The Greek Library Catalogue

Anonymous

De nutriendi methodo

Edition reference
De nutriendi methodo, ed. J. L. Ideler, Physici et medici Graeci minores, vol. 1, Berlin: Reimer, 1841 (repr. Amsterdam: Hakkert, 1963): 409–417.
CTS identifier
urn:cts:greekLit:tlg0745.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

1

{<ΙΕΡΟΦΙΛΟΥ ΣΟΦΙΣΤΟΥ>}

{<ΠΕΡΙ ΤΡΟΦΩΝ ΚΥΚΛΟΣ.>

ΠΟΙΑΙ ΔΕΙ ΧΡΑΣΘΑΙ ΕΚΑΣΤΩΙ ΜΗΝΙ ΚΑΙ ΟΠΟΙΟΙΣ

ΑΠΕΧΕΣΘΑΙ.}

1

t

{ΜΗΝ ΙΑΝΟΥΑΡΙΟΣ.}

1

Ἁρμόζει ἀπὸ κοίτης λαμβάνειν οἶνον γλυκύν, καὶ

κόνδυτον πίνειν, καὶ καρυκεύματα καὶ βρώματα θερμὰ

καὶ γλυκέα ἐσθίειν, καὶ σκόροδα, καὶ πρασοζέματα, κρέη

πρόβεια χλία καὶ ὀπτά, καὶ ζωμοὺς καρυκευτούς, πέπερι,

στάχος, κινάμωμον, καρναβάδιν ἀνατολικόν. Ἐν τῇ ὀπτή-

σει δὲ τῶν χοιρείων κρεῶν ἀλειφέσθωσαν οἰνομέλιτι.

2

Ἐκ

δὲ τῶν ἄλλων ζῴων ὀρνίθια καὶ περιστερόπουλα λευκὰ καὶ

βρακκάτα· ἐσθίειν δὲ καὶ χηνάρια καὶ νησσάρια καὶ κίχλας

καὶ ὄρτυγας καὶ τρωγλίτας.

3

Ἐκ δὲ τῶν ἰχθύων σκορ-

πίας, τρίγλας, κεφάλους, λυθρίνους, ἀθερίνας, καὶ μελα-

νούρους, τηγάνου· χρυσόφρυα δὲ καὶ τὰ λεχθέντα, ὡς

εἴρηται, ἐσθίειν καρακευτὰ διὰ τῶν ἀρωμάτων.

4

Ἐκ δὲ

τῶν λαχάνων κράμβην, δαυκία, πράσα, ἀσπαράγους ἀγρίους,

ἑλειοσπάραγα χαμαιδάφνια, καὶ βρυώνια ἐσθίειν ἐλαιογάρῳ,

καὶ σκόροδα ὀπτὰ ἄνευ ἐλαίου· καὶ τὸ ζέμα αὐτῶν πίνειν

στάχει καὶ μέλιτι ἠρτυμένα· τοῖς δὲ ...... καὶ ξηρόζεμα

πίνειν· στάχος, πέπερι, κινάμωμον, καρυόφυλλον, στύρακα,

καὶ μέλι τὸ ἀρκοῦν.

5

Ἐκ δὲ τῶν κοδιμέντων εὔζωμον,

πράσον, σέλινον, λεπτὰς ῥαφανίδας, πήγανον, καὶ ἡδύοσμον

καὶ λιβυστικόν. Τὰ δὲ ἐμβάτια σίνηπι, κύμινον, οἰνόγα-

ρον.

6

Ἐκ δὲ τῶν ὀσπρίων, λαθύριον καὶ αὖχον ἀλεστά·

τὸ δὲ ἄρτυμα τῶν τοιούτων ἀνέλαιον καὶ κύμινον τριπτόν.

7

Ἐκ δὲ τῶν ὀπωρῶν σταφίδας, ἀμύγδαλα, κοκκονάρια,

πιστάκια καὶ μῆλα ὀπτά. Τοῖς δὲ εὐαρέστοις καὶ κυδωνάτα

λαμβάνειν, καὶ ὄλιγον κίτρον καὶ ῥοιάν, καὶ φοίνικας, καὶ

πρωτόγαλα μετὰ μέλιτος καὶ στάχους τριπτοῦ, καὶ χυλὸν

σεμιδάλεως.

8

Λούεσθαι δὲ μὴ πλείω τῶν τεσσάρων λου-

τρῶν, σμηχόμενοι νίτρῳ, ὀπτῷ ἐν οἴνῳ λυθέντι, καὶ ψίλι-

θρον ποιεῖν, ἐν ᾧ ἐμβάλλειν ἀλόην <ν><οʹ> <ν><οʹ> γʹ, σμύρναν <ν><οʹ> αʹ,

καὶ κρόκους ᾠῶν δύο. Αὕτη ἡ σκευασία ἑνὸς ἀνθρώπου

ἐστίν.

9

Ἁρμόζει δὲ πρὸ τοῦ χρίσματος εἰσελθεῖν εἰς τὸ

λουτρόν, καὶ περιχύσασθαι δύο ἢ τρεῖς λεκάνας, εἶτα ἐξ-

ελθεῖν καὶ ἀποσπογγίσασθαι καλῶς, καὶ οὕτω βαλεῖν τὸ

χρίσμα πρὸ ἵδρωτος, εἶτα ἐμβραδύνειν ἔσωθεν μετὰ τοῦ

χρίσματος· μετὰ δὲ τὸ χρίσμα ἀποτρίβεσθαι δι' οἴνου ψη-

τηροῦ καὶ κρόκοις ᾠῶν, καὶ ῥοδίνῳ ἀναμεμιγμένῳ θερμῷ.

10

Καὶ ἀφροδισιάζειν μέχρι ἰσημερίας μαρτίου διὰ τὴν

τοῦ φλέγματος κίνησιν.

11

Σκοπεῖται δὲ καὶ τὸ ἄστρον

τῶν Διδύμων ἀπὸ τῆς ιαʹ ἕως τῆς ιεʹ.

