The Greek Library Catalogue

Anonymous

De instrumentis infusoriis seu clysteribus ad Timotheum

Edition reference
De instrumentis inf usoriis seu clysteribus ad Timotheum, ed. F. R. Dietz, Severi iatrosophistae de clysteribus liber [Diss. med. Königsberg. 1836]: 1–43.
CTS identifier
urn:cts:greekLit:tlg0748.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{ΣΕΥΗΡΟΥ ΙΑΤΡΟΣΟΦΙΣΤΟΥ ΠΕΡΙ ΕΝΤΗ-

ΡΩΝ ΗΤΟΙ ΚΛΥΣΤΗΡΩΝ.}

— — —

Ἕν τι τῶν κατὰ τὴν τέχνην ἀναγκαίων τὴν τῶν ἐνετήρων

χρῆσιν παραδοῦναί σοι, ὦ Τιμόθεε, συλλήβδην πειρῶ-

μαι τῷ λόγῳ, πόσαι καὶ τίνες εἰσὶ κατὰ διαφορὰν καὶ

ποίῳ νοσήματι ἕκαστος αὐτῶν ἁρμόδιος. οὐ παραιτεῖ-

ται μὲν οὐδὲ τοῖς πρὸ ἡμῶν ἡ τῆσδε τῆς μεθόδου

γραφὴ, ἀλλὰ σποράδην ἐν τοῖς κατὰ μέρος ἐπ' αὐτῶν

συντάγμασιν ἐγνώρισται. ἀριδηλότατον δὲ κἀκ τῶν τὴν

πεῖραν πρεσβευόντων ὡς χρήσιμος ὁ τοῦδε τοῦ γράμ-

ματος σκοπὸς, τῶν νοημάτων ζητούντων τὸ κατάλληλον

ὡς μὴ μόνον τὴν τέχνην εὑρέτιν γίνεσθαι τοῦδε τοῦ

ἄκους, ἀλλὰ καὶ αὐτὴν τὴν φύσιν πρώτην διδάσκαλον.

ὡς γάρ φησιν Ἡρόδοτος ὁ ἱστοριογράφος τὴν ἴβιν τὸ

ὄρνεον ἀνθρώποις τὴν χρῆσιν γνωρίσαι διὰ τῆσδε τῆς

μεθόδου· ἀδηφάγον γὰρ ὑπάρχον τὸ ὄρνεον καὶ ἐκ τῶν

αἰγιαλῶν πορίζον τὴν τροφὴν, εἶτ' ἔμφραξιν ὑπομέ-

2

νον, διαγείρει τὴν φύσιν ἄμυναν τοῦ λυποῦντος, καὶ

πλῆσαν τὸ ῥάμφος τοῦ ὕδατος, ἐνίησιν ἑαυτῷ ὄπισθεν,

καὶ μετὰ ταῦτα παῦλαν δεξάμενον τῆς πληθύος τῶν

περιττωμάτων, δευτέρων τροφῶν ἐμφορεῖται. καὶ οὕτως

ἀνθρώποις ἐγνωρίσθη τὸ βοήθημα. καὶ ἄχρι μὲν τού-

του τὰ τῆς ἱστορίας. καιρὸς δ' ἂν εἴη, λοιπὸν καὶ τῶν

οἰκείων μεμνῆσθαι, καὶ ἐπὶ τὸ ἐνδοξότατον μετιέναι

ζῶον, τὸν ἄνθρωπον φύσει καὶ λόγῳ ἡνιοχούμενον.

οὐ γὰρ θέμις τοῖς τὴν Ἀσκληπιάδειον τέχνην μετιοῦσι

τὴν μὲν ἀλογωτάτην πρεσβεύειν πεῖραν, ὡς μὴ ὑπάρ-

χοντα δὲ τὸν λόγον ἐρημὸν καταλιμπάνειν. πρέπον δὲ

ὡς ἀληθῶς αἰτιολόγον καὶ παθογνώμονα τυγχάνοντα

τὸν ἰατρὸν τὴν τῶν βοηθημάτων μετέρχεσθαι χρῆσιν·

ἐκ μὲν γὰρ τῶν νοσημάτων τὴν ποιότητα τῶν ὑλῶν

εἰσπράττεσθαι δίκαιον ἂν εἴη, ἐκ δὲ τῶν κράσεων τὴν

ποσότητα, ἐκ δὲ τῶν αἰτίων τὴν ὁποτέρων ἂν

δέῃ, οἷον εἰ θερμὸν τὸ πάθος, ψυχρὸν τὸ ἴαμα, καὶ

εἰ ξηρότης τὸ βλάπτον, ὑγρὸν τὸ κατάλληλον καὶ τῶν

ἄλλων ὑπεναντίον· αὐτὰ γὰρ τὰ μαχόμενα ἐκ τῶν ἐναν-

τίων δέχεται τὴν μετάστασιν. καὶ ταῦτά τις τῶν πα-

λαιῶν εὐθυβόλως ἔφασκεν, ὡς τὰ ἐναντία τῶν ἐναν-

τίων ἰάματα ὑπάρχει, κολάζοντα μὲν τὸ ὑπερβάλλον,

ἀντεισάγοντα δὲ τὸ λεῖπον. εὔκαιρον δὲ καὶ τῶν τοῦ

Ἱπποκράτους ὅρων μνησθῆναι, πρόσθεσιν καὶ ἀφαί-

ρεσιν ἐπὶ τῆς ἰατρικῆς εἰρηκότος. τούτων δὲ αὖ καὶ τὸ

παρὸν γράμμα μέμνηται καὶ τὸν ἐνεστηκότα σκοπὸν

ἐπαναπαύει· κενοῖ μὲν γὰρ, καθὼς προεῖπον, ἐκκα-

θαίρουσα τὰ περιττώματα ἐπὶ τῶν πυρεκτικῶν διαθέ-

3

σεων, πληροῖ δὲ κατά τι συμβεβηκὸς ἐπὶ τῶν δυσεν-

τερικῶν· ἱστῶσα γὰρ τὴν τῶν ὑγρῶν ῥύσιν καὶ τὰς

συνεχεῖς ἐξαναστάσεις παύουσα, ῥωννύουσά τε τὴν δύ-

ναμιν, πληρώσεως αἰτία καθίσταται. αὐτὰ δὴ ταῦτα

ἡ πεῖρα δείκνυσι, τοῦ λόγου ποδηγοῦντος πρὸς τὴν

ἀληθῆ ἐξέτασιν τῶν ζητουμένων, εἰ μὴ τυφλώττοντες

πρὸς τὸ καθ' ἕκαστον πενίᾳ συνδήσομεν τὴν τέχνην.

