The Greek Library Author

Anonymous

Epistula ad Ptolemaeum regem de hominis fabrica

Authority group
Pseudo-Hippocrates (catalogue association; authorship remains anonymous)
Edition reference
Epistula ad Ptolemaeum regem de hominis fabrica, ed. F. Z. Ermerins, Anecdota medica Graeca, Leiden: Luchtmans, 1840 (repr. Amsterdam: Hakkert, 1963): 279–297.
CTS identifier
urn:cts:greekLit:tlg0751.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

281

γομεν τὴν αἰτίαν εἶναι. ὅσοι γὰρ αἵματος καθαροῦ

τυγχάνουσιν, οὗτοι πάντη γελῶσι καὶ ἀνθηροὶ τῇ

ὄψει καὶ τῷ σώματι εἰσὶ πάντοθε καλόχροοι. οἱ δὲ

ξανθῆς χολῆς ὄντες γίνονται ῥᾴθυμοι, ὀλιγόψυχοι, δει-

λοὶ, φιλάσθενοι, οἱ δὲ φλεγματικοὶ γίνονται ὀκνηροὶ,

ψυχροί.

Τὸ δὲ μνημονεύειν καὶ ῥᾷστα φρονεῖν ἐκ τοῦ εὐ-

κράτου ἐγκεφάλου, (τουτέστι τοῦ μέσως ἔχοντος, μήτε

θερμοῦ, μήτε ψυχροῦ,) ἡ δὲ λήθη ἐκ τοῦ ψυχροῦ ἐγκε-

283

φάλου γίνεται· διὸ τὸ πάθος τὸ λεγόμενον φρενῖτις ἀπὸ

πυρετῶν καυστικῶν γίνεται· τῆς γὰρ ἀτμίδος ἐκ τῶν

σπλάγχνων διὰ τῶν μεταφρένων ἀναπεμπομένης τῷ

ἐγκεφάλῳ ξηραίνεται τὸ ὑγρὸν τοῦ ἐγκεφάλου καὶ γίνε-

ται φρενῖτις, (τουτέστι παράφρων ὁ ἄνθρωπος) καὶ χρὴ

ψυκτικοῖς ἐλαίοις ἐμβρέχειν τὸν ἐγκέφαλον καὶ διὰ

ῥινῶν καὶ δι' ἐμέτων. Ὁ δὲ λήθαργος πάθος ἐστὶ καὶ

αὐτὸ τοῦ ἐγκεφάλου· ὅταν γὰρ ψυχρῶν χυμῶν πληρω-

θῇ ὁ ἐγκέφαλος, τότε τὸ πάθος τὸ λεγόμενον λήθαργος

παρακολουθεῖ τῷ ἀνθρώπῳ. καὶ χρὴ τῶν θερμαινόντων

προσφέρειν χρίσιν τῷ ἐγκεφάλῳ. ἡ δὲ παράλυσις ἡ γινο-

μένη εἰς ὀφθαλμὸν, ἢ εἰς χεῖλος, ἢ εἰς ὅλον τὸ

ἥμισυ τῆς ὄψεως ἀπὸ ψυχροῦ καὶ ὠμοῦ χυμοῦ γίνε-

ται παραπεμπομένου ἐκ τοῦ ἐγκεφάλου, καὶ χρὴ ἐνεγκεῖν

διὰ ῥινῶν τὸ καθαῖρον τὸν ἐγκέφαλον καὶ ἔξωθεν

ἀτμοῖς πυρὸς ἐκθλίβειν μᾶλλον ἢ καυτῆρσι κατὰ

τῶν ὠτίων. ὅσα δὲ πάθη γίνονται ἐν τῇ κεφαλῇ ἐκ

τοῦ στομάχου ἔχει τὰς ἀρχάς· ὥσπερ δὴ ἀποστήματα,

ὀφθαλμίαι, πόνοι ὀδόντων, παρίσθμια, σταφυλὴ,

βράγχοι, δύσπνοια, κ. τ. λ.

