The Greek Library Catalogue

Anonymous

Dedicatio ad Cosman

Edition reference
Dedicatio ad Cosman, ed. T. Puschmann, Alexander von Tralles, vol. 1, Vienna: Braumüller, 1878 (repr. Amsterdam: Hakkert, 1963): 289.
CTS identifier
urn:cts:greekLit:tlg0744.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

289

Αἰτήσαντί σοι, Κοσμᾶ φίλτατε, τὰς ἐκ πείρας ἡμῖν πολλάκις

ἀνυσθείσας ἐπὶ διαφόρων νοσημάτων ἐκθέσθαι θεραπείας ἑτοίμως ὑπήκουσα

χάριτας ἀμφοτέροις εἰκότως ὁμολογῶν σοί τε καὶ τῷ σῷ πατρὶ τῆς εἰς

ἐμὲ παρ' ὑμῶν φιλοφρόνως ἑκάστοτε γενομένης εὐνοίας· ὁ μὲν γὰρ ἐξ

ἀρχῆς εὐθὺς οὐ μόνον ἐν τοῖς ἔργοις τῆς τέχνης, ἀλλὰ καὶ τῶν κατὰ

βίον πραγμάτων ἁπάντων δεξιὸς ὑπουργὸς ἐγένετο· σὺ δὲ μετὰ βαρβάρων

τὴν ἀναστροφὴν μὲν ποιούμενος διὰ τὴν τῶν βιασαμένων ἡμᾶς πραγμάτων

περίστασιν παριδεῖν οὐκ ἐκαρτέρησας· διὸ καὶ γέρων λοιπὸν πειθαρχῶ

καὶ κάμνειν οὐκέτι δυνάμενος τοῦτο τὸ βιβλίον ἔγραψα συντάξας τὰς μετὰ

πολλῆς τριβῆς ἐν ταῖς τῶν ἀνθρώπων νόσοις καταληφθείσας πείρας, τέρψει

δὲ πολλοὺς εὖ οἶδα τῶν εἰς φθόνον μὴ θελόντων βλέπειν τό τε εὐμέθοδον

τῶν θεωρημάτων καὶ τὸ σύντομον ἅμα καὶ σαφὲς τῆς λέξεως. ἐσπούδασα

γὰρ, ὡς ἐνδέχεται, κοιναῖς καὶ μᾶλλον εὐδήλοις χρήσασθαι λέξεσιν, ἵνα

καὶ τοῖς τυχοῦσιν ἐκ τῆς φράσεως εὔλυτον εἴη τὸ σύνταγμα.