οὐ γὰρ πρὸς ἓν πάθος χρησιμεύει ὁ παρὼν λόγος, πρὸς

πολλὰ δὲ ὀνίνησιν ἡ ἐκ τούτων γνωριζομένη ὠφέλεια·

ἐπὶ γὰρ τῶν πλείστων νοσημάτων σύμπτωμα παρυφι-

ζάνει ἡ τῆς γαστρὸς στέγνωσις, καὶ τάχα τολμῶ λέγειν,

ὡς μᾶλλον αἰτίαν ὑπάρχειν τὴν τῆς γαστρὸς στέγνωσιν

τῶν νοσημάτων. οὐχ ἁπλῶς δὲ ἔστι νοσηλεύεσθαι ἐκ

τῆς κατὰ τὴν κοιλίαν ἐποχῆς, ἀλλὰ καὶ παντελοῦς φθο-

ρᾶς αἰτίαν καθίστασθαι· ὃν γὰρ λόγον ἔχει ἡ ἀτροφία

πρὸς ἀπώλειαν, ἐφάμιλλον τούτῳ κέκτηται ὄλεθρον ἡ

τῆς κοιλίας ἐπίσχεσις· τῶν γὰρ πραγμάτων τὰ μὲν ἐκ

τῆς ἀρχῆς φθείρεται, τὰ δὲ ἐκ τοῦ τέλους συγκαταπί-

πτει. καί μοι ἔξεστι τὴν παροῦσαν βλάβην καὶ νόσημα

καλεῖν καὶ αἰτίαν νοσήματος· τῶν τε γὰρ ἐπὶ λύμῃ συμ-

βαινόντων τῷ ζώῳ κακῶν πρόξενον γίνεται. δηλὸν δὲ

ἂν εἴη τοῦτο ἐξ αὐτῶν τῶν πραγμάτων· συνεχεῖς τε

γὰρ πυρετοὺς αὔξει, καὶ καύσους δὲ ὁμοίως, ἔτι μὴν καὶ

λειπυρίας, ἠπιάλους τε καὶ τοὺς καθ' ἕκαστον, τριταίων

τε καὶ τεταρταίων καὶ ἀμφημερινῶν αὐξητικὸν, προσ-

έτι δὲ ἰκτέρους, περιπνευμονίας ἑτοίμως γεννᾷ, πλευ-

ρίτιδάς τε καὶ ὀφθαλμίας, συνάγχας καὶ κεφαλαλγίας,

καὶ ἡμικρανίας παρεκτικὸν, νεφρῖτίν τε καὶ ἡπατῖτιν

μεγεθοποιεῖται ἀνίαις, δυσουριῶν τε καὶ στραγγουριῶν

4

αἴτιον καθίσταται, στομαχικάς τε πείσεις καὶ ναυ-

τίας ἑτοίμως ποιεῖ, καὶ μὴν ἀνορεξίας καὶ πλάδους, ἐρυ-

γάς τε ἀηδεῖς καὶ βρομώδεις παρέχει, εἰλεοῦ τε καὶ

χορδάψου γεννητικὸν, πληθώρας τε καὶ ἀποπληξίας

μεγεθύνει αὐτόθεν καὶ τὴν κωλικὴν διάθεσιν προβάλλε-

ται, παροξύνει καὶ τὰ ποδαγρικὰ πάθη καὶ τὰ ἀρθρι-

τικὰ καὶ πᾶσαν ἁπλῶς διάθεσιν ἐκ παχέων ὑγρῶν

λαμβάνουσαν γένεσιν. οὐ μόνον δὲ τὰς φυσικὰς δυνά-

μεις ταῖς παραπλοκαῖς τῶν νοσημάτων διαφθείρει,

ἀλλὰ καὶ εἰς αὐτὰς τὰς ἡγεμονικὰς τῆς ψυχῆς ἐνερ-

γείας ἐκπέμπει τὰς βλάβας, κάρους τε καὶ καταφορὰς

ἐμποιεῖ, παρακοπήν τε καὶ φρενῖτιν ἑτοίμως γεννᾷ,

μνήμην τε ἀμβλύνει καὶ τὸν λογισμὸν κοιμᾷ· προσέτι

δὲ καὶ πάσαις ταῖς αἰσθήσεσιν ἀντίκειται· τάς τε γὰρ

ὄψεις ἐμποδίζει καὶ ἀχλυώδεις ἀπεργάζεται, ἀμβλύνει

δὲ καὶ τὴν ἀκοήν. εἰ γοῦν ταῦτα οὕτως ἔχει, ἀντιφιλο-

τιμεῖται ταῖς νόσοις ἡ τῆς γαστρὸς ἐπίσχεσις· τίκτει

μὲν γὰρ τὴν διάθεσιν, πάλιν δ' αὖ ἡ νόσος αὐτήν. οὐ

μόνον δὲ ἐκ τῶν εἰρημένων αἰτίων ἐπέχεται ἡ γαστὴρ,

ἀλλὰ καὶ ἐκ τῆς τῶν καιρῶν ἀνωμαλίας· τὸ γὰρ χειμέ-

ριον αὐτὴν κατάστημα λυπεῖ· οὐ γάρ ἐστι τοσαύτη χολὴ

ἡ κάτω ἐλαύνουσα τὸ περίττωμα. κατὰ γοῦν τὸν και-

ρὸν τοῦτον μᾶλλον στενοῦται τὸ ζῶον. βλάπτουσι

δὲ καὶ αἱ ἀμέτρως ξηραὶ κράσεις· ὑπερεκφρύττεται γὰρ

τὸ σκύβαλον, ἀλλὰ δέον παραμυθεῖσθαι τὴν κράσιν

καὶ ἀντιτάττεσθαι τῷ καιρῷ, τῇ διαίτῃ. ἀλλ' οὐ περὶ τού-

των πρόκειται λέγειν· εἰσὶ γὰρ καὶ ἄλλαι πλεῖσται αἰ-

τίαι· περὶ δὲ τῆς τοπικῆς διαθέσεως τανῦν σκοπεῖ-

5

σθαι δέον, τῆς ἐκ τῶν πυρετῶν συμβαινούσης, ἧς τὸ

ἄκος ἡ τῶν ἐνετήρων ἐστὶ χρῆσις, ὧν τὴν σύνθεσιν μι-

κρὸν ὕστερον ὁρίσει ὁ λόγος. καὶ πρῶτον μὲν τοῦ κοι-

νοῦ μεμνῆσθαι χρὴ, ὃς καὶ τοῖς ἰδιώταις ἐστὶ δῆλος.

{<Περὶ τοῦ κοινοῦ κλυστῆρος.>}

Ἐκ μέλιτος μὲν οὖν ἁπλοῦ, τριπλοῦ δὲ ἐλαίου καὶ

πλείονος ὕδατος. ταῦτα μὲν οὖν τὰ πρῶτα καὶ ὁμο-

λογούμενα, ὧν καὶ τὰς αἰτίας σχολερὸν προσθεῖναι τῷ

γράμματι διὰ τὸ ἐξ ἀνομοίων ὑλῶν εἶναι τόδε τὸ βοή-

θημα, ὅτι δὲ οὐχ εἷς τοῦ πάθους ὁ λόγος. πρῶτον

μὲν οὖν ὅτι ἐν ταῖς πυρεκτικαῖς διαθέσεσιν ὑπερεκ-

φρύττεται τὸ σκύβαλον, δεύτερον δὲ ὅτι συμβαίνει καὶ

τοὺς μύας τοὺς συντελοῦντας πρὸς τὴν ἔκκρισιν ὑπὸ

τῆς δυσκρασίας ἀσθενεστέρους γίνεσθαι, τρίτον δὲ ἐπὶ

τούτοις ἡ τῆς χολῆς ἐν ἑτέροις τόποις μετάστασις· ἡ

φύσις γὰρ ταύτην γενομένην ἐκ τοῦ ἥπατος σὺν τοῖς

ἄλλοις περιττώμασι τόποις οἰκείοις καθίδρυσε· τὰ μὲν

γὰρ παχέα καὶ γεώδη, ζοφώδη τε καὶ ψυχρὰ τῷ σπληνὶ

προσρίπτειν εἴωθε, τὰ δὲ οἷον λεπτὰ καὶ ὀῤῥώδη τοῖς

νεφροῖς προστάττει ἕλκειν, τὴν δὲ ξανθὴν χολὴν ἐν

τοῖς σιμοῖς τοῦ ἥπατος ἐν ἀγγείῳ τινὶ κατέταξεν, ὃ

κέκληται χοληδόχος κύστις. καὶ τὰ μὲν τοῦ σπληνὸς

περιττώματα χολὴν μέλαιναν εἰώθαμεν καλεῖν, αὐτὸ δὲ

τὸ τῶν νεφρῶν ὑγρὸν μετενεχθὲν εἰς τὰς κάτω χώρας,

οὖρον ὀνομάζεται, τὸ δὲ ἕτερον, περὶ οὗ καὶ τὸν λόγον

ποιούμεθα, χολή. τὰ μὲν οὖν ἄλλα περιττώματα πάντη

ἀχρεῖα τῇ φύσει κατέστησαν, οὐχ ἥκιστα δὲ καὶ τὸ οὖ-

ρον. ἡ μέντοι χολὴ, περιττώματος λόγον ἔχουσα, οὐ τὴν

6

τυχοῦσαν ὠφέλειαν τῷ ζώῳ χαρίζεται· τῷ γὰρ λεπτο-

μερεῖ τῆς οὐσίας καὶ τῷ δριμεῖ τῆς ποιότητος, ῥιπτο-

μένη εἰς τὰς τῶν ἐντέρων ἕλικας, ῥᾳδίαν ποιεῖται τὴν

κένωσιν τῶν σκυβάλων. οὐκ ἠγνοήθη δὲ τοῦτο τοῖς

πλείστοις τῶν εὐδοκιμωτάτων ἰατρῶν, οἵτινες ἀκριβέστε-

ρον τῇ τέχνῃ δουλεύσαντες, ἐξ αὐτῶν τῶν ἔργων τὴν

πρόνοιαν τῆς φύσεως εὗρον. φανερὸν δὲ αὐτοῖς ὤφθη

κἀκ τῶν ἰκτερικῶν τὸ ζητούμενον· ὡς ἐπίπαν γὰρ δυσ-

διαχώρητοί εἰσιν· ἔτι γε μὴν καὶ τὸ σκύβαλον αὐτοῖς

τὴν κατὰ φύσιν ἰδέαν ἀμείβει· λευκὸν γάρ ἐστι κατὰ τὸ

χρῶμα. εἰ δὲ ἀκριβέστερον βουληθῇς γνῶναι τὸ συμ-

βὰν, ἐκ τῆς κατὰ τὴν ἐπιφάνειαν μεταβολῆς μαθήσῃ

κἀκ τῆς τῶν ὀφθαλμῶν μεταλλαγῆς· ὥσπερ γὰρ ἐπι-

λανθανομένη ἡ ὕλη τῶν οἰκείων ὁδῶν εἰς ἀλλοτρίαν

μετέστη χώραν. ἡ οὖν τέχνη πανταχόσε μιμουμένη τὴν

φύσιν καὶ ἐκ τῶν αὐτῆς ἐνεργειῶν διδασκομένη, τὸ οἰ-

κεῖον ἀσμένως δωρεῖται· καὶ ἁπλῶς εἰπεῖν, ὅπερ ἔμαθε

παρ' αὐτῆς, τοῦτο πάλιν αὐτῇ δωρεῖται ἀῤῥώστῳ γενο-

μένῃ, καὶ ὥσπερ ἀνταμείβεται τὴν χάριν τῇ ἐπικουρίᾳ.

