The Greek Library Catalogue

Anonymous

De febrium differentia

Edition reference
De febrium differentia, ed. D. Sicurus, Theophili et Stephani Atheniensis de febrium differentia ex Hippocrate et Galeno, Florence: Bengini, 1862: 5–46.
CTS identifier
urn:cts:greekLit:tlg0746.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

5

{ΘΕΟΦΙΛΟΥ ΚΑΙ ΣΤΕΦΑΝΟΥ}

{ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΠΥΡΕΤΩΝ ΔΙΑΦΟΡΑΣ ΕΚ ΤΕ

ΙΠΠΟΚΡΑΤΗΣ ΚΑΙ ΓΑΛΗΝΟΥ (α)}

— — —

ΣΚΟΠΟΝ ἔχομεν ἐν τῷ παρόντι συγγράμματι περὶ τῆς τῶν

πυρετῶν διαφορᾶς σύντομον ἐκθέσθαι παράδοσιν, καὶ πρῶτον

εἰπεῖν τὴν οὐσίαν τῶν πυρετῶν, καὶ τὰς διαφορὰς αὐτῶν, τάς τε

οὐσιώδεις καὶ ἐπουσιώδεις, τάς τε γενικωτέρας καὶ εἰδικωτέ-

ρας· εἶτα τὰς αἰτίας αὐτῶν καὶ τὰς σημειώσεις· ἀλλὰ πρῶτον

τί ἐστι διαφορά. Διαφορά ἐστι τὸ κατὰ πλειόνων καὶ δια-

φερόντων τῷ εἴδει ἐν τῷ ὁποῖόν τι ἔστι κατηγορούμενον. Πο-

σαχῶς ἡ διαφορά. Τριχῶς. Κοινῶς, ἰδίως, καὶ ἰδιαίτατα.

{(αʹ.) Τίς ὁ σκοπὸς τῆς ὅλης πραγματείας καὶ πόσοι

θεραπευτικοὶ σκοποί.}

Τέσσαρες εἰσὶ θεραπευτικοὶ σκοποί· ὁ ἀπὸ τοῦ ποσοῦ,

καὶ τοῦ ποιοῦ, καὶ τοῦ καιροῦ, καὶ τοῦ τρόπου τῆς χρή-

σεως. Ποσαχῶς ἡ ἔνδειξις τῶν θεραπευτικῶν σκοπῶν; Πεντα-

χῶς. Πρώτη μὲν ἔνδειξις, ἡ ἀπὸ τῆς τοῦ πεπονθότος τόπου

κράσεως ἐστὶ, τὸ μέτρον ὁρίζουσα τοῦ θερμαίνειν, ἢ ψύχειν,

ἢ ξηραίνειν, ἢ ὑγραίνειν, ἢ κατὰ συζυγίαν πράττειν αὐτά·

δευτέρα δὲ, τοῦ κοινὸν εἶναι τὸ ἔργον ἅπασι τοῖς τοῦ ζώου

μορίοις, ἢ κοινὴν τὴν δύναμιν εἶναι χορηγεῖν· τρίτη ἡ παρὰ τὴν

διάπλασιν αὐτοῦ· τετάρτη ἡ παρὰ τὴν θέσιν, ἧς μέρος ἐστὶν,

ἡ πρὸς τὰ πλησιάζοντα τοῦ ζώου μόρια κοινωνία· καὶ πρὸς

τούτοις ἅπασιν ἡ τοῦ τῆς αἰσθήσεως ποσοῦ.

6

{(βʹ.) Τί ἐστι πυρετός.}

Πυρετὸς τοίνυν ἐστι θερμασία παρὰ φύσιν ἀπὸ καρδίας

ἀρχομένη καὶ διὰ τῶν ἀρτηριῶν ἐπὶ πᾶν τὸ σῶμα ἡπλω-

μένη, καὶ αἰσθητῶς βλάπτουσα τὴν ἐνέργειαν τοῦ σώματος.

Δύο γὰρ ὄργανα ἔχει ὁ πυρετὸς καὶ κέχρηται τούτοις πρὸς

λύμην παντὸς τοῦ σώματος, καρδίαν φημὶ καὶ ἧπαρ· καρδίαν

μὲν ἀνάπτουσαν αὐτὸν, ἧπαρ δὲ τὴν τῶν χυμῶν ὕλην αὐτῷ

χορηγοῦν. Ὁρμᾶ οὖν ὁ πυρετὸς ἀπὸ καρδίας καὶ ἥπατος, καὶ οὐ

φείδεται οὔτε χόνδρων, οὔτε ὀστέων, οὔτε νεύρων, οὔτε ἄλλου

μορίου, ἐκδαπανᾶ δὲ πᾶσαν τὴν ὑγρότητα τῶν μορίων. Τί ἐ-

στι σκοπός; Τὸ προϋπονοούμενον τέλος· καὶ ἄλλως σκοπὸς ἐστὶ

πρόληψις ψυχῆς καὶ προτύπωσις προτεθεῖσα, ἐκ μεταφορᾶς τοῦ

τοξότου, τοῦ πρῶτον μὲν στοχαζομένου τὸν τόπον, εἶθ' οὕ-

τως ἐπιπέμποντος τὸ βέλος. Πόσαι διαφοραὶ τῆς θερμασίας;

Δύο· ἢ γὰρ ἀνειμμένη ἐστὶν, ἢ ἐπιτεταμένη, τοὐτέστιν ἢ ἧττον,

ἢ μᾶλλον· οὐκοῦν καὶ τοῦ πυρετοῦ διαφοραὶ δύο, οὐσιώδεις καὶ

ἐπουσιώδεις, καὶ ἐπὶ τὸ ἧττον καὶ μᾶλλον ὑπάρχουσιν. Τί

ἐστι τὸ προϋπονοούμενον τέλος; Τὸ ἀποτέλεσμα τοῦ σκοποῦ.

Καὶ τὶ τὸ ἀποτέλεσμα τοῦ σκοποῦ; Ἡ ἀρχὴ καὶ τὸ τέλος·

ἀρχὴ δὲ καὶ τέλος τὸ ἄρξασθαι καὶ τελειῶσαι. Τίς ἡ οὐσία

τοῦ πυρετοῦ; Ἡ παρὰ φύσιν θερμασία· ἡ δὲ θερμασία ποι-

ότης τίς ἐστι· πᾶσα δὲ ποιότης ἐπιδέχεται τὸ μᾶλλον καὶ

τὸ ἧττον, τὸ δὲ μᾶλλον καὶ τὸ ἧττον τοῦ εἴδους ἐξαλλα-

γὴν οὐ ποιεῖ. Γράφει γὰρ ὁ Γαληνὸς ἐπὶ λέξεως οὕτως. Αἱ

διαφοραὶ τῶν πυρετῶν, αἱ μὲν οἰκειόταταί τε καὶ κυριώταται

κατὰ τὴν οὐσίαν αὐτῶν εἰσὶν, αἱ δὲ ἄλλαι κατά τι τῶν συμ-

βεβηκότων. Τίς δὲ ἡ οὐσία τοῦ πυρετοῦ; Ἡ παρὰ φύσιν θερ-

μασία· τῆς δὲ θερμασίας ταύτης, ἡ μὲν μᾶλλον ἐστὶν, ἡ δὲ

ἧττον. Καὶ αὐταὶ μὲν εἰσὶν αἱ κυριώταται διαφοραὶ, αἱ δὲ

ἄλλαι κατὰ συμβεβηκός. Καὶ τούτων αἱ μὲν ἀχώριστοι, ὅσαι

παρὰ τὴν φύσιν, ὡς εἰρήκαμεν, ἐπὶ στερεοῖς, καὶ ὑγροῖς, καὶ

πνεύμασι συνίστανται· αἱ δὲ χωρισταὶ, ὅσαι παρὰ τὴν κί-

νησιν, καθὰ φαμὲν, τοὺς μὲν ὀξεῖς, τοὺς δὲ χρονίους· καὶ τοὺς

μὲν τεταγμένους, τοὺς δὲ ἀτάκτους· ἀλλὰ καὶ ὡς ἀπὸ χρώ-

ματος, ὡς ἂν εἴπωμεν, τοὺς μὲν ξανθοὺς, τοὺς δὲ ἐρυθροὺς,

7

τοὺς δὲ πελιδνούς· ἀπὸ μορίῳ δὲ, ὡς ἂν φήσωμεν, τοὺς μὲν

περιπνευμονικοὺς, τοὺς δὲ πλευρητικοὺς εἶναι Πυρετούς· αὗται

γὰρ αἱ κατὰ συμβεβηκὸς εἰσὶ διαφοραὶ καὶ χωρισταὶ οὐ γὰρ

ᾀεὶ ἐστὶν ὁ πυρετός. Περιπνευμονικὸς δὲ ἐστὶ, μεταλαμβανό-

μενος εἰς ἄλληλα τῶν παθῶν· καὶ ἐπὶ τῶν ὀξέων δὲ τὸ αὐ-

τό· δύναται γὰρ ἀπὸ τῶν ὀξέων εἰς χρόνιον πεσεῖν· εἰκότως

οὖν αὗται λέγονται χωρισταὶ, διὰ τὸ μεταπίπτειν αὐτὰς, καὶ

μεταβαίνειν ὡσαύτως ᾀεί. Πόσαι αἱ διαφοραὶ τῶν πυρετῶν. Καὶ

λέγομεν ὅτι τῶν πυρετῶν αἱ διαφοραὶ διτταί· αἱ μὲν οὐσιώ-

δεις, αἱ δὲ ἐπουσιώδεις· καὶ οὐσιώδεις μὲν καὶ οἰκειοτάτας

καὶ κυριωτάτας καὶ πρώτας διαφορὰς καλεῖ ὁ Γαληνὸς τὰς

ἀπὸ τοῦ εἴδους, τοῦ παρὰ τὸ μᾶλλον καὶ ἧττον. Τῶν γὰρ

πυρετῶν, οἱ μὲν εἰσὶν οὐσιώδεις, οἱ δὲ κατὰ συμβεβηκός. Καὶ

τῶν οὐσιωδῶν, οἱ μὲν περὶ τὸ εἶδος, οἱ δὲ περὶ τὴν ὕλην· καὶ

ἡ μὲν περὶ τὸ εἶδος διαφορὰ, τὸ μᾶλλον καὶ ἧττον, ἡ γὰρ

θερμασία ἢ μᾶλλον ἐστὶν, ἢ ἧττον· ἡ δὲ περὶ τὴν ὕλην, ἢ

ἐπὶ πνεύμασιν, ἢ ἐφ' ὑγροῖς, ἢ ἐπὶ στερεοῖς. Καὶ ἡ μὲν ἐπὶ

πνεύμασιν, ἢ ζωτικὴ, ἢ ψυχικὴ, ἢ φυσική· ἡ δὲ ἐπὶ ὑγροῖς,

ἢ ἐπὶ φλέγματι, ἢ ἐπὶ χολῇ, ἢ ἐπὶ μελαγχολίᾳ, ἡ δὲ ἐπὶ στε-

ρεοῖς ἢ ἐπὶ παρεσπαρμένῃ ὑγρότητι, ἢ ἐπὶ νεοπαγῆ, ἢ ἐπὶ συ-

νεκτικῇ. Καὶ αὕτη μὲν ἡ οὐσιώδης διαφορὰ τῶν πυρετῶν. Ποί-

ας καλεῖ οὐσιώδεις καὶ ποίας ἐπουσιώδεις; Τὰς κυριωτάτας καὶ πρώ-

τας, καὶ τὰς παρὰ τὸ μᾶλλον καὶ ἧττον, οὐσιώδεις καλεῖ, τὰς δὲ

ἀπὸ τῆς ὕλης καλεῖ ἐπουσιώδεις. Πόσαι διαφοραὶ τῶν πυρετῶν;

