὔρῳ παλαιῷ θερμῷ δὶς τῆς ἡμέρας, ἕως ἂν ἐκπέσωσιν

αἱ ἐσχάραι καὶ ἀπουλωθῇ τὰ τραύματα. ἀμύσσεται δὲ καὶ τὰ

ὦτα ὥστε αἷμα ῥεῦσαι.

5

τινὲς δὲ ἄλφιτα φυράσαντες οἴνῳ

διδόασι φαγεῖν, οἱ δὲ λούουσιν ἅλμῃ, καὶ περιβολαίοις συν-

θερμαίνουσιν. οἱ δὲ κύτισσον διδόασι μετὰ οἴνου. τοῦτο δὲ

οὐ τοὺς βοῦς ὠφελεῖ μόνον, ἀλλὰ <καὶ τὰ ἄλλα θρέμματα>.

21

t

<Περὶ βήσσοντος.>

1

Κριθὰς ἀληλεσμένας

διαβραχείσας καὶ τῶν ἀχύρων τὰ ἁπαλώτατα καθαρθέντα καὶ

ὀρόβων κοτύλας γʹ ἀληλεσμένων εἰς τρία διαιρεθέντα κατὰ

μέρος δίδου φαγεῖν.

2

τινὲς δὲ τὴν ἀρτεμισίαν βοτάνην

τρίψαντες καὶ διέντες ὕδατι ἐκπιέζουσι καὶ πρὸ τῆς τροφῆς

ἐγχυματίζουσιν ἐπὶ ἡμέρας ζʹ. —

22

t

<Περὶ ἐμπυϊ-

κῶν.>

1

Ἐὰν συναγάγῃ ἔμπυον τὸ ἕλκος, χρὴ καθαίρειν οὔρῳ

τε βοὸς παλαιῷ θερμῷ κλύζειν ἐρίοις τε ἐκμάττειν, εἶτα μετὰ

λεπτῶν ἁλῶν καὶ πίττης ὑγρᾶς ἐντιθέναι ἔμπλαστρον. —

23

t

<Περὶ χωλείας [Φλωρεντίνου].>

1

Ἐὰν <διὰ

τὸ κατεψῦχθαί> τι μέρος χωλεύῃ ὁ βοῦς, νῖψαι χρὴ τὸν

πόδα καὶ τὸ πεπονθὸς μέρος σμιλίῳ ἀνοίξαντα οὔρῳ παλαιῷ

πυριᾶσαι. εἶτα ἁλῶν ἐπίπασσε καὶ σπόγγῳ ἔκμασσε ἢ ῥάκει.

ἔπειτα στῆρος αἰγείου ἢ βοείου παρατριβομένου θερμῷ σι-

δήρῳ ἐπιστάζειν τῷ πεπονθότι μέρει.

2

ἐὰν δὲ <σκόλοπα> ἤ

τι τοιοῦτον πατήσας χωλεύῃ, τὰ μὲν ἄλλα ὁμοίως ποιητέον,

κηρὸν δὲ ἅμα ἐλαίῳ παλαιῷ καὶ μέλιτι καὶ ὀρόβων ἀλεύρῳ

συντήξας καὶ ψύξας ἔνθες τῷ ἕλκει, εἶθ' οὕτως λαβὼν ὄστρα-

κον λεπτὸν διηθηθὲν καὶ σύκων ἢ ῥοιῶν κοπέντων καὶ μιχθέν-

των περίπλασσε ῥάκος ἐπιθείς. ἐπιδέσμει δὲ ἐπιμελῶς, ὡς

μηδὲν παρεισδῦναι, ἕως ἂν δυνηθῇ στῆναι· οὕτω γὰρ ἂν

ὑγιασθῇ· τρίτῃ δὲ ἡμέρᾳ ἐπιθεράπευε.

3

ἐὰν δὲ <δι' ἐπι-

φορὰν ὕλης> χωλεύῃ, θερμαντέον τὸ μέρος μετὰ ἐλαίου καὶ

γλυκέος ἑψηθέντων, εἶτα <ὠμὴν λύσιν> θερμὴν ἐπιθετέον.

4

ὅταν δὲ ἁπαλὸν γένηται, διαιρετέον, ἐκπλυθέντι δὲ τῷ δι-

αιρεθέντι μέρει φύλλα κρίνων ἢ σκίλλαν μετὰ ἁλῶν ἢ πολύ-

γονον ἢ πράσιον κοπὲν ἐπιθετέον. —

24

t

<Περὶ ψώ-

ρας.>

1

Ψώραν καὶ ἐξανθήματα οὔρῳ βοείῳ παλαιῷ καὶ

βουτύρῳ περιχρίοντες ἰῶνται.

2

οἱ δὲ ῥητίνῃ ἢ πίσσῃ ὑγρᾷ

μετὰ θείου καταπλάττοντες ἐπιχρίουσι καὶ οὕτως ἰῶνται. —

25

t

<Περὶ χολῆς.>

1

Διακαυτέον τοὺς βοῦς τῶν σκελῶν

ἕως τῆς ὁπλῆς καὶ λουτρῷ θερμῷ συνεχῶς θερμαντέον, καὶ

περιβολαίοις καλυπτέον, τροφὴν δὲ οὐ δοτέον. —

26

t

<Περὶ καταψύξεως.>

1

Ἐγχυματιστέον ὀπὸν διέντα οἴνῳ μέ-

λανι. —

27

t

<Περὶ σκωλήκων.>

1

Ὕδατι ψυχρῷ καταρ-

ραίνοντες τὰ ἕλκη ἀναιροῦσι τὰς εὐλάς. —

28

t

<Περὶ

κακοσίτου.>

1

Τὴν τροφὴν καταρραντέον ἀμόργης τὸ ἀρκοῦν

*** ἐλαίου τε καὶ ῥητίνης [ἢ] τερεβινθίνης τὸ ἶσον μίξας

κατάχρισον τὰ κέρατα ἕως ῥίζης. —

29

t

<Περὶ φθει-

ριῶντος.>

1

Τὸν βοῦν χρὴ καταβαλεῖν ὕπτιον καὶ τῆς κεφα-

λῆς ἀνανευθείσης τὴν γλῶσσαν περισκοπεῖν, εἰ φλυκταίνας

ἔχει.

2

περικαῦσαι δὲ ταύτας χρῆ σιδήροις ὀξέσι καὶ διαπύ-

ροις, ἔπειτα ἀγρίας ἐλαίας φύλλων κοπέντων καὶ ἁλῶν χρίειν

τὰ ἕλκη, ἢ ἁλσὶ λεπτοῖς καὶ ἐλαίῳ, ἢ βουτύρῳ καὶ ἁλσίν, ἢ

σικύου ἀγρίου ξηροῦ ῥίζαν συγκοπεῖσαν ἅμα σύκοις δοῦναι

φαγεῖν, ἢ ἀλφίτων κοτύλας δύο καὶ σίτου φρυγέντος ἀλεύρου

τὸ ἶσον οἴνῳ βραχέντα δοῦναι.