πρώτην γὰρ παθέων διδάσκαλον οἱ πάλαι τὴν φύσιν

ὠνόμασαν· αὐτὴ γὰρ καθ' ἑαυτὴν τὴν ἀσφάλειαν ἐνε-

δύσατο· ἔστι γὰρ καὶ ἐπὶ τῶν πολλῶν ἰδέσθαι αὐτὴν

ἰατρὸν οὖσαν. μόνοι δὲ Ἕλληνες ἐπιπόνῳ σπουδῇ ἐπί-

κουρον αὐτῇ καὶ θείαν σύμμαχον τὴν τέχνην ὑπεστή-

σαντο, τῆς φύσεως τὸ πᾶν κυρίως ἡνιοχούσης τῷ ζώῳ·

καὶ γὰρ ὑγιαινόντων μὲν ἡγεμονεύει, καὶ νοσοῦσι συμ-

πάρεστιν αὕτη καὶ οἰακίζει τὰ καθ' ἕκαστον· λογι-

στεύει μὲν γὰρ τὰ μόρια καὶ ζυγοστατεῖ τὰς χρείας ἑκά-

στου, ἀπονέμουσα τὸ προσῆκον· τῶν γὰρ τροφῶν τῶν

πρὸς τὸ ζῇν ληφθέντων ἐμπιπλαμένη ἑκάστῳ μορίῳ

7

κατὰ τὸ οἰκεῖον ἀξίωμα ἐφιζάνει, καὶ περιττωμάτων

ἐστὶ γένεσις· εἰ μὲν ψυχρὸν ἐν τροφῇ, φλέγμα τὸ δυ-

ναστεῦον, ξηρὸν δ' αὐτῆς ἀχώριστον χολῆς μελαίνης

τυγχάνει φίλον, ὑγρὸν δὲ συνεπισύρεται καὶ πάρεστιν

ἐν ὅλῳ αὐχοῦν τὸ αἷμα, θερμοῦ δὲ ἀνακοπὴ, ᾗ καὶ τρέ-

φεται· χολὴ δὲ οὐχ ἁπλῶς ἔχει τὰς λεχθείσας ποιότη-

τας· κράσις γὰρ τὸ γενόμενον. τὸ δὲ ἡγεμονεῦον ἑκάστῳ

ὁ λόγος ἐγνώρισεν· κἂν γὰρ ἁπλοῦν τῇ αἰσθήσει λά-

βῃς, οὐκ ἐκτός ἐστι τῶν λοιπῶν. ἡ οὖν τροφὴ οὐ μόνον

τῶν ἀναγκαίων τῆς αὐξήσεως καὶ διανομῆς λόγον ἐπ-

έχει, ἀλλὰ καὶ χρείας χαρίζεται διὰ τῶν περιττωμάτων,

ὡς εἰς μηδὲν αὐτὴν ματαιοπονίαν εὑρεῖν· ὅρα γὰρ αὐ-

τῆς τὴν σοφὴν ἐπίνοιαν καὶ ὅπως τληπαθεῖ πρὸς τὴν

τοῦ ζώου σωτηρίαν· κούφης γὰρ καὶ ἀνωφεροῦς τῆς

χολῆς ὑπαρχούσης, ταύτην ἔταξε κάτω ταῖς τῶν χυ-

μῶν ῥοπαῖς ἀνταγωνιζομένην· τὸ μὲν γὰρ φλέγμα ὡς

ἄνω ἕλκει· οἶδε γὰρ τῇ συμμετρίᾳ τούτου τερπόμενον τὸ

φρονοῦν. οὐ πάρεργος δὲ ἡμῖν ἡ παρέκβασις· φύσεως

γὰρ τὴν πρόνοιαν ἐζήτει τὸ γράμμα. καιρὸς δ' ἂν εἴη

λοιπὸν ἐφικέσθαι τοῦ σκοποῦ, τίνος ἕνεκα ἡ τοιάδε

τοῦ κλυστῆρος σύνθεσις εὕρηται, αἰτίας τοῦ γενομένου

τὸ παρὸν σύγγραμμα ὑπέσχετο δεῖξαι· οὕτως γὰρ λο-

γικωτέρας ὀφθείσης τῆς τέχνης, τῆς ἀποδείξεως πλέον

τι τῶν δημοτῶν ὁ ἐπιστήμων ἔχει. εἰ μὲν οὖν διὰ τὴν

τῆς χολῆς ἀπουσίαν ἡ χρεία τοῦδε τοῦ βοηθήματος,

μονοειδὲς αὐτὸ τὸ κατάλληλον· ἀλλ' ἐπειδὴ σύνθετος

ἡ διάθεσις, συνθέτου ἐδεήθη τοῦ ἐναντίου· ἡ γὰρ

ἐποχὴ τῆς γαστρὸς διαφερούσας αἰτίας κέκτηται, χωρὶς

μὲν τῆς ἐπειγούσης ὕλης, μυῶν τε ἀτονίαν καὶ φρύξιν

περιττωμάτων. τῷ μὲν οὖν μέλιτι μιμούμεθα τὴν χο-

8

λήν· ἐφάμιλλον γὰρ αὐτῇ, φανερὴν κράσιν θερμὸν καὶ

ξηρὸν ὑπάρχον. Ὅτι δὲ ἀληθὴς ἡ συγγένεια τῆς χο-

λῆς πρὸς τὸ μέλι, Ἱπποκράτης ἐν τῷ περὶ τροφῆς

λέγει· νομοθετῶν γὰρ ἐν ταῖς ἡλικίαις τὰς συμφώνους

ὕλας τῶν τροφῶν, γέρουσι παραινεῖ διδόναι τὸ μέλι,

τοὺς δὲ ἀκμάζοντας παρακελεύεται φεύγειν τοῦτο ὡς

δηλητήριον· τοῖς μὲν γὰρ τὸ λεῖπον χαρίζεται, τοὺς

δὲ εἰς ἀμετρίαν φέραν, πολέμιον αὐτοῖς καθίσταται.

δῆλον οὖν κἀκ τούτων ὅτι τὰ ὅμοια τῶν ὁμοίων γεν-

νητικὰ ὑπάρχει. ὁμοίως δὲ καὶ ὁ τούτου ὑποφήτης Γα-

ληνὸς ἐν οἰκείῳ συντάγματι εἴργειν παρακελεύεται τὴν

τοῦ μελικράτου προσαγωγὴν, οἷς ἡ κράσις πικρόχολος,

λέγων οὕτως· πτισάνης τε οὖν χυλὸν, οἷς οὐκ ὀξύνεται,

διδόναι, καὶ μελίκρατον, οἷς οὐκ ἐκχολοῦται. πάλιν δ'

Ἱπποκράτης ἐν ἀφορισμῷ διδάσκων ἐν ταῖς νούσοις

γὰρ, φησὶ, ἧττον κινδυνεύουσι, οἷς ἂν οἰκείη τῆς φύ-

σιος καὶ τῆς ἡλικίας καὶ τῆς ἕξιος καὶ τῆς ὥρας ἡ

νοῦσος ὑπάρχῃ μᾶλλον ἢ οἷς ἂν μὴ οἰκείη κατά τι τού-

των ἐστίν. κἂν σοφίζεσθαί τινες δοκῶσι τὸν ἄνδρα,

ἀλλὰ τοῦτ' ἀληθές· οὐ γὰρ ἐξ ἀνομοίων ὁ κίνδυνος· τὰ

γὰρ ἐναντία τῶν ἐναντίων ἰάματα, ἐξ ὁμοίων δὲ ὡς

πρὸς νόσον ἡ ἀπώλεια τῆς συμμετρίας τὸν κίνδυνον προ-

καλουμένη.

Δῆλον οὖν ὡς τὸ μέλι διὰ τὴν τῆς χολῆς χρείαν

παρείληπται· καιρὸς δ' ἂν εἴη σκοπεῖν καὶ περὶ τῆς

9

τοῦ νίτρου ἐνεργείας. τί δήποτ' οὖν καὶ τοῦτο παρ-

έλαβον οἱ ἀρχαῖοι; τεκμαίρομαι δὲ αὐτὸ πρὸς τὴν τῶν

μυῶν διέγερσιν παρειλῆφθαι. ἔστι μὲν οὖν λεπτομερὲς

καὶ σμηκτικὸν, τὸ πλέον δὲ αὐτοῦ τὴν ἐνέργειάν ἐστι

ξηραντικόν. τῷ μὲν οὖν λεπτομερεῖ διανίστανται οἱ

μύες, τῷ δὲ ξηραντικῷ τῆς ποιότητος τὸν οἰκεῖον τόνον

ἐρανίζονται. Ὅτι δὲ τοῖς μυσὶν ἡ δύναμις ἐκ ξηροῦ,

τὰ λουτρὰ καὶ τὰ νότια πνεύματα δηλοῦσι· δυσκινή-

τους γὰρ πέφυκε τὰ τοιαῦτα ἀπεργάζεσθαι. ὅτι δὲ

παντὶ τῷ σώματι ἡ κίνησις ἐκ μυῶν γίνεται, εὔδηλον

παντὶ τεχνίτῃ, καὶ μάλιστα τοῖς τὰ Ἱπποκράτους συν-

τάγματα ἀναγνοῦσιν· αὐτὸς γὰρ τὰ τῆς φιλοσοφίας

δόγματα κινῶν καὶ τὴν φύσιν διερευνῶν ἐν ἀφορισμῷ

λέγει, ὡς τὸ μὲν βόρειον εὔτονα καὶ εὐκίνητα τὰ σώ-

ματα ποιεῖ· φανερώτερον δὲ δεῖξαι βουλόμενος τὸ ξη-

ρὸν εἶναι τὸ πνεῦμα, φησὶν, εὐηκοώτερα γὰρ τὰ σώ-

ματα καθίστησι, ὡς καὶ τοῦ ἀκουστικοῦ ἡδομένου τῷ

συγγενεῖ· τὰ γὰρ ὅμοια τοῖς ὁμοίοις φίλα. δέδεικται

δὲ ἡμῖν διὰ βραχέων καὶ ἡ τοῦ νίτρου χρῆσις.