Δύο, αἱ οἰκειόταται καὶ κυριώταται, αἵτινες καὶ διαιροῦνται

ἐν τῷ παρόντι συγγράμματι· καὶ ἐν μὲν τῷ πρώτῳ διαλαμ-

βάνει περὶ τῶν ὁμογενῶν πυρετῶν, φημὶ δὲ περὶ ἐφημέρων καὶ

ἑκτικῶν· ἀλλ' εὐθέως τις ἐπανίσταται καὶ λέγει τὶ φής· ὁμο-

γενεῖς ὑπάρχουσιν ὅτε ἐφήμερος καὶ ἑκτικός; Παραδέδωκάς μοι

τὸν ἐφήμερον, εὐηθέστατον ὄντα, καὶ ἐν μιᾷ ἡμέρα γενόμε-

νόν τε καὶ παυόμενον, τὸν δ' ἑκτικὸν, τὸν οὕτω δυσίατον

καὶ κακοήθη, ὁμογενῆ ἀναγορεύεις τοῖς ἐφημέροις. Λέγω μὲν

καὶ ὅτι ὁμογενεῖς αὐτοὺς ἔφην εἶναι, ὡς ἀμφοτέρους ἐκ προ-

καταρκτικῆς αἰτίας γενομένους· ὅτι τῶν πυρετῶν οἱ μὲν εἰσὶν

ἐπὶ πνεύμασιν, οἱ δὲ ἐπὶ ὑγροῖς, οἱ δὲ ἐπὶ στερεοῖς· καὶ πά-

λιν τῶν πυρετῶν, οἱ μὲν ἐπὶ τόπῳ πεπονθότι, οἱ δὲ ἄνευ

8

τόπου· ὅτι τῶν νοσημάτων, τὰ μὲν εἰσὶ ὁμοιομερῆ, τὰ δὲ

ὀργανικὰ, τὰ δὲ κοινά· καὶ τὰ μὲν ἁπλᾶ, τὰ δὲ σύνθετα,

καὶ τὰ μὲν μεθ' ὕλης, τὰ δὲ ἄνευ ὕλης, καὶ ἢ ἐν παντὶ τῷ

σώματι, ἢ ἐν ἐνὶ μορίῳ, καὶ οἱ ἐν ἑνὶ μορίῳ, ἢ κυρίῳ, ἢ ἀ-

κυρίῳ. Ζητοῦμεν καὶ τὴν οὐσίαν τοῦ πυρετοῦ, ὁ μὲν γὰρ πυ-

ρετὸς συμβεβηκὸς, ἡ δὲ ὕλη οὐ συνδιαιρεῖται· ὁ πυρετὸς γὰρ οὐ-

σία, ἐπειδὴ καὶ τὰ πνεύματα οὐσίαι εἰσίν· οὐσία δ' ἔστιν αὐ-

τοῦ, ἡ παρὰ φύσιν θερμασία. Τί οὖν, ἐάν τις συγγράφων, ἢ ἐ-

νεργῶν, ἢ ὁδοιπορῶν, θερμανθεὶς τὰς χεῖρας ἢ τοὺς πόδας, πυ-

ρέττειν αὐτὸν λέγομεν; οὐδαμῶς· ἐπειδὴ αὕτη ἡ θέρμη ἐν μέ-

ρει γίνεται, ὁ δὲ πυρετὸς ἐν ὅλῳ τῷ σώματι. Ἀλλὰ πάλιν

ἐροῦσιν τινὲς τὶ οὖν, ἐάν τις λουσάμενος ἢ οἶνον πιὼν, ἢ ἄλ-

λως πως διαθερμανθῇ ὅλον τὸ σῶμα, τότε πυρέττειν φήσωμεν

τὸν ἄνθρωπον· καὶ λέγωμεν οὐχὶ, ἐπειδὴ οὐ βλάπτει τὰς ἐ-

νεργείας ἡ τοῦ λουτροῦ θερμασία. Ἐροῦμεν οὖν οὕτω, ὅτι πυ-

ρετὸς θερμασία παρὰ φύσιν ἐν ὅλῳ τῷ σώματι γινομένη, καὶ

βλάπτουσα τὰς ἐνεργείας. Ἰστέον, ὅτι ἡ καρδία οἷον πηγή τις

τῆς ἐμφύτου θερμασίας· ἐκπεφύκασι δὲ ταύτης ἀρτηρίαι, οἷον

σωλῆνες τινές, καὶ δι' αὐτῶν τῷ παντὶ σώματι χορηγεῖται

ἡ θερμότης. Ἐάν τις ὁδοιπορῶν θερμανθῇ τὴν κεφαλὴν, πά-

σχουσιν αἱ ἀρτηρίαι καὶ τῇ συγγενείᾳ ἀπαγγέλουσι τὸ πάθος

τῇ καρδίᾳ, καὶ οὕτως αὕτη μεταλαμβάνουσα τοῦ πάθους ἀ-

νάπτει πυρετὸν, τὸ γὰρ ἐν αὐτῇ πνεῦμα ἑτοίμως ὑπὸ

τοῦ ὁμοίου θερμοῦ πάσχει. Μεμαθήκατε γὰρ πολλάκις, ὅτι τὸ

ἡμέτερον σῶμα ἐκ τριῶν οὐσιῶν συνέστηκεν, ἐκ πνευμάτων, ἐξ

ὑγρῶν, ἐκ στερεῶν, καὶ ἐν τούτοις συνίσταται ὁ πυρετός. Κα-

λεῖ δὲ Ἱπποκράτης πρέπουσαν ἐν λέξεσι τὴν ὀνομασίαν. Τίς

ἐστι κατὰ συμβεβηκὸς πυρετός; Ὃς γίνεται καὶ ἀπογίνεται

χωρὶς τῆς τοῦ ὑποκειμένου φθορᾶς· καὶ πῶς ὁρῶμεν ἐπὶ τὸν

περιφρυγῆ μαρασμὸν, ὅτι γίγνεται μὲν, οὐκ ἀπογίγνεται δέ· καὶ

λέγομεν, ὅτι ὁ περιφρυγὴς μαρασμὸς οὐκ ἀποχωρεῖται τῆς τοῦ

ὑποκειμένου φθορᾶς. Ἐροῦμεν δὲ, ὅτι πρῶτον μὲν οὐκ ἔστιν

ἀληθὴς ἐπὶ πάντων τῶν συμβεβηκότων ὁ ἀποδιδόμενος λόγος

ἀλλ' ἐπὶ μόνων τῶν χωριστῶν· ἐπὶ δὲ τῶν ἀχωρίστων οὐκ

ἔστιν· ὁ δὲ κατὰ συμβεβηκὸς τοιοῦτος ἐστὶν, ἢ ἐν τόπῳ πε-

πονθότι ἐστὶν, ἢ ἐν σπληνὶ, ἢ ἐν ἥπατι, ἢ ἐν πλευρῷ, καὶ

9

τοῖς τοιούτοις· καὶ γὰρ ὁ πυρετὸς εἰ φθείρει τὸ ὑποκείμενον,

οὐκ ἐπὶ συμβεβηκὸς ἐστὶν, ἀλλ' ἢ κακοήθεις νόσημα. Εἰ γὰρ

ὁ πυρετὸς ἔφθειρε τὸ ὑποκείμενον, ἔδει πᾶν συμβεβηκὸς φθεί-

ρειν τὸ ὑποκείμενον· ἀλλὰ μὴν οὔτε οἱ ἐπὶ πνεύμασιν, οὔτε

οἱ ἐπὶ χυμοῖς πυρετοὶ, οὔτε οἱ ἑκτικοὶ, ἀρχόμενοι τοῦτο ποι-

οῦσιν, ἀλλὰ μόνοι οἱ μαρασμώδεις· ὅτι οὐκέτι ὁ πυρετὸς φθεί-

ρει τὸ ὑποκείμενον, ἀλλ' ἢ τὸ κακόηθες νόσημα· καὶ οὗτοι

οἱ πυρετοὶ ἢ συνεχεῖς εἰσὶν, ἢ διαλείποντες, ἢ ὀξεῖς, ἢ χρό-

νιοι. Εἰ δὲ ἄνευ τόπου πεπονθότος εἴη ὁ πυρετὸς, ἐπ' ἐμφρά-

ξει ἐστὶ, καὶ αὕτη ἡ ἔμφραξις περὶ τὰ διάφορα μόρια ἐστὶ,

καὶ μὴ θαυμάσῃς, ὅτι μία οὐσία ἐστὶ, πολλαὶ δὲ κατὰ συμ-

βεβηκὸς, οὕτω γὰρ καὶ ἐν κατηγορίαις καὶ ἐν παντὶ πράγ-

ματι. Ἀποροῦσι δὲ τινὲς πρὸς τὴν οὐσιώδη διαφορὰν τῶν πυ-

ρετῶν, τὴν παρὰ τὸ εἶδος, φασὶ γὰρ τὸ μᾶλλον καὶ τὸ ἧτ-

τον. Τίνος λέγεται διαφορὰ, τῆς ἁπλῆς θερμασίας ἢ τῆς πα-

ρεκτικῆς; Καὶ φαμὲν, ὅτι διττὸν τὸ οὐσιῶδες· οὐσιῶδες γὰρ

ἐστὶ, τὸ ἀπὸ τῆς οὐσίας ὁρμώμενον, καὶ τὸ ἀμέσως ἄγον

ἡμᾶς ἐπὶ τὴν οὐσίαν. Ἐνταῦθα οὖν οὐσιώδη διαφορὰν λεγό-

μεν, τὸ μᾶλλον καὶ τὸ ἧττον, ὡς ἀμέσως ἄγον ἡμᾶς ἐπὶ τὴν

θερμασίαν. Σημειοῦται δὲ ὁ Γαληνὸς τὸ ἀπὸ τριχῶν καὶ χροι-

ᾶς· οὐσιώδη δὲ καλεῖ τὴν ἁφὴν, ὡς ἄγουσαν ἡμᾶς εἰς κατά-

ληψιν τοῦ καθαπτομένου, καὶ ἄλλοτε ἐξ ἄλλου τῶν εἰρημέ-

νων. Τί ἐστι συμβεβηκὸς, ὃ γίνεται καὶ ἀπογίνεται χωρὶς τῆς

τοῦ ὑποκειμένου φθορᾶς. Τὸ δὲ συμβεβηκὸς ἐν σώματί ἐστι;

Ναί. Καὶ ὁ πυρετὸς ἄρα ἐν σώματι; Ναί. Καὶ πόσαι δια-

φοραὶ τῶν σωμάτων; Τρεῖς. Καὶ ἐπειδὴ τῶν σωμάτων τρεῖς εἰ-

σὶ διαφοραί· ἢ γὰρ πνεύματα εἰσὶν, ἢ ὑγρὰ, ἢ στερεά· καὶ

ὁ πυρετὸς ἄρα ἐν πνεύμασιν ἐστὶν, ἢ ἐν ὑγροῖς, ἢ ἐν στερεοῖς.

