Epistula de lumbricis
- Edition reference
- Epistula de lumbricis, ed. Puschmann, op. cit., vol. 2 (1879; repr. 1963) 587–599. ALEXANDER Philalethes
- CTS identifier
urn:cts:greekLit:tlg0744.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
589
παντί που δῆλον. ἀλλ' ἐπειδὴ τοῖς πολλοῖς τῶν λεπτυνόντων ἁπάντων οὐ
μία τις διαφωνία, ἀλλὰ ποικίλη καὶ διάφορος, τὸ μὲν αὐτῶν μετέχον
σαφοῦς θερμασίας καὶ πολλῆς, τὸ δὲ μετρίως καὶ ἀνεπαισθήτως—καὶ
σπάνιόν ἐστιν εὑρεῖν τοὺς πυρετοὺς οὕτω παροξύνοντας—, εὔδηλον
ὡς εἴ γε πυρετὸς ἅμα τε ἑλμῖσιν ἐνοχλεῖν φαίνοιτο, ὡς οὐδὲ τοῖς σφόδρα
καὶ λεπτύνειν δυναμένοις χρῆσθαι καὶ ἀναιρεῖν αὐτοὺς καὶ φθείρειν εἰώθασιν,
ἀλλὰ μᾶλλον τοῖς μετρίως, ὡς ἐνδέχεται, θερμαίνειν καὶ λεπτύνειν δυνα-
μένοις. ἔστι δὲ τὰ τοιαῦτα τοῦ τε σελίνου τῆς ῥίζης τὸ ἀπόβρεγμα καὶ
τοῦ χαμαιμήλου καὶ τῶν μεσπίλων καλουμένων, ὧν ἡ ὕλη μᾶλλον τὸ
591
κατάγλισχρον κέκτηται μὴ λεπτύνον. εἰσὶ δὲ διάφορα τὰ τοιαῦτα, ᾗ τὰ
πάνυ θερμαίνοντα τοὺς πυρετοὺς αὔξει καὶ καταβάλλει τὴν δύναμιν, διόπερ
εἰκότως ὄντων πυρετῶν ἀνοίκειά εἰσι τὰ τοιαῦτα, ὅσα δὴ πάνυ τὸ πικρὸν
καὶ δριμὺ κέκτηται.
{Περὶ ὑπαγωγῆς γαστρός.}
Ὑπαγωγή ἐστι γαστρὸς ἀπὸ ὑδρελαίου ἢ καὶ μελικράτου ὑδαροῦς
ἢ χαμαιμήλου μετὰ μέλιτος. ἔξωθεν δὲ τῷ οἰνελαίῳ δεῖ βρέχειν τὸ
σπλάγχνον ἀποβραχείσης πρὸς ὀλίγον ἀψίνθιον.
{Περὶ τῶν σφόδρα πυρεττόντων.}
Εἰ δὲ σφόδρα ὁ πυρετὸς εἶναί σοι φαίνοιτο, καὶ τὸ ῥοδόμελι δίδου·
καὶ γὰρ εὐστόμαχόν ἐστι καὶ ἑλμίνθων ἀναιρετικὸν διὰ τὸ ἐν αὐτῷ
