The Greek Library Catalogue

Anonymous

De febribus

Edition reference
De febribus, ed. Puschmann, op. cit., vol. 1, 291–439.
CTS identifier
urn:cts:greekLit:tlg0744.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

297

ἐκτροπὴν τῆς θερμασίας καὶ τῆς ξηρότητος τῆς ἐκ τοῦ κόπου τεχθείσης

οὕτω χρησάσθω καὶ τῇ ἀλοιφῇ. εἰ δὲ καὶ θελήσειας αὐτοὺς ἐκ δευτέρου

πάλιν λοῦσαι καὶ οὕτω πάλιν ἀλεῖψαι καὶ εἰς τὴν τοῦ θερμοῦ δεξαμενὴν

ἐμβιβάσαι καὶ ποιῆσαι ἐγχρονίσαι, μεγάλως γε οὕτως αὐτοὺς ὀνήσεις,

ὡς ὑποστρέψαντας αὐτοὺς ἀπὸ λουτροῦ παντελῶς ἐπιλαθέσθαι τοῦ κόπου

καὶ πάσης δυσκρασίας· καὶ ταύτῃ τῇ ἀγωγῇ κεχρῆσθαι καὶ ἐπὶ τῶν δι'

ἀγρυπνίαν πυρεξάντων καὶ ἐπὶ λύπῃ καὶ ἐπὶ τῶν ἀνακομιζομένων ἐκ νόσου.

λοιπὸν δὲ καὶ περὶ τῶν διὰ συμβᾶσαν ἀπεψίαν πυρεξάντων τὸν ἐφή-

μερον πυρετὸν διαλάβωμεν.

{Περὶ τῶν ἐπὶ ἀπεψίᾳ πυρεξάντων.}

Ἡ ἀπεψία γίνεται διὰ θερμότητα καὶ διὰ ψυχρὰν δὲ μᾶλλον δυσκρα-

σίαν· καὶ γινώσκεται ῥᾳδίως ἐκ τῆς ἐρυγῆς κνισσώδους μὲν ἐπὶ τῶν

διὰ θερμότητα, ὀξώδους δὲ ἐπὶ τῶν διὰ ψυχρότητα ἀπεπτούντων. δεῖ δὲ

οὐ μόνον ταῖς ἐρυγαῖς, ἀλλὰ καὶ τοῖς ἄλλοις ἅπασι προσέχειν σημείοις,

ἡλικίᾳ λέγω καὶ κράσει καὶ ἐπιτηδεύματι καὶ βίῳ καὶ τῇ ἄλλῃ πάσῃ

διαίτῃ τοῦ κάμνοντος. οὔτε γὰρ εἰ κνισσώδης ἐστὶν ἐρυγὴ, πάντως

ἤδη καὶ θερμὴν ὑπονοεῖν δεῖ τὴν ἀπεψίαν εἶναι· ἔσθ' ὅτε γὰρ ἐγένετο καὶ

διὰ τὴν τῶν ἐδηδεσμένων ποιότητα ἢ κνισσῶδες ἢ μελιτῶδες αὐτῶν

φαγόντων· οὐ μὴν οὐδ' εἰ ὀξώδης ἐρυγὴ, πάντως ὑπονοεῖν δεῖ ψυχρὰν

λέγειν τὴν δυσκρασίαν· πολλάκις γὰρ καὶ ὀξώδης τροφὴ καὶ στρυφνὴ τὴν

ὀξώδη παρεσκεύασεν ἐρυγὴν φανῆναι· ἔσθ' ὅτε δὲ καὶ θερμότης. γίνεται

299

γὰρ καὶ ὀξώδης ἐρυγὴ οὐ μόνον διὰ ψῦξιν, ἀλλὰ καὶ διὰ θερμὴν δυσκρα-

σίαν καὶ ἀμήχανον τοιαύτην ἐρυγὴν παύσασθαι, εἰ μὴ ψυχούσῃ καὶ ὑγραι-

νούσῃ διαίτῃ χρήσαιτό τις. δεῖ οὖν ἐκ πάντων, ὡς εἰρήκαμεν, διαγινώσκειν

καὶ οὕτω διακρίναντα βέβαιον αὐτῶν ποιεῖσθαι τὴν θεραπείαν.