Αἱ μὲν κατὰ γένος διαφοραὶ τῶν ποιοτήτων τρεῖς εἰσὶ γινό-

μεναι, κατ' εἶδος δὲ πλεῖσται. Εἰς πόσα διαιρεῖται ὁ ἐν πνεύ-

ματι πυρετός; Εἰς δύο, ἢ γὰρ ἐφήμερος ἐστὶ μονοήμερος, ἢ

ἐφήμερος πολυήμερος, ἐπειδὴ γὰρ οὗτος ἢ ἐν ἀπερίττῳ γίνε-

ται σώματι, ἢ περιττωματικῷ. Ἐφήμερον πολυήμερον. Πῶς; μη-

κέτι ἀρκούμενος ὁ πυρετὸς τῷ πνεύματι· ἀλλ' ἐπινεμόμενος

τῷ αἵματι, παρεκτείνεται εἰς γʹ. ἢ δʹ. ἡμέρας, καὶ γίνεται ἐ-

φήμερος πολυήμερος. Διατὶ καλοῦμεν ἐφήμερον πολυήμερον. Διὰ

10

τὰ φθάσαντα λεχθῆναι. Ἐνίοτε γὰρ καλοῦμεν ἐφήμερον μὲν,

διὰ τὸ πνεῦμα, καὶ τὴν ἰδίαν φύσιν αὐτοῦ, πολυήμερον δὲ

διὰ τὴν ὑποκειμένην ὕλην. Διατὶ δὲ τρεῖς διαφορὰς εἶπε, τεσ-

σάρων ὄντων χυμῶν, ἀλλὰ τοὺς μὲν ἐπὶ χολῇ καὶ φλέγματι,

καὶ μελαγχολίᾳ πυρετοὺς ἔφησεν, ἐφ' αἵματι δὲ οὐκέτι; Ἐ-

πειδὴ πᾶς πυρετὸς ἐπὶ χυμῷ γινόμενος, ἐπὶ σήψει τούτου γί-

νεται· τὸ δὲ αἷμα σαπὲν, καὶ ποιοῦν πυρετὸν, οὐκέτι μένει

αἷμα, ἀλλὰ χολὴ γίνεται, καὶ οὐχ' αἷμα, καὶ λύεται τὸ ζη-

τούμενον· καὶ τεσσάρων ὄντων χυμῶν, οὐδὲν ἄτοπον, τρεῖς εἶ-

ναι διαφορὰς πυρετῶν. Καὶ πῶς ἐπὶ ἀσήπτῳ αἵματι πυρετὸς

γίνεται; Καὶ φαμὲν, ὅ,τι ἡμεῖς περὶ τῶν ἐν σήψει λέγομεν,

οὗτοι δὲ περὶ τῶν ἀσήπτων· ἄλλως τε καὶ ὁ ἐπὶ ἀσήπτῳ αἵ-

ματι γινόμενος πυρετὸς, ἐπὶ τοῖς πολυημέροις ἐφημέροις ἀνά-

γεται· ὅθεν καὶ ὁ Γαληνὸς ἐν τῷ ὀγδόῳ λόγῳ, τοὺς συνό-

χους ἐφημέρους, πολυημέρους καλεῖ, τοὺς ἐπὶ ἀσήπτῳ αἵματι γι-

νομένους ἐντὸς τῶν ἀγγείων, οἱ δὲ διαλείποντες ἐκτὸς τῶν

ἀγγείων, σηπομένου τούτου γίνονται, καὶ οὐκέτι ὡς αἷμα ἐ-

στὶν, ἀλλ' ὡς ξανθὴ χολή. Διατὶ δʹ. ὄντων χυμῶν, τέσσαρες

ὄγκοι γίνονται, διαφοραὶ δὲ πυρετῶν τρεῖς; Ἐπειδὴ ὁ ὄγκος

συνίσταται καὶ χωρὶς σήψεως χυμῶν· δύναται γὰρ καὶ τὸ αἷ-

μα χωρὶς σήψεως ὄγκον ποιῆσαι. Καὶ ποῖαι εἰσὶ κατὰ συμ-

βεβηκὸς ἀχώριστοι, ποῖαι δὲ χωρισταί· χωρισταὶ μὲν εἰσὶν ὡς

ἄν τις εἴποι, τοῦ ζώου τὸ μὲν λογικὸν, τὸ δὲ ἄλογον, αὗται

αἱ διαφοραὶ οὐσιώδεις ὑπάρχουσιν, ἐὰν δὲ φήσωμεν τοῦ ζώου τὰ

μὲν λευκὰ, ὡς κύκνοι, τὰ δὲ μέλανα, ὡς χελιδῶνες, καὶ τὰ ὅμοια,

καλοῦνται κατὰ συμβεβηκὸς, ἀπὸ γὰρ τῶν χρωμάτων ἐλήφθη-

σαν. Καλοῦνται δὲ ἀχώριστα, διὰ τὸ μὴ χωρίζεσθαι τῆς οὐσίας,

τοῦ γὰρ κύκνου τὸ λευκὸν οὐ χωρίζεται, ὡς οὐδὲ τῆς κορώ-

νης, ἢ τῆς χελιδόνος τὸ μέλαν· ἐὰν δὲ εἴπωμεν, τὰ μὲν πε-

ριπατεῖ, τὰ δὲ οὐ περιπατεῖ, τὰ δὲ ἵσταται, τὰ δὲ κάθηται

τῶν ἐμψύχων, εἰσὶ ταῦτα κατὰ συμβεβηκὸς χωριστά. Εἰ τοίνυν

ἐπὶ παντὸς πράγματος αἱ διαφοραὶ, αἱ μὲν εἰσὶν οὐσιώδεις, αἱ

δὲ ἐπουσιώδεις καὶ αἱ μὲν ἀχώριστοι, αἱ δὲ χωρισταὶ, καὶ ἐπὶ τοῦ

πυρετοῦ ἄρα τὸ αὐτὸ φυλαχθήσεται, καὶ γὰρ τὸ ἀληθὲς σώ-

ζεται, καὶ γὰρ ὁ πυρετὸς πρᾶγμα ἐστὶ, παντὸς δὲ πράγμα-

τος οὐσιώδεις διαφοραὶ αἱ εἰρημέναι εἰσὶ, καὶ τοῦ πυρετοῦ

11

ἄρα αὗται αἱ διαφοραί· τούτου γὰρ αἱ μέν εἰσιν οὐσιώδεις,

αἱ δὲ κατὰ συμβεβηκὸς, καὶ αἱ μὲν ἀχώριστοι, αἱ δὲ χω-

ρισταί. Τινὲς λέγουσιν, ὅτι τὸ μᾶλλον καὶ τὸ ἧττον ἐν τῇ

ὕλῃ εὑρίσκεται· τὸ μὲν γὰρ μᾶλλον ἐν συνόχῳ τριταίῳ ἐφη-

μέρῳ, τὸ δὲ ἧττον ἐν ἀφημερινῷ καὶ ἑκτικῷ. Ἡ λύσις τούτου

ῥᾳδία ἐστὶ, μετασχηματισθείσης δὲ τῆς λέξεως, μᾶλλον δὲ προς-

τεθείσης· ἐν γὰρ τῷ λέγειν, αἱ οὐσιώδεις κατὰ συμβεβηκὸς εἰ-

σὶ, προστεθὲν τὸ ἐν τοῖς κατὰ συμβεβηκόσι, λύει τὸ ζητού-

μενον, εἰ μὲν γὰρ οὐσιώδεις αὗται, οὐκ εἰσὶ κατὰ συμβεβηκός·

εἰ δ' ἐν τοῖς κατὰ συμβεβηκὸς ὑπάρχουσιν, οὐδὲν ἄτοπον εἶ-

ναι αὐτὰς οὐσιώδεις· καὶ γὰρ ἡμεῖς οὐσίαι μὲν ὑπάρχομεν· ἀλλ'

