The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, FGrH #688: 3C:420–517.
CTS identifier
urn:cts:greekLit:tlg0845.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3c,688,F

1b

εἰς τὴν οἰκείαν, αὐτὸς δὲ τὰς πανταχόθεν δυνάμεις καὶ παρασκευὰς πάντων

τῶν ἐπιτηδείων ἀθροίσας, παρὰ τὸν Εὐφράτην ποταμὸν ἔκτισε πόλιν εὖ τετει-

χισμένην, ἑτερόμηκες αὐτῆς ὑποστησάμενος τὸ σχῆμα· εἶχε δὲ τῶν μὲν μακρο-

τέρων πλευρῶν ἑκατέραν ἡ πόλις ἑκατὸν καὶ πεντήκοντα σταδίων, τῶν δὲ βρα-

χυτέρων ἐνενήκοντα. (3) διὸ καὶ τοῦ σύμπαντος περιβόλου συσταθέντος ἐκ

σταδίων τετρακοσίων καὶ ὀγδοήκοντα, τῆς ἐλπίδος οὐ διεψεύσθη· τηλικαύτην

γὰρ πόλιν οὐδεὶς ὕστερον ἔκτισε κατά τε τὸ μέγεθος τοῦ περιβόλου καὶ τὴν

περὶ τὸ τεῖχος μεγαλοπρέπειαν. τὸ μὲν γὰρ ὕψος εἶχε τὸ τεῖχος ποδῶν ἑκατόν,

τὸ δὲ πλάτος τρισὶν ἅρμασιν ἱππάσιμον ἦν· οἱ δὲ σύμπαντες πύργοι τὸν μὲν

ἀριθμὸν ἦσαν χίλιοι καὶ πεντακόσιοι, τὸ δ' ὕψος εἶχον ποδῶν διακοσίων.

(4) κατώικισε δ' εἰς αὐτὴν τῶν μὲν Ἀσσυρίων τοὺς πλείστους καὶ δυνατωτά-

τους, ἀπὸ δὲ τῶν ἄλλων ἐθνῶν τοὺς βουλομένους. καὶ τὴν μὲν πόλιν ὠνόμασεν

ἀφ' ἑαυτοῦ Νίνον, τοῖς δὲ κατοικισθεῖσι πολλὴν τῆς ὁμόρου χώρας προσώρισεν.

(4) ἐπεὶ δὲ μετὰ τὴν κτίσιν

ταύτην ὁ Νίνος ἐστράτευσεν

ἐπὶ τὴν Βακτριανήν, ἐν ἧι

Σεμίραμιν ἔγημε τὴν ἐπιφα-

νεστάτην ἁπασῶν τῶν γυναι-

κῶν ὧν παρειλήφαμεν, ἀναγ-

καῖόν ἐστι περὶ αὐτῆς προει-

πεῖν, πῶς ἐκ ταπεινῆς τύχης

εἰς τηλικαύτην προήχθη δόξαν.

(2) κατὰ τὴν Συρίαν τοίνυν

ἔστι πόλις Ἀσκάλων, καὶ ταύ-

της οὐκ ἄπωθεν λίμνη μεγάλη

καὶ βαθεῖα, πλήρης ἰχθύων,

παρὰ δὲ ταύτην ὑπάρχει τέ-

μενος θεᾶς ἐπιφανοῦς, ἣν ὀνο-

μάζουσιν οἱ Σύροι Δερκετοῦν.

αὕτη δὲ τὸ μὲν πρόσωπον ἔχει

γυναικός, τὸ δ' ἄλλο σῶμα πᾶν

ἰχθύος διά τινας τοιαύτας αἰ-

τίας· (3) μυθολογοῦσιν οἱ

λογιώτατοι τῶν ἐγχωρίων τὴν

Ἀφροδίτην προσκόψασαν τῆι

προειρημένηι θεᾶι δεινὸν ἐμ-

βαλεῖν ἔρωτα νεανίσκου τινὸς

τῶν θυόντων οὐκ ἀειδοῦς·

τὴν δὲ Δερκετοῦν μιγεῖσαν

τῶι Σύρωι γεννῆσαι μὲν θυ-

γατέρα, καταισχυνθεῖσαν δ'

ἐπὶ τοῖς ἡμαρτημένοις τὸν

μὲν νεανίσκον ἀφανίσαι, τὸ δὲ

παιδίον εἴς τινας ἐρήμους καὶ

πετρώδεις τόπους ἐκθεῖναι

[ἐν οἷς πολλοῦ πλήθους περιστερῶν

ἐννοσσεύειν εἰωθότων, παραδόξως

οὖν τροφῆς καὶ σωτηρίας τυχεῖν τὸ

βρέφος] ἑαυτὴν δὲ διὰ τὴν αἰσ-

χύνην καὶ λύπην ῥίψασαν εἰς

τὴν λίμνην μετασχηματισθῆναι

τὸν τοῦ σώματος τύπον εἰς

ἰχθύν· διὸ καὶ τοὺς Σύρους μέ-

χρι τοῦ νῦν ἀπέχεσθαι τούτου

τοῦ ζώου, καὶ τιμᾶν τοὺς ἰχθῦς

ὡς θεούς.

(4) περὶ δὲ τὸν τόπον ὅπου τὸ βρέφος ἐξετέθη πλήθους περιστερῶν ἐννεοττεύ-

οντος, παραδόξως καὶ δαιμονίως ὑπὸ τούτων τὸ παιδίον διατρέφεσθαι· τὰς

μὲν γὰρ ταῖς πτέρυξι περιεχούσας τὸ σῶμα τοῦ βρέφους πανταχόθεν θάλπειν,

τὰς δ' ἐκ τῶν σύνεγγυς ἐπαύλεων, ὁπότε τηρήσειαν τούς τε βουκόλους καὶ τοὺς

ἄλλους νομεῖς 〈ἀπόντας〉, ἐν τῶι στόματι φερούσας γάλα διατρέφειν παραστα-

ζούσας ἀνὰ μέσον τῶν χειλῶν. (5) ἐνιαυσίου δὲ τοῦ παιδίου γενομένου καὶ

στερεωτέρας τροφῆς προσδεομένου, τὰς περιστερὰς ἀποκνιζούσας ἀπὸ τῶν

τυρῶν παρέχεσθαι τροφὴν ἀρκοῦσαν. τοὺς δὲ νομεῖς ἐπανιόντας καὶ θεωροῦντας

περιβεβρωμένους τοὺς τυροὺς θαυμάζειν τὸ παράδοξον· παρατηρήσαντας οὖν

καὶ μαθόντας τὴν αἰτίαν, εὑρεῖν τὸ βρέφος διαφέρον τῶι κάλλει. (6) εὐθὺς οὖν

αὐτὸ κομίσαντας εἰς τὴν ἔπαυλιν δωρήσασθαι τῶι προεστηκότι τῶν βασιλικῶν

κτηνῶν ὄνομα Σίμμαι· καὶ τοῦτον ἄτεκνον ὄντα τὸ παιδίον τρέφειν ὡς θυγάτριον

μετὰ πάσης ἐπιμελείας, ὄνομα θέμενον Σεμίραμιν, ὅπερ ἐστὶ κατὰ τὴν τῶν

Σύρων διάλεκτον παρωνομασμένον ἀπὸ τῶν περιστερῶν, ἃς ἀπ' ἐκείνων τῶν

χρόνων οἱ κατὰ Συρίαν ἅπαντες διετέλεσαν ὡς θεὰς τιμῶντες. (5) τὰ μὲν

οὖν κατὰ τὴν γένεσιν τῆς Σεμιράμιδος μυθολογούμενα σχεδὸν ταῦτ' ἐστιν.