2

t

{ΜΗΝ ΦΕΒΡΟΥΑΡΙΟΣ.}

1

Καλόν ἐστιν ἀπὸ πρωΐας λαμβάνειν οἶνον παλαιόν,

εὐώδη. Ἐκ δὲ τῶν κρεῶν ἐσθίειν κατὰ τὸν προλεχθέντα

μῆνα· καὶ ἐκ τῶν ἰχθύων ὅσα ὀστρακώδη, καὶ τοὺς πε-

τραίους τῶν ἰχθύων, οἷον λαπίνας, σκάρους, στρωματαίους,

κωβιούς.

2

Τηγανίσματα δὲ διὰ σεμιδάλεως καὶ σινάπεως·

τὰ δὲ ἐμβάμματα καὶ ὀπωρικά, κοδιμέντα τε καὶ ἕτερα

λάχανα, ὡς εἴρηται ἔμπροσθεν· ὡσαύτως δὲ καὶ λουτρὰ

σὺν τοῖς χρίσμασι καὶ τοῖς ἀφροδισίοις.

3

Ἀπέχεσθαι δὲ

παντὸς ἀγρίου λαχάνου καὶ τῆς κράμβης, καὶ τοῦ σεύτλου,

καὶ μήτε ζέμα πίνειν τὸ οἱονοῦν, πλὴν τοῦ πρασοζέματος,

καὶ τοῦ σελίνου, καὶ τοῦ μαλάθρου, καὶ τοῦ σκορδοζέμα-

τος, καὶ ταῦτα καρυκευτά.

4

Σκοπεῖται δὲ τὸν αὐτὸν μῆνα

καὶ τὸ ἄστρον τῆς Λαμπάδος.

3

t

{ΜΗΝ ΜΑΡΤΙΟΣ.}

1

Ἁρμόζει γλυκοποτεῖν καὶ γλυκοτροφεῖν καὶ χρᾶσθαι

ἅπαντα ἔν τε τῇ τροφῇ καὶ τῷ πότῳ ἀρκετὰ καὶ μὴ εἰς

κόρον.

2

Δριμυφαγίας δὲ πάσης ἀπέχεσθαι χρή, καὶ ἔχθρας

καὶ μανίας, καὶ πικροφαγίας.

3

Ἐκ δὲ τῶν ἰχθύων, πάντων

ἐσθίειν, πλὴν τῶν ἀλέπων· τοὺς δὲ λάβρακας καὶ κεφά-

λους, καὶ βάτους καὶ τὰς σμαρίδας συχνῶς ἐσθίειν.

4

Ἐκ

δὲ τῶν ὀσπρίων, τοὺς κυάμους δεῖ βρέχειν καὶ ποιεῖν ἐκζε-

στούς, καὶ ἅλατι καὶ ἐλαίῳ ὀμφακίνῳ ἐπιβάλλειν· λαμβά-

νειν δὲ καὶ τὸ σπέρμα τῆς τίλης ἀπὸ θερμῶν δισέφθων

ἀρτυθὲν μέλιτι καὶ στάχει.

5

Ἔκπλυνε δὲ τὴν τίλην ἐκ

τρίτου, καὶ τρίψον ταῖς χερσί, καὶ τηνικαῦτα ἕψησον, καὶ

μερικῶς ἀποζεμάτιζε· μὴ μέντοι πάνυ ἀποζεμάτιζε, ἵνα

μὴ γένηται δύσπεπτος, ἐπεκτική, ἐὰν τὸν ἴδιον χύλον ἀπο-

λέσῃ, τουτέστι τὴν ἰδίαν πικρίαν, καὶ τὰς γαστέρας ἐμ-

φράττῃ· γλύκαινε δὲ τὴν πικρίαν αὐτῆς μέλιτι.

6

Λαθύριον

δὲ καὶ αὖχος ἀλεστὰ ταῦτα· τὸ δὲ φασούλιον λαμβάνειν

ἀλεστόν, δίεφθον ὀξομέλιτι.

7

Ἐκ δὲ τῶν λαχάνων σεῦτλον,

μολόχην, καὶ χρυσολάχανον ἐσθίειν, καὶ πάντας τοὺς ἀσπα-

ράγους καὶ ἀμανίας, ἄνευ τῆς βρυωνίας καὶ τῆς χαμαι-

δάφνης, ὅτι πικρά εἰσιν.

8

Ἐκ δὲ τῶν συνθέτων, ἐσθίειν

ἐλαίας κολυμβάδας, καὶ ὀξόμελι, ἐκ διαλείμματος· μηδὲν

δὲ ὅλως δριμύ.

9

Ἐκ δὲ τῶν ὀπωρῶν, πάντα τὰ προ-

λεχθέντα.

10

Ἐκ δὲ γλυκοποσίας, λαμβάνειν κονδύτον,

ἔχοντα πέπερι, κινάμωμον, καρυόφυλλον, καὶ στάχος πλεῖ-

στον.

11

Λουτροῖς δὲ χρῆσθαι Ϛʹ· τὰ μὲν γʹ χρίεσθαι ἐν

ἡμέρᾳ γʹ, ὥρᾳ γʹ, ἄνευ τῆς ἀλόης καὶ τῆς σμύρνης· τὰ δὲ

ἄλλα γʹ, ἡμέρᾳ εʹ, ἄνευ τοῦ χρίσματος καὶ αὐτά· σμήγματα

δὲ ὅσα διὰ νίτρου.

12

Οἴνους λευκοὺς καὶ εὐωδεστάτους

καὶ ἐλαιοχρόους. Καὶ ἀφροδισιάζειν μετρίως. Κρόμμυα

δὲ ὀπτὰ ἐσθίειν διὰ τὴν τοῦ φλέγματος κίνησιν.

13

Σκο-

πεῖται δὲ καὶ τὸ ἄστρον τῆς Χελιδόνος.