ἐν τόπῳ συμβεβηκότι ἐσμὲν, οὕτως οὖν καὶ αἱ παρὰ τὸ μᾶλ-

λον καὶ ἧττον οὐσιώδεις οὖσαι, ἐν τοῖς κατὰ συμβεβηκὸς ὑ-

πάρχουσιν, κᾂν τούτῳ μᾶλλον οὐσιώδεις ἂν εἶεν, τῷ πᾶσι πα-

ρακολουθεῖν πυρετοῖς. Πῶς ἀναδέχονται τὰ στερεὰ τῶν πυρε-

τῶν πρὶν τῶν ὑγρῶν, ὅτ' ἄν τινες ἡθροικότες ὠμοὺς χυμοὺς

καὶ ψυχροὺς ἐν ταῖς κοιλίαις τῆς καρδίας, ἐπειδὰν θυμωθῶ-

σι, ἢ ἀγρυπνήσωσι ἢ φροντίσωσιν, τότε κατ' ἀνάγκην μήτε

χυμοὺς δυναμένης ἀναδέξασθαι τῆς θερμότητος, ψυχροὶ γὰρ εἰ-

σὶ, λοιπὸν τῶν ὑγρῶν ξυρανθέντων τὸ πάθος ὑποδέχονται τὰ

στερεὰ, διότι ἀμέσως ἄγει ἐπ' αὐτὰ τὴν οὐσίαν τοῦ θερμοῦ

καὶ τοῦ ψυχροῦ, τήν τε οὐσιώδη, τὴν περὶ τὸ ὕδωρ διαφέρου-

σαν τὸ μᾶλλον καὶ ἧττον, τὴν ἐπὶ πνεύμασι, ἢ ἐπὶ ὑγροῖς,

ἢ ἐπὶ στερεοῖς ἀνάπτουσαν τοὺς πυρετοὺς, ὡς φησὶν Ἱπποκρά-

της, ἴσχοντα, ἰσχόμενα καὶ ἐνορμῶντα· ἴσχοντα μὲν καλεῖ

τὰ στερεὰ, ἰσχόμενα δὲ τὰ ὑγρὰ, ἐνορμῶνται δὲ τὰ πνεύματα·

ὁ δὲ Γαληνὸς ἀναφέρει, ὅτι ἀναμέμικται ἐν πάσαις ταῖς ἀρ-

τηρίαις διὰ πολλῶν ὀπῶν, ἀναπνεουσῶν τῷ αἵματι ἡ ἀερώδης

οὐσία καὶ κατ' αὐτὴν τὴν καρδίαν. Καὶ ἄρχεται μὲν ἡ παρὰ

φύσιν θερμότης, ἣν πυρετὸν ὀνομάζομεν, ἄλλοτε ἐξ ἄλλου τῶν

εἰρημένων· καὶ εἰ μὲν φθάσῃ λυθῆναι τῷ χρόνῳ, ἐπινέμεται

καὶ συνδιατίθεται τὰ λοιπὰ δύο γένη. Συνεκθερμαίνεται γὰρ

ᾀεὶ τῶν θερμαθέντων τὸ συνεχὲς, ἄχρις ἂν ἐπὶ τὴν καρδίαν

ἡ διάθεσις ἀφικνεῖται καὶ λυμήνηται αὐτοῦ τὸ ἔμφυτον θερ-

μὸν, καὶ ῥᾴστη μὲν ἡ ἐκ τῶν ὑγρῶν εἰς τὸ πνεῦμα μετά-

ληψις τῆς θερμότητος, ἧττον δὲ ἑτοίμως τῷ πνεύματι, συνε-

12

πυροῦνται τὰ ὑγρά. Ἡ γὰρ λεπτομερὴς οὐσία, ῥᾷον ἀλλοιοῦ-

ται τῆς παχυμεροῦς, καὶ λεπτομερεστάτη μὲν ἡ τοῦ ἀέρος οὐ-

σία, παχυμερεστάτη δὲ ἡ τῶν στερεῶν σωμάτων, μεταξὺ δ'

ἀμφοῖν ἡ τῶν ὑγρῶν· καὶ πρῶτον μὲν τὰ πνεύματα, ἑτοιμό-

τερον μεταλαμβάνουσι τῆς θερμότητος, δευτέρως δὲ τὰ ὑγρὰ,

εἰς ὕστερον δὲ τὰ στερεά· συνεκθερμαίνεται γὰρ τὸ ἐν τῇ καρ-

δίᾳ καὶ ταῖς ἀρτηρίαις πνεῦμα τῷ αἵματι, καὶ οὕτως πυρού-

μενα πάσχουσιν πρὸς τὴν ἐπιτηδειότητα τοῦ ποιοῦντος καὶ

τοῦ πάσχοντος. Τοῦ γὰρ πυρετοῦ οὐσιώδης ἐστὶ διαφορὰ ἡ

περὶ τὴν ὕλην καὶ τὸ εἶδος, ἐκ δύο μερῶν σύνθετος· ὁ γὰρ

πυρετὸς σύνθετον ἐστὶ πρᾶγμα ἐξ ὕλης καὶ εἴδους· ὕλης μὲν

τῆς θερμῆς δυςκρασίας, εἴδους δὲ τῆς τοιάς δε θερμασίας· ὁ δὲ

τρόπος τῆς κινήσεως, συμβεβηκυῖα ἐστὶ τοῦ πυρετοῦ διαφορὰ,

τὸ δὲ πλῆθος ᾀεὶ τῆς πυρετώδους οὐσίας, ἐν τῷ πλήθει κεῖ-

ται τῆς ἀποῤῥοῆς τῶν περιττωμάτων, τὸ δὲ ἀνιαρὸν κατὰ

τὴν ἐπιβαλλομένην ἔξωθεν τοῦ χυμοῦ δριμύτητα· γνώρισμα γὰρ

τοῦτο μέγιστον τοῦ πυρετοῦ, λέγω δὴ τὸ κατὰ τὴν ποιότητα

τῆς θερμασίας· ἡ μὲν ἀτμωδεστέρα καὶ ἀλυποτέρα, τοῦ αἵ-

ματος ἐστὶ διαφορὰ, αἱ δὲ διαβρωτικαὶ ἐπὶ ταῖς χολαῖς ἀμ-

φότεραι συνίστανται· ἀτμῶδες δέ τι καὶ καπνῶδες αὐτὸ τῷ

ἐπὶ φλέγματι σηπομένῳ συνιστάμενον σημεῖον τῆς διαφορᾶς·

Φησὶ γὰρ ὅτι τῶν πυρετῶν, οἱ μὲν περικαέες, οἱ δὲ βληχροί.