ἤδη δ' αὐτῆς ἡλικίαν ἐχούσης γάμου καὶ τῶι κάλλει πολὺ τὰς ἄλλας παρθένους

διαφερούσης, ἀπεστάλη παρὰ βασιλέως ὕπαρχος ἐπισκεψόμενος τὰ βασιλικὰ

κτήνη. οὗτος δ' ἐκαλεῖτο μὲν Ὄννης, πρῶτος δ' ἦν τῶν ἐκ τοῦ βασιλικοῦ

συνεδρίου καὶ τῆς Συρίας ἁπάσης ἀποδεδειγμένος ὕπαρχος ὃς καταλύσας παρὰ

τῶι Σίμμαι καὶ θεωρήσας τὴν Σεμίραμιν, ἐθηρεύθη τῶι κάλλει· διὸ καὶ τοῦ

Σίμμα καταδεηθεὶς αὑτῶι δοῦναι τὴν παρθένον εἰς γάμον ἔννομον, ἀπήγαγεν

αὐτὴν εἰς Νίνον, καὶ γήμας ἐγέννησε δύο παῖδας Ὑαπάτην καὶ Ὑδάσπην.

(2) τῆς δὲ Σεμιράμιδος ἐχούσης καὶ τἄλλα ἀκόλουθα τῆι περὶ τὴν ὄψιν εὐ-

πρεπείαι, συνέβαινε τὸν ἄνδρα τελέως ὑπ' αὐτῆς δεδουλῶσθαι, καὶ μηδὲν

ἄνευ τῆς ἐκείνης γνώμης πράττοντα κατευστοχεῖν ἐν πᾶσι. (3) καθ' ὃν δὴ

χρόνον ὁ βασιλεύς, ἐπειδὴ τὰ περὶ τὴν κτίσιν τῆς ὁμωνύμου πόλεως συνετέλεσε,

στρατεύειν ἐπὶ Βακτριανοὺς ἐπεχείρησεν. εἰδὼς δὲ τά τε πλήθη καὶ τὴν ἀλκὴν

τῶν ἀνδρῶν, ἔτι δὲ τὴν χώραν ἔχουσαν πολλοὺς τόπους ἀπροσίτους διὰ τὴν

ὀχυρότητα, κατέλεξεν ἐξ ἁπάντων τῶν ὑπ' αὐτὸν ἐθνῶν στρατιωτῶν πλῆθος·

ἐπεὶ γὰρ τῆς πρότερον στρατείας ἀποτετευχὼς ἦν, ἔσπευδε πολλαπλασίονι

παραγενέσθαι δυνάμει πρὸς τὴν Βακτριανήν. (4) <συναχθείσης δὲ τῆς

στρατιᾶς πανταχόθεν, ἠριθμήθησαν, ὡς Κτησίας ἐν ταῖς Ἱστο-

ρίαις ἀναγέγραφε, πεζῶν μὲν ἑκατὸν ἑβδομήκοντα μυριάδες,

ἱππέων δὲ μιᾶι πλείους τῶν εἴκοσι μυριάδων, ἅρματα δὲ δρε-

πανηφόρα μικρὸν ἀπολείποντα τῶν μυρίων ἑξακοσίων.> (5) ἔστι

μὲν οὖν ἄπιστον τοῖς αὐτόθεν ἀκούσασι τὸ πλῆθος τῆς στρατιᾶς, οὐ μὴν ἀδύ-

νατόν γε φανήσεται τοῖς ἀναθεωροῦσι τὸ τῆς Ἀσίας μέγεθος καὶ τὰ πλήθη

τῶν κατοικούντων αὐτὴν ἐθνῶν· εἰ γάρ τις ἀφεὶς τὴν ἐπὶ Σκύθας Δαρείου

στρατείαν μετὰ ὀγδοήκοντα μυριάδων καὶ τὴν Ξέρξου διάβασιν ἐπὶ τὴν Ἑλλάδα

τοῖς ἀναριθμήτοις πλήθεσι, τὰς ἐχθὲς καὶ πρώιην συντελεσθείσας πράξεις ἐπὶ τῆς

Εὐρώπης σκέψαιτο, τάχιον ἂν πιστὸν ἡγήσαιτο τὸ ῥηθέν .... ταῦτα μὲν οὖν ἡμῖν εἰ-

ρήσθω πρὸς τοὺς ἐκ τῆς νῦν περὶ τὰς πόλεις οὔσης ἐρημίας τεκμαιρομένους τὴν παλαιὰν

τῶν ἐθνῶν πολυανθρωπίαν. (6) ὁ δ' οὖν Νίνος μετὰ τοσαύτης δυνάμεως στρα-

τεύσας εἰς τὴν Βακτριανήν, ἠναγκάζετο—δυσεισβόλων τῶν τόπων καὶ στενῶν

ὄντων—κατὰ μέρος ἄγειν τὴν δύναμιν. (2) ἡ γὰρ Βακτριανὴ χώρα πολλαῖς

καὶ μεγάλαις οἰκουμένη πόλεσι μίαν μὲν εἶχεν ἐπιφανεστάτην, ἐν ἧι συνέβαινεν

εἶναι καὶ τὰ βασίλεια· αὕτη δ' ἐκαλεῖτο μὲν Βάκτρα, μεγέθει δὲ καὶ τῆι κατὰ

τὴν ἀκρόπολιν ὀχυρότητι πολὺ

πασῶν διέφερε. βασιλεύων δ'

αὐτῆς Ὀξυάρτης κατέγραψεν

ἅπαντας τοὺς ἐν ἡλικίαι στρα-

τείας ὄντας, οἳ τὸν ἀριθμὸν

ἠθροίσθησαν εἰς τετταράκοντα μυριάδας. (3) ἀναλαβὼν οὖν τὴν δύναμιν καὶ

τοῖς πολεμίοις ἀπαντήσας περὶ τὰς εἰσβολάς, εἴασε μέρος τῆς τοῦ Νίνου

στρατιᾶς εἰσβαλεῖν· ἐπεὶ δ' ἔδοξεν ἱκανὸν ἀποβεβηκέναι τῶν πολεμίων πλῆθος

εἰς τὸ πεδίον, ἐξέταξε τὴν ἰδίαν δύναμιν. γενομένης δὲ μάχης ἰσχυρᾶς, οἱ

Βακτριανοὶ τοὺς Ἀσσυρίους τρεψάμενοι καὶ τὸν διωγμὸν μέχρι τῶν ὑπερκει-

μένων ὀρῶν ποιησάμενοι διέφθειραν τῶν πολεμίων εἰς δέκα μυριάδας. (4)