{Περὶ τῆς διὰ θερμότητα γινομένης φθορᾶς καὶ κνισσώδους ἐρυγῆς.}

Τοῖς μὲν οὖν διὰ θερμότητα φθορὰν ὑπομείνασι καὶ ἀπεψίαν κνισσώδη

καὶ διὰ τοῦτο πυρέξασι τὸν ἐφήμερον πυρετὸν οὐ δεῖ τὰ θερμαίνοντα προς-

φέρειν ἐδέσματα ἢ ποτά· καὶ γὰρ εἰ πρὸς ὀλίγον δόξουσι παρηγορεῖσθαι

τῶν ἐνοχλούντων πνευμάτων εἰς διαφόρησιν ἐλθόντων, ἀλλ' εἰς ὕστερον

αἴτια γίνεται τοῦ μᾶλλον ἐκπυρωθῆναι τὸν ἐφήμερον πυρετὸν, ἔσθ' ὅτε δὲ

καὶ τὸν ἐπὶ σήψει πάλιν ἐπακολουθῆσαι. ὅπως οὖν μὴ ταῦτα γένηται,

καταλλήλως χρὴ διαιτᾶν καὶ πρὸς τὴν ποιοῦσαν αἰτίαν ἐξ ἐναντίας

ἵστασθαι θεραπείαν· ἀμήχανον γὰρ τελείως ἀποπαύσασθαι τὴν ἐνοχλοῦσαν

διάθεσιν καὶ οἷον ἐκ ῥιζῶν ἐκκοπῆναι μὴ τῆς ποιούσης αὐτὴν αἰτίας ἀναιρε-

θείσης. εἰ μὲν οὖν ἔτι μετέωρος ἡ φθάσασα κνισσωθῆναι τροφὴ φαίνοιτό

σοι, τηνικαῦτα κεχρῆσθαι πόματι τῷ θερμῷ μάλιστα ὕδατι. δυνατὸν γάρ

ἐστι τοῦτο τὸ πόμα τὸ μὲν ἀποπλῦναι καὶ ἀποῤῥῖψαι καὶ ὠθῆσαι περὶ τὴν

κάτω γαστέρα, τὸ δέ τι καὶ ἀναδοθῆναι παρασκευάσαι καὶ προσέτι τὸ

ξηρὸν καὶ ἐκπυρωθὲν ἤδη ἐπικεράσαι πνεῦμα καὶ πραῧναι καὶ χαυνῶσαι

τοὺς πόρους. οὐκ οἶδα εἰ τούτου κάλλιον ἄν τις ἐπινοήσειε τοῖς ἀπεπτή-

σασι διὰ θερμὴν δυσκρασίαν καὶ διὰ τοῦτο πυρέττουσι τὸν ἐφήμερον

πυρετόν. εἰ δέ σοι τὰ διεφθαρμένα μὴ βασταζόμενα φαίνοιτο περὶ τὸν

στόμαχον, ἀλλὰ φέροιτο διὰ γαστρὸς, οὐ χρὴ κωλύειν, ἀλλὰ καὶ συνερ-

γεῖν, ὥστε δύνασθαι κενωθῆναι τὰ διεφθαρμένα μᾶλλον διὰ γαστρός· εἰ δὲ

συμβῇ διὰ γαστρὸς φέρεσθαι ἀμετρότερον καὶ δάκνεσθαι τὸ ἔντερον,

καὶ ἐπὶ λουτρὸν ἄγειν αὐτοὺς δεῖ καὶ ἀλείφειν οἴνῳ μηλίνῳ τὰ περὶ τὴν

γαστέρα καὶ τὸ ἧπαρ μάλιστα καὶ τρέφειν ἄρτῳ ἐξ ὕδατος θερμοῦ·

ἐμβαλλέσθω δὲ καὶ ῥίζα τοῦ σελίνου καὶ κοριάνου· μὴ ἀποζεννύσθω δὲ τὸ

σέλινον πάνυ, ἀλλ' εὐθέως ἀφαιρείσθω πρὸ τοῦ βράσαι. οὐχ ἅπαξ δὲ αὐτὸ

301

ἐμβρέξεις, ἀλλὰ πολλάκις ἐν τῷ θερμῷ. εἰ δὲ θερμότης εἴη ἐπὶ τὸν

στόμαχον ἢ φλεγμονή τις, οὐδὲ τὴν ῥίζαν ἐπιβάλλειν δεῖ τοῦ σελίνου,

ἀλλ' ἄρα τοῦ κοριάνου ἢ καθ' ἑαυτοὺς ἐσθίειν δεῖ τοὺς ψωμοὺς

μετὰ τοῦ θερμοῦ δεύτερον ἢ τρίτον ἀποζεννύοντα. εἰ δὲ τὰ τῆς γαστρὸς

ἐπὶ πλέον φερόμενα εἴη, ὡς λοιπὸν ἀποκάμνειν τὴν δύναμιν, καὶ τὸ

ὀμφακόμελι δοτέον ἢ τὸ ὑδρόμηλον ἢ τὸ ὑδρορόσατον· εἰ δὲ μὴ φλεγμονὴ

φαινομένη εἴη περὶ τὸ στόμα τῆς γαστρὸς, καὶ βραχὺ δοτέον αὐτοῖς

Κνιδίου ἢ Σαβίνου βραχεῖαν ἔχοντος στύψιν· εἰ δὲ ἡ δύναμις ἀβλαβὴς εἴη,

φευγέτω ἐπιδιδόναι τὸν οἶνον καὶ μάλιστα ἐπὶ τῶν ἐχόντων θερμοτέραν

τὴν κρᾶσιν· εἰ γὰρ ὑπὸ θερμότητος ἡ κνισσώδης ἀπεψία συνέβη, δῆλον ὅτι

μᾶλλον αὐξηθήσεται ἐν τοῖς θερμοτέροις, εἰ βουληθείημεν χρήσασθαι·

καὶ θαυμάζειν ἐπέρχεταί μοι, πῶς ὁ θειότατος Γαληνὸς ἐν τῇ θεραπευτικῇ

πραγματείᾳ τοῖς θερμαίνουσι κεχρημένος φαίνεται· ἀντίδοτον γὰρ αὐτοῖς

ἐπιτρέπει διδόναι τὴν διὰ τριῶν πεπέρεων καὶ τὴν διὰ τῶν κυδωνίων μήλων,

ἔξωθεν δὲ πάλιν ἐπιτίθεσθαι κατὰ τοῦ στομάχου πορφύραν ἔχουσαν νάρδου

καὶ ἀψινθίας καὶ μαστίχης. καὶ ταῦτα θερμὰ ἐπιτίθει διὰ τὸ μὴ ἐκλύεσθαι,

φησί, τὸν τόνον τοῦ στομάχου. ἐγὼ δὲ ταῦτα οὐδαμῶς ἁρμόζειν ἡγοῦμαι

τοῖς ἔχουσι θερμοτέραν διάθεσιν καὶ ταῦτα λέγω οὐδαμῶς εἰς ἀντι-

λογίαν ἀφορῶν, ἀλλ' ὅτι μοι τὸ ἀληθὲς οὕτως ἐφάνη ἔχον. δεῖ δὲ τὸ

ἀληθὲς παντὸς προτιμᾶν ἀεί· εἰ γὰρ ἀπὸ θερμότητος ἡ κνισσώδης

ἐρυγὴ καὶ ἀπεψία συνέβη, ἐχρῆν οἶμαι τοῖς ἐναντίοις χρώμενον ταύτην

οὕτως ἰᾶσθαι· εἰ δὲ ὑπὸ θερμοτέρων καὶ λιπαρῶν ἐδεσμάτων ἐγένετο,

ἀναγκαῖον ἦν καὶ οὕτως ἀμεῖψαι τὴν δίαιταν ἐπὶ τὸ ἐναντίον ψύχειν

303

μετρίως δυναμένην· καὶ καθόλου μεμαθήκαμεν, ὡς πάντα διὰ τῶν ἐναντίων

τὰ παρὰ φύσιν ἰᾶσθαι δεῖ. καὶ τὸ πηγάνινον ἔλαιον προσφέρεσθαι παραιτοῦμαι

καὶ εἴ τι ἄλλο ἐστὶ θερμὸν ἔνεμα καὶ τοῦτο διαφεύγειν, ἐφ' ὧν ἡ φθορὰ

καὶ ὁ πυρετὸς διὰ θερμὴν δυσκρασίαν ἠκολούθησε.

{Περὶ τῶν ἐπὶ ἀπεψίᾳ πυρεξάντων ὀξωδεστέρου γινομένου χυμοῦ.}

Τοσαῦτα περὶ τῶν ἐπὶ κνισσώδει ἐρυγῇ πυρεξάντων· εἴπωμεν δὲ καὶ

περὶ τῶν ἐκ ψυχρᾶς δυσκρασίας ἀπεπτησάντων. ἡ ὀξώδης ἀπεψία

οὐ πάνυ πέφυκε ταχέως ἀνάπτειν πυρετόν· εἰ δ' ἄρα καὶ συμβῇ γενέσθαι

πυρετὸν, ὑπονόει καὶ ζήτει, μή ποτε ἄρα καὶ διὰ θερμὴν ἐγένετο δυς-

κρασίαν ἡ ὀξώδης ἐρυγή· συμβαίνει γὰρ ἔσθ' ὅτε μὴ μόνον διὰ ψῦξιν,

ἀλλὰ καὶ διὰ θερμότητα πολλάκις ἐπιγίνεσθαι· τὸ γὰρ αὐτὸ καὶ ἐπὶ

τῶν ἐκτὸς ὁρῶμεν· συμβαίνει γὰρ ἐν τοῖς θερμοῖς πάνυ οἰκήμασιν, ὡς-

αύτως δὲ καὶ ἐν τοῖς ψυχροῖς πάνυ τὸν οἶνον ἔσθ' ὅτε εἰς τὸ ὀξῶδες

μεταβάλλεσθαι· ὁμοίως δὲ καὶ ἐπὶ τῆς ζύμης τὸ αὐτὸ θεάσασθαι ἔστι·

καὶ γὰρ αὕτη ἐν θερμοτέροις οἰκήμασιν ἐγχρονίσασα τρέπεται εἰς τὸ ὀξῶδες,

τὸ δὲ αὐτὸ ὑφίσταται καὶ ψυχθεῖσα ὑπὸ τοῦ ψυχροῦ ἀέρος, ὥστε ὑπὸ τῶν

ἐναντίων ἓν καὶ τὸ αὐτὸ γίνεται σύμπτωμα. προσέχειν οὖν ἀνάγκη καὶ

τοῖς παροῦσι σημείοις καὶ τοῖς προηγησαμένοις, ὥστε ἐκ πάντων δυνηθῆναι

γνωρίσαι, τί ποτ' ἐστὶ τὸ αἴτιον, εἴτε θερμὸν εἴτε ψυχρὸν, καὶ οὕτως ἐπὶ

τὴν θεραπείαν ἔρχεσθαι. εἰ οὖν ἡ ὀξώδης ἐρυγὴ διὰ θερμότητα συνέβη,

τοῖς ἐμψύχουσι καὶ πόμασι καὶ σιτίοις κεχρῆσθαι δεῖ καὶ μάλιστα τοῖς

ἀντέχειν δυναμένοις καὶ μὴ εὐχερῶς διαφθείρεσθαι. διὰ τοῦτο οὖν οὐδὲ τὸν

χυλὸν τῆς πτισάνης ἐπιδιδόναι τούτοις δεῖ οὐδὲ ἄλικος. εὔφθαρτοι γάρ

εἰσι καὶ ἐπιπολάζουσι καὶ μετεωρίζονται περὶ τὸν στόμαχον, ὅθεν καὶ

μᾶλλον αὐτοῖς συμβαίνει τὸ ὀξύνεσθαι. ἰχθύων οὖν οἱ σκληρόσαρκοι τούτοις

ἐπιτήδειοι καὶ ὄρνις ἀπὸ ζέματος ἡ ἁπλουστέρῳ γειναμένη ζωμῷ

καὶ ἰσικὸς ὁμοίως σκληρὸς, οἷός ἐστιν ὁ ἀπὸ τῆς κηρίδος καὶ ὁ ἀπὸ

305

τοῦ γλαύκου καὶ ὀρφοῦ μάλιστα. καὶ μὴ θαυμάσῃς, ὅτι ταῦτα λέγω· τοῖς

γὰρ ὑπομένουσι διὰ θερμὴν δυσκρασίαν ὀξίδας καὶ πόδα βόειον ἐπι-

δοὺς οὐ βλάψεις, ἀλλὰ καὶ ὠφελήσεις· ἐγὼ γοῦν οἶδα ἐπὶ πολὺν

χρόνον ὀξίδα ὑπομένοντά τινα διὰ τούτων ἰασάμενος. καὶ προσέτι καὶ

ὄστρεα μὴ ἑψηθέντα ἐπιδεδωκὼς καὶ ῥοδάκινα καὶ πάσῃ τῇ ἐμψυχούσῃ

καὶ δυσφθάρτῳ καὶ δυσμεταβλήτῳ ἐχρησάμην τροφῇ.

{Περὶ τῆς διὰ ψυχρὰν δυσκρασίαν γινομένης ὀξώδους ἐρυγῆς.}

Εἰ δὲ μὴ γένοιτο ὑπὸ θερμοτέρας ἡ ὀξώδης ἐρυγὴ, ἀλλ' ὑπὸ

ψυχροτέρας δυσκρασίας, ἁρμόζει τότε μᾶλλον ἡ θερμαίνουσα δίαιτα καὶ

ἀντίδοτοι, οἵαπέρ ἐστι καὶ ἡ διὰ τῶν κυδωνίων μήλων καὶ ἡ διὰ τριῶν

πεπέρεων καλουμένη καὶ ἡ διὰ τοῦ νάρδου ἐμβροχή. ὅσα οὖν ὁ θειότατος

Γαληνὸς ἐπὶ τῆς κνισσώδους ἐρυγῆς ἐπέτρεψε γίνεσθαι, ἅπαντα μᾶλλον

ἐγὼ ταῦτα τοῖς ἀπεπτήσασι διὰ ψυχρὰν δυσκρασίαν ἁρμόζειν νομίζω καὶ

μὴ ἄλλως ἔχειν δύνασθαι.

{Περὶ ἐφημέρων πυρετῶν ἐπὶ ἐμφράξει γινομένων.}

Γίνεται δὲ καὶ διὰ γλίσχρους χυμοὺς καὶ παχεῖς ὁ ἐφήμερος πυρετὸς

ἀδιαπνευστούντων καὶ δριμυτέρων γινομένων δηλονότι διὰ τὴν ἀδιαπνευστίαν

τῶν περιττωμάτων· προσέχειν οὖν ἀκριβῶς ἐνταῦθα χρὴ τὸν νοῦν καὶ

διαγινώσκειν, εἴτε πλῆθος μόνον ἐστὶ τὸ ποιῆσαν τὴν ἔμφραξιν εἴτε παχύτης

μόνη καὶ γλισχρότης χυμῶν· εἰ μὲν γὰρ πλῆθος εἴη, κενῶσαι δεῖ πρό

γε πάντων διὰ φλεβοτομίας· εἶθ' οὕτω τοῖς κατὰ μέρος χρήσασθαι

βοηθήμασιν, ὅσα τε χαλᾶν καὶ διαφορεῖν ἢ λεπτύνειν δύναται· εἰ γὰρ

μὴ κενώσας τοῖς χαλαστικοῖς ἢ διαφοροῦσι βουληθείη τις χρήσασθαι,

307

μεγάλων κακῶν αἴτιος γίνεται· τὴν γὰρ ἔμφραξιν ἔτι μᾶλλον ἐπιτείνουσι

τοῖς διαφορητικοῖς πρὸ τῆς πέψεως ἢ κενώσεως κεχρημένοι βοηθήμασιν.