{<Περὶ ὑδρελαίου.>}

Τί δ' οὖν καὶ ἡ τοῦ ὑδρελαίου χρῆσις; Δέον

γὰρ καὶ αὐτὴν τῷ λόγῳ δεῖξαι, καὶ μάλιστα πλεῖον ὅσον

τῶν λοιπῶν κἀκ τούτων ἀνακεφαλαιώσασθαι τὰ ἐξ ἀρ-

χῆς· τριῶν γὰρ αἰτίων προσεχῶν μνημονεύσας τῶν

τὴν ἐποχὴν τῆς γαστρὸς ποιούντων, ἐφάμιλλον τού-

τοις καὶ τὸ τοῦ ἐνετῆρος ὑπέθηκα βοήθημα. τὸ

γοῦν ὑδρέλαιον διὰ τὴν τῶν περιττωμάτων ξηρότητα

παρείληπται· ὑγραῖνον γὰρ τὸ σκύβαλον εὐόλισθον

10

αὐτὸ παρασκευάζει πρὸς τὴν ἔξοδον, ἄλλως τε ὅτι καὶ

τὰς ἐντέρων ἕλικας εὐρύνει, καὶ τοὺς ἐγκαρσίους δὲ αὐ-

τῶν ἶνας ἀναχαλῶν, ῥᾳδίως εἰς τὴν πρώτην ἀποκαθί-

στησι φύσιν· τοῦ γὰρ ζώου μηκέθ' οὕτως τρεφομένου

διὰ τὴν ἀῤῥωστίαν, ἀπέπτη καὶ τὰ λιπάσματα. σύμ-

πτωσιν οὖν ὑπομείναντες, ὥσπερ κωφεύουσι πρὸς τὴν

συνήθειαν· αὕτη μὲν οὖν ἡ τοῦ πρώτου, καὶ ὡς ἂν εἴ-

ποι τις, γενικωτάτου ἐνετῆρος ἐξέτασις τῆς συνθέσεως,

τὰς δὲ κατὰ μέρος χρείας, μικρὸν ὕστερον προϊὼν ὁ

λόγος διδάξει· οὐ γὰρ πᾶσιν ἡ τῶν προῤῥηθεισῶν

ὑλῶν χρῆσις ἀγαθή. τινὲς γοῦν ὥσπερ μόνην ταύτην

τὴν σύνθεσιν ἐπιστάμενοι, ἀποτυχίαν ὑφίστανται ἐν

τοῖς πράγμασι, ἀντικαταλλάσσοντες τοὺς σκοπούς· κε-

νοῦσθαι γὰρ βουληθέντες, ἐπὶ πλέον εἶρξαν τὴν τῶν

περιττωμάτων ἔκκρισιν. δῆλον οὖν ὑπαρχέτω τοῖς τὴν

Ἀσκληπιάδειον μετιοῦσι τέχνην, ὡς ἄλλη παρ' ἄλλοις

ὄνησις φαρμάκων· οὐδὲ γὰρ μία τῶν νοσημάτων ἡ κα-

κία, οὐδὲ αὐτὴ τῶν κράσεων ἡ φύσις· ὡς γὰρ Ἱππο-

κράτης φησὶν, ἡλικίην ἡλικίας μάλα διαφέρειν καὶ φύ-

σιν φύσιος. οὐ μόνον δὲ ἡ τῶν ὑλῶν ἐναλλαγὴ ἀμεί-

βει τὸ βοήθημα, ἀλλὰ καὶ ἡ ποιὰ αὐτῶν σύνθεσις·

ποτὲ μὲν γὰρ πλείονος μέλιτος δεῖ ἐπεμβαλεῖν, συχνοῦ

δὲ ἐλαίου καὶ βραχυτάτου νίτρου, ποτὲ δὲ τοὔμπαλιν,

ἐπιμιγνύντα δαψιλέστερον ἐλαίου. ἔστι δ' ὅτε καὶ ἡ

ἀντιῤῥοπία τῶν ὑλῶν χρηστή· ἐφ' ὧν μὲν γὰρ διακαέ-

στατός ἐστιν ὁ πυρετὸς, κολάζειν δεῖ τὴν τοῦ μέλιτος

ποσότητα· εἰ δὲ ἐν τῇ ἀρχῇ τῆς νόσου δεηθῇ μὲν τοῦ

11

βοηθήματος, τηνικαῦτα τῶν θερμοτέρων καὶ ξηροτέρων

ἐπιτείνειν δεῖ τὴν ὕλην· πάρεστι γὰρ δύναμις προτρο-

πῆς μόνον τῆς τῶν ἐρεθιζόντων χρήζουσα. εἰ δ' ἐν πο-

λυημέρῳ νοσήματι τοῦτο συμβαίη, τῶν χαλώντων δεῖ

πλέον τι ἐπιμιγνύναι· κἂν γὰρ προτρέψῃ τὴν φύσιν,

ἀλλ' ἀσθενεῖ πρὸς ὦσιν μαρανθεῖσα τῷ χρόνῳ.

{<Περὶ τῆς τοῦ ὕδατος κοινωνίας πρὸς

τὸν κλυστῆρα.>}

Ἡ μὲν οὖν τοῦ ὕδατος κοινωνία πρὸς τὸν κλυ-

στῆρα ἀναγκαίως μὲν εἴληπται, οὐκ ἀναγκαίου δὲ τὸν

λόγον ἔχει· πρὸς γὰρ τὸ τὴν τῶν λοιπῶν οὐσίαν ἐξυ-

δαρῶσαι καὶ οἱονεὶ λεπτῦναι, πρὸς εὐχερῆ πάροδον εἴλη-

πται. ὅτι δὲ τοῦτο ἀληθὲς, καὶ Ἱπποκράτης μαρτυρεῖ, ὑγρα-

σίαν λέγων τὸ φύσιος ὄχημα. ὃν οὖν λόγον ἔχει περὶ τῆς

τροφῆς, τὸν αὐτὸν καὶ ἐπὶ τοῦ κλυστῆρος. ἀλλ' ἐάν τις φι-

λολοιδόρῳ γνώμῃ διαβάλλῃ τὸν λόγον φάσκων, ὡς καὶ τὸ

ὕδωρ ἀναγκαίου λόγον ἐπέχει· εἰ γὰρ πρὸς τὸ λεπτύνειν τὰ

λοιπὰ εἴληπται, ἔδει ποτὲ καὶ οἶνον παραλαμβάνειν ἢ ἑτέ-

ραν τινὰ ὑγρὰν ὕλην· ἀλλ' ἔστιν αὐτοὺς ἐλέγχειν ἁμαρτά-

νοντας πρὸς τὸ ἀληθές· δραστικὴ μὲν γὰρ καὶ οἷον

ἀλλόκοτός τις ποιότης ἐν τῷ οἴνῳ πάρεστιν. εἰκὸς οὖν

αὐτὸν διασφάλλειν τὴν τῶν λοιπῶν δύναμιν καὶ οἷον

ἀνήνυτον ἀποτελεῖν τὸ φάρμακον, ἐπισύρων αὐτὸ εἰς

τὴν οἰκείαν ποιότητα· τὸ γὰρ πλῆθος τυραννοῦν πρὸς

οὐσίαν ἀμβλύνει τὴν τῶν λοιπῶν ἐνέργειαν· μόνη γὰρ

ἡ τοῦ ὕδατος φύσις, ὡς πρὸς τὰ ἄλλα ἄποιος οὖσα,

κρύπτει μὲν ἑαυτὴν, προβάλλει δὲ τὰ λοιπά. ὅτι δὲ

ἀληθές ἐστι τὸ λεγόμενον, ἐνεργεστάτην πίστιν ἔχει ἐξ

12

αὐτῶν τῶν ἔργων· μόνον μὲν γὰρ τὸ ἔλαιον πολλάκις

παρειλήφαμεν, ἐνίοτε δὲ καὶ τῶν ἑτέρων ἐμβληθέντα.

τὸ δὲ ὕδωρ καθ' αὑτὸ οὔποτέ τις τῶν ἀρχαίων εἰσέ-

φρησε δίχα τινὸς ἐπιμιξίας. ἀλλὰ εἰ καὶ τοῖς κάτω

μέρεσιν ἀχρεῖον ὤφθη γεννώμενον τῶν λοιπῶν, ἀλλ'

οὖν γέ ἐστι χρήσιμον τῇ ἐναντίᾳ διαθέσει· ἐπὶ γὰρ

τῶν διακαεστάτων καὶ πικροχόλων πυρετῶν ὀνήσει

ὕδωρ χλιαρὸν πρὸ τῆς ἐγχειρήσεως διδόναι πίνειν·

ἐπειδὴ γὰρ ἐκ τῆς ἀμέτρου θερμότητος πέφρυκται τὰ

ἐντοσθίδια, ζητεῖ δὲ ἀρωγὸν τὴν ἐκ τοῦ ψυχροῦ προσ-

αγωγὴν, ἄρτι ἐνιεμένου τοῦ κλυστῆρος, φθάσαι ἂν

ἀποθεῖναι τὸ φάρμακον, καὶ φθάνει παθεῖν πρὶν ἂν

ποήσῃ. τινὲς γοῦν ἀσχάλλοντες περὶ τὸ ἔργον, ἀπο-

τυγχάνοντες τοῦ σκοποῦ, καὶ τὴν αἰτίαν ἀγνοοῦσι τοῦ

συμβάντος· ἔτι γε μὴν δριμυτέρους καὶ καυσώδεις τοὺς

πυρετοὺς ἀπεργάζονται· ὥσπερ γάρ τινας ἁπλοῦ ὑγροῦ

ἐμφορηθέντας τὰ φλεγμαίνοντα τῶν μορίων τὴν φαρμα-

κώδη ποιότητα καιριωτέραν τὴν πληγὴν ἀπηνέγκαντο· δε-

λεασθεῖσα γὰρ ἡ φύσις ἐκαύθη τῇ ποιότητι. Ἐδείχθη

οὖν καὶ ἡ τοῦ προπινομένου ὕδατος ὄνησις.

{<Περὶ τῶν εἰδικωτέρων κλυστήρων.>}

Περὶ μὲν οὖν τῆς ἁπλῆς καὶ πρώτης συνθέσεως

εἴρηται· περὶ δὲ τῶν εἰδικωτέρων δέον σκοπεῖσθαι ἀκο-

λούθως, διὰ τοῦτο τὴν ἐξέτασιν ποιητέον. —Οἷς μὲν

οὖν πολὺν χρόνον ἐπεσχέθη τὸ διαχώρημα, καὶ ὥσπερ

ἀπελιθώθη ἐκ τῆς ἐπιμόνου στάσεως, ἔτι μὴν ἀπε-

13

καρφώθη τὰ ἔντερα, τοτηνικαῦτα ἐπιβάλλειν δεῖ τὸ

τῶν πιτύρων ἀπόζεμα· ἔστι γὰρ γλοιῶδες καὶ χαλα-

στικὸν, ἔτι γε μὴν καὶ συγγένειαν ἔχον πρὸς τὰς σιτώ-

δεις τροφὰς, θᾶττον διεγείρει τὴν δύναμιν πρὸς ἔξω-

σιν τῶν περιττωμάτων. δέχεσθαι δὲ τὸ ἀπόζεμα τῶν

πιτύρων ἅμα τοῖς προειρημένοις. τέτρασι μὲν οὖν ἕλαις

ἡ πρώτη σύνθεσις ἀπετελέσθη, στοιχείων ἀριθμὸν μι-

μησαμένη. ἀκολουθεῖ δὲ τοῖς πρώτοις τὰ δεύτερα,

φέρει δὲ τὴν συγγένειαν τὰ δρᾷν δυνάμενα πρὸς τὰ

πάσχειν πεφυκότα. Ὅτι μὲν οὖν ἰσάριθμος, δῆλον.