ὑπόπικρον. ἔστι δὲ καὶ ἄδιψον καὶ ληξοπύρετον. τούτου δὲ μὴ παρόντος
ὑδρορόσατον δίδου ἢ ὑδρορόδινον· ἔξωθεν δὲ κηρωτὴ ῥοδίνη καλῶς
σκευασθεῖσα· δεῖ γὰρ τὸν κηρὸν ἐν ὕδατι πολλάκις ἀποπλύνειν καὶ οὕτω
τὸ ῥόδινον ἐπιβάλλειν κάλλιστον ἠρέμα τε ἕψειν, ὥστε μὴ καῆναι τὸ
ῥόδινον· ἔστω δὲ τὸ ἴσον τοῦ κηροῦ. μετὰ δὲ τὸ μιγῆναι καλῶς ὀλίγον
περίμεινον, ἕως οὗ ψυχθῇ. ψύξας αὐτὸ κατὰ μικρὸν, ὡς ἂν ἑνωθῇ, ἐκ τοῦ
χαλκοῦ ἐπίβαλλε πάντα ἐν τῇ θυΐᾳ καὶ τρῖβε συντόνως ἐπιβάλλων ὀλίγον
ὑδρορόδινον, ἕως οὗ γένηται μαλακὸν πάνυ καὶ δίϋγρον. ἐὰν οὖν οὕτω
σκευασθῇ, καὶ τῷ πυρετῷ μάχεται, εἴπερ τι καὶ ἄλλο, καὶ παρενοχλεῖ
καὶ τοὺς ἕλμινθας ἐκτινάσσει διὰ τῆς κάτω γαστρὸς καὶ νεκρὰν τὴν ὄρεξιν
καὶ ἀσθενοῦσαν ἐπεγείρει· καὶ πρὸς ἄλλα δὲ πάθη διακαῆ ποιεῖ καλῶς,
οἷον ἐπὶ ἐρυσιπέλατος καὶ ἀνθράκων καὶ τῆς ἐν δακτυλίῳ γενομένης
φλεγμονῆς καὶ ἐπὶ ῥευματισμοῦ δὲ ποδῶν, εἰ δριμὺ καὶ χολῶδές ἐστι
τὸ ἐπιρρέον, καὶ κεφαλαλγίαν δὲ χρονίαν διὰ θερμότητα γινομένην ὠφελεῖ,
καὶ ἁπλῶς οὕτω πολύχρηστον κηρωτὴν οὐκ ἂν εὕροις. καὶ διὰ τῆς
ἀγχούσης δὲ ἐὰν οὕτω σκευασθῇ, χρησιμωτάτη ἐστὶν, ἐφ' ὧν ἐστι πυρετὸς,
καὶ ῥάκη εἰς ὑδρέλαιον (βαφέντα). ἄριστα δὲ ποιεῖ τὸ ἔλαιον, εἰ ἔστι
χαμαιμήλινον· ἐν δὲ τῷ ὕδατι τῷ ἐπιμιγνυμένῳ δεῖ ἐμβάλλειν μελίλωτα
593
καὶ χαμαίμηλον καὶ ὀλίγον ἀψίνθιον καὶ οὕτως ἀποζέννυσθαι. ῥάκει δὲ
προσφερέσθω μὴ πάνυ θερμῷ. εἰ δὲ θεραπεύσεις, ὠφελήσειας (ἂν) ἐκτὸς
μέντοι τοῦ ἀψινθίου· πικρῶν γὰρ οὐ δεῖ θεραπεύειν οὐδενὶ τὴν κάτω
γαστέρα· τοὐναντίον γὰρ ἀναδρομοῦνται οἱ ἕλμινθες μᾶλλον ἐν τούτοις ἄνω.