εἰ δὲ μὴ πλῆθος εἴη τὸ τὴν ἔμφραξιν ἐργασάμενον, ἀλλὰ γλίσχροι καὶ

παχεῖς χυμοὶ, οὐ δεῖ φλεβοτομεῖν, ἀλλὰ κεχρῆσθαί τισι μᾶλλον ἀπο-

ζέμασι τοῖς λεπτύνειν ἄνευ τοῦ θερμαίνειν δυναμένοις καὶ μὴ ἐπιτάττειν,

ἅπερ ἀποτολμῶσιν οἱ πολλοὶ τῶν ἰατρῶν, ἕρπυλλον ἢ καλαμίνθην ἢ

ὕσσωπον ἢ ὀρίγανον ἢ πήγανον προσφέρειν τούτοις οὐκ εἰδότες, ὅτι μειζόνως

ἀδικοῦσιν ἤπερ μᾶλλον ὠφελοῦσι τοὺς κάμνοντας· εἰ γάρ τι καὶ λεπτύνειν

δοκοῦσι τὴν ὕλην, ἀλλ' οὖν ἄλλως βλάπτουσι δριμυτέρους ἐργαζόμενοι

τοὺς πυρετούς· σπουδάζειν οὖν μᾶλλον ἐκεῖνα ζητεῖν, ὅσα ῥύπτειν καὶ

λεπτύνειν οἶδεν ἄνευ τοῦ θερμαίνειν. ἔστι δ' ἐν τούτοις τὸ ὀξύμελι καὶ

ῥύπτον γενναίως καὶ τοὺς πυρετοὺς μὴ παροξύνον. οὐκ ἔστι δὲ οὐδὲ τοῦτο

ἀληθὲς ἐπὶ πάντων· ἐφ' ὧν γάρ εἰσι τὰ παχέα τῶν περιττωμάτων αἴτια,

ἅτινα καὶ τὴν ἔμφραξιν εἰργάσαντο καὶ τὸν ἐφήμερον ἀνῆψαν πυρετὸν ὑπὸ

θερμότητος ἢ ξηρότητος ὑπομείναντα τὴν παχύτητα καὶ τὴν γλισχρότητα,

καθάπερ ἔστιν ἰδεῖν ἐπὶ τῶν πλέον ἡψημένων ἢ ὑπερωπτημένων τοῦτο

γινόμενον, ἐπὶ τούτων οὐδὲ τὸ ὀξύμελι δεῖ παρέχειν οὐδὲ μὴν ἐφ' ὧν ἐστι

ξηροτέρα ἡ κρᾶσις ἢ λύπαι τινὲς ἢ κόποι προηγήσαντο ἢ θυμὸς ἢ φροντὶς

ἢ ἀγρυπνία. εἰ γὰρ καὶ μὴ πάνυ θερμαίνει τὰ τοιαῦτα, ἀλλὰ τῷ

ξηραίνειν ἔτι μᾶλλον ἐπιπαχύνει τὴν ὕλην ἤπερ ὡς νομίζουσι λεπτύνει·

ὅσα γὰρ ὑπὸ ξηρότητος ἐπάγη καὶ παχύτερα γέγονεν ἑαυτῶν, οὐδέποτε

τὰ τοιαῦτα λεπτύνειν δύναταί τι τῶν ξηραινόντων. ἐγὼ γοῦν ἐθεασάμην

πολλάκις ἐπὶ τῶν τοιούτων κράσεων, ὅτι δοθὲν ὀξύμελί τινι ἀντὶ τοῦ προ-

τρέψασθαι τὰ οὖρα ἐποχὴν καὶ ἔμφραξιν τῆς ὕλης εἰργάσατο μᾶλλον, ὥστε

καὶ τοὺς πυρετοὺς ἐπὶ πλέον ὀξυνθῆναι διὰ τοῦτο. ἀλλὰ τὸ αἴτιον οὐκ

309

εἰδότες ἐπ' ἄλλα τὴν αἰτίαν ἀναφέρουσιν· ἐπ' ἐκείνων οὖν ἁρμόζει μόνων

ἐπιδιδόναι τὸ ὀξύμελι, ἐφ' ὧν ἵδρυται ὠμά τε καὶ παχέα καὶ ψυχρὰ

περιττώματα καὶ τοῖς φλεγματώδη καὶ ὑγρὰν ἔχουσι τὴν κρᾶσιν καὶ,

ἐφ' ὧν καὶ ἀπεψίαι καὶ πλησμοναὶ καὶ ἐν ἀργίαις μᾶλλον ὁ βίος ἐγένετο,

ἐπὶ τούτων γὰρ αὐτῶν καὶ ἐπιτήδειόν ἐστι καὶ εἴ τι γλίσχρον ἐστὶ καὶ παχὺ

ὑπὸ ψυχρῶν ἐδεσμάτων ἢ πομάτων ἀθροισθὲν, ἁπάντων δὲ τῶν ἄλλων, ὅσαπερ

ἐπιτάττουσιν αὐτοῖς ἐν τῷ λουτρῷ ἀποσμήχεσθαι οἱ ἰατροὶ, σάπωνα καὶ μέλι

καὶ ἀφρόνιτρον, ταῦτα λεπτῦναι μᾶλλον καὶ ἐκφράξαι δύναται. πλὴν

μέντοι καλόν ἐστιν ἐπὶ τῶν θερμοτέρων κράσεων οὐ μόνον ὀξυμέλιτος,

ἀλλὰ καὶ τῶν ἄλλων ἀποζεμάτων ἀφίστασθαι τῶν ξηραίνειν ἢ θερμαίνειν

δυναμένων, ὑγραινούσῃ δὲ μᾶλλον καὶ εὐκράτῳ χρῆσθαι διαίτῃ μηδὲν

ἐχούσῃ τι ξηρὸν ἢ δριμύ. πτισάνη γοῦν αὐτοῖς ἐπιτηδειοτάτη καὶ ἔξωθεν

καὶ ἔσωθεν. καὶ γὰρ μετὰ τοῦ ὑγραίνειν ἔχει τι καὶ ῥυπτικὸν καὶ λεπτυν-

τικόν. προσπλεκέσθω δὲ αὐτῇ μικρὸν ἀπομέλιτος· ἔχει γὰρ καὶ αὐτὸ

ῥυπτικόν τι μετὰ τοῦ μηδὲν ἔχειν θερμόν. καὶ ἰχθὺς δὲ τούτοις ἐπιτήδειος·

καὶ γὰρ ἡ ἐξ αὐτοῦ τροφὴ καὶ πέττεται καλῶς καὶ οὐδαμῶς ἐνίσχεται, καὶ

τῶν κατοικιδίων ὄρνεων τὰ πτερὰ καὶ οἱ καυλοὶ τῶν θριδάκων καὶ τὰ ἴντυβα

καὶ τὰ τρώξιμα. οὕτω μὲν οὖν χρὴ διαιτᾶν ἐκείνους, ἐφ' ὧν ὑπὸ

θερμότητος ἔδοξέ σοι τὰ περιττώματα γεωδέστερα καὶ παχύτερα ἑαυτῶν

γεγονέναι. εἰ δὲ μηδὲν εἴη τοιοῦτον, φλεγματικώτερα δέ σοι φαίνοιτο τὰ

τὴν ἔμφραξιν ἐργασάμενα, τηνικαῦτα θαρρῶν δίδου καὶ ζέμα σελίνου καὶ

ἀνίσου καὶ ἀδιάντου καὶ ὀξυμέλιτος, μὴ μόνον τοῦ ἁπλουστέρου, ἀλλὰ καὶ

τοῦ συνθέτου. ἐπὶ γὰρ τῶν ψυχροτέρων κράσεων καὶ ἐφ' ὧν ἐστι φλεγμα-

τικωτέρα καὶ ὑγροτέρα ὕλη, ἐπὶ τούτων ἐστὶν ἀληθέστατον τὸ εἰρη-

μένον ὑπὸ τοῦ θειοτάτου Γαληνοῦ, ὅτι τὸ ὀξύμελι καὶ ῥύπτει γενναίως καὶ

τοὺς πυρετοὺς οὐ παροξύνει. ἐπὶ δὲ τῶν χολωδεστέρων καὶ μελαγχολι-

311

κωτέρων σπανιώτατα. ὅτι δὲ καὶ ἐπὶ τῶν ἀσθενεστέρων ἤδη δυνάμεων οὐκ

ἄν τις αὐτῷ χρήσαιτο, καὶ τοῦτ' οἶμαι δῆλον εἶναι τοῖς μεμαθηκόσι τὰ

Ἱπποκράτους καὶ προσομιλήσασι καὶ τῇ πείρᾳ μάλιστα, καὶ ὅτι ξυστικὸν

ἔχει τῶν ἐντέρων. πολλὰς γὰρ βλάβας καὶ ὠφελείας ἔχει καὶ ἀκριβῶς

δεῖ ἐπίστασθαι τὸν ἐθέλοντα δοῦναι ἢ ὀξύμελι ἢ βοτάνης ἀπόβρεγμα ἢ

ἄλλο τι τῶν τεμνόντων θεραπείας χάριν καὶ τὴν δύναμιν αὐτοῦ τοῦ

διδομένου καὶ τὸ ποσὸν καὶ τὸ ποιὸν καὶ τὴν τάξιν καὶ μὴ ὡς ἔτυχεν

ἀπροσδιορίστως ἐπὶ πάντων κεχρῆσθαι τοῖς βοηθήμασι. τοῦτο γάρ ἐστι καὶ

ἀρίστου ἰατροῦ, τὸ ζητεῖν ἅπαντα καὶ πολυπραγμονεῖν καὶ μετὰ προσδιο-

ρισμοῦ προσφέρειν τὰ βοηθήματα.