Ἔχει δὲ ἡ κεφαλὴ ῥαφὰς πέντε, εὑρίσκεται δὲ

καὶ μονοφυὴς κεφαλὴ μὴ κεκτημένη ῥαφὴν, καί ἐστιν

ἡ τοιαύτη ὑγιής. οὐλόθριξ δὲ γίνεται ὅταν θερμοτέρα

285

ἐστὶν ἡ κεφαλὴ, ἁπλόθριξ δὲ ἐκ τοῦ περισσοῦ ὑγροῦ,

τοῦ ἐν τῇ κεφαλῇ, ξανθότης τριχῶν ἐκ τῆς ξανθῆς

χολῆς, φαλάκρωσις δὲ ἐκ τοῦ θερμοῦ γίνεται.

Διαφοραὶ σφυγμοῦ εἰσι τέσσαρες· πλατὺς, βραχὺς,

πινὸς, μέσος. ταῦτα ἐκ τοῦ πνεύματος.

Τὸ δὲ ἧπαρ αὐτὸ χυλοποιεῖ τὴν τροφὴν διὰ τριῶν

πέψεων· εἰς τὴν πρώτην πέψιν λαμβάνει τὴν πιό-

τητα τῆς τροφῆς (τουτέστι τὸ νόστιμον) ἡ καρδία, καὶ γί-

νεται αἵματος καθαροῦ πρόσθεσις. δευτέρα πέψις· λαμ-

βάνει τὸ ἧπαρ καὶ τρέφει τὰ μόρια τοῦ σώματος, καὶ

γεννᾶται ξανθὴ χολή· ὁ δὲ σπλὴν ἐκ τῆς κορά-

σεως τοῦ σώματος τρέφεται καὶ γεννᾶται ὁ μελαγχο-

λικὸς χυμός· ὁ δὲ ἐγκέφαλος ἐκ τοῦ στομάχου ὑγραί-

νεται καὶ πλεονάζει τὸ φλέγμα. τρίτη πέψις· χυλοποιεῖ-

ται ἡ τροφὴ ἄνω εἰς τὸν στόμαχον· καὶ τότε ἀνοίγεται ὁ

πυλωρὸς, ὃς καὶ νῆστις καλεῖται, ἐπειδὴ πάροδον μό-

νον ποιεῖται ἐκεῖθεν ἡ τροφὴ καὶ κατέρχεται εἰς τὴν

κάτω κοιλίαν. ἡ δὲ κοιλία γεγανωμένη ἐστὶ φλέγμα-

τι διὰ τὴν δριμύτητα τῶν σιτίων. τὸ δὲ οὖρον διὰ τῶν

νεφρῶν κατέρχεται, καὶ διὰ τῶν οὐρητήρων τῶν ἀπο-

κειμένων εἰς τὴν κύστιν (τουτέστι τὴν φούσκαν),

εἰσέρχεται εἰς τὴν κύστιν τὸ ὕδωρ.

287

Αἰσθητήρια δέ ἐστιν ἐν τῷ ἀνθρώπῳ πέντε· ὅρα-

σις, ὄσφρησις, ἀκοὴ, γεῦσις καὶ ἁφή· ἡ μὲν ὅρασις

ἐκ τοῦ αἰθέρος, ἡ δὲ ὄσφρησις ἐκ τοῦ ἀέρος, ἡ δὲ

ἀκοὴ ἐκ τοῦ πυρὸς, ἡ δὲ γεῦσις ἐκ τοῦ ὑγροῦ, ἡ δὲ

ἁφὴ ἐκ τῆς γῆς.

Δυνάμεις εἰσὶ τῆς ψυχῆς πέντε· νοῦς, διάνοια, δό-

ξα, φαντασία καὶ αἴσθησις.