μετὰ δὲ ταῦτα πάσης τῆς δυνάμεως εἰσβαλούσης, κρατούμενοι τοῖς πλήθεσι

κατὰ πόλεις ἀπεχώρησαν, ἕκαστοι ταῖς ἰδίαις πατρίσι βοηθήσοντες. τὰς μὲν

οὖν ἄλλας ὁ Νίνος ἐχειρώσατο ῥαιδίως, τὰ δὲ Βάκτρα διά τε τὴν ὀχυρότητα καὶ

τὴν ἐν αὐτῆι παρασκευὴν ἠδυνάτει κατὰ κράτος ἑλεῖν. (5) πολυχρονίου δὲ τῆς

πολιορκίας γενομένης, ὁ τῆς Σεμιράμιδος ἀνὴρ ἐρωτικῶς ἔχων πρὸς τὴν γυ-

ναῖκα καὶ συστρατευόμενος τῶι βασιλεῖ μετεπέμψατο τὴν ἄνθρωπον· ἡ δὲ

συνέσει καὶ τόλμηι καὶ τοῖς ἄλλοις τοῖς πρὸς ἐπιφάνειαν συντείνουσι κεχορη-

γημένη καιρὸν ἔλαβεν ἐπιδείξασθαι τὴν ἰδίαν ἀρετήν. (6) πρῶτον μὲν οὖν

πολλῶν ἡμερῶν ὁδὸν μέλλουσα διαπορεύεσθαι στολὴν ἐπραγματεύσατο δι' ἧς

οὐκ ἦν διαγνῶναι τὸν περιβεβλημένον πότερον ἀνήρ ἐστιν ἢ γυνή. αὕτη δ' ἦν

εὔχρηστος αὐτῆι πρός τε τὰς ἐν τοῖς καύμασιν ὁδοιπορίας εἰς τὸ διατηρῆσαι τὸν

τοῦ σώματος χρῶτα καὶ πρὸς τὰς ἐν τῶι πράττειν ὃ βούλοιτο χρείας, εὐκίνητος

οὖσα καὶ νεανική, καὶ τὸ σύνολον τοσαύτη τις ἐπῆν αὐτῆι χάρις ὥσθ' ὕστερον

Μήδους ἡγησαμένους τῆς Ἀσίας φορεῖν τὴν Σεμιράμιδος στολήν, καὶ μετὰ

ταῦθ' ὁμοίως Πέρσας. (7) παραγενομένη δ' εἰς τὴν Βακτριανὴν καὶ κατασκε-

ψαμένη τὰ περὶ τὴν πολιορκίαν, ἑώρα κατὰ μὲν τὰ πεδία καὶ τοὺς εὐεφόδους

τῶν τόπων προσβολὰς γινομένας, πρὸς δὲ τὴν ἀκρόπολιν οὐδένα προσιόντα διὰ

τὴν ὀχυρότητα, καὶ τοὺς ἔνδον ἀπολελοιπότας τὰς ἐνταῦθα φυλακὰς καὶ παρε-

πιβοηθοῦντας τοῖς ἐπὶ τῶν κάτω τειχῶν κινδυνεύουσι. (8) διόπερ παραλα-

βοῦσα τῶν στρατιωτῶν τοὺς πετροβατεῖν εἰωθότας καὶ μετὰ τούτων διά τινος

χαλεπῆς φάραγγος προσαναβᾶσα, κατελάβετο μέρος τῆς ἀκροπόλεως καὶ τοῖς

πολιορκοῦσι τὸ κατὰ τὸ πεδίον τεῖχος ἐσήμηνεν· οἱ δ' ἔνδον ἐπὶ τῆι καταλήψει

τῆς ἄκρας καταπλαγέντες ἐξέλιπον τὰ τείχη καὶ τὴν σωτηρίαν ἀπέγνωσαν.

(9) τοῦτον δὲ τὸν τρόπον ἁλούσης τῆς πόλεως, ὁ βασιλεὺς θαυμάσας τὴν ἀρετὴν

τῆς γυναικός, τὸ μὲν πρῶτον μεγάλαις δωρεαῖς αὐτὴν ἐτίμησε, μετὰ δὲ ταῦτα

διὰ τὸ κάλλος τῆς ἀνθρώπου σχὼν ἐρωτικῶς ἐπεχείρησε τὸν ἄνδρα πείθειν

ἑκουσίως αὐτῶι παραχωρῆσαι, ἐπαγγειλάμενος ἀντὶ ταύτης τῆς χάριτος αὐτῶι

συνοικιεῖν τὴν ἰδίαν θυγατέρα Σωσάνην. (10) δυσχερῶς δ' αὐτοῦ φέροντος,

ἠπείλησεν ἐκκόψειν τὰς ὁράσεις μὴ προχείρως ὑπηρετοῦντος τοῖς προστάγμασιν.

ὁ δὲ Ὄννης ἅμα μὲν τὰς τοῦ βασιλέως ἀπειλὰς δείσας, ἅμα δὲ διὰ τὸν ἔρωτα

περιπεσὼν λύττηι τινὶ καὶ μανίαι, βρόχον ἑαυτῶι περιθεὶς ἀνεκρέμασε. Σεμί-

ραμις μὲν οὖν διὰ τοιαύτας αἰτίας εἰς βασιλικὸν ἦλθε πρόσχημα.

(7) ὁ δὲ Νίνος τούς τε ἐν Βάκτροις παρέλαβε θησαυρούς, ἔχοντας πολὺν

ἄργυρόν τε καὶ χρυσόν, καὶ τὰ κατὰ τὴν Βακτριανὴν καταστήσας ἀπέλυσε τὰς

δυνάμεις· μετὰ δὲ ταῦτα γεννήσας ἐκ Σεμιράμιδος υἱὸν Νινύαν ἐτελεύτησε,

τὴν γυναῖκα ἀπολιπὼν βασίλισσαν. <τὸν δὲ Νίνον ἡ Σεμίραμις ἔθαψεν

ἐν τοῖς βασιλείοις, καὶ κατεσκεύασεν ἐπ' αὐτῶι χῶμα παμ-

μέγεθες, οὗ τὸ μὲν ὕψος ἦν ἐννέα σταδίων, τὸ δ' εὖρος, ὥς φησι

Κτησίας, δέκα.> (2) διὸ καὶ τῆς πόλεως παρὰ τὸν Εὐφράτην ἐν πεδίωι

κειμένης ἀπὸ πολλῶν σταδίων ἐφαίνετο τὸ χῶμα καθάπερ εἴ τις ἀκρόπολις·

ὃ καὶ μέχρι τοῦ νῦν φασι διαμένειν, καίπερ τῆς Νίνου κατεσκαμμένης ὑπὸ

Μήδων, ὅτε κατέλυσαν τὴν Ἀσσυρίων βασιλείαν.

ἡ δὲ Σεμίραμις, οὖσα φύσει μεγαλ-

επίβολος καὶ φιλοτιμουμένη τῆι δόξηι

τὸν βεβασιλευκότα πρὸ αὐτῆς ὑπερ-

θέσθαι, πόλιν μὲν ἐπεβάλετο κτίζειν

ἐν τῆι Βαβυλωνίαι, ἐπιλεξαμένη δὲ

τοὺς πανταχόθεν ἀρχιτέκτονας καὶ τεχ-

νίτας, ἔτι δὲ τὴν ἄλλην χορηγίαν πα-

ρασκευασαμένη, συνήγαγεν ἐξ ἁπάσης

τῆς βασιλείας πρὸς τὴν τῶν ἔργων συν-

τέλειαν ἀνδρῶν μυριάδας διακοσίους.