σκοπήσωμεν δὲ, εἰ καὶ τὸ εἴκελον αὐτοῖς πάρεστι πρὸς

τὰ στοιχεῖα. τῷ μὲν οὖν πυρὶ προσανατίθεμεν τὸ μέλι· σύ-

στοιχον γὰρ αὐτῷ φέρει δύναμιν, θερμότητα καὶ ξηρότη-

τα κεκτημένον· ἀέρι δὲ τὸ ἔλαιον· ἔστι γὰρ κοῦφον ἐν ὑγροῖς,

ὡς τὸ ἄμικτον αὐτοῦ τῆς οὐσίας δηλοῖ. περὶ δὲ τοῦ ζητεῖν τὸν

ἀέρα εἰ ἀμφοτέρων τῶν ποιοτήτων μετείληφε, τοῖς

πλείστοις τῶν φιλοσόφων διαπεφώνηται, Πλάτωνος

μὲν καὶ Ἱπποκράτους ψυχρὸν αὐτὸν φασκόντων διὰ

τὴν τῆς καρδίας χρείαν· θερμὴ γὰρ οὖσα τὸ ἐναντίον

ζητεῖ, ἀὴρ δὲ αὐτῇ τὸ φίλον· ὁ δ' Ἀριστοτέλης τῇ ῥοπῇ

τὴν φύσιν γνωρίζει· τὸ γὰρ θερμὸν κοῦφον λέγει, τὸ

δὲ κοῦφον ἀνωφερές· ὁ ἀὴρ δὲ ἀνωφερής· οὗτος ἄρα

θερμός. ἀλλ' οὐ περὶ τούτων τανῦν σκοπούμεθα, οὐ-

δὲ φιλοσόφων δόξαν τανῦν κρίνειν προυθέμεθα, οἰκείου

δὲ σκοποῦ ὁρατίζομεν. ἐλαίου τοιγαροῦν ἐπιζητοῦντες

οὐσίαν, δεόντως τούτων ἐμνήσθημεν, ἵνα μὴ μόνον ἐν

τῷ παρ' ἡμῶν διαφῶμεν, ὅπου γε καὶ τοῖς πρὸ ἡμῶν

τοῦτο συνέβη· τὸ δὲ ἀσυμφώνως ἔχει περὶ τὰ πράγ-

14

ματα· ἀλλ' ἡμῖν οὐ πρὸς ἔριν ὁ λόγος, πρὸς δὲ ἀλή-

θειαν ὁ σκοπός. πυρὸς οὖν καὶ ἀέρος μνημονεύσαντες

πρὸς οἰκείωσιν ὕλαις ταῖς παρ' ἡμῶν ῥηθείσαις, τῷ

τε μέλιτι καὶ τῷ ἐλαίῳ, μεταβῆναι λοιπὸν δέον καὶ

ἐπὶ τὴν λοιπὴν συζυγίαν, ἵνα μὴ δόξωμεν ἀτελῆ τὴν

πρόθεσιν καταλιμπάνειν. τὸ μὲν οὖν νίτρον ὡμολόγη-

ται γῆς φέρειν σύστασιν, κἂν ἐξ ὕδατος ἔχῃ τὴν γέ-

νεσιν· φέρει γὰρ τὸ ξηρὸν, ὅπερ ἀχώριστον γῆς. τὸ δὲ

ὕδωρ οὐκ ἐναλλάττει τὴν φύσιν· οὐδὲ γὰρ ξένην τινα

φέρει τὴν ἐνέργειαν. αὕτη μὲν οὖν ἡ τοῦ πρώτου φαρ-

μάκου ἑτοιμολογία τέτρασι ταῖς πάσαις ὕλαις ὥσπερ

τετραχόρδῳ λύρᾳ καὶ μελωδεῖ τοῖς κάμνουσι σωτηρίαν.

ἡ δὲ τῶν κατ' εἶδος εἰδῶν ἐξαλλαγὴ ἐκ τῆς τῶν πεπον-

θότων κράσεως λαμβάνεται καὶ μάλιστα τῆς δυστρο-

πίας τῶν νοσημάτων. Περὶ μὲν οὖν τῆς τῶν πιτύρων

χρήσεως εἴρηται· περὶ δὲ τοῦ ἀποζέματος τῶν τεύτλων

καὶ μάλιστα τῶν ῥιζῶν ἐφεξῆς λεγέσθω.

{<Περὶ τοῦ ἀποζέματος τῶν τεύτλων καὶ

τῶν ῥιζῶν.>}

Παρείληπται μὲν οὖν καὶ τοῦτο τὸ βοήθημα, ἐφ'

ὧν πλῆθος περιττωμάτων καὶ πύρωσις κρατεῖ τῶν ἐν-

τέρων. ἀλλ' εἴ τις ζητοίη, ἐὰν ἡ φλέξις ᾖ τὸ βλάπτον,

διὰ τί μὴ μᾶλλον θρίδαξιν ἢ κορίῳ ἐνεπιστεύομεν τὴν

ἴασιν; καὶ λέγομεν ὅτι οὐδὲ πρὸς μίαν αἰτίαν ὁ σκο-

πός· τὸ μὲν γὰρ τεῦτλον σύνθετον κέκτηται τὴν δύνα-

μιν· ψύχει μὲν γὰρ ποσῶς, ἀλλὰ καὶ χαλᾷ. ἀλλ' ἔδει

ἀντὶ μὲν τοῦ ψύχοντος τὴν θριδακίνην παραλαμβάνειν,

ἀντὶ δὲ τοῦ χαλῶντος τὴν μαλάχην, ἢ τὴν καλουμέ-

15

νην ἀλθαίαν· ἀλλὰ πλεονεκτεῖ τῶν ἀμφοτέρων ἐν τῷ

σμήχειν· ἁλμώδη γάρ τινα ποιότητα κέκτηται, ἄλλως τε

ὅτι τὰς ἀκρότητας ἀπέφυγε, τῆς μὲν θρίδακος τὴν

ἄμετρον ψύξιν· ἠπείλει γὰρ νέκρωσιν· τῆς δὲ μαλάχης

τὸ φυσῶδες. προκριτέον οὖν τὸ ἐν ἑνὶ ἀμφότερα εὑρί-

σκεσθαι· ἄλλως τε ὅτι καὶ ἄῤῥητόν τινα κέκτηται δύναμιν.

ἁρμόζει οὖν ὁ διὰ τοῦ σεύτλου συντιθέμενος κλυστὴρ,

οἷς ἐμπαθεῖς οἱ νεφροί· φιλοῦσι γὰρ μάλιστα ἐν

ταῖς πυρεκτικαῖς διαθέσεσιν ἐπιτείνειν τὰς ὀδύνας, καὶ

μάλιστα εἰ ξηρὰ δυσκρασία τὸ ποιῆσαν ᾖ.

{<Περὶ κενταυρίου.>}

Τὸ δὲ κενταύριον εἴληπται, ἐφ' ὧν ἰσχυρὰ μὲν ἡ

δύναμις, ἀκμάζει δὲ τὸ νόσημα ἐξ ἐπιμιξίας χυμῶν

γενόμενον οἷον τὸ ἡμιτριταϊκὸν καλούμενον· ἐν τούτῳ γὰρ

τῷ νοσήματι οὐ μόνον χολὴ πολεμία, ἀλλὰ καὶ φλέγμα

δυναστεύει, ὅθεν καὶ κίνδυνος τὸ ἀπειλούμενον· ἀντιῤ-

ῥοπίαν γὰρ ἔχουσι πρὸς ἑαυτοὺς οἱ χυμοί· ἄμφω δὲ

τὰ μαχόμενα ἐπισύρεται τὸ διὰ τοῦ κενταυρίου συντι-

θέμενον φάρμακον. τοῦ μὲν οὖν ἐλαίου ἀφαιρεῖν προ-

σήκει ἐπὶ τοῦ παρόντος, προστιθέναι δὲ τῷ μέλιτι· ἐπὶ μὲν

γὰρ τοῦ διὰ τῶν πιτύρων αὔξειν δεῖ τὴν τοῦ ἐλαίου ποσό-

τητα, ἐπὶ μέντοι τοῦ διὰ τῶν σεύτλων, τῶν μὲν ἑκατέρων

ἀφαιρεῖν τὸ ποσὸν, προσθεῖναι δὲ μόνου τοῦ νίτρου. τὸ μὲν

οὖν ἔλαιον καὶ τὸ μέλι καὶ τὰ λοιπὰ δύο πρὸς τὴν

16

τῶν περιττωμάτων κένωσιν τέτακται, ἡ δὲ τῶν κατὰ

μέρος εἰδῶν προσβολὴ πρὸς τὰ τῶν νοσημάτων συμ-

πτώματα. τὸ γοῦν κενταύριον διαδραμὸν τὴν ποιότητα

τὰς ὑπερορίους τῶν σπλάγχνων χώρας αὐτὴν τὴν πολε-

μοῦσαν ἐπισύρεται κακίαν, καθαρτηρίου μιμούμενον

χρείαν. οὐ τοσαύτη μὲν οὖν τῶν φαρμάκων ἡ σύνθε-

σις, ὅση τῶν νοσημάτων ἡ διαφορά· εἰ γὰρ ἰσάριθμα

τοῖς λυποῦσι τὰ ἀλεξητήρια, τότε ἂν καὶ ἰδιώταις

ἐγνωρίζετο ἡ ἰατρικὴ, ἀλλὰ τῷ ἀπείρῳ τῶν παθῶν

ἀριθμῷ ὥρισταί τις ποσότης βοηθημάτων, ἐν ᾗ τῆς

τέχνης ἡ ἀρετὴ γνωρίζεται, διαγνωστικοῖς σεμνυνομένη

θεωρήμασιν· ἑνὶ γὰρ φαρμάκῳ ὁ ἰατρὸς ἐπιδέξιον χρῆ-

σιν συνάψας πολλοῖς τῶν παθῶν ἀμβλύνει. Τὸ

γοῦν κενταύριον, περὶ οὗ καὶ τὸν λόγον ποιούμεθα,

πολλοῖς νοσήμασιν ἀλεξητήριον ὑπάρχει, μάλιστα τοῖς

συμβαίνουσιν ἐπὶ τῇ τῆς κοιλίας ἐπισχέσει. τὰς μὲν

οὖν ἡπατικὰς διαθέσεις παρηγορεῖ καὶ μάλιστα ἐφ' ὧν

ἔμφραξις τὸ γενόμενον· ἔτι μὴν καὶ ταῖς στομαχικαῖς

διαθέσεσι συμφέρει, καὶ τοῖς τὰ ἄρθρα ῥευματιζομέ-

νοις, καὶ εἴπου τι μόριον ἐκ φλεγματικοῦ χυμοῦ βιά-

ζεται· προσυπακούειν δὲ δεῖ τῇ ἐποχῇ τῆς γαστρὸς

τὸ συμβάν· ἢ τὸ ἔμπαλιν διὰ τὴν ἐποχὴν τῆς κοιλίας

εἰ συνέβη τὰ προῤῥηθέντα. ὥσπερ οὖν γένος παντα-

χόσε ἐννόει τὴν τῆς γαστρὸς βλάβην, ᾗ δὴ ὑποκείμενα

γνώριζε τὰ κατὰ μέρος λεγόμενα. διὰ ταῦτά γε μὴν

τὰ πάθη παρείληπται τὸ κενταύριον. ἐπεὶ δ' αὐτῶν

17

οὐ μία βλάβη, ποτὲ μὲν γὰρ ἐν ἀτονίαις ἀδικεῖται

κατὰ τὴν τοιάνδε κράσιν αὐτῶν ἐλλείψει ἢ πλεονασμῷ

τὴν νόσον κεκτημένων ἢ λεπτότητι ἢ δριμύτητι ἢ πα-

χύτητι καὶ γλισχρότητι ἀνιωμένων, ἢ φλεγμονῆς στενο-

χωρούσης, ἢ τῆς συνεχείας λυθείσης. Σκοπητέον οὖν

ποίᾳ τῶν εἰρημένων βλαβῶν ὀνήσει τὸ φάρμακον. πρό-

δηλον δὲ κἀκ τῶν συμπιπτόντων ὡς ἐπὶ τῶν ἔμφραξιν

ὑπομεινάντων καὶ ὑπὸ παχέων χυμῶν βλαπτομένων τὸ

κενταύριόν ἐστιν ὠφελιμώτατον· καὶ γὰρ τοῖς ἀνωτερι-

κοῖς διδόμενον ἐκφρακτικὴν κέκτηται δύναμιν. ὡμολό-

γηται δὲ αὐτοῦ καὶ ἡ ἐπὶ τῶν ἐκτὸς χρῆσις, ὅτι τὴν

προειρημένην κέκτηται ἐνέργειαν.