Συνέστηκεν δὲ ὁ ἄνθρωπος ἐκ τινῶν δεκατεσσάρων·

ἤγουν νεύρων, φλεβῶν, ἀρτηριῶν, αἵματος, πνεύ-

ματος, σαρκὸς, πιμελῆς, χόνδρων, ὀνύχων, ὀστέων,

χυμῶν, μυελῶν, τριχῶν καὶ ὑμένων. Γίνονται δὲ

αἱ ἐκκρίσεις τούτων τοῖς μὲν ἀνδράσι διὰ κοιλίας, δι'

ἐμέτων, δι' ὀφθαλμῶν, διὰ μυκτήρων, διὰ πτυελῶν,

δι' ἱδρώτων, διὰ τῶν ἀφροδισίων, διὰ τῶν ἀδήλων

πόρων, διὰ τριχῶν, δι' ὤτων. Ταῖς δὲ γυναιξὶ

προστίθεται καὶ δύο· διὰ τοῦ γάλακτος καὶ διὰ

τῶν ἐμμήνων. Τὸ δὲ γάλα αἷμά ἐστιν· ὁμοίως δὲ

καὶ ἡ γονὴ, (τουτέστιν ὁ σπόρος τοῦ ἀνθρώπου).

Καὶ μὴ ἀπιστήσῃς, ἐὰν γὰρ βιάσηται ὁ ἄνθρωπος εἰς

τὴν μίξιν, αἵμα ἐκκρίνει. ὁμοίως δὲ καὶ ἡ γυνὴ ἐὰν

βιάσηται τὸ θηλύδριον αὐτῆς αἵμα ἐξέρχεται.

Σπονδύλους δὲ ἔχει ἡ ῥάχις τοῦ ἀνθρώπου εἴκοσι

τέσσαρας, πλευρὰ εἴκοσι τέσσαρα· ὀδόντας καὶ γόμ-

289

φους τριάκοντα δύο· οἱ ἔμπροσθεν ὀδόντες διχαστῆρες

οἱ καὶ τομεῖς. ὁ στόμαχος ἔχει παλαιστὰς πέντε, τὸ δὲ

ἔντερον ἔχει πήχεις τρεῖς καὶ δέκα. ὀνόματα δακτύλων,

ἀντίχειρ, λιχανὸς, μέσος (ὃς καὶ σφάκελος), παρά-

μεσος (ὃς καὶ ἐπιβάτης), καὶ μικρὸς (ὃς καὶ

μύωψ). οἱ ὄνυχες δὲ ξηρᾶς καὶ ψυχρᾶς κράσεώς εἰσιν.

Τροπαὶ δὲ ὡσαύτως ἐν τῷ ἐνιαυτῷ τέσσαρες·

ἐὰρ, θέρος, μετόπωρον καὶ χειμών. ἔχει δὲ ἡ τροπὴ

ἡμέρας ἐννενήκοντα καὶ μίαν. Τὸ ἔαρ θερμὸν καὶ ὑγρὸν,

διὰ τοῦτο καὶ αὔξησις αἵματος εἰς τὰ σώματα· τὸ

θέρος θερμὸν καὶ ξηρὸν, διὸ καὶ αὔξει ξανθὴν χολήν·

τὸ μετόπωρον ψυχρὸν καὶ ξηρὸν, αὔξει δὲ μέλαιναν

χολὴν καὶ ἰχῶρας· οἱ δὲ ἰχῶρές εἰσιν αἱματώδεις καὶ

ὑδατώδεις· τῷ δὲ χειμῶνι τὸ φλέγμα πλεονάζει ἐν

τῷ σώματι. Τὰ γὰρ τέσσαρα στοιχεῖα τοῦ ἀνθρώπου

πρὸς τοὺς τέσσαρας καιροὺς τοῦ ἐνιαυτοῦ διαιροῦνται.