{ΠΕΡῚ ΠΥΡΕΤΩΝ.} {κεφ. αʹ.} {Περὶ τῶν ἐφημέρων πυρετῶν.} Τὴν οὖν ἀρχὴν ἀπὸ τῶν ἐφημέρων πυρετῶν ποιησόμεθα τὴν τοῦθειοτάτου Γαληνοῦ διδασκαλίαν, ὡς οἷόν τέ ἐστι, κἀνταῦθα μιμούμενοι. ὅτιμὲν οὐδὲν ἄλλο ἐστὶν ἡ οὐσία τοῦ πυρετοῦ καὶ ἡ ὕπαρξις καὶ ἡ φύσις,εἰ μὴ θερμασία τις παρὰ φύσιν τῆς καρδίας τε καὶ τῶν ἀρτηριῶν, τοῖςἀρίστοις τῶν ἰατρῶν ἀποδέδεικται Γαληνῷ τε μάλιστα καὶ Ἱπποκράτει.φέρειν οὖν ἐνταῦθα τὴν Ἐρασιστράτου δόξαν καὶ Ἀσκληπιάδου καὶ τὸν τῶνἄλλων ἰατρῶν χορόν ἐστι περιττόν. ὅτι δὲ εὔλογόν ἐστιν ἀπὸ καρδίας μᾶλ-λον ὁρμᾶσθαι τὸν πυρετὸν ἤπερ ἐξ ἄλλου τινὸς τῶν ἐν ἡμῖν μορίων ἔνε-στιν ἐκ πολλῶν συλλογίσασθαι. εἴπερ ὁ πυρετὸς τροπή ἐστι τοῦ ἐμφύτουθερμοῦ, τὸ δὲ ἔμφυτον θερμὸν ὑπάρχει ἐν τῇ καρδίᾳ, δῆλον ὅτι καὶ ὁπυρετὸς ἐν τῇ καρδίᾳ ἐστίν. ἐπειδὴ δὲ οὐχ ἁπλῶς μόνη θερμασία παρὰφύσιν ἐστὶν ὁ πυρετὸς, ἀλλ' ἐν ὕλῃ τινὶ ὑφέστηκεν, ἡ δὲ ὕλη τριττὴκατὰ γένος ἐστὶν ἐν ἡμῖν, δῆλον ὅτι καὶ ὁ πυρετὸς ἐν ταῖς τρισὶν ὕλαιςσυνιστάμενος θεωρηθήσεται, ἐν πνεύμασιν, ἐν ὑγροῖς καὶ ἐν στερεοῖς. ἐὰνμὲν οὖν τὸ πνεῦμα τραπῇ, ποιεῖ τὸν ἐπὶ πνεύματι πυρετὸν συνιστάμενον,ὃν ἐφημερινὸν ὠνόμασαν, εἰ δὲ τὰ ὑγρὰ, ποιεῖ τὸν ἐπὶ σήψει, εἰ δὲ τὰστερεὰ, ποιεῖ τὸν ἑκτικόν. εἴπωμεν οὖν περὶ ἑνὸς ἑκάστου, τί ἐστι καὶπῶς ἔστι διαγνῶναι τὸ εἶδος αὐτοῦ καὶ θεραπεύειν ἄριστα· πρῶτον οὖνἁπάντων εἴπωμεν περὶ ἐφημέρου ἁπλουστέρου ὄντος ἅμα τε συνήθωςἐπιγινομένου ἅπασιν ὡς ἐπὶ τὸ πολὺ τοῖς ἀνθρώποις. {Ἐφημέρου διάγνωσις.} Οἱ ἐφήμεροι πυρετοὶ ἅτε ἐπὶ πνεύμασιν ἔχοντες τὸ εἶναι στα-θερόν τι οὐκ ἔχουσιν οὐδὲ βέβαιον, ἀλλ' ὥσπερ ἔχουσι ταχεῖαν τὴν γέ-νεσιν, οὕτω καὶ τὴν λύσιν· ὅθεν καὶ ἐφήμεροι κέκληνται ἄχρι μιᾶςἡμέρας ἔχοντες τὸ εἶναι ἢ σμικρῷ πλέον ἔσθ' ὅτε. διαγινώσκειν δ'αὐτοὺς οὕτω δεῖ· ἀπό τε τῆς ἁφῆς καὶ τῶν οὔρων ἔτι τε καὶ τῶν σφυγ-μῶν. ἀπὸ μὲν γὰρ τῆς ἁφῆς τὸ ποσὸν τῆς θερμασίας ἡμῖν καταφαίνεταικατὰ ποσότητα μόνην ηὐξημένης τῆς θερμασίας, ὡς