Περικαέες δὲ εἰσὶν οἱ σφοδρέτεροι, καὶ ἔχοντες πολλὴν θερ-

μασίαν, βληχροὶ δὲ οἱ ἀνειμένην ἔχοντες τὴν θερμασίαν. ἀλ-

λὰ τὸ μὲν περικαέες, οἰκεῖον ὄνομα ἐφημέρων καὶ συνόχων

ἐστί. Ἀλλ' οἱ μὲν ἐφήμεροι μέχρι κδʹ. ὡρῶν τὸ πολὺ δια-

μένῃ, καὶ αὕτη ἔστιν ἡ ἀπὸ τῆς ποιότητος οὐσιώδης διαφο-

ρά· ἡ δὲ ἀπὸ τῆς ὕλης ἐνδείκνυται τὴν παρὰ τὸ μᾶλλον καὶ

ἧττον διαφορὰν, καθ' ἣν δριμυτέρα γίνεται ἡ θερμασία, ὁ δὲ

σύνοχος ἐπὶ πλεῖον ἔχει τὴν ὕλην ἐξ ἧς θερμαίνεται. Ἰστέον,

ὅτι τὸ λουτρὸν μίαν περιέχει τὴν ὕλην ἐξ ἧς θερμαίνεται, καὶ

γὰρ καὶ ὁ ἀὴρ, καὶ ἡ δεξαμενὴ καὶ οἱ τοῖχοι θερμαίνονται

ἐκ τοῦ αὐτοῦ πυρός· ἀλλὰ ποῦ μὲν προσηνὴς ἡ θερμασία,

ποῦ δὲ δριμυτέρα, ὡς ἔστιν ἐκ τούτου γνῶναι. Εἰσερχομένοις

γὰρ ἡμῖν ἐν τῷ ἀέρι, οὐδεμία τις ἀνία γίνεται δριμύτητος ὡς

πρὸς τὸν ἀέρα, εἰ δὲ ἐφαψαίμεθα τῆς θέρμης τῆς δεξαμε-

13

νῆς μᾶλλον ἀνιώμεθα· εἰ δὲ τῶν λίθων ἁψόμεθα, δακνωδεστά-

την καὶ δριμυτάτην εὑρήσομεν τὴν θερμασίαν· ἄρ' οὐ μιᾶς οὔ-

σης τῆς ὕλης διάφορον εὑρίσκομεν τὴν θερμασίαν, οὕτω οὖν καὶ

ἐπὶ τοῦ πυρετοῦ εὑρίσκομεν πρὸς τὴν ὑποκειμένην ὕλην· εἰ μὲν

γὰρ ἐπὶ πνεύμασιν γένηται πυρετὸς προσηνεστάτην ἔχει τὴν θερ-

μασίαν ὅσον ἐν πυρετοῖς· εἰ δὲ ἐν ὑγροῖς δριμυτέραν· τῆς γὰρ

ὕλης σηπομένης, ἀνάγκη δριμυτέραν εἶναι, καὶ γίγνεσθαι τὴν

θερμασίαν· εἰ δὲ καὶ ἐπὶ στερεοῖς γένηται πυρετὸς, οἷος ὁ ἑκτι-

κὸς, ἀνιαρᾶς συναισθανόμεθα τῆς θερμασίας· αὕτη οὖν ἐστι ἡ

παρὰ τὴν ὕλην οὐσιώδης διαφορά· παρὰ δὲ τὴν κίνησιν, ἢ

εὐθέως ἐξ ἀρχῆς τῆς θερμασίας ἀναδιδομένης, ἢ εἰς ὕστερον καὶ

κατὰ μέρος. Καὶ αὗται εἰσὶν αἱ οὐσιώδης διαφοραί. Αἱ δὲ κα-

τὰ συμβεβηκὸς, αἱ μὲν πλησιέστεραι, αἱ δὲ πολυχρόνιοι, ἢ ὀ-

λιγοχρόνιοι, αἱ δὲ ποῤῥοτέρω, αἱ δὲ κατὰ τὰς χροιὰς, ἅς τι-

νας ἐξερύθρους καὶ ἐξώχρους καλεῖ ὁ Ἱπποκράτης. Καὶ πάλιν τῶν

πυρετῶν, οἱ μὲν δακνώδεες οἱ δὲ πρηέες. Καὶ δακνώδεες μὲν

εἰσὶν οἱ δριμυτάτην ἔχοντες τὴν θερμασίαν, πραεῖς δὲ οἱ μὴ ἔ-

χοντες οὕτως. Γράφει δὲ ὁ Γαληνὸς κατὰ λέξιν οὕτως· πυρετοὶ,

οἱ μὲν δακνώδεις εἰσὶ τῇ χειρὶ, οἱ δὲ οὐ δακνώδεις, ἐπαναδι-

δόντες δὲ τῇ ἁφῇ· οἱ δὲ πραεῖς, οἱ δὲ ὀξεῖς, ἡσσώμενοι δὲ τῇ

χειρὶ, οἱ δὲ περικαεῖς, οἱ δὲ λοιποὶ βληχροὶ, ξηροὶ, ἀμυδροὶ,

οἱ δὲ πεμφιγώδεις· εἰδέναι δὲ χρὴ, ὅτι δακνώδεις τῇ χειρὶ κα-

λεῖ ὁ Ἱπποκράτης, τοὺς ἐπὶ σήψει χυμῶν γινομένους, οὐ δα-

κνώδεις δὲ ἐπαναδιδομένους δὲ τῇ ἁφῇ, τοὺς ἐπὶ στεγνώσει

τῶν ἀδήλων πόρων τοῦ δέρματος, οὓς καὶ ὁ κατ' ἀρχὰς μὲν ἐ-

πιβάλλων τοὺς δακτύλους ἐπὶ τὸν σφυγμὸν οὐχ' εὑρίσκει δά-

κνοντας· ὕστερον δὲ ἀναδίδονται τῇ ἁφῇ ὑπὸ τῆς ὑποκειμένης

καὶ πλεονεκτούσης ὕλης· πρηέας δὲ λέγει, τοὺς ἐπὶ πνεύμασιν

γενομένους, λέγω δὴ τοὺς ἐφημέρους, καὶ ὀξεῖς μὲν, ἡσσω-

μένους δὲ τῇ χειρὶ, τοὺς ἐπὶ κόποις, περικαεῖς δὲ τοὺς ἐπὶ

χολῇ καυσώδει λέγει. Ποίους καλεῖ βληχροὺς, ξηροὺς, καὶ ἀ-

μυδρούς; Τοὺς ἑκτικούς· πεμφιγώδεις δὲ τοὺς ἀπὸ ἡλιοκαΐας·

οἱ δὲ τοὺς ἐπὶ φλυκταίνας γινομένους, καὶ τοὺς ἐπὶ τῶν νε-

φριτικῶν· ἁδέας δὲ λέγει, τοὺς ἐπὶ ζέσει τοῦ αἵματος γενο-

μένους πυρετοὺς, ἐν οἷς καὶ αἱ τούτων διαφοραὶ.

14

{(γʹ.) Ὁποῖα συμβαίνει πλεονάζοντος τοῦ αἵματος.}

Ὁπηνίκα δὲ πλεονάσῃ τὸ αἷμα καὶ παρασπαρῇ ἐν τοῖς ἀγ-

γείοις καὶ ἔστιν ἀσαπὲς ποιεῖ πληθώραν, ἢ σύνοχον τὸν ἐπὶ

ζέσει· εἰ δέ γε σαπῇ, εἰ μὲν ἐπὶ τοῖς ἀγγείοις ποιεῖ σύ-

νοχον τὸν ἐπὶ σήψει, εἰ δὲ ἐν ἑνὶ μορίῳ πλεονάσῃ, καὶ ἔστιν

ἀσαπὲς ποιεῖ ἐρυθήματα, εἰ δὲ καὶ σαπῇ ποιεῖ ἀποστήματα.

{(δʹ.) Ὁποῖα συμβαίνει πλεοναζούσης χολῆς.}

Εἰ μὲν πλεονάσῃ ἐν τοῖς ἀγγείοις καὶ ἀναχυθῇ ἐν ὅλῳ τῷ

σώματι καὶ ἔστιν ἀσαπὴς, ποιήσει ἴκτερον· εἰ δὲ πλεονάσασα

σαπῇ, εἰ μὲν ἔσω τῶν ἀγγείων, ποιήσει καῦσον· εἰ δὲ ἔξω

τῶν ἀγγείων, ποιήσει καῦσον τριταῖον διαλείποντα· εἰ δὲ ἐν

ἑνὶ μορίῳ πλεονάσῃ καὶ ἔστιν ἀσαπὴς, ποιήσει τὸν λεγόμε-

νον ἕρπητα· εἰ δὲ πάλιν σαπῇ, ποιήσει ἕρπητα μετ' ἀναβρώσεως.

{(εʹ.) Ὁποῖα συμβαίνει πλεονάζοντος τοῦ μελαγχολικοῦ χυμοῦ.}

Ὡσαύτως δὲ καὶ ἐπὶ τοῦ μελαγχολικοῦ χυμοῦ ζητητέον·

εἰ μὲν ἐν ὅλῳ τῷ σώματι πλεονάζῃ καὶ ἔστιν ἀσαπὴς, ποιή-

σει τὸν μέλανα ἴκτερον· εἰ δὲ πλεονάσας σαπῇ καὶ ἔστιν ἔ-

ξω τῶν ἀγγείων, ποιήσει τὸν τεταρταῖον· εἰ δὲ ἐν ἑνὶ μορίῳ

πλεονάζῃ καὶ ἔστιν ἀσαπὴς, ποιήσει σκίῤῥους· εἰ δέ γε σαπῇ

ποιήσει καρκινώματα, ἢ φαγεδαινώματα, ἢ γαγγραινώματα.

{(Ϛʹ.) Πόσα ἀγγεῖα τοῦ αἵματος.}

Ἰστέον ὅτι δύο ἀγγεῖα εἰσὶν ἐν ἡμῖν ἀρτηρία καὶ φλὲψ, ἡ

μὲν τὸ πνεῦμα περιέχουσα, ἡ δὲ τὸ αἷμα. Μεμαθήκαμεν δὲ,

ὅτι ταῦτα τ' ἀγγεῖα, ἢ ἐν τῷ πέρατι συναναστομοῦνται ἀλ-

λήλοις, ἢ ἐν τῷ μέσῳ.

{(ζʹ.) Πῶς γίνεται ὁ πυρετός.}

Φασὶν, ὅτι ὅτε πλεονάσῃ αἷμα ἐν ταῖς φλεψὶ, τοῦτο μὴ

δυνάμενον στέγεσθαι, τῇ συνεχείᾳ κατέρχεται εἰς τὰς ἀρτηρίας,

καὶ εἰ μὲν μεγάλη εἴη ἡ κοιλότης τῶν ἀρτηριῶν μένει ἐκεῖσε

στεγόμενον καὶ μηδὲ παρεμποδὼν γενόμενον τῷ πνεύματι· εἰ

δὲ εἴη στενὴ ἡ ἀρτηρία καὶ τὸ αἷμα πολὺ, τότε τῇ ῥύμῃ

τοῦ πνεύματος τοῦτο ἐξωθούμενον, φέρεται περὶ τὰ πέρατα,

ἅτινα στενότατά εἰσιν· καὶ λοιπὸν ἐκεῖ σφηνοῦται καὶ κώ-

15

λυμμα γίνεται τοῦ πνεύματος· τὸ δὲ πνεῦμα ἀδιάπνευστον ὄν,

δριμύτερον γίνεται καὶ οὕτω ἀνάπτεται ὁ πυρετός. Φη-

σὶν οὖν ὅτι οἱ μὲν δακνώδεες οἱ δὲ πρηέες· καὶ δακνώδεες

μὲν εἰσὶν, οἱ δριμυτάτην ἔχοντες τὴν θερμασίαν. Ἴσως δέ τις

ἐρεῖ, τὶ φὴς, θερμασίαν παρὰ φύσιν, καὶ πραείαν αὐτὴν προ-

σαγορεύεις; Καὶ λέγομεν, ὅτι εἴωθεν ὁ Ἱπποκράτης, τὰ ἧττον

κακὰ τοῖς ἐναντίοις ὀνόμασι προσαγορεύειν· τὸ αὐτὸ δὲ καὶ

ἐπὶ δύο ἐμβάσεων θερμῶν λέγομεν ὅτι αὐτὴ μὲν θερμὴ, αὐ-

τὴ δὲ ψυχρά· καὶ ἰδοὺ τὸ ἧττον θερμὸν τὴν τοῦ ἐναντίου προ-

σηγορίαν ἀπείληφεν. Μεμνῆσθαι δὲ δεῖ καὶ τοῦ εἰρημένου ἐν τῇ

φυσικῇ, ὅτι ἐπὶ μὲν τῶν παιδίων ἡ θερμασία πραεῖα, ἐπειδὴ

ὁ αἱματικὸς χυμὸς αὐτοῖς πλεονάζει, ὅς ἐστι θερμὸς καὶ ὑ-

γρὸς, καὶ κολάζει τὴν δριμύτητα, ἐπὶ δὲ τῶν ἀκμαζόντων δρι-

μυτέρα, ἐπειδὴ ἡ ξανθὴ χολὴ αὐτοῖς πλεονάζει, ἥτις ἐστὶ θερ-

μὴ καὶ ξηρά· οἱ δὲ οὐ δακνώδεες μὲν ἐπαναδιδόντες δέ. Πῶς

οὖν λέγομεν, ὅτι ποτὲ μὲν ἡ θερμασία ἅμα τῇ προσβολῇ τῆς

χειρὸς διαφαίνεται, ποτὲ δὲ μετὰ χρόνον, καὶ φαμὲν, ὅτι πρὸς

τὴν ὑποκειμένην ὕλην· εἰ μὲν γὰρ λεπτοτέρα ἔστιν ἡ ὕλη καὶ

εὐέξαπτος ἅμα τῇ προσβολῇ διαφαίνεται, εἰμή τι τῶν ἔξωθεν

κωλύσει· οἷον διὰ πύκνωσιν, ἡ τί τῶν τοιούτων, εἰ δὲ παχεῖα

καὶ δυσέξαπτος, χρόνῳ διαφαίνεται, ἔσθ' ὅτε γὰρ τῇ προσβο-

λῇ τῆς χειρὸς λεπτύνεται ἡ ὕλη, καὶ τότε δημοσιεύει τὴν ἑ-

αυτὴν δύναμιν. Βούλομαι δ' ὑμῖν εὐτακτοτάτην τὴν διαίρεσιν πα-

ραδοῦναι.