διὸ χρὴ θεωρεῖν τὴν τροπὴν, τὴν ἡλικίαν καὶ τὴν

κρᾶσιν τοῦ νοσοῦντος καὶ πρὸς ταῦτα ἰατρεύειν. Καὶ

ἐὰν ἐν τῷ ἔαρι νοσῇ τις νέος αἵματος πλῆθός ἐστι

καὶ χρὴ φλεβοτομεῖν τὸν ἄνθρωπον, καὶ πλευρῖτις ἐάν

ἐστι μιᾶς ἡμέρας ἢ δύο ἢ τριῶν φλεβοτόμησον

τὸν νοσοῦντα, πρινὴ τὸ πάθος κρατήσῃ καὶ αἱ δυνάμεις

καταπέσωσιν· ὠφέλιμον γάρ ἐστι τὸ φλεβοτομεῖν τῷ

291

ἀνθρώπῳ. καὶ ὁ καιρὸς ὁ θέλων φλεβοτομεῖσθαι ἀρ-

χέσθω ἀπὸ Περιτταίου μηνὸς (τουτέστι Φευρουαρίου)

εἰς τὰς δέκα πέντε ἕως τοῦ Γορπιαίου μηνὸς δεκά-

της· καὶ πάλιν ἀρχέσθω ἀπὸ τῶν δέκα τοῦ Γορπι-

αίου μηνὸς, (τουτέστι τοῦ Σεπτευβρίου) ἕως τῆς ἑπτα-

καιδεκάτης τοῦ Δεκεμβρίου. εἰ δὲ ἐν τῷ θερινῷ και-

ρῷ νοσεῖ τις εἰς τὴν ἀρχὴν τοῦ πάθους χρὴ καθαίρε-

σθαι.

Ἡμεῖς δὲ στοχαζόμενοι, ὦ βασιλεῦ, καὶ τῆς ὑ-

γείας φροντίζοντες νῦν φιλοσοφοῦμεν τὸ κράτιστον

εἰς δίαιταν σωμάτων καθηκόντως τρέφειν τε καὶ δια-

293

τίθεσθαι. ἀκριβῶς οὖν κατανοήσαντες τὰ συμβαί-

νοντα ἀῤῥωστήματα ἐν τῷ ἀνθρωπίνῳ σώματι καθ' ἕκα-

στον ἄστρον τε καὶ ὥραν καὶ καιρὸν προστετάχαμέν

σοι καὶ ἀναγράψαντες ἐν κεφαλαίῳ σφαῖραν ἰατρικὴν

πέμπομέν σοι, δι' ἧς ἂν προγινώσκοις τὰ μέλλοντα

γίνεσθαι πάθη τῷ ἀνθρωπίνῳ σώματι κατὰ τὴν

ἐνεστῶσαν ὥραν καὶ τοῦ ἐπιτελευταίου ἐνιαυτοῦ,

ἔχων τὸν καιρὸν βοηθόν. Σὺ δὲ εἴ τι ἐπιμελούμενος

διατελέσειας, ὡς ἐπὶ τὸ πολύ τε ἄνοσος μένων βιοῖς

τὸ ἐπίλοιπον τοῦ χρόνου μέτρον καὶ μάλιστα ὑπὲρ

τὴν τῆς ὑγείας δύναμιν, καὶ ὁποῖα ὠφέλιμα ὑπάρχει

τῷ τῶν ἀνθρώπων γένει καὶ ἐν πᾶσιν ἀγαθοῖς

ἔχοντα, ὑπὲρ ὧν δὴ σφόδρα ἐστὶν ὁ λόγος τῆς σφαί-

ρας καὶ γεγραφὼς ταύτην παρέχω σοι.

Ἀπὸ Πλειάδων δύσεως . . . χειμερινῆς ἡμέραι τεσ-

σαράκοντα πέντε, ἀπὸ Ἀπιλλαίου (τουτέστι Δε-

κεμβρίου) μηνὸς τρισκαιδεκάτης (καὶ αὖθις) εἰς

τὰς εἴκοσι καὶ ἕξ τοῦ Ἀδυναίου (τουτέστιν Ἰανουα-

ρίου) μηνός. Αὗται αἱ ἡμέραι αὔξουσι τὸ φλέγμα·

χρῶ δὲ τοῖς λουτροῖς νῆστις ἱδρῶν καὶ ἀποματτόμενος,

χρῶ δὲ καὶ ἀφροδισίοις καὶ πόνοις.