διότι περ εἰ μὴ πάνυ κωλύει ὁ πυρετὸς, ἐπιβάλλειν δεῖ μέλι· τοῦτο
γὰρ ἅμα καὶ τοὺς ἕλμινθας προτρέπει παρὰ τὰ κάτω καὶ τὰ τούτους τρέφειν
δυνάμενα περίθετα παχέα καὶ γλίσχρα ὄντα. εἰ δὲ καὶ τούτων γινομένων
ἐπιμένει τὰ τῶν πυρετῶν καὶ δίψα πολλὴ ὑπάρχει, κέχρησο καὶ τῇ ἄλλῃ
διαίτῃ τῇ ψύχειν τε καὶ ὑγραίνειν δυναμένῃ· τὸ γὰρ σφοδρὸν τοῦ πυρετοῦ
χολώδη ἐπιμιξίαν χυμοῦ δείκνυσιν ἐν τῷ σώματι· ἐπὶ τούτων οὖν προσφέρειν
δεῖ πτισάνην μετὰ ψυχροῦ καὶ τοῦ ὑγροῦ καὶ τοῦ λεπτύνειν δυναμένου. καὶ
μὴ θαυμάσῃς, εἴ τι πρὸς ψῦξιν ἐχρησάμην· ἀεὶ γὰρ πρὸς τὸ κατεπεῖγον
ἐνίστασθαι χρὴ καὶ σπουδάζειν εὐκρασίαν ἀεὶ περιποιεῖν τῷ σώματι. ταύτης
γὰρ παρούσης ἐξόν ἐστι καὶ τοῖς λεπτύνουσιν ἀβλαβέστερον κεχρῆσθαι,
λοιπὸν ὄξους τε βραχὺ καὶ ῥίζης σελίνου ἐν τῇ ἑψήσει αὐτῆς ἐμβάλλοντας·
οὕτω κάλλιστος καὶ ὠφελιμώτατος ὁ χυλὸς αὐτῆς. εἰ δὲ μηδὲν προσλάβῃ
τῶν εἰρημένων, οὐδὲν ἄλλο ἢ τροφὴ τῶν ἑλμίνθων γενήσεται μᾶλλον.
ἀλλὰ καὶ τῶν λαχάνων ἐσθιέτω τὰ ἴντυβα καὶ τὰς θριδακίνας τὰ καλού-
μενα μαρούλια ἑφθὰ εἰς ὀξύκρατον ὑδαρὲς ἀναβάπτων. εἰ δὲ ἀκαίρως ἔχει
καὶ διψώδης ὁ κάμνων, καὶ τοῦ πέπονος τὴν ἐντεριώνην δίδου—ἔχει
γὰρ καὶ ῥυπτικόν—ἀλλὰ καὶ συκάμινα. ταῦτα δὲ μετὰ τοῦ τὴν γαστέρα
ὑπάγειν καὶ ἄλλως πως ἑλμίνθων εἰσὶν ἀναιρετικά. δίδου πάντα εἰς κόρον.
ἀλλὰ πολλάκις καὶ δι' ἀπορίαν τροφῆς αὐτῶν τῶν ἐντέρων εἰς τοσοῦτον
ἥψαντο, ὥστε καὶ διὰ τοῦ δέρματος αὐτοῦ ὀφθῆναι διεξιόντας· νυνὶ δὲ
καὶ πρὸς τὸν πυρετὸν καὶ πετραίους ἰχθύας δίδου προσειληφότας ἐν τῇ
ἑψήσει ὄξος, ἀλλὰ καὶ περιστεράς. τοσαῦτα καὶ περὶ τῶν ἐχόντων ἕλμινθας
μετὰ πυρετοῦ.
{Περὶ τῶν ἐχόντων ἕλμινθας ἄνευ πυρετοῦ.}
Εἰ δὲ ἀπύρετος ὑπάρχει, μηκέτι τὸ ῥοδόμελι δίδου μήτε πέπονα
εὐχερῶς. ἀλλὰ καὶ τὸ πόμα καὶ ἡ τροφὴ πᾶσα γινέσθω λεπτύνουσα, οἷον
ἀπὸ σελίνων τε καὶ πράσων ἢ καυκαλίδος ἢ γιγγιδίου, ἔσθ' ὅτε δὲ καὶ
595
σκορόδων, ἀμυγδάλων πικρῶν καὶ ὅσα τοιαῦτα. μελάνθιόν τε ἔτι κύμινον καὶ
μετὰ ὄξους συγκείμενον καὶ μαστίχη ἢ κάππαρις ἁρμόζει τούτοις καὶ τὸ