4

t

{ΜΗΝ ΑΠΡΙΛΙΟΣ.}

1

Ἁρμόζει κάπαριν, ῥάφανον ἢ ἡδύοσμον, πεπεροκύ-

μινον, θρύμβον, γογγύλην, νάπυον, πήγανον· τῶν δὲ δρι-

μέων ἁπάντων χρὴ παντάπασιν ἀπέχεσθαι διὰ τὴν τοῦ

στομάχου κίνησιν.

2

Κρέη δὲ ἐσθίειν τρυφερὰ καὶ εὔ-

σαρκα, οἷον ἄρνας νεμομένους καὶ μὴ γαλακτάρια, ὡσαύ-

τως καὶ ἐρίφους γαλακτεροὺς καὶ ὅσα κρέη πρόβεια τῶν

νέων καὶ εὐνούχων, ψαχνὰ καὶ δίεφθα· ἐκ τούτων λαμβά-

νειν καὶ ζωμοὺς μετρίως καρυκευτούς, οἷον, διὰ στάχους,

κολιάνδρου χλωροῦ, πέπερι ὀλίγον, καὶ φυλλόσπερμα κνίκου

ἤγουν τὸ ἄνθος, ὡσὰν εὔλυτον ποιεῖν τὴν κοιλίαν. Τῶν

δὲ χοιρείων κρεῶν ἀπέχεσθαι χρή.

3

Ἐκ δὲ τῶν ὀρνίθων

ἐσθίειν ὄρνιθας καὶ ὀρνιθόπουλα ἄρρενα, περιστερόπουλα

λευκά, νήσσας καὶ χῆνας τρυφεράς, καὶ ψαχνὰ δίεφθα σὺν

γλυκοστάχει καὶ ὀπτά. Γλυκοποτεῖν δὲ καὶ γλυκοτροφεῖν,

ὥσπερ λέλεκται.

4

Ἐκ δὲ τῶν ἰχθύων λαβράκια, κεφάλους,

συάκια, χρυσόφρυα, καὶ φάγρους, ζωμῷ ὀλίγῳ καρυκευτῷ

λαπίνας δέ, χάννους, κόκκυγας, σαυρούς, καὶ μελανούρους,

καὶ ἁπλῶς εἰπεῖν ὅσα μαλακόσαρκα καὶ ἔχοντα λέπος, ἐσθίειν

τηγάνου, ὀλίγα δὲ καρυκεύειν καὶ μὴ πλῆθος.

5

Παν-

τοίων δὲ ὀσπρίων ξηρῶν ἀπέχεσθαι· τὰ δὲ χλωρὰ ἐσθίειν

μετὰ τῶν προλεχθέντων κρεῶν.

6

Ἐκ τῶν λαχάνων τὸ

χρυσολάχανον, τὸ μαϊούλιον, τὸ ἄνηθον τὸ χλωρόν, τὸ

κολίανδρον, μετρίως ὀξογαρίζειν ὄξει σκιλλιτικῷ. Σκόροδα

χλωρὰ ἐσθίειν μετρίως, ὀπτὰ δὲ ἐλαίῳ καὶ ἅλατι δωδεκα-

θείῳ· ὁμοίως καὶ τὸ πράσον ὀλίγον.

7

Τῶν δὲ ὀπωρῶν

τῶν ξηρῶν ἀπέχεσθαι παντελῶς. Οἴνους δὲ τοὺς εὐωδεστά-

τους καὶ ἀνισάτους καὶ λευκοὺς πίνειν.

8

Καὶ μύρα,

ὀσφραίνεσθαι, οἷον ἴα, ῥόδα, κρίνα, χαμαίμηλα καί, ἁπλῶς

εἰπεῖν, πάντα τὰ εὔοσμα ἄνθη, τὸ ξηρὸν μύρον, τὸν μό-

σχον, τὰ ῥοδοστάγματα.

9

Καὶ μετρίως ἀφροδισιάζειν.

Λουτρὰ δὲ ηʹ. Σμήχεσθαι δὲ σαπωνίῳ Γαλλικῷ. Ψίλιθρον,

ἅπαξ τὸν μῆνα, λυτὸν καὶ ἄνευ ἀλόης καὶ σμύρνης, ἔχον

κρόκους τριῶν ᾠῶν καὶ ῥόδινον.

10

Σκοπεῖται δὲ τὸ

ἄστρον τὸ Πανθνηταῖον ἀπὸ ζʹ ἡμερῶν ψηφιζόμενον.

5

t

{ΜΗΝ ΜΑΙΟΣ.}

1

Χρὴ ἀπέχεσθαι ἀπὸ παντὸς καρφαλέου, ἤγουν κατα-

ξήρου, κακοχύμου καὶ χολώδους, οἷον ποδοκεφάλων, ἐντερο-

κοίλων, νευρικῶν, συκοτίων, πνευμόνων, ἰχθύων, ταριχευ-

τῶν, νεβρῶν θαλασσίων, βοείων κρεῶν καὶ λαγείων, καὶ

πάντων τῶν παχυχύμων, διὰ τὰς προσφάτους κεφαλαλγίας.

2

Ἐσθίειν δὲ πάντα τὰ προλεχθέντα κρέη, διάγειν τε καὶ

πολιτεύεσθαι ἔν τε τροφοῖς καὶ ποτοῖς καὶ λουτροῖς, κατὰ

τὸν προειρημένον μῆνα.

3

Ἐκ δὲ τῶν λαχάνων ἐσθίειν

τὰ ἑλειοσπάραγα καὶ τίλην. Ἀπέχεσθαι δὲ τῶν ξηρῶν καὶ

ἁλμυρῶν καὶ πικρῶν.

4

Σκοπεῖται δὲ καὶ τὸ ἄστρον τοῦ

Γέροντος.

6

t

{ΜΗΝ ΙΟΥΝΙΟΣ.}

1

Ἁρμόζει ὕδωρ ψυχρὸν νῆστις ῥοφεῖν ῥοφήματα τρία,

καὶ μὴ εἰς πλέον· ἐπινηστεύειν δὲ ἕως ὥρας γʹ· καὶ πάντα

τὰ ὑγρὰ καὶ ψυχρὰ μετρίως πίνειν· τῶν δὲ δριμέων καὶ

ξηρῶν ἀπέχεσθαι, οἷον πεπέρεως, καρυοφύλλου, κιναμώ-

μου, καὶ ὅσα τῶν ἀρωμάτων τυγχάνουσιν.