295

Ἀπὸ τροπῶν τῶν χειμερινῶν ἕως ἰσημερίας ἐαρι-

νῆς ἡμέραι ἐννενήκοντα δύο ὡς ἀπὸ Ἀδυναίου (του-

τέστιν Ἰανουαρίου) εἰκοστῆς ἑβδόμης ἕως Ξανθικοῦ (του-

τέστιν Ἀπριλλίου) εἰς τὰς εἴκοσιν ὀκτώ. Αὗται αἱ

ἡμέραι αἴρουσιν ὑγρασίαν καὶ πλῆθος αἵματος· χρῶ

δὲ περιπάτοις καὶ λουτροῖς καὶ ξηροῖς ἐδέσμασι καὶ

τροφαῖς καὶ ἀφροδισίοις καὶ πόνοις.

Ἀπὸ ἰσημερίας ἐαρινῆς ἕως Πλειάδος ἀνατολῆς ἡμέραι

τεσσαράκοντα ὀκτὼ ἀπὸ Ἀπριλλίου εἰκοστῆς ὀγδόης ἕως

Δαισίου (τουτέστιν Ἰουνίου) εἰς τὰς ἑκκαίδεκα.

Αὗται αἱ ἡμέραι αὔξουσιν αἷμα· χρῶ δὲ οἴνοις εὐώδεσι

καὶ ἀφροδισίοις καὶ πόνοις.

Ἀπὸ δὲ Πλειάδος ἀνατολῆς ἕως τροπῶν θερι-

νῶν ἡμέραι τεσσαράκοντα δύο, ἀπὸ μηνὸς Δαισίου

(τουτέστιν Ἰουνίου) εἰς τὰς ἑπτακαίδεκα ἕως Πανέ-

μου (τουτέστιν Ἰουλίου) εἰκοστῆς ὀγδόης. Αὗται αἱ ἡμέ-

ραι ξανθὴν χολὴν τρέφουσιν· χρῶ δὲ τοῖς γλυκέσι

καὶ ὑδαροῖς, κοιλίας ἐπιμελούμενος καὶ ἀπεχόμενος

ἀφροδισίων καὶ πόνων.

Ἀπὸ δὲ τροπῶν θερινῶν ἕως ἰσημερίας μετο-

πωρινῆς ἡμέραι ἐννενήκοντα δύο, ἀπὸ Πανέμου (του-

τέστιν Ἰουλίου) εἰς τὰς εἴκοσι καὶ ὀκτὼ ἕως Ὑπερ-

297

βερεταίου (τουτέστιν Ὀκτωβρίου) εἰκοστῆς ὀγδόης. Αὗται

αἱ ἡμέραι αὔξουσι χολὴν μέλαιναν· χρῶ δὲ τοῖς ψυ-

χροῖς ὑδαρέσιν, οἴνοις εὐώδεσι καὶ τοῖς ἁλυκοῖς,

ἀφροδισίων ἀπεχόμενος.

Ἀπὸ ἰσημερίας μετοπωρινῆς ἕως Πλειάδος δύσεως

ἡμέραι τεσσαράκοντα πέντε, ἀπὸ Ὑπερβερεταίου (του-

τέστιν Ὀκτωβρίου) εἰκοστῆς ὀγδόης, ἕως Ἀπιλλαίου

(τουτέστι Δεκεμβρίου) δωδεκάτης. Αὗται αἱ ἡμέραι

αὔξουσιν ἰχῶρας· χρῶ δὲ ὀξέσι καὶ δριμέσι καὶ ἀφρο-

δισίοις καὶ πόνοις.

Ταῦτα δὴ παραφυλαξάμενος, ὦ βασιλεῦ, ζήσεις

ἀλύπως καὶ ἀπόνως τὸν ἐπίλοιπον χρόνον.