(3) ἀπολαβοῦσα δὲ τὸν Εὐφράτην ποταμὸν εἰς μέσον <περιεβάλετο τεῖχος

τῆι πόλει σταδίων ἑξήκοντα καὶ τριακοσίων, διειλημμένον

πύργοις πυκνοῖς καὶ μεγάλοις> [τηλικοῦτο δ' ἦν τὸ βάρος τῶν ἔργων, ὥστε

τὸ μὲν πλάτος εἶναι τῶν τειχῶν ἓξ ἅρμασιν ἱππάσιμον, τὸ δ' ὕψος ἄπιστον τοῖς ἀκούουσιν],

<ὥς φησι Κτησίας ὁ Κνίδιος·> ὡς δὲ Κλείταρχος (137 F 10) καὶ τῶν ὕστε-

ρον μετ' Ἀλεξάνδρου διαβάντων εἰς τὴν Ἀσίαν τινὲς ἀνέγραψαν, τριακοσίων ἑξήκοντα

πέντε σταδίων· καὶ προστιθέασιν ὅτι τῶν ἴσων ἡμερῶν εἰς τὸν ἐνιαυτὸν οὐσῶν ἐφιλοτι-

μήθη τὸν ἴσον ἀριθμὸν τῶν σταδίων ὑποστήσασθαι. (4) ὀπτὰς δὲ πλίνθους εἰς ἄσ-

φαλτον ἐνδησαμένη, <τεῖχος κατεσκεύασε τὸ μὲν ὕψος, ὡς μὲν Κτη-

σίας φησί, πεντήκοντα ὀργυιῶν,> ὡς δ' ἔνιοι τῶν νεωτέρων ἔγραψαν,

πηχῶν πεντήκοντα· τὸ δὲ πλάτος πλέον ἢ δυσὶν ἅρμασιν ἱππάσιμον· πύργους δὲ

τὸν μὲν ἀριθμὸν διακοσίους καὶ πεντήκοντα, τὸ δ' ὕψος ἑξήκοντα; ὡς δ'

ἔνιοι τῶν νεωτέρων φασί, πηχῶν ἑξήκοντα. (5) οὐ χρὴ δὲ θαυμάζειν εἰ τηλικούτου

τὸ μέγεθος τοῦ περιβόλου καθεστῶτος ὀλίγους πύργους κατεσκεύασεν· ἐπὶ

πολὺν γὰρ τόπον τῆς πόλεως ἕλεσι περιεχομένης, κατὰ τοῦτον τὸν τόπον οὐκ

ἔδοξεν αὐτῆι πύργους οἰκοδομεῖν, τῆς φύσεως τῶν ἑλῶν ἱκανὴν παρεχομένης

ὀχυρότητα. ἀνὰ μέσον δὲ τῶν οἰκιῶν καὶ τῶν τειχῶν ὁδὸς πάντηι κατε-

λέλειπτο δίπλεθρος. (8) πρὸς δὲ τὴν ὀξύτητα τῆς τούτων οἰκοδομίας ἑκάστωι

τῶν φίλων στάδιον διεμέτρησε, δοῦσα τὴν ἱκανὴν εἰς τοῦτο χορηγίαν καὶ

διακελευσαμένη τέλος ἐπιθεῖναι τοῖς ἔργοις ἐν ἐνιαυτῶι. (2) ὧν ποιησάντων

τὸ προσταχθὲν μετὰ πολλῆς σπουδῆς, τούτων μὲν ἀπεδέξατο τὴν φιλοτιμίαν,

αὐτὴ δὲ κατὰ τὸ στενώτατον μέρος τοῦ ποταμοῦ γέφυραν σταδίων πέντε τὸ

μῆκος κατεσκεύασεν, εἰς βυθὸν φιλοτέχνως καθεῖσα τοὺς κίονας, οἳ διεστή-

κεσαν ἀπ' ἀλλήλων πόδας δώδεκα. τοὺς δὲ συνερειδομένους λίθους τόρμοις

σιδηροῖς διελάμβανε, καὶ τὰς τούτων ἁρμονίας ἐπλήρου μόλιβδον ἐντήκουσα.