2

Ἐκ δὲ

τῶν λαχάνων, οἷον κοδιμέντων, σκορόδων, κρομμύων, ῥα-

φανῶν, εὐζώμων, καρδάμων, νάπυος χλωροῦ καὶ τριπτοῦ

ὀριγάνου, ὑσσώπου, πηγάνου, ἡδυόσμου, θρύμβου, πρά-

σου, χαμαιδάφνης, καὶ πάντων τῶν θερμῶν ἀπέχεσθαι

χρή, διὰ τὴν ἀταξίαν τῆς χολῆς.

3

Ἐκ δὲ τῶν κρεῶν δὲ

ἐσθίειν τὰ πρόβεια, τῶν κριῶν δηλονότι καὶ τῶν εὐνούχων·

λαμβάνειν δὲ ψαχνὰ καὶ ἑφθά· στέατος δὲ μὴ ἅπτεσθαι·

τὸ δὲ κρέας ἔστω ἀπὸ λιπαροῦ κριοῦ. Ἀρνοὺς δὲ νεμομέ-

νους καὶ γαλακτοτροφοῦντας, καὶ ἐρίφους ὁμοίως ψαχνοὺς

καὶ ὀπτοὺς ἐσθίειν· μὴ καρυκεύειν δὲ τὸ σύνολον, ὡς εἴρη-

ται, ἄνευ τοῦ κολιάνδρου, τοῦ στάχους, τοῦ ἀνήθου· καὶ

ταῦτα δὲ ἐσθίειν μετρίως.

4

Ἀπέχεσθαι δὲ καὶ ζεματο-

ποσίας παντοίας. Ἀπὸ δὲ τῶν ὀρνίθων, ἐσθίειν ὄρνιθας

καὶ ἀλεκτορόπουλα, καὶ περιστερόπουλα λευκὰ καὶ βρακ-

κάτα, ψαχνά, δίεφθα, χλία καὶ ὀπτά.

5

Καὶ οἶνον λαμ-

βάνειν παλαιόν, λευκόν, εὐώδη, καὶ ἀνισάτον, μὴ χροιακὸν

δέ, [καὶ παλαιόν].

6

Τῶν ἰχθύων πάντων τοὺς τρυφε-

ροσάρκους ἐσθίειν, οἷον λαπίνας, χάννους, κόκκυγας, σπά-

ρους, χρυσάφια, κωβιούς, καὶ ὅσα τοιαῦτα. Ἀπέχεσθαι δὲ

λαβρακίων, κεφάλων, γυλαρίων, ἀστακῶν, παγούρων, καὶ

ὅσα ὀστρακόδερμα. Τοὺς δὲ τῶν ἰχθύων ζωμοὺς καρυ-

κεύειν διὰ στάχους καὶ κολιάνδρου χλωροῦ.

7

Ἐκ τῶν

λαχάνων ἐσθίειν χρυσολάχανον, κολοκύνθην, θαλασσοκράμ-

βην, καὶ σεῦτλον, μετὰ τῶν εἰρημένων κρεῶν. Καὶ ἀν-

δράχνην ἑψεῖν μετὰ κρέατος, καὶ ὀξογαρίζειν μερικῶς τὸ

μαϊούλιον, τὸ ἰντύβιον, τὸ σέλινον, καὶ τὸ ἀγγούριον ἐν

ὄξει σκιλλιτικῷ βαπτόμενον, μετρίως· πολὺ γὰρ ἐσθιόμε-

νον τὸ μαϊούλιον, ἀμβλύνει τὰς κόρας.

8

Ἐκ δὲ τῶν

ὀπωρῶν κεράσια λευκά, καὶ τετράγγουρα ἐσθίειν μετρίως.

9

Λουτρὰ δὲ ηʹ, χωρὶς δὲ ψιλίθρου καὶ σμήγματος. Ἀπ-

έχεσθαι καὶ ἀφροδισίων.

10

Σκοπεῖται δὲ τὸ ἄστρον τοῦ

Ἡλιοτροπίου, ἀπὸ καʹ ἕως κθʹ ψηφιζόμενον.

7

t

{ΜΗΝ ΙΟΥΛΙΟΣ.}

1

Χρὴ ἀφροδισίων ἀπέχεσθαι καὶ πλειστῆς τροφῆς,

καὶ παντὸς μόχθου, καὶ κραιπάλης, καὶ ὕπνου μεσημβρι-

νοῦ, καὶ ὀπωρῶν ξηρῶν, διὰ τὴν ἀταξίαν τῆς χολῆς.

2

Τὰ

δὲ κρέη λαμβάνειν, ὥσπερ καὶ τῷ ἰουνίῳ μηνί. Λάχανα

δὲ δριμέα, καὶ πικρά, καὶ θερμά, μὴ ἐσθίειν· ἰχθύας δὲ

τρυφεροσάρκους, οἷον κίχλας, λαπίνας, καὶ ὅσα τοιαῦτα,

καθὼς καὶ ἐν τῷ ἰουνίῳ μηνὶ λέλεκται· καὶ τὰ ὀξομέλιτα

καὶ ὀξογάριτα.

3

Ἐκ δὲ τῶν ὀπωρῶν τὰς ὑγροτέρας, οἷον

πέπονας, σύκα λευκὰ μετὰ ἅλατος, καὶ σταφυλὰς πάσας,

ἄνευ τῆς μελαίνης· ἀπίδια δὲ καὶ μῆλα καὶ δαμάσκηνα,

καὶ ὅσα ὑγρὰ τοιαῦτα, ἐσθίειν.

4

Οἶνον δὲ λευκόν, εὐώδη,

πίνειν ἀπλήστως· καὶ τὴν μὲν τροφὴν μετρίως, τὸν δὲ

οἶνον πλεῖστον καὶ τὰ δροσάτα. Ζέματα δὲ καρυκευτὰ μὴ

λαμβάνειν, εἰ μὴ τοῦ δαυκίου μόνον, ὀλίγῳ μέλιτι καὶ στάχει

ἀρτυθέντα.