{κεφ. βʹ.}

{Περὶ τῶν ἐπὶ σήψει πυρετῶν.}

Ὅτι πάντες οἱ συνεχεῖς πυρετοὶ τὴν γένεσιν ἔχουσι τῆς ὕλης τῆς

ἐξαπτούσης αὐτοὺς ἐντὸς τῶν ἀγγείων ὑπαρχούσης καὶ σηπομένης, ἅπασιν

ὡμολόγηται, καὶ διὰ τοῦτο καὶ τὸ συνεχὲς ἔχουσι καὶ οὐδὲ κινοῦσι ῥίγος,

ὅτι μὴ φέρεται περὶ τὰ ἐκτὸς καὶ δάκνει τὰ αἰσθητικὰ μόρια, ὡς ἐπὶ τῶν

διαλειπόντων. ὅθεν καὶ ἐπὶ τῶν συνεχῶν, ἐὰν, φασί, ῥίγος ἐπιγένηται,

σημεῖον ἀγαθὸν εἶναι. καὶ ἔστιν ἰδεῖν τοῦτο καὶ ἐπὶ τῶν καύσων. ἐδίδαξε

δὲ ἡμᾶς τοῦτο καὶ ὁ θειότατος Ἱπποκράτης, ἔνθα φησίν ‘ὑπὸ καύσου

ἐχομένῳ ῥίγεος ἐπιγενομένου λῦσις’. ἐδόξασαν δέ τινες καὶ τοὺς διαλεί-

ποντας ἐντὸς τῶν ἀγγείων εἶναι, ὥσπερ καὶ τοὺς συνεχεῖς, καὶ μηδὲν

ὅλως διαφέρειν κατὰ τὸν τόπον, ἀλλὰ κατὰ τὸ ποσὸν καὶ ποιόν. ἐπὶ

μὲν γὰρ συνεχῶν καὶ πολλὴν εἶναι καὶ παχεῖαν τὴν ὕλην ὑποληπτέον

καὶ διὰ τοῦτο μηδὲ ἐκτὸς τῶν ἀγγείων ἐκπίπτειν δύνασθαι· τὴν δὲ τῶν

διαλειπόντων λεπτοτέραν καὶ ἐπιτηδειοτέραν εἰς τὸ ἐκτὸς φέρεσθαι. ὅτι

δὲ τοιοῦτόν ἐστι καὶ ἐπὶ τῶν διαλειπόντων καὶ ἐκτὸς τῶν ἀγγείων σήπεται

ἡ ὕλη, δηλοῦσι καὶ τὰ οὖρα· τὴν γὰρ ὕλην αὐτὴν ἐπιδεικνύουσιν ἡμῖν τὴν

313

φθάσασαν ἤδη σαπῆναι. καὶ δὴ ἐκ τούτου τοὺς ὅλους καιροὺς τῆς νόσου

τεκμαιρόμεθα καὶ πότε τοῦ πέττεσθαι τὴν ἀρχὴν ἔχει, πότε δὲ ἀνάβασιν

καὶ ἀκμήν. ἕτεροι δὲ οὐ περὶ τοῦ τόπου μόνον, ἐν ᾧ συνίστανται,

καὶ τῆς γενέσεως, ἣν ἔχουσιν οἱ πυρετοὶ, διαφέρονται, ἀλλὰ καὶ περὶ

τῆς ὕλης αὐτῆς, ἐξ ἧς συνίστανται. οἱ μὲν γὰρ εἰρήκασιν ἀνάπτεσθαι

καθόλου τοὺς πυρετοὺς ἐκ τῆς χολῆς. θερμὸν γάρ τι πρᾶγμα καὶ ξηρὸν

ὁ πυρετός· τοιαύτη δὲ καὶ ἡ χολὴ πρὸς τὸ γεννῆσαι ταύτην ἔχουσα

τὴν ἐπιτηδειότητα. οἱ δέ γε αὐτῶν οὐ χολὴν, ἀλλὰ τὸ φλέγμα αἰτιῶνται,

διότι πάλιν τοῦτο πρὸς τὸ σήπεσθαι καὶ σφηνοῦσθαι πολλὴν ἔχει τὴν

ἐπιτηδειότητα διὰ τὸ ὑγρόν τε καὶ παχύ. δηλοῖ δὲ τοῦτο ἡμῖν καὶ αὐτὸ

τὸ τοῦ φλέγματος ὄνομα. διὰ γὰρ τὸ φλέγειν αὐτὸ καὶ θερμαίνειν εἴρηται

‘φλέγμα’. καὶ τοῦτο μέν ἐστι φανερῶς ἄτοπον. περὶ δὲ τοῦ μελαγχολικοῦ

χυμοῦ ἔδοξάν τινες, μηδέποτε αὐτὸν δύνασθαι ἐξάπτειν πυρετὸν διὰ τὸ

ψυχρὸν αὐτὸν εἶναι φύσει καὶ ξηρὸν καὶ μηδὲν ὑγρὸν ἔχειν ἢ θερμὸν, ἐξ

ὧν αἱ σήψεις γεννῶνται. οὐδὲν οὖν θαυμαστόν ἐστι δόξαι τινὰς, ὅτι

μηδ' ὅλως ὁ μελαγχολικὸς χυμὸς ἐπιδέχεται σῆψιν. εἰσὶ δέ τινες οἵπερ

ἀπεφήναντο, καθόλου μηδέποτε πυρετὸν γίνεσθαι ὑπὸ σήψεως· ἐκκαίεσθαι

γὰρ τοὺς χυμοὺς ἐν ταῖς φλεψὶν, οὐ σήπεσθαι λέγουσιν. εἰ γὰρ ἦν τοῦτο,

φασί, τί δή ποτε μὴ καὶ ἐν τοῖς ἀγγείοις, εἴ γε (ἡ) σῆψίς ἐστιν,

ἕλμινθες ἢ ἄλλα τινὰ τῶν θηρίων ὁρᾶται τικτόμενα, ὥσπερ ἐν τῇ γαστρὶ

καὶ ἐν ἄλλοις μορίοις; οὐχ ἥκιστα δὲ καὶ ἐπὶ τῶν ἐκτὸς ἁπάντων ἔστι

τοῦτο θεάσασθαι, ὡς τὰ σηπόμενα γεννᾶν πέφυκε ποικίλων θηρίων ἰδέας,

ὧν οὐδὲν ὤφθη ποτὲ δι' οὔρων ἐκκριθέν. δεῖ οὖν λέγειν σήπεσθαι καὶ

ἐξάπτεσθαι, καθάπερ ἔστιν ἰδεῖν τοῦτο ἐπί τε πίσσης καὶ ἀσφάλτου

γινόμενον ἢ καλάμων ἢ θρυαλλίδων καὶ ἐπὶ ἄλλων δὲ πολλῶν, ὅσα

ἑτοίμως ὑπὸ τοῦ πυρὸς ἔχει τὸ πάσχειν καὶ ἐξάπτεσθαι. οὕτως οὖν τινα

καὶ σπινθῆρος ὀλίγου τυχόντα εἰς πολλὴν καὶ ἄμετρον ἐξήφθη φλόγα, ὥστε

μὴ μόνον τὰ πλησίον, ἀλλὰ καὶ τὰ πορρωτέρω πάντα ἐμπυρισθῆναι. τοιοῦτόν

τι καὶ ἐφ' ἡμῶν γίνεται, φασίν. ἄρχεται μὲν γὰρ ἐκπυροῦσθαι τὸ πνεῦμα

καὶ ἐκκαίεσθαι, οὐ γὰρ δὴ σήπεσθαι καὶ αὐτὸ λέγειν δεῖ, ὅπερ ἐὰν μὴ

315

τύχῃ τῶν ὑγραινόντων καὶ ἐμψυχόντων, ἐπικιρνᾶν αὐτὸ καὶ πραΰνειν δυνα-

μένων ἐπινέμεται καὶ τὰ πλησίον καὶ τούτων αὐτῶν ἐκεῖνο δηλονότι πρῶτον,

ὅπερ ἂν εὑρεθῇ τούτων ἐπιτηδειότερον εἰς τοῦτο. οὐ μόνον δὲ περὶ τοῦ

σήπεσθαι ἐν τοῖς ἀγγείοις τὴν ὕλην, οἶμαι, διαφέρονται, ἀλλὰ καὶ περὶ

τοῦ τρόπου τῆς σήψεως. οἱ μὲν γὰρ ταύτην εἰρήκασιν ἐκ θερμοῦ καὶ

ὑγροῦ, δηλονότι τῆς ὑγρότητος, εἰς τὰ παλαιὰ καὶ σεσηπότα τῶν ξύλων

ἀποβλέποντες. ὁρᾶται γὰρ οὕτως ἔχον καὶ οἶμαι ἀμφοτέρους ἀληθεῖς

εἶναι τοὺς λόγους καὶ γίνεσθαί ποτε καὶ διὰ ξηρότητα σῆψιν, μᾶλλον δὲ

ἔγκαυσιν. τινὲς δὲ τῶν ἰατρῶν οὐδ' ὅλως ἐν ταῖς φλεψὶν ἔδοξαν γίνεσθαι

τὴν σῆψιν, ἀλλὰ μᾶλλον ἐν τῇ γαστρί. πιστοῦνται δὲ τοῦτο καὶ ἐκ τῶν

ἐν αὐτῇ τικτομένων ἑλμίνθων καὶ ἐκ τῆς τῶν διαχωρημάτων ἐκκρίσεως

ἐχούσης τὸ δυσῶδες καὶ τὴν ἐπιτηδειότητα τῆς σήψεως ἐμφαινούσης οὐδὲν

ἧττον. δηλοῦσι τοῦτο καὶ ἔμετοι, φασί, πολλάκις οὕτω τελείως ἐκκόψαντες

τοὺς πυρετοὺς, ὡς μηκέτι δυσπαροξυνθῆναι τὸν κάμνοντα, καὶ ἄλλους δὲ

πάλιν ἀπυρέτους γενομένους ἐξ ἑνὸς καὶ μόνου ἐπιθήματος ἑωρᾶσθαι

ἢ ἐνέματος. οὐ μόνον δὲ ἐκ τούτων, ἀλλὰ καὶ ἐξ ἄλλων πολλῶν ἔστιν

ἰδεῖν ἀκριβῶς, ὡς ἡ γαστὴρ αἰτία καὶ τῶν κατὰ σηπεδόνα πυρετῶν, τάχα

δὲ καὶ τῶν ἄλλων ἀρχὴ καὶ πηγὴ κυρίως αὐτὴ καθέστηκεν.