{<Ιπποκράτους Περὶ διαφόρων καὶ παντοίων τροφῶν.>} {<〈Περὶ ζῴων〉.>} Πέρδικές εἰσι δύσπεπτοι ξηροί τε καὶ μελαγχολικοὶκαὶ κακοστόμαχοι. περιστεραὶ εὔπεπτοι καὶ εὐστόμαχοι·κρείττονες δέ εἰσιν αἱ λευκαὶ τῶν μαύρων καὶ οἱ νεοττοὶτούτων καὶ μάλιστα αἱ βρακάται· τρυφερόσαρκοι γὰρ καὶὑγρότεραι τῶν ἄλλων καὶ εὐχυμότεραι. κίχλαι καλαίεἰσι καὶ καλότροφοι καὶ εὔπεπτοι καὶ ξηρότεραι τῶν περισ-τερῶν καὶ στυφοσωμότεραι τῶν περδίκων. τρυγόνες εἰσὶσκληρότεραι τῶν περιστερῶν καὶ μελαγχολικαί. φάσσαισκληρόσαρκοι καὶ δύσπεπτοι καὶ μελαγχολικαὶ καὶ νευρώ-δεις. χῆνές εἰσι βαρυστόμαχοι καὶ δύσπεπτοι ὑπὲρ πάντατὰ ζῷα. γέρανοί εἰσιν ἰνοειδεῖς καὶ σκληροὶ καὶ μελαγ-χολικοί. ᾠὰ ὀρνίθων καὶ φασιανῶν κρείττονα πάντωντῶν ᾠῶν εἰσιν. χηνῶν δὲ καὶ στρουθοκαμήλων ἄχρηστα πάνυ.ὕεια κρέη θερμὰ καὶ ὑγρὰ καὶ χυμοποιά· ἁρμόττει δὲγέρουσιν ἐσθίειν. τὰ δὲ τῶν προβάτων εὔπεπτα μέν,ὑγρὰ δὲ καὶ περιττωματικὰ καὶ θερμά· ἐπὶ ἀφορμῇ δὲ κα-κόχυμα. τὰ τράγου κρέη ψυχρότερα τῶν προβάτων καὶἐπὶ τοῖς κυνοκαύμασιν ἐσθιόμενα κρείττονα τῶν ἄλλων καὶμᾶλλον ἀπὸ εἰκάδος πέμπτης Ἰουνίου ἕως εἰκάδος πέμπτηςΑὐγούστου. βόεια κρέη μελαγχολικὰ καὶ παχὺν χυμὸνποιοῦσιν καὶ θρεπτικά εἰσιν. λαγωοὶ δὲ καὶ δορκάδεςκαὶ ἄγριαι αἶγες ψυχραὶ καὶ ξηραὶ καὶ μελαγχολικαί·ἐπὶ δὲ κυνοκαύμασιν ἐσθιόμεναι εὔχρηστοι. καὶ οἱ ἔλαφοιὁμοίως· οὗτοί εἰσι καὶ μελαγχολικοὶ καὶ δύσπεπτοι, ἀλλ'ὅμως ὑγρότεροι καὶ τροφιμώτεροι. {<Περὶ λαχάνων.>} Θριδακίνη ψυχρὰ καὶ ὑγρὰ καὶ ὑπνώδης. ἴντυβον ψυ-χρὸν καὶ ὑγρόν. τὸ δὲ μολόχιον ψύχει καὶ καθυγραίνει.σεῦτλον τὸν μὲν στόμαχον δάκνει, ἐκφράττει δὲ τὰ καθ'ἧπαρ καὶ σπλῆνα. κράμβη δίεφθος γαστρὸς ἐπέχει· ἡ-μίεφθος δὲ ἅμ' ἐλαίῳ γαστέρα ὑπάγει. ὁ δὲ χυλὸς αὐτῆςκαθαρτικός ἐστι. ποιεῖ δὲ καὶ παχὺν χυμόν· συχνῶς δὲ ἐσ-θιομένη γεννᾷ μελαγχολικὸν χυμὸν καὶ γάλα πληθύνει.