ἔνεστι θεάσασθαι καὶτὴν ἐν τῷ βαλανείῳ θερμασίαν. ἀπὸ δὲ τῶν οὔρων, ἐπειδὴ τούτοις τὸοὖρον φαίνεται κατ' ἀρχὰς ἔχον πέψιν σαφῆ, ὅπερ οὐδενὶ τῶν ἄλλωνὑπάρχει πυρετῶν. καὶ οἱ σφυγμοὶ δὲ τούτων τὴν διαστολὴν ταχεῖαν ἔχουσικαὶ ἐπηρμένην, τὴν δὲ συστολὴν βραχυτέραν. ἐμψύξεως γὰρ μᾶλλον, οὐκαθάρσεως περιττωμάτων χρῄζουσιν. ἔχουσι δὲ καὶ οἱ τοιοῦτοι τὴν ἀκμὴνὁμαλωτέραν καὶ τὴν παρακμὴν εἰς καθαρὸν ἐρχομένην διάλειμμα καὶ παν-τελῆ ἀπυρεξίαν. ἔστι δὲ καὶ ἄλλα σημεῖα τῶν ἐπὶ πνεύμασι συνισταμένωνπυρετῶν, ἀλλ' ἀρκεῖ καὶ ταῦτα σαφηνίσαι ὑμῖν τὸ εἶδος τοῦ πυρετοῦ καὶχωρίσαι ἀπὸ τῶν ἄλλων πυρετῶν. {Ἐφημέρου θεραπεία.} Οἱ ἐφήμεροι καλούμενοι πυρετοὶ κοινὴν ἔχοντες τὴν γένεσιν ὅσον ἐπὶτούτῳ κοινὴν ἐπιδέχονται καὶ τὴν θεραπείαν. ἀλλ' ἐπειδὴ οὐ μία τις αἰτίαπέφυκεν, ἀλλὰ πλείους καὶ ποικίλαι· καὶ γὰρ κόπος, ἐμψύξεις, πλησμονὴ,ἔνδεια, ἀγρυπνία, φθορὰ γαστρὸς, ἕλκη καὶ πάντα ὡς ἔπος εἰπεῖν τὰ προ-καταρκτικὰ καλούμενα αἴτια τούτων ἐστὶ γεννητικὰ τῶν πυρετῶν· ἐπεὶ οὖν οὐκἔστιν ἓν αἴτιον τὸ ποιοῦν τὸν ἐφήμερον πυρετὸν, ἀλλὰ πλείονα, δεῖ καὶ ἡμᾶς οὐκὀλίγας τινὰς θεραπείας, ἀλλὰ πλείονας ἐκθέσθαι πρὸς ἑκάστην ἰδέαν ἁρμοζούσας. {Θεραπεία τῶν ἐπὶ κόπῳ πυρεξάντων.} Οἱ ἐπὶ κόπῳ πυρέξαντες οὐ περιμένουσι τὰ πολλὰ τοὺς ἰατροὺς,ἀλλ' εὐθὺς ὁρμῶσιν, ἐπειδὰν αἰσθάνωνται παρακμάσαντα τὸν πυρετὸν, ἐπὶλουτρὸν, ὥσπερ ἔκ τινος φύσεως δεδιδαγμένοι, ὅτι κάλλιστον καὶ πρῶτονἴαμά ἐστι τὸ λουτρὸν τοῖς κοπωθεῖσιν. οὕτω δὲ καὶ οἱ πλείους πράττουσιτῶν ἰατρῶν ἀσκόπως καὶ οὐδὲν περιεργαζόμενοι περὶ τὰ λουτρὰ πέμ-πουσιν· ὅθεν ἔσθ' ὅτε καὶ πολλοὺς τὰ μεγάλα βλάπτουσιν· εἰ μὲν γὰρἀπέριττον εὑρεθῇ τὸ σῶμα καὶ μήτε πληθωρικὸν ὂν ἢ κακόχυμον,μάλιστα ὠφελοῦνται καὶ οὐδὲ ἄλλης χρῄζουσι θεραπείας· ὅσοις δὲ πληθω-ρικὸν εὑρέθη καὶ κακόχυμον καὶ ἐπιτήδειον πρὸς σῆψιν, ὥστε ἐκ τούτου μὴμόνον τὸ πνεῦμα, ἀλλὰ καὶ τὰ ὑγρὰ πρότερον προθερμανθῆναι, τοὐναντίοντὰ μεγάλα βλάπτονται καὶ εἰς τοὺς ἐπὶ σήψει πυρετοὺς ἑτοίμως ἐμπί-πτουσι καὶ μάλιστα ἐάνπερ καὶ ἀφυλακτότερον διαιτηθῶσιν. ὅπως οὖν μὴταὐτὸ πάθωμεν ἐκείνοις, ἐπὶ τὴν διάγνωσιν αὐτῶν ἔρχεσθαι δεῖ πρῶτον.