τοῦ ἀβροτόνου ζέμα, τῆς κόμης τοῦ ἀψινθίου καὶ τὸ τοῦ ἡδυόσμου καὶ τὸ
τῆς δικτάμνου καὶ τὸ καλούμενον κῦφι ἱερατικόν. καὶ ἡ θηριακὴ καὶ πρὸς
ταῦτα ἁρμόζει οὐ μόνον τοὺς ὄντας φθείρειν, ἀλλὰ καὶ ἄλλους οὐ συγχωρεῖ
ἀποτεχθῆναι, εἴ γε προπίνει τις ἅπαξ ἢ δὶς τοῦ μηνός. καὶ ἔγωγε πολλάκις
ἐπέτυχον δεδωκὼς αὐτὴν ἐπὶ τῶν πολλὰς ἐχόντων ἕλμινθας μετὰ ἀνα-
τροπῆς στομάχου. καὶ ὁ γαγάτης δὲ λίθος πάνυ ποιεῖ. καλῶς δὲ ποιεῖ,
εἴπερ τι καὶ ἄλλο, κοκκία διδόμενα ἔσωθεν καὶ ἔξωθεν ἐπιτιθέμενα. καλῶς
δὲ ποιεῖ καὶ ἡ ταυρεία χολὴ μετὰ μυελοῦ ἐλαφείου ὥσπερ καὶ μετὰ
κεδρίας μιγνυμένη. ὁμοίως δὲ ποιεῖ καὶ τὸ θέρμινον ἔλαιον μετὰ μυελοῦ
ἐλαφείου κατὰ τοῦ ὀμφαλοῦ ἐπιτιθέμενον καὶ ἡ κηρωτὴ δὲ ἡ Γαληνεία
ὁμοίως ποιεῖ. καὶ ταῦτα μὲν ἀρκούντως δοκεῖ μοι ἔχειν· καὶ γὰρ εἴρηται
περὶ αὐτῶν εἰκότως, ὁποίοις δεῖ βοηθήμασι χρῆσθαι πρὸς τὰς ἐν τῷ σώματι
πλεοναζούσας ἕλμινθας, εἰ μετὰ πυρετοῦ ὑπάρχουσι. τινὰ δὲ καὶ ἑτοίμως
ὑπομιμνήσκω τῶν κατὰ μέρος καὶ μηδὲν πολλῶν βιβλίων ἐκθήσομαί σοι,
πλὴν εἰς ὅσα τοῖς τε ἀρίστοις τῶν ἰατρῶν καὶ τῶν ἄκρως ὑπ' ἐμοῦ
μεμαρτυρημένων τῇ πείρᾳ ἐξεῦρον. καὶ πρῶτόν γε τῶν τὰς πλατείας
ἕλμινθας ἀναιρεῖν δυναμένων μνημονεύσομεν, ἐπειδὴ τῶν ἄλλων μᾶλλον
αὗται ἐπικίνδυνοί εἰσιν.
{Περὶ τῶν τὰς πλατείας ἀναιρούντων ἕλμινθας (Ἀλεξάνδρου).}
Κάρδαμον ἕλμινθας πλατείας ἕλκει καταπινόμενον, ὁμοίως δὲ καὶ
ὁ κόστος καὶ τὸ κίκινον ἔλαιον πινόμενον καὶ κάρυα βασιλικὰ πλείονα
βρωθέντα ἕλμινθας πλατείας ἐκβάλλει καὶ ἀναιρεῖ. ἕλμινθας ἐκβάλλει
φλοιὸς ῥοδακινέας, φύλλα μυρσίνης, ῥοιᾶς ἄνθη. καὶ ἑλμινθοβότανον τρίψας
πότιζε. συκαμινέας τῆς ῥίζης ὁ φλοιὸς ἐν ὕδατι ἑψηθεὶς καὶ ποθεὶς καὶ τὸ
ἡλιοτρόπιον πινόμενον τὸ μικρὸν μετὰ τοῦ καρποῦ σὺν νίτρῳ καὶ ὑσσώπῳ
καὶ κάρδαμον σὺν ὕδατι πινόμενον ἕλμινθας στρογγύλας καὶ πλατείας
ἐκτινάσσει ἢ μετὰ γάρου ἢ μέλιτος δρ. γʹ ἐκλειχόμενον. καὶ χαμαιλέοντος
λευκοῦ ἡ ῥίζα ποθεῖσα ὀξυβάφου πλῆθος σὺν οἴνῳ αὐστηρῷ μετὰ ὀριγάνου
597
ἀφεψήματος ἕλμινθας ἐκβάλλει. ὑσσώπου καὶ καρδάμου ἡ ῥίζα τέταρτον δρ.