{(ηʹ.) Διαφοραὶ πυρετοῦ.}

Τῶν γὰρ πυρετῶν οἱ μὲν δακνώδεες, οἱ δὲ πρηέες, καὶ οἱ

μὲν σφοδροὶ οἱ δὲ ἀμυδροὶ οἱ δὲ περικαεῖς, οἱ δὲ βληχροὶ· ἀλλ'

οὗτοι ἢ ἐξ ἀρχῆς εἰσὶν τοιοῦτοι, καὶ διαμένουσι μέχρι τέλους

σώζοντες τὴν ἑαυτῶν δριμύτητα, ἢ ἐξ ἀρχῆς μὲν εἰσὶν τοι-

οῦτοι, τῷ δὲ χρόνῳ μειοῦνται· ἢ ἐξ ἀρχῆς οὐκ εἰσὶν τοιοῦτοι,

ὕστερον δὲ προσλαμβάνουσι μέγεθος, ἤτοι αὔξησιν, οἷον, οἱ μὲν

ἐξ ἀρχῆς σφοδροὶ εἰσὶ καὶ μένουσιν ἕως τῆς ἀπαλλαγῆς, τοι-

οῦτοι λέγονται εὐθεῖς καὶ διαπαντὸς· εἰ δὲ ἐν τῇ ἀρχῇ μὲν

εἰσὶ τοιοῦτοι, τῷ δὲ χρόνῳ μειωθῶσι, λέγονται εὐθεῖς μὲν οὐ

διαπαντὸς δὲ, οἱ δὲ μήπω ὄντες τοιοῦτοι, τῷ δὲ χρόνῳ προ-

16

σλάβωσιν, λέγονται οὗτοι οὐκ εὐθεῖς μὲν διαπαντὸς δὲ, καὶ

ἔστιν οὗτος τοῦ πρώτου ἐναντίος· οἱ δὲ περικαέες εὐθέως, οἱ

δὲ διαπαντὸς, βληχροὶ, ξηροὶ, οἱ δὲ καὶ ἁλμυρώδεις. Τί φής·

ἁλμυρώδεις πυρετοί; Πῶς ἔχομεν τοῦ γνῶναι· αὕτη γὰρ ἡ ποι-

ότης, οὐκ ἀφῇ, ἀλλὰ γεύσει κρίνεται, ὥςπερ τὸ ὀξῶδες καὶ

τὸ στρυφνόν. Τί οὖν λέγομεν, ὅτι ὥςπερ εἴρηται καὶ ἐν τῷ

προγνωστικῷ περὶ τῶν ἱδρώτων· ὅτι δεῖ γινώσκειν, εἴτε ὀξώ-

δεις εἰσὶν, εἴτε πικροί· καὶ τοῦτο εἴπαμεν οὐ τῇ γεύσει τῇ

οἰκείᾳ ὁ Ἰατρὸς κρίνει αὐτὰ, ἀλλὰ τῇ τοῦ κάμνοντος, αἰσθή-

σει, ἤτοι ἀνακρίσει, τοῦτο διαγινόσκομεν· αἰσθανόμεθα γὰρ πολ-

λάκις τῆς τοιαύτης ποιότητος, ὥςπερ γὰρ ἐὰν ἁλῶν, ἢ γάρου,

ἤ τι τοιούτου αἰσθόμεθα, ἀνιαρὰ συναίσθησις ἡμῖν γίνεται καὶ

τραχύτης, δυνατὸν οὖν ἡμᾶς, καὶ τῶν τοιούτων πυρετῶν συ-

ναισθάνεσθαι. Οἱ δὲ πεμφιγώδεις δεινοὶ. Τίνας καλεῖ πεμφι-

γώδεις, οὐ δυνάμεθα τοῦτο εἰπεῖν, εἰμὴ πρότερον μάθομεν τὶ

πέμφιξ, καὶ κατὰ πόσων σημαινομένων φέρεται. Ἰστέον δὲ, ὅ-

τι τὸ τῆς πέμφιγος ὄνομα τριχῶς λέγεται· λέγεται γὰρ πέμ-

φιξ καὶ ἡ ψυχὴ καὶ ἡ ἀκτὶς τοῦ ἡλίου, καὶ τὸ νέφος, καὶ

αἱ πομφόλυγες, αἱ ἐκ τοῦ ὑετοῦ γινόμεναι· καὶ εἰ μὲν τὴν

ἀκτῖνα, εἰρηκότες, λέγουσιν, ὅτι περὶ τοῦ πυρετοῦ λέγει, τοῦ

ἀπὸ ἐκκαύσεως γινομένου, οὐκ ἀποδεκτέοι δὲ εἰσὶν, οὐδὲ γὰρ

εἰσὶ δεινοὶ εἰς τὸ ὁρᾶσθαι· ἕτεροι δὲ πέμφιγα καλοῦσι τὴν

ψυχὴν, καὶ ἐντεῦθεν δηλοῦσι τὸν μετὰ παραφροσύνης πυρε-

τὸν, ὅθεν τοῦτο πιστοῦται ἐκ τοῦ παραφέρειν ἰδία αὐτὸν, δει-

νοὶ γὰρ οἱ τοιοῦτοι καὶ φοβεροὶ εἰσὶν καὶ εἰς τὸ ὁρᾷν, καὶ

γὰρ ἀγριαίνουσιν καὶ ἀτενῶς ὁρῶσιν· οὐκ ἔστι δὲ οὐδὲ τοῦ-

το, ἀλλὰ πέμφιγα φαμὲν εἶναι τὴν πομφόλυγα, ἥτις ὑγρό-

της ἐστὶ, περιέχουσα ἐν αὐτῇ πνεῦμα, καὶ ὑπὸ τούτου με-

τεωριζομένη. Πυρετοὺς οὖν πεμφιγώδεις, φησὶ, τοὺς μετὰ ἀν-

θράκων, ἢ φλυκταινῶν γινομένους, τούτους γὰρ ἰδεῖν δεινοί. Ἰ-

στέον οὖν, ὅτι αὕτη ἡ ὕλη τριττή· ἢ γὰρ πνεῦμα ἐστὶν, ἢ

ὑγρὰ, ἢ στερεά, ταῦτα διάφορα ὄντα διάφορα σχήσουσι καὶ τὰ ὀνό-

ματα· καὶ γὰρ ἄλλως μὲν πάσχει ὁ ἐγκέφαλος, ἄλλως ἧπαρ

καὶ γαστὴρ, καὶ πάντα ἁπλῶς εἰπεῖν τὰ στερεὰ, πρὸς τὴν

διαφορὰν αὐτῶν ἔξουσι καὶ τὰ νοσήματα· πάλιν δὲ ὁμοίως καὶ

τὰ ὑγρά. Μεμαθήκατε γὰρ καὶ τούτων διαφορὰν ὅτι ἄλλο ἐστὶν

17

αἷμα καὶ ἄλλο φλέγμα, καὶ ἄλλο ξανθὴ χολὴ, καὶ ἄλλο μελαγ-

χολικὸς χυμός. Ὁμοίως δὲ καὶ τὸ πνεῦμα μὴ νομίσῃς δὲ, ἐπει-

δὴ ἑνικῇ φωνῇ ἐχρησάμην ἓν εἶναι καὶ ζητεῖν τὸ πνεῦμα· καὶ γὰρ

καὶ τοῦτο ἔχει διαφοράς· ἔστι τοίνυν ψυχικὸν, ὅπερ ἐν τῷ ἐγ-

κεφάλῳ καθίδρυται καὶ ἐν τοῖς νεύροις· τοῦτο δὲ τὸ ψυχικὸν

πνεῦμα ὄργανον ὑπάρχει τῆς ψυχῆς, καὶ διὰ τοῦτο ψυχικὸν

ὀνομάζεται· ἀλλὰ μὴν ἔτι καὶ ζωτικὸν πνεῦμα, ὅπερ ἐν τῇ

καρδίᾳ καὶ ἐν ταῖς ἀρτηρίαις περιέχεται, ἐξαπλούμενον παρ'

ὅλον τὸ σῶμα ἀκτινοειδῶς, καὶ ζωὴν χορηγοῦν, τοὐτέστι τὴν

ἔμφυτον θερμασίαν. Ἔστι δὲ καὶ φυσικὸν πνεῦμα, ὅπερ ἐκ τῶν

τροφῶν τίκτεται, καὶ ἐμπεριέχεται ἐν τῷ ἥπατι. Αὗται εἰ-

σὶν αἱ γενικαὶ διαφοραὶ τῶν νοσημάτων, συνιστάμεναι ἔν τε

τοῖς πνεύμασι, τοῖς ὑγροῖς, καὶ τοῖς στερεοῖς. Ἀλλ' εἷς τις ἡ-

μᾶς ἐρωτᾷ, δυνατὸν ἔστιν ἑνὸς παρατρεπομένου ἄτρεπτα μέ-

νειν καὶ ἀπαθῆ τὰ λοιπὰ, ἢ πάντως ἀδύνατον; Οὐχί. Ὁ γὰρ

Ἱπποκράτης ἔφη, σύῤῥοια μία, ξύμπνοια μία, τὰ πάντα ξυμ-

παθέα. Τί πρὸς ταῦτα ἐροῦμεν; καὶ φαμὲν ὅτι, κᾂν ἐγχωρῇ

ἑνὸς παρατρεπομένου, καὶ παρὰ φύσιν γινομένου, τὰ λοιπὰ μέ-

νει ἀπαθῆ. Καὶ γὰρ καὶ ὁ λόγος τοῦτο δείκνυσιν, ἔτι μὴν

καὶ ἡ πεῖρα καὶ χρησώμεθα παραδείγματι. Ὑποκείσθω λέβης

τεθερμασμένος, διάπυρος, κενὸς, καὶ ὕδωρ ψυχρόν· τοῦτο τὸ ὕ-

δωρ ἐπιχέομεν εἰς τὸν λέβητα, καὶ ἁψόμεθα τὸ ὕδωρ, καὶ εὑ-

ρήσομεν μήπω θερμανθὲν καὶ διάπυρον γενόμενον ἐν ἕξει· ὁ

μὲν γὰρ λέβης τότε ἐν ἕξει μὲν ἔχει τὴν θερμασίαν, σχέσει

δὲ τὸ ὕδωρ· ἄλλο γὰρ ἐστὶ σχέσις καὶ ἄλλο ἕξις· ἕξιν μὲν

λέγομεν ἔχειν τὴν θερμασίαν, σχέσιν δὲ λέγομεν θερμαίνεσθαι

τὸ ὕδωρ, καθόσον ἡ μετάδοσις τῆς θερμασίας ἐφάπτεται τοῦ

ὕδατος. Καὶ ἐντεῦθεν ἡμῖν ἀναφαίνεται ὅτι δυνατὸν τῶν στε-

ρεῶν πρῶτον ἐφάπτεσθαι τὸν πυρετὸν, εἶθ' οὕτως καὶ κατὰ με-

τάδοσιν πάσχειν καὶ τὰ ὑγρὰ, ἢ καὶ τὰ πνεύματα. Ἁρμόσω-

μεν οὖν ἐξ ἀντιστρόφου τὸ αὐτὸ παράδειγμα καὶ εἰς τὸν ἐ-

πὶ ὑγροῖς πυρετόν. Ὁ αὑτὸς λέβης ὑποκείσθω, πλὴν μηκέτι διά-

πυρος, ἀλλὰ ψυχρός· ἐνεγκάτω οὖν τις ὕδωρ θερμὸν καὶ διά-

πυρον καὶ ἐπιχεέτω κατὰ τοῦ λέβητος, εὑρήσωμεν πάλιν ἐνταῦ-

θα τὸ μὲν ὕδωρ ἕξει ἔχοντα τὴν θερμασίαν, τὸν δὲ λέβητα

σχετικῶς θερμαινόμενον. Καὶ τὶ πάλιν ἐνταῦθα καρπούμεθα, ὅ-

18

τι τῶν ὑγρῶν πασχόντων, καὶ ἐν ἕξει ἐχόντων τὸν πυρετὸν

ἀπαθῆ μένουσι τὰ στερεὰ, μόνον δὲ σχετικῶς ἔχοντα τὴν θερ-

μασίαν. Ἰδοὺ τῶν δύο γενικῶν πυρετῶν ἔχεις τὸ παράδειγμα,

τοῦ τε ἑκτικοῦ τοῦ ἐπὶ στερεοῖς, καὶ τοῦ ἐπὶ ὑγροῖς. Ἆρα

δὲ ἀποροῦμεν καὶ παραδείγματος ἐπὶ τῶν ἐφημέρων; καὶ τού-

του ὁ Γαληνὸς παράδειγμα προτίθησι. Νοησόν μοι φύσαν χαλ-

κευτικὴν, ταύτην δὲ πλησίον κειμένην τῆς καμίνου καὶ ἐν τῷ

ἐνεργεῖν, ἐπισπᾶσθαι πρὸς ἑαυτὴν θερμὸν ἀέρα διὰ τοῦ

αὐλοῦ· καὶ τὶ λέγομεν τότε; ὅτι τὸ πνεῦμα τὸ ἐν αὐτῇ πε-

ριεχόμενον ἕξει θερμὸν ἐστὶ, σχετικῶς δὲ αὐτὴ θερμαίνεται.