{Διάγνωσις τοῦ εἶναι τὸν πυρετὸν ἐπὶ σήψει.}

Εἰδέναι χρὴ πρό γε πάντων, ὡς οὐ μόνον ἀπὸ προκαταρκτικῆς αἰτίας

ἔχουσιν οἱ ἐπὶ σήψει πυρετοὶ τὴν γένεσιν, ἀλλὰ καὶ ἀπὸ μεταπτώσεως

τῶν ἐφημέρων πυρετῶν. γνωριεῖς δὲ τὴν μετάπτωσιν τῶν πυρετῶν ἐκ

τριῶν τούτων μάλιστα σημείων. πρῶτον μὲν ἐκ τοῦ τὸν προηγησάμενον

ἐφήμερον πυρετὸν μὴ εἰς καθαρὸν τελευτᾶν διάλειμμα· δεύτερον καὶ τὸ

μὴ γίνεσθαι τὴν ἀκμὴν εὔφορον· καὶ τρίτον τὸ μὴ παύεσθαι μετὰ νοτίδος

τὴν ἀκμὴν ἢ μετὰ ἱδρῶτος. ταῦτα τὰ σημεῖα σαφέστατά ἐστι τοῦ μετα-

πίπτειν τὸν ἐφήμερον πυρετὸν εἰς τοὺς ἐπὶ σήψει. εἰς ποῖον δὲ εἶδος

πυρετοῦ μεταπίπτειν μέλλει, στοχάζεσθαι δεῖ καὶ διαγινώσκειν οὕτως. εἰ

μὲν γὰρ ὠχρὸς εἴη καὶ ἄγρυπνος καὶ φροντιστικὸς καὶ ἀκμάζων τὴν

317

ἡλικίαν, γίνωσκε, ὡς χολὴ πᾶσα τὸν τριταῖον ἀνῆψε πυρετόν. εἰ δὲ λευκὸς

καὶ ἀργὸς τὸν βίον, γίνωσκε, ὅτι ἀμφημέρινός ἐστιν, ὥσπερ καὶ εἰ

μολιβδόχρους, τεταρταῖος. καὶ ταῦτα μὲν τὰ σημεῖα τῶν ἐκ μεταπτώσεως

ἐφημέρων πυρετῶν ἐστιν εἰς τοὺς ἐπὶ σήψει. λοιπὸν δὲ καὶ καθόλου παρ-

έπεται αὐτοῖς, ἃ μηδενὶ τῶν ἄλλων ὑπάρχει πυρετῶν, οἷον ῥῖγος ἢ

φρίκην ἢ περίψυξιν ἐπιγίνεσθαι καὶ μάλιστα ἐπὶ τῶν διαλειπόντων. ἐπὶ

γὰρ τῶν συνεχῶν τούτων οὐδέν τι συμβαίνει, ἀλλὰ καὶ εἰ συμβῇ ἢ φρίκη

ἢ ῥῖγος, ἐπὶ τῶν ἡμιτριταίων τὸ τοιοῦτον συμβαίνει. καὶ ἡ ἀνώμαλος τῶν

σφυγμῶν κίνησις καὶ ἡ θερμασία δὲ τούτοις μάλιστα παρέπεται καὶ τὸ

πολλὰς ἀναδιπλώσεις μάλιστα ποιεῖσθαι καὶ μιμεῖσθαι τὴν τῶν περιστερῶν

κόπρον τὴν κατὰ διαδοχὴν τῆς σήψεως ἀνάπτουσαν πῦρ καὶ πάλιν

παυομένην καὶ ἡ δακνώδης δὲ ποιότης καὶ αὐτὸ μέγιστον σημεῖον τῶν

ἐπὶ σήψει πυρετῶν. ἔστι μὲν γὰρ καὶ ἐν τοῖς ἑκτικοῖς, ἀλλὰ καὶ ἐν τῷ

βάθει μᾶλλον ὑποσμήχεται. ἐπὶ δὲ τῶν ἐπὶ σήψει ἐπιπολῆς ἡ συναίσθησις

τῆς δακνούσης ποιότητος. μέγιστον δὲ καὶ βεβαιότατον σημεῖον καὶ τὸ

τάχος τῶν σφυγμῶν τῆς συστολῆς καὶ ἀπεψία τῶν οὔρων· ἐπὶ γὰρ τῶν

ἐφημέρων ἀεὶ πεπεμμένα φαίνεται. τοσαῦτα καὶ περὶ τῆς διαγνώσεως τῶν

ἐπὶ σήψει.

{Περὶ θεραπείας συνεχῶν.}

Τοὺς συνεχεῖς τῶν πυρετῶν ἰᾶσθαι δεῖ μετὰ πολλῆς ἀκριβείας ὀξέως

τε πράττειν, ὅπερ ἂν ἡ διάγνωσις ὑπαγορεύσῃ, εἴτε φλεβοτομίαν ἢ

κάθαρσιν δεήσει. μέγιστον γὰρ κακόν ἐστιν ἐν πᾶσι τοῖς νοσήμασιν, μάλιστα

δὲ ἐν τούτοις, ἡ ἀναβολή. οἵτε γὰρ πυρετοὶ σφοδρότεροι γίνονται τῆς

σήψεως ἐπιτεινομένης ἥ τε δύναμις ἀσθενεστέρα γίνεται οὐκ ἔτι δυναμένη

φέρειν τὸ μέγεθος τῶν πυρετῶν οὔτε [ἔτι δύνασθαί] τι τῶν μεγάλων

βοηθημάτων εἰς θεραπείαν παραλαμβάνειν. τοὺς μὲν οὖν φλεβοτομίας

δεομένους ἔνεστί σοι διαγινώσκειν οὕτως. ἐρυθρὰ ἔχουσι καὶ ταραχώδη

τὰ οὖρα καὶ σηπεδονώδη καὶ δριμὺ πλέον φαίνεται. καὶ τὰ ὄμματα

319

χολώδη καὶ ἐρυθρὰ ἴσχουσι καὶ τὸ ὅλον σῶμα βαρύνονται καὶ τὰς

φλέβας εὐρυτέρας καὶ ἐν ὄγκῳ μείζονι τοῦ πρόσθεν ἔχουσι. λοιπὸν δὲ καὶ

τὰ προηγησάμενα κατάδηλόν σοι ποιήσει τὸν πλεονάζοντα χυμὸν καὶ

μάλιστα ἡ δίαιτα. θερμοτέροις γὰρ ὡς ἐπὶ τὸ πολὺ εὑρίσκονται κατα-

χρησάμενοι βρώμασί τε καὶ πόμασι καὶ οἴνοις πλείοσι καὶ παλαιοτέροις

καὶ λιπαροῖς κρέασι. πολλοὶ δὲ καὶ ἀσιτήσαντες ἢ θυμωθέντες ἐνέπεσον

εἰς τοὺς ἐπὶ σήψει συνεχεῖς πυρετούς· οἱ δὲ δι' αἱμορρόϊδος ἐποχήν, οἱ

δὲ διὰ πλῆθος αἵματος ταῦτα μᾶλλον ἴσχουσι τὰ σημεῖα· οἱ δὲ διὰ χολὴν

περιττεύουσαν ἔξωχροί εἰσι μᾶλλον καὶ μελάντεροι. ὅτε δὲ καὶ πλεῖον

ὑπεροπτηθῶσιν οἱ χυμοὶ, τότε αὐτοῖς ἐστιν ἔτι μᾶλλον τὰ οὖρα ὠχρότερα

καὶ πολλάκις μελάντερα φαίνεται καὶ τὰ διαχωρήματα ὡσαύτως δριμέα

τε καὶ χολώδη. οὕτως οὖν χρὴ τοὺς πλεονάζοντας χυμοὺς ὁποῖοί τέ εἰσι

γνωρίζειν. θεραπεύειν οὖν χρὴ τοὺς διὰ σῆψιν καὶ πλεονασμὸν αἵματος

διὰ φλεβοτομίας· οὐ μὲν ἧττον καὶ τοὺς ὑπὸ χολῆς ὀχλουμένους φλεβοτο-

μήσεις, εἴπερ ὀργῶσα φαίνοιτό σοι καὶ ἐπιτηδεία πρὸς κάθαρσιν

καὶ παχυτέρα καὶ τῷ πλήθει λυποῦσα. διαπνεῦσαι γὰρ χρεία τὴν ἔνδον

ἐμφωλεύουσαν ὕλην καὶ σηπομένην· ἐλάττων γὰρ γίνεται· καὶ μὴ

συγχωρεῖν σφηνοῦσθαι καὶ σήπεσθαι διὰ τὸ πλῆθος καὶ τὴν παχύτητα. εἰ

δὲ μὴ δύνῃ φλεβοτομίαν παραλαβεῖν διὰ τὸ τὴν δύναμιν ἀσθενεστέραν

εἶναι ἢ διὰ τὸ δεδοικέναι φλεβοτομηθῆναι τὸν κάμνοντα, τότε πλέον

ἀπόβλεπε πρὸς τὴν ψύχειν τε καὶ ὑγραίνειν δυναμένην δίαιταν, ἀπο-

λεπτῦναι τε καὶ διαχέειν ἐπὶ τοσοῦτον ἐκτὸς τοῦ θερμαίνειν. ἐπειδὰν δὲ

τοῦτο πράττοντί σοι ἐλάττων φανῇ καὶ πολὺ μειωθεῖσα ἡ ὕλη καὶ τὰ

τῆς πέψεως ἔχουσα σημεῖα, θαρρῶν ἐπιδίδου ψυχρὸν ὕδωρ καὶ μάλιστα

εἰ καὶ ὁ κάμνων ἔθος ἔχει τοῦ πίνειν ὕδωρ καὶ προσέτι εἰ καὶ μὴ

φλεγμονὴ ἢ σκιρρώδης ὄγκος ἢ οἰδηματώδης ὑπάρχει περί τι τῶν μορίων·

εἰ γάρ τι φανείη τούτων, φυλάττεσθαι τὴν τοῦ ψυχροῦ πόσιν.

321

{Περὶ φλεγμονῆς ἐρυσιπελατώδους.}

Εἰ δὲ καὶ φλεγμονὴ ζέουσα καὶ ἐρυσιπελατώδης οὖσα τύχῃ, τότε

μὴ πτοηθῇς δοῦναι τὴν τοῦ ψυχροῦ πόσιν, πρόλεγε μέντοι τὸ μέλλον

ἔσεσθαι, ὡς σβεσθῆναι μὲν τὸ ζέον τῶν πυρετῶν ἀνάγκη, ἀπύρετον μέντοι

μὴ παντάπασι γίνεσθαι, ἀλλ' ἐν χρόνῳ τινὶ ἀκινδύνως καὶ κατὰ μέρος

ἀποπαύσεσθαι τὸ περιλειφθὲν ἔτι καὶ οἷον λείψανον ὑπάρχον τοῦ πυρετοῦ.