τοῖς δὲ κίοσι πρὸ τῶν τὸ ῥεῦμα δεχομένων πλευρῶν γωνίας προκατε-

σκεύασεν ἐχούσας τὴν ἀπορροὴν περιφερῆ καὶ συνδεδεμένην κατ' ὀλίγον

ἕως τοῦ κατὰ τὸν κίονα πλάτους, ὅπως αἱ μὲν περὶ τὰς γωνίας ὀξύτητες

τέμνωσι τὴν καταφορὰν τοῦ ῥεύματος, αἱ δὲ περιφέρειαι τῆι τούτου βίαι

συνείκουσαι πραύνωσι τὴν σφοδρότητα τοῦ ποταμοῦ. (3) ἡ μὲν οὖν γέφυρα

κεδρίναις καὶ κυπαριττίναις δοκοῖς, ἔτι δὲ φοινίκων στελέχεσιν ὑπερμεγέθεσι

κατεστεγασμένη καὶ τριάκοντα ποδῶν οὖσα τὸ πλάτος, οὐδενὸς ἐδόκει τῶν

Σεμιράμιδος ἔργων τῆι φιλοτεχνίαι λείπεσθαι. ἐξ ἑκατέρου δὲ μέρους τοῦ

ποταμοῦ κρηπῖδα πολυτελῆ κατεσκεύασε παραπλησίαν κατὰ τὸ πλάτος τοῖς

τείχεσιν ἐπὶ σταδίους ἑκατὸν ἑξήκοντα. ὠικοδόμησε δὲ καὶ βασίλεια διπλᾶ

παρ' αὐτὸν τὸν ποταμὸν ἐξ ἑκατέρου μέρους τῆς γεφύρας, ἐξ ὧν ἅμα μὲν

ἔμελλε τήν τε πόλιν ἅπασαν κατοπτεύ〈σ〉ειν καὶ καθαπερεὶ τὰς κλεῖς ἕξειν

τῶν ἐπικαιροτάτων τῆς πόλεως τόπων. (4) τοῦ δ' Εὐφράτου διὰ μέσης τῆς

Βαβυλῶνος ῥέοντος καὶ πρὸς μεσημβρίαν καταφερομένου, τῶν βασιλείων τὰ

μὲν πρὸς ἀνατολὴν ἔνευε, τὰ δὲ πρὸς δύσιν, ἀμφότερα δὲ πολυτελῶς κατεσκεύ-

αστο. τοῦ μὲν γὰρ †εἰς τὸ πρὸς ἑσπέραν κειμένου† μέρους ἐποίησε τὸν πρῶτον

περίβολον ἑξήκοντα σταδίων, ὑψηλοῖς καὶ πολυτελέσι τείχεσιν ὠχυρωμένον

ἐξ ὀπτῆς πλίνθου· ἕτερον δ' ἐντὸς τούτου κυκλοτερῆ κατεσκεύασε, καθ' ὃν ἐν

ὠμαῖς ἔτι ταῖς πλίνθοις διετετύπωτο θηρία παντοδαπά, τῆι τῶν χρωμάτων

φιλοτεχνίαι τὴν ἀλήθειαν ἀπομιμούμενα. (5) <οὗτος δ' ὁ περίβολος ἦν

τὸ μὲν μῆκος σταδίων τετταράκοντα, τὸ δὲ πλάτος ἐπὶ τριακο-

σίας πλίνθους, τὸ δ' ὕψος, ὡς Κτησίας φησίν, ὀργυιῶν πεντή-

κοντα· τῶν δὲ πύργων ὑπῆρχε τὸ ὕψος ὀργυιῶν ἑβδομήκοντα.>

(6) κατεσκεύασε δὲ καὶ τρίτον ἐνδοτέρω περίβολον, ὃς περιεῖχεν ἀκρόπολιν,

ἧς ἡ μὲν περίμετρος ἦν σταδίων εἴκοσι, τὸ δὲ ὕψος καὶ πλάτος τῆς οἰκοδομίας

ὑπεραῖρον τοῦ μέσου τείχους τὴν κατασκευήν. ἐνῆσαν δ' ἔν τε τοῖς πύργοις

καὶ τείχεσι ζῶια παντοδαπά, φιλοτέχνως τοῖς τε χρώμασι καὶ τοῖς τῶν τύπων

ἀπομιμήμασι κατεσκευασμένα· τὸ δ' ὅλον ἐπεποίητο κυνήγιον παντοίων θη-

ρίων ὑπάρχον πλῆρες, ὧν ἦσαν τὰ μεγέθη πλέον ἢ πηχῶν τεττάρων· κατε-

σκεύαστο δ' ἐν αὐτοῖς καὶ ἡ Σεμίραμις ἀφ' ἵππου πάρδαλιν ἀκοντίζουσα, καὶ

πλησίον αὐτῆς ὁ ἀνὴρ Νίνος παίων ἐκ χειρὸς λέοντα λόγχηι. (7) ἐπέστησε

δὲ καὶ πύλας τριττάς, [ἐφ'] ὧν ὑπῆρχον διτταὶ χαλκαῖ, διὰ μηχανῆς ἀνοιγόμεναι.

ταῦτα μὲν οὖν τὰ βασίλεια καὶ τῶι μεγέθει καὶ ταῖς κατασκευαῖς πολὺ προεῖχε

τῶν ὄντων ἐπὶ θάτερα μέρη τοῦ ποταμοῦ· ἐκεῖνα γὰρ εἶχε τὸν μὲν περίβολον

τοῦ τείχους τριάκοντα σταδίων ἐξ ὀπτῆς πλίνθου, ἀντὶ δὲ τῆς περὶ τὰ ζῶια

φιλοτεχνίας χαλκᾶς εἰκόνας Νίνου καὶ Σεμιράμιδος καὶ τῶν ὑπάρχων, ἔτι δὲ

Διὸς ὃν καλοῦσιν οἱ Βαβυλώνιοι Βῆλον· ἐνῆσαν δὲ καὶ παρατάξεις καὶ κυνήγια

παντοδαπά, ποικίλην ψυχαγωγίαν παρεχόμενα τοῖς θεωμένοις. (9) μετὰ

δὲ ταῦτα τῆς Βαβυλωνίας ἐκλεξαμένη τὸν ταπεινότατον τόπον ἐποίησε δεξα-

μενὴν τετράγωνον, ἧς ἦν ἑκάστη πλευρὰ σταδίων τριακοσίων, ἐξ ὀπτῆς πλίνθου

καὶ ἀσφάλτου κατεσκευασμένην καὶ τὸ βάθος ἔχουσαν ποδῶν τριάκοντα καὶ

πέντε. (2) εἰς ταύτην δ' ἀποστρέψασα τὸν ποταμὸν κατεσκεύασεν ἐκ τῶν ἐπὶ

τάδε βασιλείων εἰς θάτερα διώρυχα. ἐξ ὀπτῆς δὲ πλίνθου συνοικοδομήσασα τὰς

καμάρας ἐξ ἑκατέρου μέρους ἀσφάλτωι κατέχρισεν ἡψημένηι, μέχρι οὗ τὸ

πάχος τοῦ χρίσματος ἐποίησε πηχῶν τεττάρων· τῆς δὲ διώρυχος ὑπῆρχον οἱ

μὲν τοῖχοι τὸ πλάτος ἐπὶ πλίνθους εἴκοσι, τὸ δ' ὕψος χωρὶς τῆς καμφθείσης

ψαλίδος ποδῶν δώδεκα, τὸ δὲ πλάτος ποδῶν ι̅ε̅. (3) ἐν ἡμέραις δ' ἑπτὰ κατα-

σκευασθείσης αὐτῆς, ἀποκατέστησε τὸν ποταμὸν ἐπὶ τὴν προυπάρχουσαν

ῥύσιν, ὥστε τοῦ ῥεύματος ἐπάνω τῆς διώρυχος φερομένου δύνασθαι τὴν Σεμί-

ραμιν ἐκ τῶν πέραν βασιλείων ἐπὶ θάτερα διαπορεύεσθαι μὴ διαβαίνουσαν τὸν

ποταμόν· ἐπέστησε δὲ καὶ πύλας τῆι διώρυχι χαλκᾶς ἐφ' ἑκάτερον μέρος, αἳ

διέμειναν μέχρι τῆς Περσῶν βασιλείας. (4) μετὰ δὲ ταῦτα ἐν μέσηι τῆι

πόλει κατεσκεύασεν ἱερὸν Διός, ὃν καλοῦσιν οἱ Βαβυλώνιοι, καθάπερ εἰρήκαμεν,

Βῆλον. περὶ τούτου δὲ τῶν συγγραφέων διαφωνούντων καὶ τοῦ κατασκευάσματος διὰ

τὸν χρόνον καταπεπτωκότος, οὐκ ἔστιν ἀποφήνασθαι τἀκριβές· ὁμολογεῖται δ' ὑψηλὸν

γεγενῆσθαι καθ' ὑπερβολήν, καὶ τοὺς Χαλδαίους ἐν αὐτῶι τὰς τῶν ἄστρων πεποιῆσθαι

παρατηρήσεις, ἀκριβῶς θεωρουμένων τῶν τ' ἀνατολῶν καὶ δύσεων διὰ τὸ τοῦ κατασκευ-