μετὰ μελικράτου ἐκλαμβανομένη ἕλκει, βέλτιον μέντοι μετὰ σκαμμωνίας
ἢ ἑλλεβόρου μέλανος ὀβολῶν βʹ. εἰ δέ τις σκόροδα φάγῃ καὶ λάβῃ
θηλυπτερίου τὴν ῥίζαν ἐκλειῶν τῷ μέλιτι, ἐξάγει ἕλμινθας πλατείας.
σὺν οἴνῳ δὲ πινομένη δρ. πλῆθος στρογγύλας ἐκβάλλει ἢ χυλὸς κενταυρίου
μετὰ κυμίνου ἐπιτιθέμενος ἕλμινθας ἐκβάλλει. μελάνθιον ὕδατι λειωθὲν
καὶ ἐπικαταπλασθὲν κατὰ ὀμφαλοῦ ὁμοίως ποιεῖ καὶ σικύου ἀγρίου ἡ
ῥίζα ἑψημένη ὑδρομέλιτι. κἂν τούτῳ ἐπιβαλλομένου μετὰ τὸ ἑψηθῆναι
λινοσπέρμου μέρη βʹ, θερμίνου ἀλεύρου μέρος ἓν καὶ πάλιν ἑψημένου καὶ
καταπλαττομένου τὰ ἄνω πάντα μέρη τούτων καὶ πλατείας ἀναιρεῖ καὶ
στρογγύλας καὶ ἁπλῶς σφόδρα κινδυνευόντων ὑπὸ ἑλμίνθων ἔξωθεν προς-
φέρεται καὶ θαυμαστῶς.
{Περὶ τῶν στρογγύλας ἀναιρούντων ἕλμινθας.}
Ἀναιρεῖ δὲ καὶ ἐκβάλλει ἕλμινθας στρογγύλας καὶ τὸ σπέρμα τῆς
ἡμέρου κράμβης καὶ μάλιστα τῆς Αἰγυπτίας πινόμενον καὶ ἔλαιον κοινὸν
πάνυ μετὰ πηγάνου ἑψηθὲν καὶ ποθὲν θερμὸν κυ. Ϛʹ καὶ πλῆθος ἑλμίνθων
στρογγύλων ἐκβάλλει. καὶ ἀνδράχνης ὁ χυλὸς πινόμενος καὶ θαλασσία
ἀψινθία ἑψηθεῖσα ἢ καθ' αὑτὴν ἢ μετ' ὀρύζης καὶ ληφθεῖσα μετὰ μέλιτος
ἀσκαρίδας στρογγύλας ἐκτινάσσει ὑπεξάγουσα τὴν κοιλίαν. καὶ λίθον γαγάτην
ἑψήσας ὕδατι δίδου πίνειν καὶ ὕσσωπον ἑψηθὲν μετὰ σύκων καὶ ὕδατος καὶ
πηγάνου ποθὲν τὰ αὐτὰ ποιεῖ καὶ σὺν μέλιτι ἐκλειχόμενον. καὶ χυλὸς
ἡδυόσμου μετ' ὄξους πινόμενος καὶ καλαμίνθη πινομένη σὺν ἁλσὶ καὶ μέλιτι
ἑφθή τε καὶ ὠμὴ τετριμμένη λίαν ἕλμινθας στρογγύλας καὶ ἀσκαρίδας
ἐκβάλλει καὶ θύμος πινόμενος μετὰ μέλιτος καὶ τὸ κορίου σπέρμα
ὀλίγον ποθὲν μετὰ γλυκέος ἕλμινθας ἐκβάλλει καὶ τὴν κοιλίαν ἐπὶ
πλέον κινεῖ.
{Περὶ ἀσκαρίδων.}
Κέδρος σκώληκας καὶ ἀσκαρίδας κλυζομένη φθείρει. οἶνον καὶ ἄλευρον
ἑψήσας σὺν μελανθίῳ κατάπλαττε. κάλλιον δὲ γίνεται, εἰ κρίθινον εἰς ζέμα
χαμαιμήλου ἑψήσας διακλύζεις. κτείνει δὲ καὶ σκώληκας παντοίους καὶ
599
ἀσκαρίδας καὶ τὸ ῥίνημα τοῦ ἐλέφαντος διδόμενον. παντοίας ἕλμινθας
φθείρει καὶ καλαμίνθη· ξηρὰν βάλλων εἰς ξέστ. βʹ ἕψε μέχρι συστάσεως
τρίτου· τοῦτο ποιεῖ πρὸς παντοίας ἕλμινθας. καὶ ῥόδινον ἔλαιον μεθ'
ἑψήματος χλιαίνων πότιζε καὶ ἀλόην δίδου καὶ ἴντυβον μετ' ὄξους. καὶ
σκόροδα ἐσθιόμενα ποιεῖ καὶ τὸ ἀβρότονον ζεννύμενον ἕως συστάσεως
τρίτου δίδοται πρὸς ἕλμινθας. βέλτιον δὲ καὶ εἰ ὄξος προσπλέξῃς τῷ
ζέματι. ἔστι καὶ ἄλλα μυρία εἰρημένα τοῖς παλαιοῖς, εἰ καλῶς προσέχεις
καὶ ἀκριβῶς ποιήσεις.
{ΠΕΡΙ ΟΦΘΑΛΜΩΝ.} {α. Πρῶτος λόγος.} Προοίμιον. Ἅπαντα μὲν ἰατρὸς ἄριστος ἰᾶσθαι τὰ πάθη σπου-δάζειν ὀφείλει, ἀλλ' οὐδὲν οὕτως ὡς ὀφθαλμούς, ἐπειδὴ δι' αὐτῶντὴν γλυκύτητα τὸν ἥλιον ἅπαντά τε τὰ ἐν τῷ κόσμῳ ὄντα δέδωκενἡμῖν γινώσκειν ἡ φύσις πᾶσαν τε τέχνην ἐπιτηδεύειν· ἀστρονομίανγὰρ οὐκ ἔγνωσαν ἄν ποτε, εἰ μὴ διὰ τῆς ὄψεως θεαταὶ τῆς τῶνἀστέρων κινήσεως γεγόνεσαν. ἀλλ' οὔτε φιλοσοφίαν ὅλην οὔτε τὴνφιλάνθρωπον ἰατρικὴν οὔτε ἐπίσκεψιν ἢ διάγνωσιν τοῦ κατὰ φύσινἢ παρὰ φύσιν ἠπίσταντο, εἰ μὴ τῇ ὄψει ἐκέχρηντο οἱ ἰατροί. δῆλονδὲ, ὅτι διαγνώσεως οὐκ οὔσης οὐδὲ θεραπείας ἦν τούτους ἐπιτυχεῖνποτε. καὶ περὶ μορφῆς καὶ κάλλους ὅτι τὸ ὁρᾶν αἴτιόν ἐστιν, οὐκἄν τις ἀμφισβητήσειεν. Ἀμορφότατοι γάρ εἰσι καὶ ἀπρόσωποι ὅσοι τῶν ὀμμάτων ἐστέρην-ται καὶ οἶμαι διὰ τοῦτο καὶ τὸ πρόσωπον ὄψιν ὑπό τινων ὠνομά-σθαι, ὅτι καλὰ καὶ χαρίεντα μόνη ἡ ὅρασις παρέχει. —ἄλλοιδὲ τὴν ὄψιν τὴν ὅρασιν ὀνομάζουσι. —τί δὲ θέλω λέγειν ἅπαντακαὶ ἀπαριθμηθέντα