{<Περὶ κολοκυνθίδος.>}

Περὶ δὲ τῆς κολοκυνθίδος τανῦν σκοπητέον, ἐπὶ

τίνων καὶ αὕτη χρήσιμος· οὐ γὰρ ἐπικοινωνεῖ τῇ τοῦ

κενταυρίου δυνάμει. ὅσον δὲ ἀνόμοιόν ἐστι πρὸς ὕλην,

τοσοῦτον στασιάζει πρὸς ἐνέργειαν. δέον οὖν ἡμᾶς διο-

ρίζοντας τὴν ὕλην, διαφορὰν αὐτῇ καὶ τῶν παθῶν

ὑποβάλλειν· ἄλογον γὰρ καὶ ἀνήνυτον τὸ παντάπασι

προσφέρειν, ὡς οὐκ εἰδότας ὅτι ἄλλα παρ' ἄλλοις τὰ

ἐπωφελῆ· ὥσπερ γὰρ τῆς καθολικῆς ἐξαλλαγῆς πε-

φρόντισται τοῖς παλαιοῖς, οὕτως καὶ τῆς μερικῆς· πα-

ρακελεύονται γὰρ ἄλλα μὲν παιδίοις προσφέρειν, ἕτερα

δὲ νέοις καὶ γέρουσιν ἄλλα, ἔτι μὴν καὶ τὰ ἔθη καὶ

τὰς χώρας διακρίνοντες· οὕτως γὰρ τὸν οἰκεῖον σκο-

πὸν ἰᾶται λαμβάνειν τὴν φύσιν ἅμα τῷ λόγῳ ποδη-

18

γὸν τούτων λαμβάνοντες· ὥσπερ γὰρ ἡ φύσις, ζώου

μηχανωμένη κατασκευὴν, ἀπένειμε τοῖς μορίοις ἰδικὰς

χρείας, οἷον ποσὶ μὲν τὸ ἐπὶ γῆς ἐρείδεσθαι, χερσὶ δὲ

τὰς οἰκειοτάτας πράξεις, καὶ ἄλλο τε μὲν ὀφθαλμοῦ

ἔργον, ἄλλο τε δὲ ἀκοῆς, καὶ τῶν λοιπῶν τὰ καθ' ἕκα-

στον διαφόρους κέκτηται τὰς ἐνεργείας, τὸν αὐτὸν τρό-

πον καὶ ἡ τέχνη μιμουμένη τὴν φύσιν, τὴν τῶν φαρ-

μάκων ἐπενόησε σύνθεσιν, ἄλλην ἄλλοις παραδοῦσα

τὴν χρείαν· τὸ μὲν γὰρ θερμὸν ἢ ψυχρὸν ἢ ὑγρὸν ἢ

ξηρὸν ἡ φύσις δεδώρηται, τὸ δὲ ποσὸν ἡ τέχνη χαρί-

ζεται ἐκ τῶν παρασχόντων καὶ τοῦτο καρπωσαμένη.

ἄλλη οὖν ἡ χρῆσις τῆς κολοκυνθίδος παρὰ τὸ κενταύ-

ριον· εἰδικὰς γὰρ καὶ οἱονεὶ τοπικὰς φέρει τὰς ὠφε-

λείας τοῖς περὶ κεφαλὴν πάθεσιν ἐνδυσαμένη καὶ τὴν

τῶν λοιπῶν σύνθεσιν πρὸς διττὴν καθὼς προεῖπον

χρείαν. τοῖς μὲν οὖν φρενιτικοῖς ἐπωφελέστατον· ἀρί-

στη δὲ καὶ τοῖς καρουμένοις καὶ πρὸς τοὺς μανιώδεις

καὶ μελαγχολικοὺς δαιμονίως ποιεῖ, μάλιστα δὲ καὶ

ἐπὶ τῶν περιττωματικὸν ἐγκέφαλον ἐχόντων, ὅθεν σκο-

τώσεσι καὶ καρηβαρίαις, ἡμικρανίαις τε καὶ βαρυηκοΐαις,

ἅπασι τούτοις ἄριστον φάρμακον τὸ διὰ τῆς κολοκυν-

θίδος συντιθέμενον. πολλῶν μὴ μνημονεύσας, τοῦ

μείζονος ἐν ἀξιώματι καὶ χαλεπωτάτου ἐν ταῖς νόσοις,

ὧν ἡ ἀποβολὴ τῆς ἐνεργείας ἄκοσμον παντελῶς τὸ

ζῶον καθιστᾷ, τούτου τὴν ἐξέτασιν παρέστηκεν ὁ λόγος.

πολλὰ μὲν οὖν ἐν τοῖς ὀφθαλμοῖς συμβαίνει πάθη·

πλεῖστα δὲ καὶ παρὰ τῶν παλαιῶν αὐτοῖς ἀναγέγρα-

πται βοηθήματα, ὧν Ἱπποκράτης ἐν τοῖς ἀφορισμοῖς

19

συλλήβδην ἐμνημόνευσεν εἰρηκὼς, ὀφθαλμῶν ὀδύνας

λουτρὸν ἢ πυρία ἢ φαρμακεία ἢ φλεβοτομία ἢ ἀκρατο-

ποσία λύει. ἀλλὰ περὶ λουτροῦ καὶ φλεβοτομίας καὶ τῶν

ἄλλων, ἑτέρου ἂν εἴη λόγου σκοπεῖν, περὶ δὲ τῶν φαρ-

μάκων τανῦν λεγέσθω. τρεῖς μὲν οὖν καὶ αὐτῆς αἱ

ἰδέαι, ὧν ἡ μὲν πρώτη διὰ καθαρτηρίου, ἡ δὲ δευτέρα

διὰ κολλυρίων, ἡ δὲ τρίτη διὰ κλυστῆρος. πλεῖστοι μὲν οὖν

καὶ οὗτοι κατὰ διαφορὰν, ἀλλὰ τῶν διὰ τῆς κολοκυν-

θίδος πρὸς τὸ παρὸν ληπτέον, ὅσον τοῖς ὀφθαλμιῶ-

σιν ὑπάρχει ὠφελιμώτατον, οὐ μὴν πᾶσι· μετὰ προσ-

διορισμοῦ γὰρ τὴν ἐξέτασιν ποιεῖσθαι δέον· ἐφ' ὧν μὲν

γὰρ δριμὺ καὶ λεπτὸν τὸ ῥεῦμα ἐπιῤῥεῖ, εἴργειν δεῖ

τὴν τοῦ φαρμάκου χρῆσιν· ὡς ἐπίπαν γὰρ οὐδὲ τὰ τῆς

κοιλίας τούτοις ἐπέχεται· ἐφ' ὧν δὲ φλεγμονὴ μεγίστη

καὶ τῆς ἐπιφανείας ἔρευθος, ἔτι μὴν καὶ τῆς κεφαλῆς

βάρος, παχεῖα δὲ ἡ τοῦ ῥεύματος σύστασις, προσυπα-

κούειν δὲ δεῖ, εἰ πρὸς τούτοις καὶ τὰ τῆς γαστρὸς δυσ-

διαχώρητα, τοτηνικαῦτα πληθὺν περιττωμάτων δια-

γνοὺς δέχου τὸ βοήθημα· οὐ γὰρ τὴν τυχοῦσαν λήψῃ

ὠφέλειαν· παρ' αὐτὰ γὰρ τὴν μὲν κοιλίαν εὔλυτον πα-

ρασκευάζει· αἰσθητὴν γὰρ ὄψει τὴν τῶν λυπούντων ὑγρῶν

ἔξωσιν. εἰκὸς οὖν παύσασθαι καὶ τὰς βαρυτάτας ἀνίας.

ὅτι δὲ ἀληθῶς ἀῤῥήγει πρὸς τὰς προειρημένας διαθέ-

σεις τὸ διὰ τῆς κολοκυνθίδος συντιθέμενον φάρμακον,

ἡ τῶν ἀντιδότων δύναμις ἐπιδείξει· ὡς ἐπίπαν γὰρ αἱ

δι' αὐτῆς συντιθέμεναι ἐξαίρετόν τινα ἐπιτηδειότητα

πρὸς τὰ περὶ τὴν κεφαλὴν πάθη κέκτηται, καὶ ἔξε-

στί μοι ἀντιστρόφους προσηγορίας τοῖς ὑπηλάτοις τι-

20

θέναι, καθαρτήρια μὲν καλῶς τοὺς κλυστῆρας, κλυστῆ-

ρας δὲ τὰ φάρμακα· τῶν γὰρ ἀμφοτέρων τὸ τέλος κοι-

νὸν, ἡ τῶν περιττωμάτων κένωσις. καὶ περὶ μὲν τῆς

κολοκυνθίδος αὐτάρκως εἴρηται.