θαλασσοκράμβη καὶ τὸ εὔζωμον διὰ τὸ ἁλμυρὸν ὑπάγειγαστέρα καὶ ὑγραίνει καὶ ψύχει· ὠφελεῖ δὲ τὰς τοῦ στομά-χου φλεγμονὰς καὶ ἑλκώσεις. βλίτον τὸ αὐτὸ ποιεῖ ὡςσέλινον. τὰ δὲ ἀκανθώδη εὐστόμαχα δίχα τῆς κινάρας·αὐτὴν δὲ διὰ τὸ κακόχυμον ἁρμόττει δίεφθον ἐσθίειν ἐλαιο-γάρῳ. σέλινα καὶ ἱπποσέλινα καὶ σίον καὶ σμύρνιον πάνταδιουρητικά. τὸ δὲ εὔζωμον θερμὸν καὶ κινητικὸν φύσεωςπρὸς μίξιν· σπέρματος γεννητικὸν κεφαλῆς τε ἐναντίον.κάρδαμον, ὤκιμον καὶ νᾶπυ θερμὰ καὶ δύσπεπτα καὶ κακό-χυμα διὰ τὴν πολλὴν δριμύτητα. ἡ δὲ ἀκαλήφη λεπτομε-ρής τε καὶ ὑπακτική. τὸ δὲ γογγύλιον στυφὸν καὶ πικρὸνκαὶ εὐστόμαχον. κάππαρις εὐστόμαχος καὶ ἐκφρακτικὴἥπατος καὶ σπληνός· τέμνει δὲ φλέγμα καὶ χυμοὺς ἅπαντας,γαστέρα ὑπάγει· δεῖ ταῦτα ἐσθίειν δι' ὀξυμέλιτος.ἀνδραφάξις ἤτοι τὸ χρυσολάχανον ψυχρὸς καὶ ὑγρὸς καὶστυπτικὸς καὶ ὠφέλιμος πρὸς φλεγμονὴν στομάχου καὶἑλκώσεις ὡς σέλινον καὶ βλίτον. ἡ δὲ γογγύλη καὶ τὸῥέφανον καὶ κάρδαμον καὶ πύρεθρον· ὁ μὲν φλοῦς αὐτῶνθερμὸς καὶ ξηρός, ὁ δὲ ἀσφάραγος ὑγρός. τὸ λιποσπά-ραγγον καὶ ἡ βρυωνία καὶ τὰ χαμαίδαφνα θερμὰ καὶ εὐ-στόμαχα καὶ διουρητικὰ καὶ ὀλιγόθρεπτα. βολβοὶ στυπ-τικῆς δυνάμεώς εἰσι καὶ ῥυπτικῆς καὶ θρεπτικοὶ στομάχουἀσθενοῦντος καὶ σπέρματος γεννητικοὶ καὶ φύσεως κινητι-κοὶ πρὸς μίξιν· ἔχουσι δέ τι καὶ φυσῶδες καὶ τρόφιμον.μικρομερῶς δὲ ἐλαιογάρῳ ἐκζεστοὶ ἐσθιόμενοι γίνονταιἄφυσοι καὶ εὔπεπτοι καὶ τρόφιμοι. οἱ δαῦκοι οἵ τε ἥμε-ροι καὶ ἄγριοι θερμοὶ καὶ διουρητικοὶ καὶ ἐκφρακτικοὶνεφρῶν καὶ κύστεως· συχνῶς δὲ ἐσθιόμενοι καὶ κακοχυμοῦσικαὶ κακοστομαχοῦσι. κρόμμυα καὶ σκόροδα καὶ πράσαδριμέα καὶ θερμὰ καὶ τέμνοντα τοὺς παχεῖς χυμοὺς καὶδιουρητικά· σύνθετα δι' ὀξάλμης μερικῶς ἐσθιόμενα εὐστό-μαχα καὶ δύσπεπτα. τὸ δὲ σκόρδον ἐκζεστὸν λεπτύνει καὶἐκφράττει. ὕδνον κακόχυμον καὶ ψυχρόν. ἀμανῖται ψυ-χροὶ καὶ κακόχυμοι καὶ δύσπεπτοι. οἱ δὲ μυκῆται θανατώ-δεις. ἡ θριδακίνη ψυχρὰ καὶ ξηρὰ καὶ ὑπνώδης καὶ αἵμα-τος γεννητικὴ καὶ τρόφιμος καὶ κοιλίας ἐφεκτική. ἔστι δὲκαὶ ῥυπτικὴ καὶ χυμοποιός. καὶ τὴν κίνησιν ποιεῖται εἰςτὸ σῶμα κατὰ τὴν τάξιν τοῦ ἀέρος· καὶ τῷ μὲν θέρει ὑγραί-νει καὶ ψύχει καὶ εὐκρατώνει τὴν χολήν· τῷ δὲ φθινοπώρῳκινεῖται πρὸς τὸν ἀέρα καὶ τῷ χειμῶνι κινεῖται διὰ παντὸςτοῦ σώματος καὶ τὰ ὑγρὰ φέρει κάτω ὡς ἐπὶ τοῦ ἀέρος καὶτῶν ὑδάτων. ἡ δὲ τοιαύτη συχνῶς ἐσθιομένη ἀμβλύνει τὸφῶς· χρὴ οὖν τοὺς χρωμένους αὐτῇ συχνῶς ἀφαίρεσιν ποιεῖντῆς ὕλης πρὸ κινήσεως ἀέρος. ὁ δὲ αἰγύπτιος κύαμοςὑγρότερος καὶ περιττωματικός. {<Ἱπποκράτους περὶ διαφορᾶς τροφῶν πρὸς Πτολεμαῖον.>} Τῶν δὲ τροφῶν τὰς διαφορὰς προσετάξαμεν οὕτω καὶ τῇσῇ ὑγιεινοτάτῃ προνοίᾳ πεπόμφαμεν. περιέχει γὰρ ἁπλῶνδιηγημάτων λέξεις βραχείας. εἰς εὐχυμίαν ταῦτα κατ'ἀρχὰς προτεθείμεθα. {<Περὶ τῆς τῶν ὀρνίθων ἐδωδῆς.>} Τῶν ὀρνίθων ἡ σὰρξ κρείττων πάντων τῶν πετεινῶν καὶτῶν πεζῶν ἐστι εἰς εὐχυμίαν. τὰ δὲ τούτων πουλία ὑγρότερατῶν μεγάλων καὶ εὐπεπτότερα, καὶ μᾶλλον τὰ ἀρρενικὰκαὶ τὰ μεγάλα ἀλεκτόρια· σφάξον σήμερον, ἕψησον αὔριονκαὶ τῇ τρίτῃ ἡμέρᾳ ἔσθιε. οἱ δὲ κάπονες εὐπεπτότεροίεἰσι τῶν ἀρρένων. ὁ φασιανὸς καὶ ὁ πέρδιξ εὔπεπτοι καὶεὔχυμοι, ὁμοίως καὶ τὰ λευκὰ περιστερόπουλα καὶ μάλιστατὰ βρακάτια. ἡ ἀτταγίνα καὶ ἡ κίχλα καὶ αἱ χαμοκοιλάδεςεὔχυμοι καὶ εὔπεπτοι. ἡ νῆσσα, ἡ φάσσα βραδύπεπτοι καὶσκληροί, ὡσαύτως καὶ ὁ χήν· περιττωματικὴν γὰρ σάρκακέκτηνται καὶ δύσπεπτον καὶ σκληρὰν ἐκτὸς τῶν πτερύ-γων καὶ τῆς κοιλίας καὶ τῶν ποδῶν αὐτῶν. ἡ τῶν γεράνωνσὰρξ σκληρὰ καὶ ἰνώδης καὶ δύσπεπτος ὑπάρχει. ἡ δὲτοῦ ταῶνος καὶ ὠτίδος καὶ τῶν γλαντίων σὰρξ μέσως πῶςἐστι εἰς εὐχυμίαν κατά τε χῆνας καὶ γεράνους. ἡ δὲ τῶνπελεκάνων σὰρξ ὁμοία ἐστὶ τῇ τῶν γεράνων. οἱ ὄψαροι