καλά; ἀρκεῖ γὰρ τὸ μόνον εἰπεῖν καὶ τὸ δεῖ-ξαι αὐτὸ τὸ ἀναγκαῖον ὅτι καὶ θεὸν εἰδέναι καὶ τὴν τῶν ὅλων πρό-νοιαν ἢ ἀφορμὴν ἡ θεωρία τῆς ἐν τῷ παντὶ τάξεως δέδωκεν ἡμῖνἐκ τῆς τῶν ὀμμάτων ἐνεργείας. ἐπεὶ οὖν ἐστι καὶ τῶν ἐν τῷσώματι καὶ τῇ ψυχῇ καλῶν αἴτιον τὸ ὁρᾶν, δεῖ μήτε βλαβῆναι ὄμ-ματα μήτε, εἰ πάθοιέν τι φθορᾶς, ἀμελεῖν τοὺς σπουδαίως ἔχονταςἐπανακαλεῖσθαι πρὸς τὸ κατὰ φύσιν· εἰ δὲ συμβαίη τελείαν φθο-ρὰν καὶ ἀπώλειαν αὐτῶν γενέσθαι, μηκέτι σπουδὴν τίθεσθαι ἐπ'αὐτῶν. τοῦτο οὖν ποιοῦμεν τοῦ πάντα δυναμένου καὶ συνεργοῦντοςθεοῦ ἡμῶν καὶ ἀρχῆς γενομένου τοῦ λόγου. Εἰ δὲ βούλει διαμαρτάνειν τὰ παρ' ἐμοῦ σοι γραφόμενα βοηθή-ματα καίτοι πολλὴν ὡς οἶσθα δεδωκότα πεῖραν, ἀξιῶ ὑμᾶς μετὰδιαγνώσεως αὐτὰ ἐπιφέρειν· ἀδύνατον γάρ ἐστιν ἐπιφέρειν τινὰ τὴνἁρμόζουσαν θεραπείαν, εἰ μὴ πρότερον εὕροι, τίς ἐστιν ἡ παρασκευά-ζουσα τὸν κάμνοντα νοσεῖν διάθεσις. λέγωμεν οὖν ἤδη τὰ αἴτιακαὶ τὰς ἀρχὰς τὰς πρώτας, ὅσαι τε καὶ τίνες εἰσὶ καὶ οἷστισι χρώ-μενος σημείοις ἅπαντα δυνηθείης ἐξευρίσκειν. εἰδέναι τοίνυν χρὴγινόμενα τὰ πάθη τῶν ὀφθαλμῶν ὥσπερ καὶ τὰ τοῦ ὅλου σώματοςἢ διὰ περιουσίαν ὕλης ἢ διὰ ποιότητα καὶ διὰ μὲν τὴν περιουσίαντῆς ὕλης ἢ ποσότητι ἢ ποιότητι ἢ τῷ συναμφοτέρῳ· ποσότητι μὲνὡς ὅταν αὐτὴν τὴν οὐσίαν τοῦ αἵματος αὐτὴν καθ' ἑαυτὴν πλεο-νάζειν λέγωμεν, ποιότητι δὲ ὡς ὅταν ἢ ἐπὶ τὸ παχύτερον ἢλεπτότερον γενόμενον λυπῇ, κατὰ δὲ τὸ συναμφότερον ὡς ὅτανκαὶ τῷ πλήθει λυπῇ καὶ τῇ ποιότητι. ποιότητι δὲ μόνῃ ψιλῇτὸ σῶμα νοσεῖν λέγομεν, ὅταν θερμότερον ἢ ψυχρότερον ἢ ξηρό-τερον ἢ ὑγρότερον ἢ ὅλον ἢ μέρος γένηται, ἄνευ τοῦ πλεονάζειντὴν ὕλην κατὰ τοὺς πόρους εὐρυνομένους ἢ πυκνουμένους ἀμετρότε-ρον διὰ τὴν δύναμιν ἢ τὸ πλέον ἐνεργεῖν ἢ τὸ ἔλασσον