5

Λουτρὰ ηʹ, καὶ σμήγματα διὰ κιμωλίου·

λουέσθω δὲ συντόμως. Καθαρσίου δὲ ἀπέχεσθαι δεῖ.

6

Σκοπεῖται δὲ καὶ τὸ ἄστρον τοῦ Κυνὸς ψηφιζόμενον

ἀπὸ τῆς ιγʹ ἕως τῆς ιϚʹ.

8

t

{ΜΗΝ ΑΥΓΟΥΣΤΟΣ.}

1

Ἁρμόζει τῶν γλίσχρων καὶ παχυχύμων ἀπέχεσθαι,

καὶ μολόχης, καὶ παντὸς ἀγρίου λαχάνου, καὶ ἀφροδισίων·

ἐσθίειν δὲ σεῦτλον, βλῖτον, καὶ κολοκύνθην· ἐκ δὲ τῶν

κρεῶν πρόβεια ἐσθίειν καὶ τράγεια εὐνοῦχα.

2

Λαγωοὺς

δὲ καὶ δορκάδας ἐσθίειν χρή, ἄχρι τῆς ιεʹ τοῦ μηνός· ψαχνὰ

δὲ καὶ χλία ὀξομέλιτι· ὀρνίθια δὲ καὶ περδίκια, καὶ ἀλεκτο-

ρόπουλα, καὶ περιστερόπουλα πάντα χρᾶσθαι μηδὲν βλαπτό-

μενος· ἀπὸ δὲ τῶν χλωρῶν ἰχθύων πάντας τοὺς τρυφερο-

σάρκους ἐσθίειν, ὡς προλέλεκται κατὰ τὸν ἰούλιον μῆνα,

καὶ ἐκ διαλείμματος ἐμβάμματα χρᾶσθαι σινάπεως.

3

Τῶν

δὲ ταριχευτῶν ἰχθύων καὶ ξηρῶν ὀπωρῶν πάντων ἀπέχε-

σθαι, χρᾶσθαι δὲ ταῖς χλωραῖς ὀπώραις σύκων, σταφυλῶν,

ἀπιδίων, δαμασκηνῶν λευκῶν, ῥοδακίνων, πεπείρων, καὶ

τῶν ὁμοίων.

4

Ἀπὸ τῶν λαχάνων, παντὸς θερμοῦ καὶ

ξηροῦ ἀπέχεσθαι χρή, οἷον πηγάνου, θρύμβου, σκορόδου,

πράσου, εὐζώμου, καρδάμου καὶ ῥαφάνου.

5

Λουτρὰ δʹ·

χρίσμα ἕν, καὶ τοῦτο ποιεῖν μετὰ τὴν ιεʹ.

6

Ἐκ δὲ τῶν

συνθέτων, χρᾶσθαι κάπαριν, ἐλαίας σὺν ὀξομέλιτι κολυμ-

βάδας, ἀμύγδαλα χλωρά· τῶν δὲ μαύρων ἐλαιῶν ἀπέχεσθαι.

Οἴνοις λεπτοῖς καὶ εὐώδεσι καὶ ῥοσάτοις χρᾶσθαι. Χρί-

σματα δὲ διὰ κιμωλίου καὶ ὄξους σὺν ἐλαίῳ χρᾶσθαι.

7

Σκο-

πεῖται δὲ καὶ τὸ ἄστρον τὸ ........ ψηφιζόμενον ἀπὸ τῆς

ιεʹ ἕως τῆς κζʹ.

9

t

{ΜΗΝ ΣΕΠΤΕΜΒΡΙΟΣ.}

1

Ἁρμόζει γαλακτοτροφεῖν καὶ γαλακτοποτεῖν, καὶ

πάντα τὰ γλυκέα καὶ σεμιδαλάτα, οἰνομέλιτα, καὶ δροσάτα

λαμβάνειν.

2

Ἐκ δὲ τῶν κρεῶν πρόβεια, ὀρνίθια, περι-

στεράς, νήττας, τρωγλίτας, καὶ λακτέντα ὀπτὰ σὺν ὀξομέ-

λιτι ἐσθίειν· ἀπέχεσθαι δὲ βοῶν, λαγωῶν, ἐλάφων, δορκά-

δων καὶ περδίκων, διὰ τὸ κατὰ τὸν μῆνα τοῦτον αὐξά-

νεσθαι τὴν μέλαιναν χολήν.

3

Ἐκ δὲ τῶν ἰχθύων λαμ-

βάνειν πάντας τοὺς τρυφεροσάρκους, καὶ πετραίους, καὶ

μαλακοσάρκους· ἀπέχεσθαι κεφάλων καὶ πάντων τῶν ἀλέ-

πων.

4

Ἀπὸ δὲ τῶν ὀσπρίων, κυάμου καὶ φακῆς ἀπέ-

χεσθαι. Δριμοφαγίᾳ δὲ πάσῃ μερικῶς χρᾶσθαι, οἷον ῥα-

φάνων, πεπέρεως, σινάπεως, κιναμώμου, στάχους. Ἐκ δὲ

τῶν λαχάνων ἀπέχεσθαι τῆς κράμβης.

5

Τὰς δὲ ὀπώρας

ἐσθίειν καλῶς, καθὼς καὶ ἐν τῷ αὐγούστῳ εἴρηται. Καὶ

ἀψινθοροσάτα καὶ ἀψινθάτα πίνειν.

6

Λουτρὰ ηʹ· σμή-

γματα κεφαλῆς, κιμωλίου, ὡς προλέλεκται, μετὰ ὄξους καὶ

ἐλαίου ῥοδίνου, ἕως τῆς κδʹ· χρίσμα δὲ κοινὸν ποιεῖν. Καὶ

ἀφροδισιάζειν.

7

Σκοπεῖται δὲ καὶ ἄστρον ἓν τῶν Σαλ-

πίγγων.