ἐγὼ γοῦν ἐπί τινος ἐρυσίπελας ἔχοντος καὶ νοσοῦντος καυσώδη καὶ

συνεχῆ πυρετὸν οἶδα δεδωκὼς τὸ ψυχρὸν ὕδωρ καὶ παρ' αὐτὸ σβέσας τὸ

σφοδρὸν τοῦ πυρετοῦ ἐκτός τε κινδύνου ποιήσας τὸν κάμνοντα κινδυνεύοντα

διαφθαρῆναι ὑπὸ τῶν ἀκαίρων καταπλασμάτων καὶ ἐνεμάτων, ὡς εἰώθασι

πάντοτε προσφέρειν ἐπὶ πάντων οἱ ἰατροί.

{Σημεῖα τῶν ἐχόντων ἐρυσιπελατώδη φλεγμονήν.}

Εἰδέναι δὲ δεῖ ὡς οἱ πυρέττοντες καύσωνα πυρετὸν ἐπὶ ἐρυσιπε-

λατώδει φλεγμονῇ διψῶσι μᾶλλον τῶν ἄλλων καὶ ἀπορρίπτουσι τὴν ἐσθῆτα

τοῦ σώματος, ἰσχυρότερον δὲ μᾶλλον καὶ διὰ τρίτης ἐπιπαροξύνονται καὶ

διὰ τῆς γαστρὸς ἐκκρίνουσι χολώδη καὶ ἰχωροειδῆ περιττώματα καὶ οἱ

ἐν τῷ πνεύμονι φλεγμονὴν ἔχοντες ἐρυσιπελατώδη, ἀλλ' οὐ διψῶσιν οὕτω

σφοδρῶς, ἀναπνέουσι δὲ πυκνὸν καὶ μέγα καὶ τὰ μῆλα ἔχουσιν ἐρυθρὰ

καὶ τὴν γλῶτταν τραχεῖαν καὶ παραφρονοῦσι καὶ τοῦ ψυχροῦ ἀέρος μᾶλλον

ἐπιθυμοῦσι καὶ μᾶλλον ὠφελοῦνται ὑπ' αὐτοῦ ἢ τοῦ ψυχροῦ πόματος,

ὅπερ μᾶλλον τοῖς ἔχουσιν ἐν ἄλλῳ μέρει φλεγμονὴν ἐρυσιπελατώδη διδόναι

δεῖ. τοῖς δ' ἔχουσι περὶ τὸν πνεύμονα ψυχρὸν ἀέρα παρασκευάζειν ἀναπνεῖν

μᾶλλον· ὑπ' αὐτοῦ γὰρ καὶ ὠφελοῦνται.

{Περὶ νόθου καύσου.}

Εἰδέναι δὲ δεῖ καὶ τοῦτο, ὡς δύο εἰσὶν εἴδη καύσου. ὁ μὲν γάρ

ἐστι γνήσιος καὶ ἀκριβὴς, πάντα τὰ προειρημένα ἔχων, δίψαν σφοδρὰν,

διαχωρήματα χολώδη καὶ γλῶσσαν τραχεῖαν καὶ μέλαιναν. οἱ δὲ νόθοι

φέρουσι μὲν καὶ αὐτοὶ δίψαν, ἀλλ' οὐ πάνυ σφοδρὰν καὶ ἐπιτεταμένην

οὐδὲ τὸ μέλαν τῆς γλώττης οὐδὲ τὸ διὰ γαστρὸς ἐκκρίνειν χολώδη, ἀλλὰ

323

μᾶλλον διεφθαρμένα. οὐδὲ πικρὰ περὶ τὴν γεῦσιν ἡ αἴσθησις τοῦ

φλεγματώδους καὶ ἁλμυροῦ χυμοῦ πλεονάζοντος μᾶλλον, ὅθεν καὶ τὸ

ἐπικίνδυνον ἔχει μᾶλλον τοῦ γνησίου πυρετοῦ. τοῖς μὲν οὖν γνησίοις

καύσοις καὶ ἀκριβέσιν, ἅτε δὴ ὑπὸ ξανθῆς χολῆς κινουμένοις, ἁρμόζει

μᾶλλον ἡ τοῦ ψυχροῦ ὕδατος πόσις καὶ τἆλλα πάντα ὅσα ψύχειν καὶ ἔξωθεν

δύναται δυνάμει καὶ ἐνεργείᾳ· τοῖς δ' ὑπὸ τοῦ φλέγματος κινουμένοις

φείδεσθαι δεῖ ψυχρὸν πόμα προσφέρειν καὶ πάντα τὰ ἐνεργείᾳ ψυχρά· ἀλλὰ

μᾶλλον ὅσα προσηνῆ θερμότητα καὶ χλιαρὰν κέκτηται, οἷά ἐστι τὰ διὰ

τοῦ λινοσπέρμου ἐπιθήματα καὶ μόνα, πολλάκις δὲ καὶ διὰ κριθίνου

ἀλεύρου εἰς ὕδωρ ἑψηθέντος, ἐν ᾧ χαμαίμηλα καὶ μελίλωτα ἀπεζέσθησαν.

καὶ τὰ ῥάκη δὲ τούτοις ἁρμόζει τὰ ἐκ τῶν ἐρίων ὑφανθέντα, μᾶλλον

εἰς τὸ ζέμα τῶν προειρημένων βοτανῶν ἀποβρεχόμενα. δῆλον δὲ, ὅτι καὶ

ἐλαίων τινῶν προσειληφότος τοῦ ζέματος, οἷόν ἐστι χαμαίμηλον, καὶ τὸ

ῥόδινον καὶ τὸ ὀμφάκινον. γινώσκειν δὲ δεῖ, ὅτι οὐ μόνον τοῖς νόθοις

συμφέρει τὰ τοιαῦτα ἐπιθήματα, ἀλλὰ καὶ τοῖς γνησίοις, τοῖς μέντοι

νόθοις πλέον. ὅσα γὰρ καὶ δυνάμει καὶ ἐνεργείᾳ ψυχρὰ, τὰ τοιαῦτα τοῖς

γνησίοις μᾶλλον ἁρμόζει, οἷάπερ ἐστὶ καὶ τὰ διὰ τοῦ ῥοδίνου σκευαζόμενα

ληξιπύρετα καὶ προσειληφότα χυλὸν ψυχουσῶν βοτανῶν, κοτυληδόνος τε καὶ

ὀξαλίδος καὶ θριδακίνης καὶ ἀτραφάξυος καὶ ἀνδράχνης καὶ ἀρνογλώσσου

καὶ ἄλλων μυρίων. διαγνοὺς οὖν τὰς διαφορὰς αὐτῶν καὶ τὴν ὕλην, ὅθεν

ἐξάπτονται, οὕτω καὶ τὸ ποσὸν τῆς ἐμψύξεως καὶ τὸν τρόπον παραλάμβανε

τῆς τοῦ διεφθαρμένου κενώσεως.

{Πρὸς στόμαχον ἔχοντα πύρωσιν.}

Τοῖς δὲ καυσουμένοις τὸν στόμαχον καλῶς ποιήσει καὶ ψυχρὸν

ὕδωρ μετὰ ῥοδίνου ἀνακοπὲν καὶ ἔξωθεν ἐπιβληθὲν ἢ σήσαμον ὕδατι βραχὲν,

325

εἶτα ἐπιμελῶς λειωθὲν μετὰ ῥοδίνου. καὶ ῥοδίνη κηρωτὴ ποιεῖ καλῶς,

προσλαβοῦσα χυλὸν ἀνθράχνης καὶ ὄμφακος ἴσον· εἰ δὲ καὶ ὅλον τὸ σῶμα

ὑγρὸν ποιήσας τὴν κηρωτὴν ἀλείψεις, μεγάλως ὠφελήσεις.

{Διάγνωσις τῶν ἐπὶ αἱματικῷ χυμῷ κινουμένων πυρετῶν.}

Γνωριεῖς δὲ τοὺς ἀπὸ σήψεως αἱματικοῦ χυμοῦ ἀναπτομένους

πυρετοὺς ἔκ τε τοῦ πραεῖαν εὐθὺς κατὰ τὴν πρώτην ἐπιβολὴν τὴν θερμασίαν

φαίνεσθαι καὶ μηδὲν ἔχουσαν δακνῶδές τε καὶ δριμὺ, οἷόν ἐστιν ἐπὶ τῶν

ἐξ ὑπεροπτήσεως τῆς ξανθῆς χολῆς ἀναπτομένων πυρετῶν. φαίνεται μὲν

γὰρ καὶ ἐπὶ τῶν ἐπὶ φλέγματι σηπομένων πυρετῶν εὐθὺς κατ' ἀρχὰς

θερμασία πραεῖά τε καὶ ἀτμώδης· ἀλλ' εἰ χρονίσει τις, ὀλίγον ὕστερον

προσγίνεται τῇ ἁφῇ δακνώδης θερμασία, ὡς δι' ἠθμοῦ τινος ἢ κοσκίνου

ἀναφερομένη. διαγνοὺς οὖν τοὺς ὑπὸ αἵματος κινουμένους πυρετοὺς εὐθὺς

κατ' ἀρχὰς, ὡς προείρηται, φλεβοτόμησον· τοὺς δὲ ὑπὸ χολῆς κάθαρον

μᾶλλον, ἢν ὀργῶσά σοι φαίνοιτο ἡ ὕλη καὶ μήτε ὁ πυρετὸς εἰσβάλλων

εἴη σφοδρός. οἶδα δὲ καὶ πυρέττοντα ὀξέως καθάρας, ἀλλὰ χρῄζει τὰ

τοιαῦτα πολλῆς καὶ ἀκριβοῦς διαγνώσεως καὶ θαρρῆσαι δυναμένου ἰατροῦ.

ἀρκεῖ δὲ καὶ μόνον φλεβοτομῆσαι τὸν κάμνοντα, διὰ τὸ ἀσφαλέστερον καὶ

δυνατώτερον, ἐμψυχούσῃ τε καὶ ὑγραινούσῃ λοιπὸν χρῆσθαι διαίτῃ καὶ

τοιούτοις ἀλείμμασι.