ἢ κατ'ἀμφότερα. περὶ οὖν ἑκάστου τούτων ἴδια ῥηθήσεταί σοι οἷον ἕκαστόνἐστι πρὸς θεραπείαν εὐκατάληπτον. ἔστω δὲ πρῶτον ἡμῖν ἀρχὴἀπὸ τῆς τῶν ὀμμάτων ἐξηγήσεως, τί ποτε ἕκαστον αὐτῶν σημαίνει,καὶ οὕτως ἐροῦμεν, ὅπως θεραπεύειν τὰ ὑπ' αὐτοῦ σημαινόμενα·γνωσθὲν γὰρ ἕκαστον ἔσται πρὸς θεραπείαν εὐκατάληπτον. οἶδαμὲν ὅτι καὶ τοῖς πρὸ ἡμῶν οὐδὲν ἠμέληται, ὅμως ἐπειδὴ ὁ χρόνοςἔτι προσεξευρίσκων ηὔξησε τὴν τέχνην, ἔτι μᾶλλον ἀναγκαῖονἐνόμισα, καὶ ὅσα τοῖς παλαιοῖς εἴρηται καλῶς ἐκθέσθαι καὶ ὅσα δὲἐμοὶ δέδωκεν ὁ χρόνος χρήσιμον εἰδέναι πρὸς θεραπείαν ὀφθαλμῶνἀναγράψαι σοι καὶ αὐτά. οἶμαι δὲ καὶ ἐν τούτῳ χαίρειν τὰςψυχὰς τῶν πεπονηκότων ἀνδρῶν ὅτι θεῶνται τοὺς μετὰ ταῦτα γε-νομένους προστιθέντας, ὅσα τε τὸ βραχὺ τοῦ βίου τελειῶσαι καὶεἰς πέρας ἀγαγεῖν οὐ συνεχώρησεν. ἐπειδὴ δὲ τὸ παρὰ φύσιν οὐ-δὲν ἄλλο ἐστὶν ἢ ἐκτροπὴ τοῦ κατὰ φύσιν ἔχοντος ὀφθαλμοῦ τὴνἀρχὴν ποιησώμεθα. Περὶ τοῦ κατὰ φύσιν ὀφθαλμοῦ κατασκευῆς. Τοῦ κατὰ φύσινὀφθαλμοῦ κατασκευὴ συνέστηκεν ἐκ τριῶν ὑγρῶν· χιτώνων δὲ τεσ-σάρων τῶν περιεχόντων τὰ ὑγρὰ καὶ ἄλλου ὑμένος ὀφθαλμοῦ, ὃςδὴ ὑπὸ τῆς φύσεως δημιουργηθεὶς ὑπέστρωται παντὶ τῷ ὀφθαλμῷὥσπερ γάνωμα καὶ ἀμφιέννυσι τὸ ὀστέον, ὅπως μὴ γυμνῷ τῷ ὀστέῳπεριπίπτοιεν οἱ ὀφθαλμοὶ μυόντων κατὰ τὴν ἐνέργειαν τῆς κινήσεως.ὄνομα δὲ τοῖς ὑγροῖς ἐστι τῷ μὲν κρυσταλλοειδὲς, τῷ δὲὑαλοειδὲς, τῷ δὲ ὠοειδὲς, τοῖς δὲ χιτῶσιν ὀνόματα κεῖνται ἀμφι-βληστροειδὴς, ῥαγοειδὴς, κερατοειδὴς, ἐπιπεφυκώς, ὅν τινες οὐδὲχιτῶνα καλοῦσι κυρίως· δῆλον γὰρ πρὸς διάγνωσιν καὶ θεραπείανἐστὶ πολλῷ κάλλιον τῶν ἄλλων, ἐπειδὴ ἐκ τῶν περικειμένων σωμά-των ἐδόξασαν αὐτοῦ τὴν ἀπόφυσιν. τοσοῦτοι μέν εἰσιν οἱ χιτῶνες.πρῶτος μέν ἐστιν ὁ ἀμφιβληστροειδὴς ἔνδον πάντων ἀποκείμενος,