τινὲς μὲν οὖν αὐτῶν εἰσιν ἀκριβεῖς, τινὲς δὲ οὐκ ἀκριβεῖς ὄντες μεταπί-πτουσιν εἰς τοὺς ἐπὶ σήψει· οὕτω γὰρ καὶ λοῦσαι καὶ θρέψαι καλῶς καὶμὴ λοῦσαι πάλιν, ὅτε μὴ ὀρθῶς δυνηθείημεν. {Περὶ τῶν ἐπὶ κόπῳ πυρεξάντων.} Τοὺς ἐπὶ κόπῳ πυρέξαντας, ἐπειδὰν ἀκριβῶς διαγνῷς ὅτι τὸν ἐφήμερονἐπύρεξαν πυρετόν, ὑγραίνειν ἐξ ἀνάγκης καὶ ἐμψύχειν δεῖ. γενήσεται οὖνταῦτα διά τε λουτρῶν εὐκράτων καὶ διαίτης καὶ ἀλειμμάτων μηδὲν ἐχόντωνδιαφορητικόν. ἐπὶ γὰρ τούτων δεῖ πράττειν ἅπαντα, ὅσα προσθεῖναι μᾶλλονὑγρότητα δύνανται ἤπερ ἀφελεῖν ἐκ τοῦ σώματος, ὥστε οὐδὲ ἀνατρίβεινδεῖ ἐπὶ πολὺ τὸ σῶμα οὐδ' ἀλοιφῇ κεχρῆσθαι χλιαρᾷ δι' ἐλαίου μόνου,ἀλλὰ δι' ὑδρελαίου μᾶλλον· καὶ γὰρ ὑγραίνει τοῦτο πλέον τοῦ καθ' αὑτὸἐλαίου καὶ ποδηγεῖται μᾶλλον εἰς βάθος ὑφ' ὕδατος καὶ ἐμψύχει τὰἄρθρα διαθερμανθέντα καὶ διάπυρα ἐκ τοῦ κόπου γενόμενα. διὸ οὐδὲ ἀλείφεινἐν τῷ θερμῷ χρὴ ἀέρι οὐδὲ ἀνατρίβειν. ἱδρώτων γὰρ κινουμένων οὐδὲ ὑγρᾶναιὅλως ἡ ἀλοιφὴ δυνήσεται διεκπίπτουσα σὺν αὐτοῖς. βέλτιον δ' οἶμαι ἀποπλῦναιτὸν ἱδρῶτα χλιαρῷ πολλῷ εἰς τὸν ἐκτὸς οἶκον ἐξελθόντα ἐναπομάσσειν τῷμάκτρῳ καὶ οὕτως ἀλείφεσθαι τῷ ὑδρελαίῳ· εἶτα περιμείναντα μικρὸνεἰσιέναι εἰς τὴν τοῦ ὕδατος θερμοῦ δεξαμενὴν μηδ' ὅλως ἐν τῷ ἀέριδιαμείναντα πολλὴν ὥραν, ἀλλὰ παρόδῳ μόνον χρώμενον· οὕτω γὰρ ὑγραν-θήσεται καὶ οὐ δέος ἔσται, μὴ διακαεὶς καὶ ἐκπυρωθεὶς ὑπὸ τοῦ ἀέροςἕτερον πάλιν ἐπικτήσηται πυρετόν. αὕτη μὲν ἡ ἀγωγὴ πᾶσι τοῖς ἐπὶ κόπῳσυμβάλλεται καὶ μάλιστα τοῖς ἔχουσι θερμοτέραν τὴν κρᾶσιν. οὐκ οἶδα οὖν,διὰ τί ὁ θειότατος Γαληνὸς ἐλαίῳ μὲν ἐχρήσατο μόνον χλιαρῷ, τὴν δὲ διὰτοῦ ὕδατος μῖξιν ἔφυγεν· ἐξὸν γάρ ἐστι καὶ ψυχρὸν αὐτῷ ὕδωρ μῖξαι,ἔτι δὲ καὶ χλιαρὸν, καὶ ἁπλῶς πρὸς τὴν κρᾶσιν ἑκάστου καὶ πρὸς τὴν