10

t

{ΜΗΝ ΟΚΤΩΒΡΙΟΣ.}

1

Ἁρμόζει δριμοφαγίᾳ πάσῃ χρᾶσθαι· πρὸ πάντων

δὲ πάντα ἐσθίειν ἑφθὰ καὶ ὠμά· καὶ τὸ ζέμα πίνειν· σκό-

ροδα ἑφθά, καρυκευτά, στάχος, πέπερι, κινάμωμον, καὶ

καρυόφυλλον, ταῦτα διὰ τῶν βρωμάτων ἐσθίειν καὶ πίνειν.

2

Ἐκ δὲ τῶν κρεῶν πρόβεια, ὀρνίθια, περιστερόπουλα,

χῆνας, ὄρτυγας, ὀρτυγομήτρας, καὶ λακτέντα ἐσθίειν· νησ-

σαρίων δὲ καὶ φασσῶν, καὶ τρυγόνων, καὶ πλατόνων, καὶ

συάγρων, καὶ λαγωῶν ἀπέχεσθαι.

3

Ἐκ δὲ τῶν ἰχθύων,

κεφάλων, ἀγραύλων, τριγλῶν, καὶ πάντων τῶν ἀλέπων καὶ

τῶν παστῶν ἀπέχεσθαι χρή· τὰ δὲ ἄλλα πάντα ἐσθίειν.

4

Ἐκ δὲ τῶν ὀσπρίων, κυάμου καὶ φακῆς, καὶ λαθύρου

ἀπέχεσθαι· τὰ δὲ λοιπὰ ἐσθίειν. Τῶν λαχάνων, κράμβης

καὶ γογγύλης ἀπέχεσθαι, τἄλλα δὲ ἐσθίειν. Ἀσπαράγους

δὲ πάντας καὶ ἀμανίτας λευκοὺς ἐσθίειν.

5

Ἀπὸ δὲ τῶν

ὀπωρῶν, σταφίδας λευκάς, ἀπίδια ἄγρια ἀκμάζοντα, καὶ

μῆλα γλυκέα, σύκα λευκά, μέσπιλα, ῥοδάκινα, φοίνικας,

ῥοιάς, καὶ μηλοκύδωνα, ταῦτα πάντα ἐσθίειν.

6

Ἐκ δὲ

τῶν ξηρῶν ὀπωρῶν, κάρυα βασιλικά, πιστάκια, ἀμύγδαλα,

κοκκονάρια, καὶ κάρυα ποντικά, κοκκοδάφνων δὲ ἀπέχεσθαι.

Οἶνον λευκὸν καὶ ἐλαιόχροον καὶ ἀψινθοροσάτον πίνειν.

7

Σκοπεῖται δὲ καὶ τὸ ἄστρον τοῦ Ταύρου.

11

t

{ΜΗΝ ΝΟΕΜΒΡΙΟΣ.}

1

Ἁρμόζει ἀπέχεσθαι πάντων τῶν ὑγρῶν βρωμάτων.

Ἐκ δὲ τῶν κρεῶν ἐλάφεια, βόεια, λάγεια, τράγεια, συάγρεια,

ἀγρίων αἰγῶν καὶ δορκάδων, τὰ δὲ λοιπὰ πάντα κρέη τῶν

πετεινῶν καὶ τῶν ἄλλων ἐσθίειν ψαχνά τε καὶ χλία, δίεφθα,

καὶ καρυκευτά, καὶ τὰ μικρὰ γαλούλια, τουτέστι τὰ λακτέντα.

2

Ἐκ δὲ τῶν ἰχθύων, πάντα ἐσθίειν, πλὴν τῶν ὑγροτέ-

ρων· κίχλας καὶ κωβιούς, καὶ πάντα τὰ ἄλεπα, μὴ ἐσθίειν,

καθὼς προλέλεκται ἐν τῷ ὀκτωβρίῳ μηνί. Τὰ δριμέα πάντα

χρᾶσθαι, οἷον πέπερι, καὶ ὅσα διὰ τῶν ἀρωμάτων· πρὸς δέ,

καὶ πρασομόλοχα.

3

Ἐκ δὲ τῶν ὀσπρίων, κυάμου καὶ

φακῆς καὶ θερμίων ἀπέχεσθαι· τὰ δὲ λοιπὰ ἐσθίειν. Ἐκ

δὲ τῶν ὀπωρῶν, φοίνικας μὴ ἐσθίειν, μήτε κοκκόδαφνα.

Οἶνον παλαιόν, λεπτόν, εὐώδη πίνειν.

4

Ἀπέχεσθαι δὲ

πασῶν τῶν ὑγροτέρων τροφῶν, καὶ λαμβάνειν τὸ ἀπό-

θερμα τῆς τίλης ἐκ διαλείμματος. Λουτρὰ γʹ, ἄνευ τοῦ

χρίσματος. Καὶ ἀφροδισιάζειν.

12

t

{ΜΗΝ ΔΕΚΕΜΒΡΙΟΣ.}

1

Χρὴ κράμβην μὴ ἐσθίειν, μήτε σκίμβρον. Ἐκ δὲ

τῶν κρεῶν, καθὼς ἐν τῷ νοεμβρίῳ μηνὶ λέλεκται. Ὁμοίως

καὶ περὶ τῶν ἰχθύων καὶ τῶν λαχάνων καὶ ὀπωρῶν, καὶ

περὶ οἴνων, καὶ ὀσπρίων, καὶ πρασοζέματος.

2

Λουτρὰ ηʹ·

καὶ χρίσματα ποιεῖν διὰ τῆς ἀλόης καὶ τῆς σμύρνης. Φα-

κὴν δὲ μὴ ἐσθίειν ὅλως. Λαμβάνειν δὲ ἀπόζεμα τῆς τίλης

μετρίως. Κάπαριν καὶ κολυμβάδας ἐλαίας μὴ ἐσθίειν, ἀλλὰ

μᾶλλον τὰς μαύρας ὀξομέλιτι καὶ σίνηπι. Καὶ σμήχεσθαι

δι' οἴνου καὶ νίτρου. Καὶ ἀφροδισιάζειν.