{<Περὶ καλαμίνθης.>}

Περὶ δὲ τῆς καλαμίνθης διαληπτέον, τίσι τῶν νο-

σημάτων καὶ ἡ διὰ ταύτης σύνθεσις τυγχάνει ὠφέλι-

μος. ἀῤῥήγει μὲν οὖν τοῖς πλευριτικοῖς καὶ τοῖς εἰλεώ-

δεσι νοσήμασιν, οὕστινας καὶ χορδαψοὺς προσαγο-

ρεύουσι. χρησιμεύει δὲ καὶ τοῖς τοὺς πόδας ῥευματι-

ζομένοις καὶ τὰ ἄρθρα ἀνιωμένοις, ἄλλην κατὰ σύνθε-

σιν τῆς τοῦ φαρμάκου ἐνεργείας ἐκ τῆς ἐπιδεξίου χρή-

σεως δεχομένη δύναμιν· τὴν μὲν γὰρ τοῦ μέλιτος κο-

λάζειν, τοῦ νίτρου δὲ ἐπαύξειν τὴν ποσότητα· αὐτὴ

γὰρ ἡ τῶν νευρωδῶν οὐσία πέπονθε δι' ἐντέρων μὲν

τὴν βλάβην δεικνύουσα ἐπὶ τῶν εἰλεῶν, ἐπὶ δὲ τῶν

πλευριτικῶν δι' ὑμένος τοῦ ὑπεζωκότος.

{<Περὶ τοῦ πρασίου.>}

Καὶ τὸ τοῦ πρασίου δὲ ἀφέψημα τῷ κοινῷ κλυ-

στῆρι συμπλεκόμενον κωλικοῖς ἄκρως ἀῤῥήγει, νίτρον

δὲ δεῖ ἐμβάλλειν καὶ πηγάνινον ἔλαιον ἀντὶ κοινοῦ, τὸ

δ' ἄνηθον προστιθέναι τῷ φαρμάκῳ συμφέρει, οἷς εὐ-

παθὴς ὁ στόμαχος, καὶ εἰ μάλιστα εἴη ἀνορεξία τὸ

κρατοῦν, καὶ βρομώδης ποιότης, ἐρυγή τε ἀηδὴς, καὶ

φλεγμονὴ τοῦ μορίου, ἐπεμβάλλειν δεῖ τοτηνικαῦτα

τοῖς λοιποῖς καὶ οὐ συχνὸν κύμινον· ἐναντίως δὲ τοῖς

ἔμπροσθεν εἰρημένοις ποιεῖν τὰς μίξεις, ἀφαιροῦντα μὲν

21

τοῦ ἐλαίου καὶ τοῦ νίτρου, ἐπίμετρον δέ τι χαριζόμενον

τῷ μέλιτι· οὕτω γὰρ ἀνύσεις τὸ δέον ταῖς τῶν μετρίων

ἐναλλαγαῖς. δεῖ δὲ τεκμαίρεσθαι τήν τε τοῦ κυμίνου

καὶ ἀνήθου δύναμιν ὅτι παραμυθήσεται καὶ διὰ γα-

στρὸς ἐμφορούμενον τὸν στόμαχον, ὅπου γε καὶ διὰ

τῆς ἐναντίας θέσεως προσαγόμενα αὐτὰ καθ' αὑτὰ

ὠφελεῖ. ὅτι δὲ ἀληθὴς ὁ λόγος, τοῖς ἀνωτερικοῖς τὰ

κάτω συμβάλλεσθαι, ὕπνου πολλάκις δεηθέντες ὄπιον

τῷ δακτυλίῳ προσθέντες ἠνύσαμεν τὸ δέον. τί δὴ μὴ

καὶ αὐτὸν Ἱπποκράτην προσφέρω μάρτυρα τοῦ λόγου

φάσκοντα, ξύῤῥοιαν μίαν καὶ ξύμπνοιαν μίαν, μάλιστα

τοῦ στομάχου συγγένειαν ἔχοντος πρὸς τὴν κοιλίαν; τί

δὲ λέγω συγγένειαν καὶ μὴ μᾶλλον ἓν μόριον ταῖς

διαφόροις ἐνεργείαις ἑτέρας κτησάμενον προσηγορίας;

{<Περὶ ἀβροτόνου.>}

Ἐστὶ μὲν οὖν δριμυτάτη ἡ τοῦ ἀβροτόνου ποιότης,

ἁρμόζει δὲ τοῖς ὑπὸ τῶν ἑλμίνθων ὀχλουμένοις τὴν

σύνθεσιν τῶν λοιπῶν καὶ τοῦτο δεξάμενον, μάλιστα δὲ

πλέον τι τῶν ἄλλων τὸ νίτρον. συμβαίνει δὲ ἡ τῶν

ἑλμίνθων γένεσις μάλιστα τοῖς παιδίοις ἐκ τοῦ ἁβρο-

δίαιτον αὐτὰ ἔχειν βίον, καὶ πλημμύραν ἔχειν ὑγρότη-

τος. ἐξ ἀπεψίας οὖν μάλιστα συμβαίνουσι σηπομένων

τῶν χυμῶν, ὅπερ καὶ ἐπὶ τῶν βορβορωδῶν ὑδάτων γί-

νεται δι' ἐπίμονον στάσιν, τοῦτο ἐπὶ τῶν παιδίων μά-

λιστα γίνεται διὰ τὸ ὠμὸν καὶ ἄπεπτον τῶν χυμῶν.

πολλὰ μὲν οὖν βοηθήματα παρὰ τῶν παλαιῶν τούτοις

ἀναγέγραπται τὰ μὲν διὰ πομάτων, τὰ δὲ δι' ἐπιθε-

μάτων. ἡμῖν δὲ νῦν περὶ κλυστῆρος ἡ ἐξέτασις τοῦ

22

πρὸς τοὺς σκώληκας ἀλεξητηρίου· τῶν γὰρ ἀμφοτέ-

ρων ἰσχυροτέρα ἡ διὰ τούτου χρῆσις· ῥᾴδιος γὰρ ἡ

τῶν ἑλμίνθων ἔσται φθορὰ, διὰ τὸ καὶ τὴν θέσιν τῶν

ἐντέρων ἐγγὺς ὑπάρχειν. ἐπεὶ δὲ λογικωτέραν μέθοδον

ὑπεθέμεθα, ἀναγκαῖον καὶ τῶν ἡλικιῶν μνημονεῦσαι·

οὐ γὰρ τὰ αὐτὰ παισὶ καὶ γέρουσι συμφέρει, ἀλλὰ

παισὶ μὲν ὡς ἅτε ὑγροτέροις, πλέον τι τῶν ξηροτέρων

ἐπεμβάλλειν οἷον νίτρου καὶ μέλιτος πλέον τι τοῦ

φαρμάκου ἔχοντος· ἀνέχεται γὰρ τούτων ἀλύπως. διὰ

μὲν γὰρ τῶν ὁμοίων τὴν ὑγείαν φυλάττομεν, διὰ δὲ

τῶν ἐναντίων τὰς νοσώδεις αἰτίας ἀποβάλλομεν. ὅτι δὲ

ῥᾳδίως ἀνέχεται τὰ παιδία τῶν δριμέων φαρμάκων,

τὰ κολλύρια δῆλα ὧν ἡ χρῆσις πρόδηλος καὶ τοῖς τὴν

πεῖραν πρεσβεύουσιν· ἐκ γὰρ τοῦ μέρους δεῖ καὶ τὸ

πᾶν σύγκριμα τεκμήρασθαι. ὅτι δὲ τὰ ὑγρότερα δεῖται

τῶν ξηροτέρων, Ἱπποκράτης μαρτυρεῖ λέγων, ἕλκεα

ξύμπαντα τέγγειν οὐ χρή. ὅπερ οὖν νόσος ποιήσει τῆς

συνεχείας λύσιν, τούτῳ ἡ τῶν παίδων φύσις τῷ ἐναύλῳ

τῆς γενέσεως. τοῖς δὲ ἀκμάζουσιν ἀφαιρεῖν μὲν προσή-

κει τοῦ μέλιτος, ἐπαύξειν δὲ τὴν τοῦ ἐλαίου οὐσίαν·

πάρεστι γὰρ ἐπὶ τούτων πολὺ τὸ θερμὸν, καὶ ἐν τούτῳ

ἡ νόσος δυναστεύει. ἐπέχεται οὖν τούτοις τὸ περίτ-

τωμα οὐ τοσοῦτον τῷ τὴν χολὴν ἐλλείπειν, ὅσον διὰ

τὴν οἰκείαν αὐτῶν ξηρότητα καὶ φρύξιν. γέρουσι δὲ

τοὔμπαλιν ἐπαύξειν δεῖ τὴν τοῦ μέλιτος ποσότητα·

ψύξει γὰρ πάσχουσι τὴν βλάβην τῷ τὴν χολὴν ἐλλεί-

πειν, ὥστε κατ' ἔλλειψιν τῆς χολῆς ἡ ἐποχὴ τῆς γα-

στρὸς ἐπὶ τῶν γερόντων γίνεται. ὅτι δὲ ἀληθές ἐστι

23

τοῦτο καὶ τῇ ἀπουσίᾳ τυφλώττει τῆς ὕλης καὶ δυσα-

ρεστεῖ περὶ τὸ ἔργον ἡ γαστὴρ πρὸς ἔκκρισιν, αὐτὸς

Ἱπποκράτης ἐν ἀφορισμοῖς δηλοῖ λέγων, ὁκόσοισι νέοι-

σιν αἱ κοιλίαι ξηραί εἰσι, τουτέοισιν ἀπογηράσκουσι ξη-

ραίνονται, τῇ μεταβολῇ τῶν ἡλικιῶν συμμεταβαλλομέ-

νων τῶν χυμῶν εἰς ἐναντιότητα περιτρέπονται τὰ τῶν

χειρῶν· ἀεὶ γὰρ μαχόμενα ἑαυτοῖς τὴν φορὰν ποιεῖται

τῇ τῶν καιρῶν διαδοχῇ, οἷον εἰ τῷ ἀκμάζοντι χολὴ πε-

ριττεύει κατ' οὐσίαν καὶ ὑγρὰ ἡ γαστήρ· ἔστι γὰρ ὅτε

ποιότητι ἀμέτρως θερμὴ οὖσα ξηραίνει τὸ σκύβαλον.