άσματος ὕψος. (5) τῆς δ' ὅλης οἰκοδομίας ἐξ ἀσφάλτου καὶ πλίνθου πεφιλο-

τεχνημένης πολυτελῶς, ἐπ' ἄκρας τῆς ἀναβάσεως τρία κατεσκεύασεν ἀγάλματα

χρυσᾶ σφυρήλατα—Διός, Ἥρας, Ῥέας. τούτων δὲ τὸ μὲν τοῦ Διὸς ἑστηκὸς ἦν

καὶ διαβεβηκός, ὑπάρχον δὲ ποδῶν τετταράκοντα τὸ μῆκος σταθμὸν [δ'] εἶχε

χιλίων ταλάντων Βαβυλωνίων· τὸ δὲ τῆς Ῥέας ἐπὶ δίφρου καθήμενον χρυσοῦ

τὸν ἴσον σταθμὸν εἶχε τῶι προειρημένωι, ἐπὶ δὲ τῶν γονάτων αὐτῆς εἱστήκεσαν

λέοντος δύο, καὶ πλησίον ὄφεις ὑπερμεγέθεις ἀργυροῖ, τριάκοντα ταλάντων

ἕκαστος ἔχων τὸ βάρος· (6) τὸ δὲ τῆς Ἥρας ἑστηκὸς ἦν ἄγαλμα, σταθμὸν ἔχον

ταλάντων ὀκτακοσίων, καὶ τῆι μὲν δεξιᾶι χειρὶ κατεῖχε τῆς κεφαλῆς ὄφιν,

τῆι δ' ἀριστερᾶι σκῆπτρον λιθοκόλλητον. (7) τούτοις δὲ πᾶσι κοινὴ παρέκειτο

τράπεζα χρυσῆ σφυρήλατος τὸ μὲν μῆκος ποδῶν τετταράκοντα, τὸ δ' εὖρος

πεντεκαίδεκα, σταθμὸν ἔχουσα ταλάντων πεντακοσίων· ἐπὶ δὲ ταύτης ἐπέ-

κειντο δύο καρχήσια, σταθμὸν ἔχοντα τριάκοντα ταλάντων. (8) ἦσαν δὲ καὶ

θυμιατήρια τὸν μὲν ἀριθμὸν ἴσα, τὸν δὲ σταθμὸν ἑκάτερον ταλάντων τριακο-

σίων· ὑπῆρχον δὲ καὶ κρατῆρες χρυσοῖ τρεῖς, ὧν ὁ μὲν τοῦ Διὸς εἷλκε τάλαντα

Βαβυλώνια χίλια καὶ διακόσια, τῶν δ' ἄλλων ἑκάτερος ἑξακόσια. (9) ἀλλὰ

ταῦτα μὲν οἱ τῶν Περσῶν βασιλεῖς ὕστερον ἐσύλησαν, τῶν δὲ βασιλείων καὶ

τῶν ἄλλων κατασκευασμάτων ὁ χρόνος τὰ μὲν ὁλοσχερῶς ἠφάνισε, τὰ δ'

ἐλυμήνατο· καὶ γὰρ αὐτῆς τῆς Βαβυλῶνος νῦν βραχύ τι μέρος οἰκεῖται, τὸ

δὲ πλεῖστον ἐντὸς τείχους γεωργεῖται ..........

(13) ἡ δὲ Σεμίραμις ἐπειδὴ τοῖς ἔργοις ἐπέθηκε πέρας, ἀνέζευξεν ἐπὶ

Μηδίας μετὰ πολλῆς δυνάμεως, καταντήσασα δὲ πρὸς ὄρος τὸ καλούμενον

Βαγίστανον πλησίον αὐτοῦ κατεστρατοπέδευσε, καὶ κατεσκεύασε παράδεισον,

ὃς τὴν μὲν περίμετρον ἦν δώδεκα σταδίων, ἐν πεδίωι δὲ κείμενος εἶχε πηγὴν

μεγάλην, ἐξ ἧς ἀρδεύεσθαι συνέβαινε τὸ φυτουργεῖον. (2) τὸ δὲ Βαγίστανον

ὄρος ἐστὶ μὲν ἱερὸν Διός, ἐκ δὲ τοῦ παρὰ τὸν παράδεισον μέρους ἀποτομάδας

ἔχει πέτρας, εἰς ὕψος ἀνατεινούσας ἑπτακαίδεκα σταδίους· οὗ τὸ κατώτατον

μέρος καταξύσασα τὴν ἰδίαν ἐνεχάραξεν εἰκόνα, δορυφόρους αὑτῆι παραστήσασα

ἑκατόν· ἐπέγραψε δὲ καὶ 〈Ἀσ〉συρίοις γράμμασιν εἰς τὴν πέτραν, ὅτι Σεμί-

ραμις τοῖς σάγμασι τοῖς τῶν ἀκολουθούντων ὑποζυγίων ἀπὸ τοῦ πεδίου χώσασα

τὸν προειρημένον κρημνὸν διὰ τούτων εἰς τὴν ἀκρώρειαν προσανέβη.

(3) ἐντεῦθεν δὲ ἀναζεύξασα

καὶ παραγενομένη πρὸς Χαύ-

ονα πόλιν τῆς Μηδίας, κατε-

νόησεν ἔν τινι μετεώρωι πεδί-

ωι πέτραν τῶι τε ὕψει καὶ

τῶι μεγέθει καταπληκτικήν· ἐνταῦθ' οὖν ἕτερον παράδεισον ὑπερμεγέθη κατε-

σκεύασεν, ἐν μέσωι τὴν πέτραν ἀπολαβοῦσα, καθ' ἣν οἰκοδομήματα πολυτελῆ

πρὸς τρυφὴν ἐποίησεν, ἐξ ὧν τά τε κατὰ τὸν παράδεισον ἀπεθεώρει φυτουργεῖα

καὶ πᾶσαν τὴν στρατιὰν παρεμβεβληκυῖαν ἐν τῶι πεδίωι. (4) ἐν τούτωι δὲ

τῶι τόπωι συχνὸν ἐνδιατρίψασα χρόνον καὶ πάντων τῶν εἰς τρυφὴν ἀνηκόντων

ἀπολαύσασα, γῆμαι μὲν νομί-

μως οὐκ ἠθέλησεν, εὐλαβου-

μένη μήποτε στερηθῆι τῆς ἀρ-

χῆς, ἐπιλεγομένη δὲ τῶν στρα-

τιωτῶν τοὺς εὐπρεπείαι διαφέ-

ροντας τούτοις ἐμίσγετο, καὶ

πάντας τοὺς αὐτῆι πλησιάσαντας ἠφάνιζε. (5) μετὰ δὲ ταῦτα ἐπ' Ἐκβατάνων

τὴν πορείαν ποιησαμένη παρεγένετο πρὸς ὄρος τὸ Ζαρκαῖον καλούμενον·

τοῦτο δ' ἐπὶ πολλοὺς παρῆκον σταδίους καὶ πλῆρες ὂν κρημνῶν καὶ φαράγγων

μακρὰν εἶχε τὴν περίοδον. ἐφιλοτιμεῖτο οὖν ἅμα μὲν μνημεῖον ἀθάνατον ἑαυ-

τῆς ἀπολιπεῖν, ἅμα δὲ σύντομον ποιήσασθαι τὴν ὁδόν· διόπερ τούς τε κρημνοὺς

κατακόψασα καὶ τοὺς κοίλους τόπους χώσασα σύντομον καὶ πολυτελῆ κατ-

εσκεύασεν ὁδόν, ἣ μέχρι τοῦ νῦν Σεμιράμιδος καλεῖται. (6) παραγενηθεῖσα δ'