3

Ψηφίζεται δὲ

καὶ τὸ Ἕπταστρον, ἀπὸ ζʹ ἡμερῶν τοῦ μηνός.

{<Ἱεροφίλου φιλοσόφου πῶς ὀφείλει διαιτᾶσθαι ἄνθρωπος ἐφ' ἑκάστῳ μηνί.>} {Μηνὶ Ἰανουαρίῳ.} Ἰανουάριος φλέγμα γλυκὺ 〈κυριεύει〉. ἁρμόζει οἴνου καλοῦεὐωδεστάτου λαμβάνειν ῥοφήματα τρία μικρά, ἀλλὰ μὴἀτάκτως· ἐπινηστεύειν δὲ ἕως ὥρας γʹ καὶ εἶθ' οὕτωςτρέφεσθαι ἐκ μὲν τῶν κρεῶν πρόβεα χλία καὶ ὀπτά, χοίρεαδὲ ὀπτὰ μικρὰ καὶ ζωμοὺς καρυκευτοὺς διὰ πεπέρεως,στάχους καὶ κιναμώμου, ἀρτύματα διὰ καρναβάδου ἀνα-τολῆς καὶ πεπέρεως καὶ τῶν ἀρωμάτων. ἐν δὲ τῇ ὀπτήσειτῶν χοιρέων κρεῶν ἀλειφέσθωσαν οἰνομέλιτι. τὰ δὲ τῶνοἰῶν ποδοκέφαλα πηκτὰ καὶ ὀξυστὰ ἐσθιέτω. ἐκ δὲ τῶνὀρνέων ὄρνιθας καὶ περιστερόπουλα, λευκὰ δὲ καὶ βρακάτα,ταῦτα γάρ εἰσι τὰ κρείττονα, χλία δὲ καὶ ὀπτά, ἐν δὲ ζωμοῖς

1

1

καρυκευτά. καὶ ὄρτυγας καὶ τρωγλίτας. τούτων μὲν τῶν ἀ-

γρίων γινομένων ψαχνὰ χλία δίεφθα. ἐκ δὲ τῶν ἰχθύων σαρ-γοὺς τηγάνου, χρυσάφια δὲ καὶ προλεχθέντα ἐσθίειν διὰ τῶν

1

2

ἀρωμάτων καρυκευτά. ἐκ δὲ τῶν λαχάνων κράμβας καὶ

γογκύλια, δαυκὶν καὶ πράσα καὶ ἀσπαράγκους ἀγρίους καὶ

1

2

ἐλαιοσπάραγκα καὶ χαμαιδάφνια καὶ βρυώνια ἐσθίειν 〈μετ'〉

ἐλαιογάρου· τὸ δὲ ζέμα αὐτῶν πίνειν καρυκευτόν. τὴν δὲκράμβην ἕψειν μετ' ἐλαιογάρου. πᾶσι δὲ τοῖς 〈ἀνθρώποις〉σκόροδα φαγεῖν ἑφθὰ ὁλέλαια· τὸ ζέμα αὐτῶν πίνειν διὰ

1

4

στάχους καὶ μέλιτος· τοῖς δὲ εὐρώστοις καὶ ξηρόζεμα πί-

νειν διὰ πεπέρεως καὶ στάχους καὶ κιναμώμου καὶ καρεο-

φύλλων καὶ στύρακος καλοῦ ὀλίγου καὶ μέλιτος τοῦ ἀρκοῦν-τος. ἐκ δὲ τῶν κοδιμέντων εὔζωμον, πράσον, σέλινον καὶλεπτὰς ῥεφανίδας ἐσθίειν καὶ πήγανον καὶ ἡδύοσμον καὶλιβυστικόν. τὰ δὲ ἐμβάμματα ἔστωσαν σίνηπι, ἀλόη, κύμι-

1

6

νον καὶ οἰνόγαρον. ἐκ δὲ τῶν ὀσπρέων λαθύρια, αὖχος ἀλεσ-

τά· ἡ δὲ ἄρτυσις αὐτῶν δι' ἐλαίου καὶ κυμίνου τριπτοῦ.

7

ἐκ δὲ τῶν ὀπωρῶν σταφίδας, ἀμύγδαλα, πιστάκια καὶ

κουκονάρια. τοῖς δὲ εὐρώστοις καὶ κυδωνάτα λαμβάνειν

1

7

καὶ ὀλίγον κίτρον καὶ ῥοΐδιν καὶ ἀπίδι καὶ φοίνικας καὶ

πρωτόγαλα μετὰ μέλιτος καὶ στάχους καὶ κιναμώμου λειω-

θέντος καὶ χυλοῦ σεμιδάλεως. ἐν δὲ τοῖς λοετροῖς δι' ὅλου

τοῦ μηνὸς δʹ σμηχόμενος νίτρῳ ὀπτῷ ἐν οἴνῳ λυθέντι·χρίσμα δὲ ποιεῖν ἐσκευασμένον τουτέστιν ψίλωθρον· βάλλεινδὲ καὶ ἀλόην σταθμὸν λίτρας γʹ καὶ σμύρνην λίτραν αʹκαὶ κρόκους ᾠῶν βʹ· ταῦτα πάντα ἑνώσας ἐν τῷ χρίσματισμήχου. ταῦτα δὲ ἡ σκευὴ ἑνός. ἁρμόζει δὲ πρὶν χρίσασθαι