εἰ μὲν οὖν ἐν οὐσίᾳ δέξεται τὴν ὑπερβολὴν, ῥᾳδίως

ἀπωθεῖται τὸ σκύβαλον· εἰ δὲ τῇ ποιότητι πλεονεκτή-

σει ἀναποθεῖσα ἐν τοῖς στερεοῖς, πλέον ξηραίνει τὴν

κοιλίαν. καὶ ταῦτα μὲν περὶ τῶν ἡλικιῶν ἡμῖν διώρι-

σται κατὰ δύναμιν· ἐν τοῖς πρὸ τούτων μὲν γὰρ καὶ

τὴν ἐν τοῖς νοσήμασιν ἐξαλλαγὴν τῶν βοηθημάτων δι-

εῖλεν ἡ διδασκαλία. δυνήσῃ δὲ αὐτὸς ποδηγηθεὶς ἐκ

τῶν πρώτων καὶ τὰς κρίσεις μετιέναι καὶ τὰς φύσεις

ἁρμόζεσθαι· γυναῖκας μὲν γὰρ γέρουσι παραβάλλων,

εὐνούχους δὲ γυναιξὶ, καὶ τῶν ἄλλων καθ' ἕκαστον ἓν

ἑνὶ παραβάλλων, δυνήσῃ μὴ ξενίζειν ταῖς προσαγωγαῖς

τῶν βοηθημάτων, κοινὴν μέθοδον τὴν τῶν ἡλικιῶν δια-

γνούς. καὶ γὰρ τὸ ἄριστον καὶ ἐπισπαστικὸν τῆς τέ-

χνης διὰ τούτων λαμβάνεται. ἡμῖν οὖν τὴν συντομίαν

ἑλομένοις διὰ τὸ εὐμνημόνευτον, καὶ ταῦτα εἰς θήραν

βοηθημάτων αὐτὸς δυοῖν στοιχειωθεὶς κατακερμάτιζε

τὸν λόγον πρὸς τὰ κατὰ μέρος.

24

{<Περὶ πυρετῶν καὶ τῶν ἐν τούτοις

ἐνετήρων.>}

Ἡ τῶν πυρετῶν κακία οὐ πᾶσα πᾶσιν ἡ αὐτή·

ἐναλλάττει γὰρ ἢ παρὰ τὴν κράσιν τῶν πασχόντων, ἢ

παρὰ τὴν ποιοῦσαν αἰτίαν, ἢ διὰ τὴν τῶν μορίων διά-

θεσιν καὶ οἷον συμπάθειαν ἢ παρὰ αὐτοὺς τοὺς ὑπο-

δεξαμένους τόπους τὴν νόσον· οἱ μὲν γὰρ ἐπὶ τροπῇ

πνεύματος λαμβάνουσι τὴν γένεσιν, οἱ δὲ ἐπὶ σήψει

χυμῶν, οἱ δὲ αὐτοῦ τοῦ στερεοῦ τὴν βλάβην ἢ πρώ-

τως ἢ δευτέρως ὑπομείναντος· ποτὲ μὲν γὰρ ὁ χρόνος

τῇ τάξει παράγει τὴν νόσον τῷ στερεῷ, ποτὲ δὲ εὐ-

παθείᾳ φθάνει τὰ λοιπὰ ἐν φθορᾷ. τῶν μὲν οὖν ἐπὶ

σήψει χυμῶν πάλαι τὸν λόγον ἐποιησάμεθα, ὁπηνίκα

τὸν τῶν περιττωμάτων διεξηρχόμεθα σκοπὸν τῇ κοινῇ

τῶν φαρμάκων συνθέσει χρώμενοι. ἐπὶ μὲν γὰρ τῶν

ἀμφημερινῶν νίτρου πλέον κλυστῆρι ἐμβάλλειν καὶ

συμμέτρου μέλιτος καὶ βραχυτάτου ἐλαίου· ἐπὶ μέντοι

τῶν τριταίων τὸ ἐναντίον, πλείονος μὲν ἐλαίου, τῶν

λοιπῶν δὲ τῶν δυοῖν κεκολασμένων ἐν ποσότητι, ἀπο-

ζέματος προστιθεμένου τεύτλων. ἐπὶ δὲ τῶν τεταρ-

ταίων ἰσόῤῥοπος ἡ τῶν λοιπῶν ποσότης· χαλᾶσθαι γὰρ

φιλεῖ ὁ χυμὸς ὅτι ξηρός ἐστι, θερμαίνεσθαι δὲ ὅτι

ψυχρός. συνεψεῖν δὲ δεῖ τῷ ὕδατι τῆς χρείας ἐλέβορον

μέλανα διττῆς ἕνεκεν αἰτίας, ἀποβολῆς περιττωμάτων,

κενώσεως χυμοῦ. Καιρὸς δὲ λοιπὸν ἂν εἴη μεταβῆ-

ναι πρὸς τὴν τῶν ἑκτικῶν ἐνετήρων σύνθεσιν ἐκτὸς

πάντων τὴν πρώτην γενομένων. οὐ γὰρ ῥυπτικῶν ἡμῖν

φαρμάκων χρεία, ἀλλὰ μαλακτικῶν καὶ τῶν ποσῶς δυ-

25

ναμένων ἐμψύχειν πρώτως, δρώντων ὁμιλίᾳ τῶν πα-

σχόντων· οὐ γὰρ διὰ μέσου τῆς κενώσεως ἀῤῥήγουσιν·

ἄπεστι γὰρ χυμὸς ἐν στερεῷ τῆς ὕλης ἀῤῥήκτῳ δεσμῷ

προσδεδείσης· ἔτι μὴν οὐδὲ περίττωμα ἐναποκέκλεισται·

ἀτροφία γάρ ἐστι τῆς φύσεως, ὑπὸ τοῦ χρόνου μαραν-

θείσης τῆς δυνάμεως. τοῖς μὲν οὖν περιφρυγῶς καυ-

σουμένοις, ἀρήγει τὸ τοῦ λινοσπέρμου ἀπόζεμα, οὐχ

ἁλμυρῷ οὐδὲ δηκτικῷ, ἀλλὰ γλυκεῖ καὶ κούφῳ. ἑψεῖν

δὲ τὸ λινόσπερμον ἐν τῷ ὕδατι μὴ λαύρῳ πυρὶ, ἵνα

μὴ φρυγὲν ἐξίτηλον πάθῃ τὴν ἐνέργειαν. διὰ μέσου οὖν

ἑτέρου ὕδατος δεῖ τούτου τὴν ἕψησιν ποιεῖσθαι, ὅνπερ

τρόπον καὶ ἐπὶ τῶν ἀρωμάτων φυλάττομεν τῇ τέχνῃ

τὴν εὐωδίαν. οὐχ ὥσπερ δὲ ἐπὶ τῶν ῥυπτικῶν πλῆθος

δεῖ ἐνιέναι· οὐ γὰρ πρὸς ἔξωσιν εἴληπται, οὐδὲ τὴν ἀν-

θυποστροφὴν ἐπαγγέλλεται· τὴν γὰρ παραμυθίαν τῇ

μονῇ παρέχει, χρησιμεύει δὲ πρὸς τὰς τῶν ὑγρῶν δρι-

μείας ἐπιῤῥεύσεις τοῖς κατὰ τὰ ἔντερα ὑφιζάνουσιν·

ὀδύνη γάρ τις καὶ δῆξις ἀνιαρὰ κατὰ τοὺς τόπους

ἐκείνους ἐστί. τῇ μὲν οὖν γλισχρότητι παρεμπλάσσει

τὸ σῶμα, τῇ δὲ δυνάμει σβέννυσι τὴν φλέξιν. συμβαί-

νει οὖν ἡ καῦσις δι' ὃν προστίθημι λόγον, ὅτι ἐν τοῖς

νοσήμασι τούτοις ἀσιτία κρατεῖ τὸ ζῶον. ἀναφθέντος

δὲ παντὸς τοῦ συγκράματος, εἰκὸς δριμυτέραν τὴν χο-

λὴν γενέσθαι. ὅσον οὖν αὐτοῖς περιττεύει, εἰς τὰς ἐν

τοῖς ἐντέροις ἕλικας φέρεται, ἀναπίνεται δὲ διὰ λεπτό-

τητα, ὅθεν συμβαίνει δῆξις αὐτοῖς καὶ ἄμετρος πύ-

ρωσις. προσακτέον οὖν τὸ βοήθημα θερμὸν πρὸς πα-

ραμυθίαν διττὴν τῆς τε ἐπιφανείας καὶ τοῦ βάθους·

ταῖς γὰρ δρώσαις ὕλαις τὰ μέν ἐστιν ἐπίκτητα, τὰ δὲ

σύμφυτα, οἷον τῷ ὕδατι σύμφυτον μὲν τὸ ψύχειν, ἐπί-

26

κτητον δὲ τὸ θερμαίνειν. τὸ μὲν οὖν πρῶτον τῇ φύ-

σει δεῖ ἀπονέμειν, τὸ δὲ δεύτερον τῇ τέχνῃ. τῷ μὲν οὖν

θερμῷ εὐτρεπίζομεν τὴν πάροδον, τῷ δὲ ψυχρῷ

ἐμπιστεύομεν τὴν διάθεσιν. τὰ αὐτὰ δέ ἐστι τὰ ἐκ τῆς

τέχνης μηχανήματα, πρὸς τὸ τὰς ὕλας εὐπαραγώγους

ποιεῖν τοῖς ἐν βάθει τῶν σωμάτων δεομένοις βοηθείας.

Καὶ περὶ μὲν τοῦ λινοσπέρμου ἱκανὰ καὶ ταῦτα.

{<Περὶ ὑδροροδίνου.>}

Διαληπτέον δὲ καὶ περὶ τοῦ ὑδροροδίνου ἐνετῆρος,

τίσιν ἐστὶ συμφέρον· οὐ γὰρ ὡς πάρεργον τοῦτο τῇ

πείρᾳ παρείληπται· ἀληθῆ γὰρ αὐτοῦ τὴν τοῦ ἐλαίου

εὕρομεν δύναμιν, ἰδικὴν δὲ ταύτην ὑπάρχουσαν. τινὲς

μὲν γὰρ τοῦ ὑδροροδίνου καὶ τοῦ λινοσπέρμου μίαν

ὑπέλαβον δύναμιν, σκοπὸν…

The complete text is available when the reading interface loads.