εἰς Ἐκβάτανα πόλιν ἐν πεδίωι κειμένην, κατεσκεύασεν ἐν αὐτῆι πολυτελῆ

βασίλεια, καὶ τὴν ἄλλην ἐπιμέλειαν ἐποιήσατο τοῦ τόπου περιττοτέραν· ἀνύδρου

γὰρ οὔσης τῆς πόλεως καὶ μηδαμοῦ σύνεγγυς ὑπαρχούσης πηγῆς, ἐποίησεν

αὐτὴν πᾶσαν κατάρρυτον, ἐπαγαγοῦσα πλεῖστον καὶ κάλλιστον ὕδωρ μετὰ

πολλῆς κακοπαθείας τε καὶ δαπάνης. (7) τῶν γὰρ Ἐκβατάνων ὡς δώδεκα

σταδίους ἀπέχον ἐστὶν ὄρος ὃ καλεῖται μὲν Ὀρόντης, τῆι δὲ τραχύτητι καὶ τῶι

πρὸς ὕψος ἀνατείνοντι μεγέθει διάφορον, ὡς ἂν τὴν πρόσβασιν ἔχον ὄρθιον

ἕως τῆς ἀκρωρείας σταδίων εἴκοσι πέντε· ἐκ θατέρου δὲ μέρους οὔσης λίμνης

μεγάλης εἰς ποταμὸν ἐκβαλλούσης, διέσκαψε τὸ προειρημένον ὄρος κατὰ τὴν

ῥίζαν. (8) ἦν δ' ἡ διῶρυξ τὸ μὲν πλάτος ποδῶν ι̅ε̅, τὸ δ' ὕψος τετταράκοντα·

δι' ἧς ἐπαγαγοῦσα τὸν ἐκ τῆς λίμνης ποταμὸν ἐπλήρωσε τὴν πόλιν ὕδατος.

ταῦτα μὲν οὖν ἐποίησεν ἐν τῆι Μηδίαι. (14) μετὰ δὲ ταῦτα ἐπῆλθε τήν τε

Περσίδα καὶ τὴν ἄλλην χώραν ἅπασαν ἧς ἐπῆρχε κατὰ τὴν Ἀσίαν· πανταχοῦ

δὲ τὰ μὲν ὄρη καὶ τὰς ἀπορρῶγας διακόπτουσα κατεσκεύασεν ὁδοὺς πολυτελεῖς,

ἐν δὲ τοῖς πεδίοις ἐποίει χώματα (F 1 i) ποτὲ μὲν τάφους κατασκευάζουσα τοῖς

τελευτῶσι τῶν ἡγεμόνων, ποτὲ δὲ πόλεις ἐν τοῖς ἀναστήμασι κατοικίζουσα.

(2) εἰώθει δὲ καὶ κατὰ τὰς στρατοπεδείας μικρὰ χώματα κατασκευάζειν, ἐφ'

ὧν καθιστᾶσα τὴν ἰδίαν σκηνὴν ἅπασαν κατώπτευε τὴν παρεμβολήν· διὸ καὶ

πολλὰ κατὰ τὴν Ἀσίαν μέχρι τοῦ νῦν διαμένει τῶν ὑπ' ἐκείνης κατασκευασ-

θέντων, καὶ καλεῖται Σεμιράμιδος ἔργα. (3) μετὰ δὲ ταῦτα τήν τε Αἴγυπτον

πᾶσαν ἐπῆλθε καὶ

τῆς Λιβύης τὰ

πλεῖστα καταστρε-

ψαμένη παρῆλθεν

εἰς Ἄμμωνα, χρη-

σομένη τῶι θεῶι

περὶ τῆς ἰδίας τε-

λευτῆς· λέγεται δ'

αὐτῆι γενέσθαι λόγιον ἐξ ἀνθρώπων ἀφανισθήσεσθαι (F 1 m) καὶ κατὰ τὴν

Ἀσίαν παρ' ἐνίοις τῶν ἐθνῶν ἀθανάτου τεύξεσθαι τιμῆς, ὅπερ ἔσεσθαι καθ'

ὃν ἂν χρόνον ὁ υἱὸς αὐτῆι Νινύας ἐπιβουλεύσηι. (4) ἀπὸ δὲ τούτων γενο-

μένη τῆς Αἰθιοπίας ἐπῆλθε τὰ

πλεῖστα, καταστρεφομένη καὶ

τὰ κατὰ τὴν χώραν θεωμένη

παράδοξα. εἶναι γὰρ ἐν αὐτῆι

φασι λίμνην τετράγωνον, τὴν

μὲν περίμετρον ἔχουσαν ποδῶν

ὡς ἑκατὸν ἑξήκοντα, τὸ δὲ

ὕδωρ τῆι μὲν χρόαι παραπλή-

σιον κινναβάρει, τὴν δ' ὀσμὴν

καθ' ὑπερβολὴν ἡδεῖαν, οὐκ

ἀνόμοιον οἴνωι παλαιῶι. δύνα-

μιν δ' ἔχειν παράδοξον· τὸν

γὰρ πιόντα φασὶν εἰς μανίαν

ἐμπίπτειν, καὶ πάνθ' ἃ πρότε-

ρον διέλαθεν ἁμαρτήσας ἑαυτοῦ

κατηγορεῖν. τοῖς μὲν οὖν ταῦτα λέγουσιν οὐκ ἄν τις ῥαιδίως συγκατάθοιτο. (15) τα-

φὰς δὲ τῶν τελευτησάντων ἰδίως οἱ κατὰ τὴν Αἰθιοπίαν ποιοῦνται· ταριχεύ-

σαντες γὰρ τὰ σώματα καὶ περιχέαντες αὐτοῖς πολλὴν ὕελον ἱστᾶσιν ἐπὶ

στήλης, ὥστε τοῖς παριοῦσι φαίνεσθαι διὰ τῆς ὑέλου τὸ τοῦ τετελευτηκότος

σῶμα, καθάπερ Ἡρόδοτος (3, 24) εἴρηκε. (2) <Κτησίας δὲ ὁ Κνίδιος

ἀποφαινόμενος τοῦτον σχεδιάζειν, αὐτός φησι τὸ μὲν σῶμα

ταριχεύεσθαι, τὴν μέντοι γε ὕελον μὴ περιχεῖσθαι γυμνοῖς τοῖς

σώμασι· κατακαυθήσεσθαι γὰρ ταῦτα, καὶ λυμανθέντα τελέως

τὴν ὁμοιότητα μὴ δυνήσεσθαι διατηρεῖν. (3) διὸ καὶ χρυσῆν

εἰκόνα κατασκευάζεσθαι κοίλην, εἰς ἣν ἐντεθέντος τοῦ νεκροῦ

περὶ τὴν εἰκόνα χεῖσθαι τὴν ὕελον· τοῦ δὲ κατασκευάσματος

τεθέντος ἐπὶ τὸν τάφον διὰ τῆς ὑέλου φανῆναι τὸν χρυσὸν ἀφω-

μοιωμένον τῶι τετελευτηκότι. (4) τοὺς μὲν οὖν πλουσίους

αὐτῶν οὕτω θάπτεσθαί φησι, τοὺς δ' ἐλάττονας καταλιπόντας

οὐσίας ἀργυρᾶς τυγχάνειν εἰκόνος, τοὺς δὲ πένητας κεραμίνης·

τὴν δὲ ὕελον πᾶσιν ἐξαρκεῖν διὰ τὸ πλείστην γεννᾶσθαι κατὰ

τὴν Αἰθιοπίαν καὶ τελέως παρὰ τοῖς ἐγχωρίοις ἐπιπολάζειν.> (5)

περὶ δὲ τῶν νομίμων τῶν παρὰ τοῖς Αἰθίοψι ... μικρὸν ὕστερον ἀναγράψομεν ....