1

9

ἢ εἰσέλθῃς εἰς λοετρὸν καὶ περιχύσασθαι σίτλας γʹ πρὶν

ἱδρῶσαι καὶ ἐξελθεῖν εἰς τὸ ἔξωθεν καὶ ἀποσπογκίσασθαικαλῶς μετὰ τοῦ χρίσματος. μετὰ δὲ τὸ ἀποπλύνεσθαι τοῦχρίσματος ἀποτρίβεσθαι δι' οἴνου ψυκτηρίου καὶ κρόκωνᾠῶν σὺν ῥοδελαίῳ ἀναμεμιγμένων θερμῷ καὶ ἀφροδισιάζειν. {Μηνὶ Φεβρουαρίῳ.} Τῷ μηνὶ τούτῳ ἁρμόζει σεῦτλον μὴ ἐσθίειν μήτε ἄγριονλάχανον τὸ οἱονοῦν μήτε κίχλας τῶν ἰχθύων μήτε ζέμα πί-νειν τὸ οἱονοῦν ἄνευ τοῦ πρασοζέματος καὶ τοῦ σελίνου καὶτοῦ μαράθρου καὶ σκοροδοζέματος. καρυκευτὰ δὲ καὶἀρωματικά, οἴνους δὲ παλαιοὺς καὶ εὐώδεις μετρίως. ἐν

2

1

δὲ κρέασι ἐσθίειν κατὰ τὸν κανόνα τὸν προλεχθέντα καὶ

ὅσα ὀστρακώδη τὰ λεγόμενα ζῳόφυτα τουτέστιν ὄστρεια,

2

2

παγούρους καὶ ἀστακοὺς καὶ ὀμύδια, κτένια καὶ ὅσα τοιαῦτα.

τῶν δὲ ἰχθύων ὀρφούς, λαπίνας, σπάρους, σκάρους, στρω-

ματαίους, κωβιοὺς καὶ διὰ σινηπίου. τὰ δὲ ἐμβάμματα

καὶ τὰς ὀπώρας ὡς τὰ προλεχθέντα τοῦ Ἰανουαρίου. ἐκδὲ τῶν κοδιμέντων 〈καὶ〉 λαχάνων ὁμοίως ὡς τὰ προλεχ-

2

3

θέντα. ὁμοίως καὶ λοετρὰ καὶ τὰ χρίσματα καὶ τὸ ἀφρο-

δισιάζειν ὥσπερ λέλεκται. {Μηνὶ Μαρτίῳ.} Ἁρμόζει τοῖς γλυκέσι χρᾶσθαι ἐν τροφαῖς καὶ ἐν πότοις,ἀλλὰ μετρίως· πᾶν γὰρ τὸ πολὺ τῆς φύσεως πολέμιον, τὸδὲ κατὰ σμικρὸν ἀσφαλές. δριμοφαγίας δὲ πάσης καὶ πι-κροφαγίας ἀπέχεσθαι χρὴ καὶ † πὰν ἱῶν. ἐκ δὲ τῶν ἰχθύωνπαντοίων ἐσθίειν ἄνευ τῶν ἀλεπίδων· τοὺς δὲ λάβρακας καὶκεφάλους συχνῶς ἐσθίειν. ἐκ δὲ τῶν ὀσπρέων τὸν ἄλικαδίεφθον καὶ ὑδαρέστερον καὶ καρυκευτὸν διὰ μέλιτος, στά-

3

4

χους καὶ κιναμώμου ἐπὶ οἴνῳ εὐωδεστάτῳ. τὸν δὲ κύαμον

τουτέστιν φάβα βρέχε καὶ ἔκξενε καλὰ καὶ ἅλατι καὶ ἐλαίῳ

3

4

καλῷ ὀμφακίνῳ ἐπίβαλλε. λάμβανε δὲ καὶ τῆς τήλης τὸ

σπέρμα ἀπόθερμον δίεφθον, ἀρτυθὲν δὲ διὰ μέλιτος, στά-χους καὶ κιναμώμου· πλῦνε δὲ τὴν τήλην 〈ἐκ〉 τρίτου καὶτρίβε ταῖς χερσὶν καὶ εἶθ' οὕτως ἕψε καὶ μερικῶς ἀποζεμά-τιζε. ἐὰν δὲ πάνυ ἀποζεματισθῇ, γίνεται δύσπεπτος, ἐφεκτικὴκαὶ πονηρὰ καὶ ἐμφρακτικὴ κοιλίας· μὴ πάνυ δὲ ἀποζεμα-τισθεῖσα τὸν ἴδιον χυλὸν τοῦτ' ἔστιν τὴν ἰδίαν πικρίαν, γασ-

3

5

τέρα 〈οὐκ〉 ἐμφράττει· γλύκαινε δὲ τὴν πικρίαν αὐτῆς μέλιτι.

6

λαθύριν δὲ καὶ αὖχος ἀλεστά· τὸν δὲ φασίουλον τοῖς εὐρώσ-

τοις λαμβάνειν ἐκζεστὸν δίεφθον ἐν ὀξυμέλιτι. ἐκ δὲ τῶνλαχάνων σεῦτλον καὶ μολόχην καὶ χρυσολάχανον ἐσθίειν

3

8

καὶ πάντας τοὺς ἀσπαράγκους καὶ ἀμανίτας, ἄνευ τῆς βρυω-

10

νίας καὶ τῆς χαμαιδάφνης διότι πικρά εἰσιν. ἐκ δὲ τῶν συν-

θέτων ἐσθίειν ἐλαίας κολυμβάδας καὶ ὀξυμέλιτας, ἐκ δια-λείμματος δέ. δριμὺ δὲ μηδ' ὅλως ἐσθίειν, πάντα δὲ γλυκέα.ἐκ δὲ τῶν ὀπωρῶν πάσας τὰς προλεχθείσας, φοίνικας δὲ

3

11

κατὰ χρέος. ἐκ δὲ γλυκοποσίας, κονδίτον ἔχον πέπερι, κινά-

μωμον, στάχος, καρεόφυλλον. λουτροῖς δὲ δι' ὅλου τοῦ

μηνὸς Ϛʹ. καὶ τὰ μὲν τρία χρίεσθαι ἐν ἡμέρᾳ γʹ ἄνευ τῆςσμύρνης καὶ τῆς ἀλόης, τὰ δὲ ἄλλα γʹ λούεσθαι ἐν ἡμέρᾳ

εʹ. οἴνους δὲ λεπτοὺς καὶ εὐώδεις καὶ ἐλαιοχρόους καὶσυνουσίας μετρίως.