{Περὶ διαίτης.}

Ἐπὶ πάντων μὲν ὁ τῆς πτισάνης χυλὸς ἐπιτήδειος, ἀλλ' ἐπὶ μὲν τῶν

γνησίων καὶ διακαῶν καύσων καὶ δίψος ἐχόντων σφοδρὸν καὶ ψυχρισθέντα

ἐπιδιδόναι τὸν χυλὸν καὶ τὰς κηρωτὰς δὲ ὁμοίως σκευάζειν δεῖ διὰ τοῦ

ψυχροῦ ὕδατος καὶ ῥοδίνου καὶ τῶν ἐμψυχόντων. ἐπὶ δὲ τῶν νόθων οὐδαμῶς,

ἀλλ' ἀρκεῖ χλιαρὰ πάντα καὶ εὔκρατα καὶ μηδὲν ἔχοντα τῶν σφοδρῶς

ψύχειν δυναμένων. καὶ θριδακίνης δὲ χρισθέντας καυλοὺς καὶ ὠὰ, ὁμοίως

καὶ ἴντυβα καὶ τρώξιμα καὶ κολοκύνθας ἐπιδιδόναι πάντα συμφέρει τοῖς

327

διακαῶς πυρέττουσι. τὸ δὲ ὀξύμελι φεῦγε παντελῶς τούτοις ἐπιδιδόναι

καὶ παντοίων ὅλως ἀποζεμάτων· εἰσὶ γὰρ πάντα ταῦτα τοῖς πάνυ πυρέτ-

τουσι πολέμια. εἰ δ' ἄρα συμβῇ γενέσθαι πολλὴν ἀγρυπνίαν τῷ κάμνοντι,

τηνικαῦτα τὴν διὰ κωδειῶν αὐτοῖς ἀντίδοτον ἐπιδιδόναι δεῖ. καὶ γὰρ

μετὰ τὸ ποθῆναι ὕπνον ἐμποιεῖ καὶ τὸ σφοδρὸν καὶ τὸ διακαὲς

ἀμβλύνει τῶν πυρετῶν. εἰ δ' ἄρα καὶ τοῖς νόθοις ἐπιδοῦναι δεηθείης

αὐτὴν, δι' ἀγρυπνίαν ἢ παραφροσύνην ὀχλοῦσαν τῷ κάμνοντι, ὀλίγον

αὐτῇ προσπλέξας ἀπομέλιτος οὕτως ἐπιδίδου. οὕτω γὰρ οὐ φοβηθήσῃ,

μὴ τῇ ψύξει παχυτέραν ἐργάσηται τὴν ὕλην τὸ φάρμακον. καὶ ῥοδόμελι

δὲ καὶ ὑδρορόσατον οἶδα δεδωκὼς ὕδατι μίξας, τοῖς καιομένοις μάλιστα

τὸ ἧπαρ καὶ ῥόδινον αὐτὸ καθ' ἑαυτὸ ψυχρισθέν.

{Περὶ λουτροῦ.}

Λούειν δὲ χρὴ τοὺς καυσώδη καὶ διακαῆ νοσοῦντας πυρετὸν ἐν τῷ

οἴκῳ μᾶλλον, ἐν σκάφῃ χλιαρὸν ἐχούσῃ ὕδωρ πολὺ, ὥστε πανταχόθεν ὑπὸ

τοῦ ὕδατος περιέχεσθαι ὅλον τὸ σῶμα τοῦ κάμνοντος. μὴ προσαντλείτω δέ

τις αὐτῷ μήτε κινείτω τι ὅλως τὸ ὕδωρ· διαφορητικὸν γάρ ἐστι

τῆς δυνάμεως καὶ καταβλητικόν. διόπερ οὐδὲ τοὺς ἔχοντας ἀσθενῆ πάνυ

τὴν δύναμιν δεῖ σκαφολουτρεῖν, ὅ ἐστι παρὰ Ῥωμαίοις εἰς τίναν

ἐμβαλεῖν, ἀλλ' ἐκείνους ἐμβιβάζειν δεῖ, ὅσοις ἡ δύναμις ἀντέχειν τε καὶ

φέρειν δύναται τὴν ἀπὸ τοῦ χλιαροῦ γινομένην ἔκλυσίν τε καὶ διαφόρησιν.

τοσαῦτα περί τε καύσων καὶ συνεχῶν εἰρήσθω πυρετῶν καὶ ἀρκούντως

ἔχειν ἡγοῦμαι καὶ ταῦτα. εἰ γάρ τι παραλέλειπται τῶν κατὰ μέρος, ἐκ

τῶν καθόλου καὶ μερικῶς εἰρημένων δυνήσεταί τις ἑαυτῷ τὸ λοιπὸν

ἐξευρίσκειν.

329

{κεφ. γʹ.}

{Περὶ συγκοπῆς τῆς ἐν πυρετοῖς γινομένης.}

Γίνονται δὲ συγκοπαὶ δυνάμεων ἐπὶ τῶν καμνόντων αἰφνιδίως ἢ

διὰ πλῆθος χυμῶν ὠμοτέρων καὶ μάλιστα βαρυνόντων τὸ στόμα τῆς

γαστρὸς ἢ διὰ χολώδεις καὶ ὑπερλέπτους χυμοὺς καὶ διαφορουμένους

ἑτοίμως, ἔσθ' ὅτε δὲ καὶ συρρέοντας εἰς τὸ στόμα τῆς γαστρὸς, ὥστε

καὶ διὰ τοῦτο συμβαίνειν ἐπὶ πλέον συγκόπτεσθαι τὴν δύναμιν. ἐπεὶ οὖν

οὐ διὰ μίαν αἰτίαν, ἀλλὰ καὶ δι' ὠμοὺς χυμοὺς ἐπιγίνονται συγκοπαὶ καὶ

διὰ λεπτοὺς καὶ χολώδεις, εἰδέναι δεῖ καὶ διακρίνειν, ὅπως χρὴ γινώσκειν

τὰς τούτων διαφοράς. ἄνευ γὰρ διαγνώσεως οὐχ οἷόν τε ἁρμόσασθαι καλῶς

πρὸς ἑκάστην αἰτίαν.

{Διάγνωσις τῶν ἐπὶ πλήθει συγκοπτομένων.}

Οἱ μὲν ἐπὶ πλήθει ὠμῶν χυμῶν συγκοπτόμενοι πρῶτον μὲν

ἔχουσι τὸ πρόσωπον οἰδαλεώτερόν τε καὶ ὠχρότερον καὶ τὸ στόμα τῆς

γαστρὸς καὶ ὅλην τὴν γαστέρα πνευμάτων μεστὴν καὶ τοὺς σφυγμοὺς

ἔχουσι μικροὺς καὶ ἀραιοὺς καὶ βραδεῖς καὶ ὀξώδεις ἐρυγὰς ὑπομένουσι

καὶ φλεγματικωτέραν δὲ τὴν ἕξιν. καὶ τὰ προηγησάμενα δὲ σαφέστερον

ἔτι σοι δηλώσει τὸν πλεονάζοντα χυμόν. ἀπεψίαι γὰρ τέως ὡς ἐπὶ

τὸ πολὺ προηγοῦνται συνεχεῖς καὶ ἀργίαι καὶ ἀκαίρων λουτρῶν χρήσεις

καὶ ὀσπρίων καὶ ὀπωρῶν καὶ κρεῶν πλησμονὴ οἴνου τε παχυτέρου κατά-

χρησις. οὕτω μὲν οὖν τοὺς ἐπὶ πλήθει χυμῶν ὠμῶν συγκοπτομένους δια-

γινώσκειν χρή.

{Σημεῖα τῶν ἐπὶ χολώδεσι καὶ λεπτοῖς χυμοῖς συγκοπτομένων.}

Τοὺς δὲ ἐπὶ χολώδεσι καὶ λεπτοῖς χυμοῖς συγκοπτομένους ἔνεστί

σοι διαγινώσκειν οὕτω· πρῶτον μὲν τὸ πρόσωπον αὐτῶν ἀτμῶδές ἐστι

καὶ ξηρὸν καὶ οἱ σφυγμοὶ μικροὶ καὶ ἀνώμαλοι καὶ ἄτακτοι φανήσονται·

καὶ τὸ διαχώρημα δὲ χολῶδές ἐστι καὶ ἀγρυπνικώτεροι μᾶλλον τῶν ἄλλων

καὶ διψώδεις. καὶ ἐξ ἄλλων δὲ πολλῶν ἔστι διακρίνειν, μάλιστα δὲ ἀπὸ

τῶν προηγησαμένων· φροντίδες γὰρ ὡς ἐπὶ τὸ πολὺ προηγοῦνται τούτοις

331

καὶ δυσθυμίαι καὶ ὀλιγοτροφίαι κακοχύμων τε καὶ δριμέων προσφοραί. οὕτω

μὲν οὖν αὐτοὺς διαγινώσκειν χρή.