Περὶ τοῦ τοιούτου τοίνυν πυρετοῦ καὶ Ἱπποκράτης ἐν ἐπιδη-

μίαις φησὶν, ὅτι πυρετοὶ, οἱ μὲν ὀξέες, οἱ δὲ συνεχεῖς καὶ

διὰ μὲν τοῦ εἰπεῖν ὀξέες, ἐδήλωσε τὸν τριταῖον, διὰ δὲ τοῦ

συνεχέες τὸν ἀμφημερινόν. Ἵνα δὲ μὴ νομίσῃς ὅτι ὅλος ὁ πυ-

ρετὸς συνεχὴς ἐστὶ, προστέθηκε τὸ μὲν ὅλον οὐ διαλειπόντες.

Ἐπειδὴ γὰρ ὁ μὲν τριταῖος ἀπαιτεῖ διάλεμμα, ὁ δὲ ἀμφημε-

ρινὸς συνέχειαν, διὰ τοῦτο μέσῃ φωνῇ χρησάμενος, εἶπε, τὸ μὲν

ὅλον οὐ διαλείποντες. Ὁ αὐτὸς δὲ καὶ τὸ σπάνιον παραδοῦ-

ναι ἔλεγεν, ὅτι ποτὲ ἐναντίῳ γίνεται· ὅτι ἐν τῇ πρώτῃ ἡμέ-

ρᾳ εἰσβάλλει μὲν ὁ ἀμφημερινὸς, ἐν δὲ τῇ δευτέρᾳ ὁ τρι-

ταῖος, καὶ οὕτως ἐφεξῆς.

{(θʹ.) Πόσαι διαφοραὶ τοῦ φλέγματος, καὶ ποῖαι αὐτῶν

ποιοῦσι νοσήματα.}

Τοῦ φλέγματος διαφοραί εἰσι τέσσαρες, τὸ ὑαλῶδες, τὸ ὀ-

ξῶδες, τὸ ἁλυκὸν καὶ τὸ ἄποιον. Καὶ τὸ μὲν ὑαλῶδες καὶ

19

ὀξῶδες ποιεῖ τ' ἀνεκθέρμαντα ῥίγη καὶ τοὺς ἠπιάλους πυρε-

τούς. τὸ δ' ὑλικὸν, ὅταν μὲν σαπῇ, ποιεῖ τὸν ἀμφημερινόν· τὸ

δὲ ἄποιον, ὡς κατὰ φύσιν ὑπάρχον, οὐδὲν τούτων ποιήσει. Ἰ-

στέον δ' ὅτι ἅπαντες οἱ προειρημένοι χυμοὶ, εἰμὴ σαπῶσιν,

εἶδος πυρετοῦ οὐ ποιοῦσιν. Αἱ μὲν οὖν ὑποθέσεις τῶν πυρετῶν

τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν ἐστὶν,

ἅτινα στοιχεῖα τῶν σωμάτων ἡμῶν εἶναι λέγομεν, καὶ γίνε-

σθαι τὰς νόσους, ἐπὶ δυσκρασίᾳ τούτων, ὧν μίαν εἶναί φαμεν·

ἐπειδὰν ἐν τῇ καρδίᾳ ἐξ αὐτῶν τῶν προκαταρκτικῶν αἰτίων

παρὰ φύσιν θερμότερος γένηται, οἷον φροντίδος, ἀγρυπνίας, λύ-

πης, θυμοῦ, ἀπεψίας, κόπου, ψύξεως, ἐκκαύσεως, μέθης, καὶ

τῶν τοιούτων. Ἡ δὲ διαφορὰ τῆς θερμότητος ἀπὸ τῆς τῶν ὑ-

λῶν διαφορᾶς λαμβάνεται, τῆς δεχομένης τὴν πυρετώδη θερ-

μότητα· τρεῖς γὰρ εἰσὶ κατὰ γένος, ἢ ἐν αὐτῷ τῷ σώματι

τῆς καρδίας ἀναπτομένη ᾀεὶ, ἢ ἐν τοῖς χυμοῖς, ἢ ἐν τοῖς πνεύ-

μασιν· ὁ γὰρ πυρετὸς τροπὴ ἐστὶ τοῦ ἐμφύτου θερμοῦ ἐπὶ τὸ

θερμότερον καὶ δριμύτερον. Τὸ δ' ἔμφυτον θερμὸν, τὸ ἐν τῇ

καρδίᾳ, κέκλεισται μὲν ὑπὸ τῶν τεσσάρων χυμῶν, συνίσταται

δὲ ἐν ὅλῳ τῷ σώματι. Πόσαι ποιότητες φλέγματος; Τέσ-

σαρες, ἡ παρὰ τὴν σύστασιν, ἡ παρὰ τὴν χροιὰν, ἡ παρὰ τὴν

γεῦσιν, ἡ παρὰ τὴν κρᾶσιν ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων χυ-

μῶν αἱ αὐταὶ εἰσὶν.

{(ιʹ.) Διὰ πόσας αἰτίας ἀνάπτονται οἱ πυρετοί.}

Ἀνάπτονται δὲ οἱ πυρετοὶ διὰ πέντε αἰτίας, ἢ διὰ πρό-

σθεσιν ἐπιτηδείας ὕλης, ἢ διὰ κίνησιν, ἢ διὰ στέγνωσιν, ἢ

διὰ σῆψιν, ἢ διὰ προσομιστίαν ἑτέρου θερμοῦ. Καὶ διὰ μὲν

πρόσθεσιν ἐπιτηδείας ὕλης, ὡς ὅταν θερμόν τι προςενεχθῇ ἀν-

θρώπῳ, θερμὴν ἔχον τι τὴν κρᾶσιν, οἷον πέπερι, νᾶπυ σκόρο-

δον, καὶ τὰ τούτοις ὅμοια, καὶ ἀναδιδομένη ἡ τούτων ποιό-

της εἰς τὴν καρδίαν, ἐκπυρώσει τὸ ἐν αὐτῇ ἐνεὸν ἔμφυτον θερ-

μὸν, καὶ ἐξάψει πυρετόν; Τί ἐστι κίνησις; ἐξάλλαξις τοῦ προ-

ϋπάρχοντος. Ποσαχῶς ἡ κίνησις; Διχῶς ψυχικὴ καὶ σωματική·

καὶ ψυχικὴ μὲν ὡς ἐπὶ θυμῷ καὶ φροντίσι καὶ λύπῃ· ὁ γὰρ

πυρετὸς ζέσις ἐστὶ καὶ κίνησις σφοδρὰ τῆς θερμασίας, δηλονότι

20

τῷ σώματι τῆς καρδίας καθιδρυμένη· συνεκθερμαίνεται δὲ αὐ-

τὴ ποτὲ μὲν ὑπὸ τοῦ πνεύματος, ἔστι δ' ὅτε καὶ ἡ τοῦ

αἵματος οὐσία· καὶ εἰ μὲν ὑποδεχθέντα κατασχεθῇ, ἐπὶ πολὺ

τὴν θερμασίαν ἀνάπτει, καὶ ἂν ἀπὸ τῆς καρδίας ἡ κίνησις

καταστῇ, διαμένει ταῦτα παρὰ τὴν φύσιν θερμὰ, κᾀντεῦθεν

πυρέττει· ὁ δ' ἐπὶ λύπῃ πυρετὸς, οὐκέτι ζέσιν, ἀλλὰ κίνησιν

ποιεῖται τοῦ ἐμφύτου θερμοῦ, τοῦ ἐν τῇ καρδία, καὶ ἀνάπτει

πυρετόν· ὁ δ' ἐπὶ κόπῳ τοῦ σώματος, κίνησιν ποιεῖται πλεί-

ονα νεύρων καὶ μυῶν καὶ συνδέσμων καὶ ἄρθρων, ἃ δὴ καὶ

πρῶτα θερμαίνεται, τῇ κινήσει τοῦ σώματος. Διὰ δὲ στέγνω-

σιν, ἤτοι πύκνωσιν τοῦ δέρματος, ἀνάπτεσθαι πυρετὸν, ὁποῖος

μάλιστα τοῖς συμπυκνωθεῖσιν εἴωθεν· Εἰ μὲν ἐν τῇ ἐπιφανείᾳ

ἐστὶν ἡ πύκνωσις, ἢ ἐπὶ ψύξιν ἐστὶν, ἢ ἐπὶ ξηρότητα, ἢ ἐ-

πὶ στύψιν, καὶ ἀνάπτει πυρετόν· ἀθροιζομένης γὰρ ἐν τῷ σώ-

ματι τῆς δακνώδους ἀποῤῥοῆς καὶ τῶν περιττωμάτων, ἀνά-

πτεται ὁ πυρετός· εἰ δὲ ἐν τῷ βάθει εἴη, ἢ ἐπὶ πλήθει χυ-

μῶν, ἢ ἐπὶ παχύτητι ἢ ἐπὶ γλισχρότητι, εἰ μὲν ἀτμῶδες

εἴη τὸ περιεχόμενον ποιεῖ πληθώραν, εἰ δὲ καπνῶδες, ἢ λι-

γνῶδες ποιεῖ ἐφήμερον πυρετόν· διαπνεῖται γὰρ ᾀεὶ τὰ τῶν

ζώων σώματα, κατὰ διττὸν τρόπον ἀποχρωμένων εἰς τοὐκτὸς

τὰ τῶν καπνωδῶν καὶ λιγνωδῶν περιττωμάτων. Ἑλκομένης

ἐκεῖσε τῆς ἐμψυχούσης τε καὶ ῥιπιζούσης τὸ κατὰ φύσιν θερμὸν

ἀερώδους οὐσίας, ἐπειδάν τις αἰτία τὸ δέρμα πυκνώσῃ, ἢ τὰς

διόδους στεγνώσῃ, πυρετὸν ἀνάπτει, δριμὺ δὲ ἀποῤῥεῖ καὶ δα-

κνῶδες περίττωμα τοῖς φύσει κακοχύμοις, καὶ τοῖς μοχθηρὰ ἐδέ-

σματα ἑαυτοῖς προσφέρουσιν, ὡς πολλάκις ἀπεπτοῦσι. Τὸ δὲ πλῆ-

θος τούτων ἢ πρὸς τὰ ἀγγεῖα ἐστὶν, ἢ πρὸς τὴν δύναμιν καὶ

τὴν ποιότητα, καὶ ποιεῖ πυρετὸν, ἀσθενούσης δηλονότι τῆς δυ-

νάμεως, καὶ μὴ δυναμένης μεταβαλεῖν τὸ ἄχρηστον εἰς χρη-

στόν. Εἰ δὲ πρός τ' ἀγγεῖα ᾖ, τὸ πλῆθος δριμὺ ἐστὶν ἢ

γλίσχρον καὶ παχὺ, καὶ ποιεῖ τὸν ἐπὶ σήψει πυρετόν. Εἰ γὰρ

μὴ, ὡς προεῖπον, σαπῇ, οὐ ποιεῖ πυρετὸν, εἰ δὲ δριμὺ εἴη, κᾂν

μὴ σαπῇ, ἀλλὰ τὸν ἐπὶ ζέσει ποιεῖ πυρετὸν.

{(ιαʹ.) Ποῖα τῶν πυρετῶν γένη καὶ τίνες αἱ διαφοραί.}

Τῶν πυρετῶν διτταὶ εἰσὶν, ὡς εἴπομεν αἱ διαφοραὶ οὐσι-

21

ώδεις καὶ ἐπουσιώδεις. Τὰ δὲ γένη αὐτῶν τρία εἰσίν· τὰ μὲν

γὰρ αὐτῶν ἐπὶ ὑγροῖς γίνονται, τὰ δὲ ἐπὶ στερεοῖς, τὰ δὲ ἐ-

πὶ πνεύμασι.

{(ιβʹ.) Πόσοι συνεχεῖς καὶ πόσοι διαλείποντες.}

Ἰστέον ὅτι τρεῖς εἰσὶν συνεχεῖς, καὶ τρεῖς διαλείποντες· τρι-

ταῖος καὶ τεταρταῖος. Οὗτοι πότε μὲν γίνονται συνεχεῖς, πότε

δὲ διαλείποντες. Καὶ ποίῳ τρόπῳ γίνονται οὕτως; Ὁπόταν ἂν

τὸ εἶδος ἑκάστου τούτων τῆς ὕλης εὑρεθῇ σαπὲν, εἰ μὲν ἐν-

τὸς τῶν ἀγγείων, τοὺς συνεχεῖς πυρετοὺς ἐργάζεται, εἰ δὲ ἐ-

κτὸς, ποιεῖ τοὺς διαλείποντας. Καὶ ὁ μὲν τεταρταῖος ἐπὶ σπληνὶ

κακοπραγοῦντι συνίσταται, ὁ δὲ ἀμφημερινὸς ἐπὶ στομάχῳ κα-

κοπραγοῦντι, ὁ δὲ τριταῖος ἐπ' αὐτῇ τῇ χοληδόχῳ κύτει.

{(ιγʹ.) Ποίῳ τρόπῳ γίνονται νόθοι ἀμφημερινοὶ τριταῖοι καὶ

τεταρταῖοι, καὶ ποῖοι τῶν νόθων εἰσὶν εὐήθεις, καὶ

ποῖοι κακοήθεις.}

Γίνονται μὲν οὖν νόθοι τεταρταῖοι, ὁπόταν οὐ κρατῇ ὁ με-

λαγχολικὸς χυμὸς ἐν τούτοις, ἀλλὰ σαπῇ μὲν πλεῖον τὸ με-

λαγχολικὸν περίττωμα, ἧττον δὲ τὸ ξανθοχολικόν· τὸ αὐτὸ

δὲ καὶ ἐπὶ ἀμφημερινῶν, ὅταν τὸ φλέγμα οὔτε ἄκρατον, ἀλ-

λὰ τῷ ξανθοχολικῷ χυμῷ μεμιγμένον ᾖ· καὶ οὗτοι μὲν οἱ

νόθοι τριταῖοι νόου πραΰτεροι, ὁ δέ γε νόθος τριταῖος, τού-

των κακοηθέστερος διὰ τὴν ξανθὴν χολὴν, μὴ ἄκρατον, ἀλλὰ

καὶ φλεγματώδους, οὐκ ὀλίγης ὑγρότητος μετέχειν αὐτήν· ἡ

γὰρ ἄκρατος τὸν μακρότατον ἀκριβῆ τριταῖον ἐν ἑπτὰ περιό-

δοις συνίστησι, τὸν δὲ οὐκ ἀκριβῆ τριταῖον, φησὶν ὁ Γαληνὸς

οἶδα ποτὲ φθινοπόρῳ μὲν ἀρξάμενον, ἦρος δὲ παυσάμενον.

{(ιδʹ.) Πῶς γίνεται ἡ πληθώρα.}

Ἡ δὲ πληθώρα γίνεται ὅταν αἵματος πληρωθῶσι τ' ἀγγεῖα,

τὸ δ' ἀτμῶδες τοῦ αἵματος καταῤῥέον ἔρχεται εἰς

τὰς κενὰς χώρας, καὶ ἐκ τῆς αὐτοῦ ὑγρασίας πληροῦνται αἱ

κεναὶ χῶραι τῶν ἀγγείων, καὶ ποιοῦσι πληθώραν.

22

{(ιεʹ.) Τί στέγνωσις καὶ ἔμφραξις.}

Στέγνωσιν μὲν δὴ καλεῖ τὴν ἀπὸ ἡλιοκαΐας, ἢ στυπτη-

ριωδῶν ὑδάτων, γενομένην περὶ τοὺς πύρους τοῦ δέρματος, ἢ

καὶ ἀπὸ τῆς καταψύξεως, ἥτις ποιεῖ ἐφήμερον πυρετόν· ἔμ-

φραξιν δὲ καλεῖ τὴν ἐπὶ παχέων καὶ γλίσχρων χυμῶν γινο-

μένην περὶ τὰς ἐν τῷ βάθει διόδους, ἥτις ποιεῖ τὸν ἐπὶ σή-

ψει πυρετόν.

{(ιϚʹ.) Διατὶ ἐπὶ τῶν ἀπεπτησάντων, οἱ μὲν ἐπύρεξαν,

οἱ δὲ οὐδαμῶς.}

Τοῖς μὲν κακοχύμοις, ἢ σαπῶς διαιτωμένοις, ἢ πονήσασιν

ἀκαίρως, ἢ λυσαμένοις προπετέστερον, ἕτοιμον παρέξαι· τοῖς δ'

εὐχύμοις καὶ καλῶς διαιτωμένοις, ἡσυχάσασί τε καὶ θάλψασι

τὴν γαστέρα καὶ τὸ ἧπαρ, ἀδύνατον πυρέξαι.

{(ιζʹ.) Πόθεν καὶ πῶς γίνονται τὰ λοιμικὰ νοσήματα

καὶ τὶς ἡ αἰτία τούτων.}

Τῶν δὲ λοιμικῶν νοσημάτων, ἡ εἰπνοὴ μάλιστα αἰτία· γί-

νεται δὲ ποτὲ καὶ διὰ τοὺς ἐν τῷ σώματι χυμοὺς, ἐπιτη-

δείους πρὸς σῆψιν ὑπάρχοντας, ὅτ' ἂν ἀφορμήν τε τινὰ βρα-

χεῖαν ἐκ τοῦ περιέχοντος πυρετοῦ λάβῃ τὸ ζῶον, ὡς τὰ πολ-

λὰ δὲ ἐκ τῆς ἀναπνοῆς τοῦ πέριξ ἀέρος, ὑπὸ σηπεδωνώδους

ἀναθυμιάσεως μιανθέντος.

{(ιηʹ.) Τίς ἡ τῆς σηπεδόνος ἀρχή.}

Ἡ δὲ ἀρχὴ τῆς σηπεδόνος ἤτοι πλῆθός τι νεκρῶν ἐστὶ, μὴ

καυθέντων ἐν πολέμοις, ἢ ἐκ τέλματος, ἢ λιμνῶν, ἢ βαρά-

θρου τινὸς περικειμένου, καὶ ἀναθυμίασιν δηλητηριώδη καὶ πο-

νηρὰν ἀναπέμποντος ὥρᾳ θέρους· τὸ δὲ εἶναι καὶ τοὺς κατὰ

σῶμα χυμοὺς ἐκ πονηρᾶς διαίτης ἐπιτηδείους πρὸς τὴν σῆψιν,

ἀρχὴ τοῦ λοιμώδους γίνονται πυρετοῦ· οὐδὲν γὰρ τῶν αἰτίων

ἄνευ τῆς τοῦ πάσχοντος ἐπιτηδειότητος ἐνεργεῖν πέφυκε· καὶ

ψύξις πολλάκις ἤνεγκε νοσήματα· πυκνοὶ γὰρ τὴν ἐπιφάνειαν,

ἀδιαπνευστοῦσιν οἱ χυμοὶ, καὶ τῇ σήψει ποιοῦσι πυρετόν.

Ἀλλὰ καὶ ἐπὶ ξηρότητι λοιμικὰ νοσήματα γίνονται, καθὰ φησὶν

23

Ὅμηρος κύνας ἀργοὺς, ὡς ξηρότερον πάθος πρῶτον, ὥςπερ καὶ

αἱ θερμότεραι τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις· οἷα περὶ

κυνὸς ἐπιτολὴν ἄρτι, διὰ μὲν τῆς εἰςπνοῆς θερμαίνουσι τὴν

καρδίαν, ἔξωθεν δὲ περικεχυμένου…

θε…

The complete text is available when the reading interface loads.