{Θεραπεία τῶν ἐπὶ συγκοπῇ κινδυνευόντων.}

Θεραπεύειν μὲν τοὺς διὰ πλῆθος ὠμῶν χυμῶν συγκοπτομένους,

διαίτῃ λεπτῇ χρωμένους καὶ τοῖς λεπτύνειν ἅπασι δυναμένοις· καλὸν μὲν

οὖν ἐστιν, ὅσον ἐπὶ τῷ πλήθει, κένωσιν διὰ φλεβοτομίας παραλαβεῖν

καὶ ἀποκένωσιν τοῦ πλήθους, ἀλλὰ τὸ εἶναι πάλιν τοὺς πλεονάζοντας

χυμοὺς ὠμοὺς ἀποτρέπει. δέος γάρ ἐστι, μὴ φθάσασα ἡ δύναμις κατα-

βληθῆναι ἀποκάμῃ πέψαι καὶ διοικῆσαι τὸν ὠμὸν χυμόν. βέλτιον οὖν

οἶμαι φεύγειν μᾶλλον τὴν κένωσιν· εἰ δ' ἄρα τοσοῦτον εἴη τὸ πλεονάζον,

ὡς καταπνιγῆναι κινδυνεύειν τὴν δύναμιν, οὐδὲν ἄτοπον τηνικαῦτα μικρὸν

ὑποκενῶσαι τοῦ πλήθους καὶ κουφίσαι βαρυνομένην αὐτήν. ὁρῶμεν γὰρ ὡς

ἐπίπαν καὶ ἐπὶ τοῦ πυρὸς τοῦτο γινόμενον· καὶ γὰρ αὐτὸ κινδυνεῦον ὑπὸ

χλωρῶν ἀποσβεσθῆναι ξύλων πολλάκις ὀλίγων ἀφαιρεθέντων ἔλαμψε

πάλιν καὶ περιεγένετο τῶν καταπνιγόντων αὐτό. εἰ μὲν οὖν ἡ δύναμις ἔρρωται

καὶ πλῆθος εἴη πάνυ πολὺ τὸ λυποῦν, οὕτω δεῖ πράττειν· εἰ δ' ἀσθενὴς εἴη

καὶ ὠμότης ὑπόκειται πολλὴ, ταῖς ἀνατρίψεσιν ἀνάγκη προσκαρτερεῖν καὶ τοῖς

ἠρέμα λεπτύνειν καὶ διαφορεῖν δυναμένοις καὶ συμπέπτειν τοὺς ὠμοὺς

χυμοὺς καὶ ἀπέπτους. τοιοῦτον δ' ἐστὶ τὸ χαμαίμηλον· καὶ γὰρ ἀραιοῖ

καὶ διαφορεῖ καὶ συμπέπτει τὰ αἴτια. ἀποτρίβειν δὲ χρὴ ἀπὸ τῶν σκελῶν

ἀρχομένους ἐπὶ τὰ κάτω, ἔπειτα καὶ τὴν ῥᾶχιν ὅλην καὶ τὰς χεῖρας, εἶτα

πάλιν ἀπὸ τῶν χειρῶν ἐπὶ τὰ κάτω καὶ τοὺς πόδας· καὶ τοῦτο ποιεῖν

συνεχέστερον ἀποβλέποντα πρὸς τὴν δύναμιν· πολλάκις γὰρ ἀνατριψάντων

ἀμετρότερόν τινων ἀθρόως διεφορήθη ἡ δύναμις. ἐγὼ δὲ ἐθεασάμην οὕτω

συγκοπέντα τινὰ ὑπὸ ἀμαθίας· ἀνατρίβεσθαι γὰρ αὐτὸν ἐκέλευσεν ἐκ

διαδοχῆς ἅπασαν τὴν ἡμέραν καὶ τὴν νύκτα ἀσιτίαν τε παντελῆ φυλάξαι

μέχρι τῆς πέμπτης ἡμέρας. εἶτα τοῦτο πράττοντος αὐτοῦ ἀσεβῶς μὴ

δυνηθεὶς ἐνεγκεῖν ἀμφότερα, μήτε τὸν κόπον μήτε τὴν ἀσιτίαν, εἰς ὅλας

333

πέντε ἡμέρας ἀπώλετο συγκοπῇ. ἐχρῆν δὲ, οἶμαι, κεχρημένον αὐτὸν

τῇ τοσαύτῃ ἀνατρίψει καὶ ἀμέτρῳ καὶ τοῖς δριμέσιν ἐλαίοις, οἷς ἐχρήσατο

καὶ ἐνόμιζε διαφορεῖν τὴν τοσαύτην ὠμότητα, μὴ οὕτως ἄσιτον φυλάξαι

τὸν κάμνοντα [μήτε], τρέφοντα δὲ πάλιν παύσασθαι τῆς ἀμέτρου ἀνατρίψεως·

ὅπου γὰρ λιμὸς, οὐ δεῖ πονεῖν· ὥσπερ ἅπαντα, καὶ τοῦτο ὁ σοφὸς πρεσβύτης

ἀπεφήνατο. οὐκ οἶδα τί παθὼν καὶ ὁ θειότατος Γαληνὸς οὕτως ἐπιτάττει

ποιεῖν· ἀνατρίψεσιν ἀμέτροις κεχρῆσθαι καὶ τὸ σικυόνιον ἔλαιον ἀλείφεσθαι

καὶ ἀσιτίαν παρακελεύεται. ὕσσωπον γὰρ αὐτοῖς ἐπιτάττει πίνειν ἅμα

καὶ ὀλίγῳ μέλιτι καὶ μηδὲν ἄλλο μέχρι τῆς ἑβδόμης ἡμέρας προσφέρεσθαι.

ποῖος ἄν τις ἐπινοήσειεν οὕτως ἰσχυρὰν εἶναι δύναμιν, ὦ πρὸς θεῶν, ὅστις

ἅμα πάντα φέρειν δυνήσεται, καὶ ἀσιτίαν ἅμα καὶ ἀνάτριψιν; ἐμοὶ γοῦν

φαίνεται κάλλιον καὶ ἀνατρίβειν συμμέτρως καὶ πάλιν τρέφειν πρὸς τὴν

δύναμιν ἀφορῶντα χυλῷ πτισάνης ἢ ἄλικος μετὰ ὀξυμέλιτος, κεχρῆσθαι

καὶ ἄρτῳ εἰς οἶνον κεκραμένῳ, ἐπειδὰν ἡ δύναμις ἰσχυρῶς κάμνουσα φαί-

νηται. τὰ γὰρ ἀμφότερα πραττόντων, ποτὲ μὲν διαφορούντων ἐκ τοῦ

πλήθους διὰ τῆς ἀνατρίψεως, εἶτα πάλιν χρηστὴν ἀντεισαγόντων ἡμῶν

τροφὴν πεφθῆναι καὶ ἀναδοθῆναι δυναμένην, ἥ τε δύναμις φυλαχθῆναι

δυνήσεται καὶ οἱ ὠμοὶ χυμοὶ πεφθῆναι καλῶς.

{Περὶ οἴνου.}

Οἶνον δὲ διδόναι τοῦ μὲν πυρετοῦ χάριν οὐ δεῖ, διὰ δὲ τὴν

πλεονάζουσαν ὕλην ὠμοτέραν χρῄζομεν τῶν ἠρέμα λεπτύνειν καὶ θερ-

μαίνειν δυναμένων. οὐδὲν οὖν ἄτοπον ἐπιδιδόναι λεπτοῦ καὶ εὐαναδότου

καὶ μηδεμίαν ἔχοντος φανερὰν στύψιν ἢ γλυκύτητα· τῷ δὲ χρόνῳ μὴ

πάνυ νέος μήτε παλαιὸς ἔστω μηδὲ τῇ χρόᾳ μέλας, ἀλλὰ μᾶλλον ὑπό-

κιρρος καὶ λευκὸς καὶ τῇ συστάσει λεπτός. ἀναδοθῆναι γὰρ αὐτὸν εἴς

τε τὰς φλέβας ταχέως καὶ ὅλον τὸ σῶμα βουλόμεθα· καὶ μάλιστα ἡνίκα

καὶ τὴν δύναμιν καταπεσοῦσαν καὶ ἀπολέσθαι κινδυνεύουσαν ἀνακαλέσασθαι

σπεύδομεν.

335

{Περὶ λουτροῦ.}

Οὐ δεῖ δὲ τοὺς ἐπὶ ὠμότητι χυμῶν κάμνοντας συγκοπὴν ταχέως,

οἶμαι, ἐπὶ τὸ λουτρὸν ἄγειν. ἥτε γὰρ ὕλη παχυτέρα οὖσα καὶ πολλὴ

καὶ οὔπω λεπτυνθεῖσα, μὴ δυναμένη δὲ διὰ τοῦτο διαφορηθῆναι, σφηνω-

θήσεται μᾶλλον ἐντεῦθεν καὶ πυρετοὺς ἐπαυξήσει. λεπτυνθέντων οὖν τῶν

χυμῶν καὶ πέψεως ἤδη φανείσης οὕτω λούειν καὶ τρέφειν καὶ ἠρέμα θερ-

μαινούσῃ τροφῇ κεχρῆσθαι, οἷον πράσῳ τε ἀποζεσθέντι καλῶς μετὰ ἀπο-

μέλιτος καὶ ἰχθύων, εἰ ἐνδέχεται, πετραίων· εἰ δὲ μή γε, ποταμίων τῶν

καλουμένων ἀναδρόμων μετὰ ὀξυμέλιτος καὶ τῶν κατοικιδίων ὀρνέων τὰ

πτερά. τῆς δυνάμεως δ' ὑπὸ τούτων αὐξηθείσης λοιπόν ἐστιν ἔτι τὰς ἐπὶ

πλέον τρεφούσας προσφέρειν τροφὰς ἀβλαβῶς.

{Θεραπεία τῶν ἐπὶ σήψει λεπτῶν χυμῶν συγκοπτομένων.}

Τοὺς δ' ἐπὶ σήψει τῶν λεπτῶν χυμῶν συγκοπτομένους εὔδηλον

ὡς ὑπεναντίως ἄγειν χρὴ, διαίτῃ τε παχυνούσῃ καὶ δυσδιαφορήτῳ κεχρη-

μένους. χυλὸς τοίνυν ἄλικος συμφέρει τούτοις καὶ ἄρτος εἰς ὑδρορόσατον

λαμβανόμενος ἢ εἰς ὀμφακόμελι καὶ ὄρχεις τῶν ἀλεκτρυόνων καὶ χίδρον

καὶ ἴντυβα καὶ θρίδακες καὶ ἀστακοὶ καὶ κτένια καὶ κηρύκια καὶ ἐχῖνος

καὶ ἄφρατος καὶ μῆλα καὶ ῥοιαὶ καὶ ἀπίδια· καὶ ταῦτα προσφέρειν δεῖ

μὴ ἀθρόως, ἀλλὰ κατὰ μέρος καὶ ἐκ διαλειμμάτων, ὥστε καὶ τὸ διδό-

μενον λόγῳ τροφῆς μὴ βραδύνειν κατὰ συγκοπὴν, ἀλλὰ μᾶλλον αὔξειν

τὴν δύναμιν.

{Περὶ οἴνου.}

Οἶνον δὲ τούτοις τὸν ὑδατώδη χρὴ διδόναι, οἷός ἐστιν ὁ Κνίδιος ἢ

ὁ Σαρεφθῖνος ἢ ὁ εὐγενὴς Σαβῖνος· μὴ παλαιὸς πάνυ τῷ χρόνῳ καὶ

ὑδαρὴς πάλιν γινέσθω καὶ μὴ ἄκρατος. κεχρήσθωσαν δὲ καὶ ἀλοιφῇ

μηδὲν ἐχούσῃ χαλαστικὸν ἢ ἀραιωτικὸν τῆς ἐπιφανείας, ἀλλὰ τοὐναντίον

337

πυκνωτικὸν καὶ ῥῶσαι δυνάμενον, οἷόν ἐστι καὶ τὸ μήλινον ἔλαιον. ἐπι-

πάσμασι δὲ τοιούτοις κεχρήσθωσαν, οἷόν…

αὐτὰ…

The complete text is available when the reading interface loads.