(16) ἡ δὲ Σεμίραμις καταστήσασα τά τε κατὰ τὴν Αἰθιοπίαν καὶ τὴν

Αἴγυπτον ἐπανῆλθε μετὰ τῆς δυνάμεως εἰς Βάκτρα τῆς Ἀσίας. ἔχουσα δὲ

δυνάμεις μεγάλας καὶ πολυχρόνιον εἰρήνην ἄγουσα φιλοτίμως ἔσχε πρᾶξαί

τι λαμπρὸν κατὰ πόλεμον. (2) πυνθανομένη δὲ τὸ τῶν Ἰνδῶν ἔθνος μέγιστον

εἶναι τῶν κατὰ τὴν οἰκουμένην καὶ πλείστην τε καὶ καλλίστην χώραν

νέμεσθαι, διενοεῖτο στρατεύειν εἰς τὴν Ἰνδικήν, ἧς ἐβασίλευε μὲν Σταβρο-

βάτης κατ' ἐκείνους τοὺς χρόνους, στρατιωτῶν δ' εἶχεν ἀναρίθμητον πλῆθος·

ὑπῆρχον δ' αὐτῶι καὶ ἐλέφαντες πολλοὶ καθ' ὑπερβολήν, λαμπρῶς κεκοσμη-

μένοι τοῖς εἰς τὸν πόλεμον καταπληκτικοῖς. (3) ἡ γὰρ Ἰνδικὴ χώρα διάφορος

οὖσα τῶι κάλλει καὶ πολλοῖς διειλημμένη ποταμοῖς, ἀρδεύεταί τε πολλαχοῦ, καὶ

διττοὺς καθ' ἕκαστον ἐνιαυτὸν ἐκφέρει καρπούς· διὸ καὶ τῶν πρὸς τὸ ζῆν ἐπιτηδείων

τοσοῦτον ἔχει πλῆθος, ὥστε διὰ παντὸς ἄφθονον ἀπόλαυσιν τοῖς ἐγχωρίοις παρέχεσθαι·

λέγεται δὲ μηδέποτε κατ' αὐτὴν γεγονέναι σιτοδείαν ἢ φθορὰν καρπῶν διὰ τὴν εὐκρα-

σίαν τῶν τόπων. (4) ἔχει δὲ καὶ τῶν ἐλεφάντων ἄπιστον πλῆθος, οἳ ταῖς τε ἀλκαῖς

καὶ ταῖς τοῦ σώματος ῥώμαις πολὺ προέχουσι τῶν ἐν τῆι Λιβύηι γινομένων· ὁμοίως

δὲ χρυσόν, ἄργυρον, σίδηρον, χαλκόν· πρὸς δὲ τούτοις λίθων παντοίων καὶ πολυτελῶν

ἔστιν ἐν αὐτῆι πλῆθος, ἔτι δὲ τῶν ἄλλων ἁπάντων σχεδὸν τῶν πρὸς τρυφὴν καὶ

πλοῦτον διατεινόντων. ὑπὲρ ὧν τὰ κατὰ μέρος ἡ Σεμίραμις ἀκούσασα προήχθη

μηδὲν προαδικηθεῖσα τὸν πρὸς Ἰνδοὺς ἐξενεγκεῖν πόλεμον. (5) ὁρῶσα δ'

αὑτὴν μεγάλων καθ' ὑπερβολὴν προσδεομένην δυνάμεων, ἐξέπεμψεν ἀγγέλους

εἰς ἁπάσας τὰς σατραπείας, διακελευσαμένη τοῖς ἐπάρχοις καταγράφειν τῶν

νέων τοὺς ἀρίστους, δοῦσα τὸν ἀριθμὸν κατὰ τὰ μεγέθη τῶν ἐθνῶν· προσέταξε

δὲ πᾶσι κατασκευάζειν καινὰς πανοπλίας καὶ τοῖς ἄλλοις ἅπασι λαμπρῶς

παραγίνεσθαι κεκοσμημένους μετὰ τρίτον ἔτος εἰς Βάκτρα. (6) μετεπέμψατο

δὲ καὶ ναυπηγοὺς ἔκ τε Φοινίκης καὶ Συρίας καὶ Κύπρου καὶ τῆς ἄλλης τῆς

παραθαλαττίου χώρας, οἷς ἄφθονον ὕλην μεταγαγοῦσα διεκελεύσατο κατα-

σκευάζειν ποτάμια πλοῖα διαιρετά. (7) ὁ γὰρ Ἰνδὸς ποταμός, μέγιστος ὢν τῶν

περὶ τοὺς τόπους καὶ τὴν βασιλείαν αὐτῆς ὁρίζων, πολλῶν προσεδεῖτο πλοίων

πρός τε τὴν διάβασιν καὶ πρὸς τὸ τοὺς Ἰνδοὺς ἀπὸ τούτων ἀμύνασθαι· περὶ δὲ τὸν

ποταμὸν οὐκ οὔσης ὕλης, ἀναγκαῖον ἦν ἐκ τῆς Βακτριανῆς πεζῆι παρακομίζεσθαι

τὰ πλοῖα. (8) θεωροῦσα δ' ἡ Σεμίραμις ἑαυτὴν ἐν τῆι τῶν ἐλεφάντων χρείαι πολὺ

λειπομένην, ἐπενοήσατο †τι κατασκευάζειν ἰδίωμα† τούτων τῶν ζώιων, ἐλ-

πίζουσα καταπλήξεσθαι τοὺς Ἰνδοὺς διὰ τὸ νομίζειν αὐτοὺς μηδ' εἶναι τὸ

σύνολον ἐλέφαντας ἐκτὸς τῶν κατὰ τὴν Ἰνδικήν. (9) ἐπιλέξασα δὲ βοῶν

μελάνων τριάκοντα μυριάδας τὰ μὲν κρέα τοῖς τεχνίταις καὶ τοῖς πρὸς τὴν τῶν

κατασκευασμάτων ὑπηρεσίαν τεταγμένοις διένειμε, τὰς δὲ βύρσας συρράπτουσα

καὶ χόρτου πληροῦσα κατεσκεύασεν εἴδωλα, κατὰ πᾶν ἀπομιμουμένη τὴν τῶν

ζώιων τούτων φύσιν· ἕκαστον δὲ τούτων εἶχεν ἐντὸς ἄνδρα τὸν ἐπιμελησόμενον

καὶ κάμηλον, ὑφ' οὗ φερόμενον φαντασίαν τοῖς πόρρωθεν ὁρῶσιν ἀληθινοῦ θη-

ρίου παρείχετο. (10) οἱ δὲ ταῦτα κατασκευάζοντες αὐτῆι τεχνῖται προσεκαρ-

τέρουν τοῖς ἔργοις ἔν τινι περιβόλωι περιωικοδομημένωι καὶ πύλας ἔχοντι

τηρουμένας ἐπιμελῶς, ὥστε μηδένα μήτε τῶν ἔσωθεν ἐξιέναι τεχνιτῶν μήτε

τῶν ἔξωθεν εἰσιέναι πρὸς αὐτούς· τοῦτο δ' ἐποίησεν, ὅπως μηδεὶς τῶν ἔξωθεν

ἴδηι τὸ γινόμενον μηδὲ διαπέσηι φήμη πρὸς Ἰνδοὺς περὶ τούτων. (17) ἐπεὶ δ'

αἵ τε νῆες καὶ τὰ θηρία κατεσκευάσθησαν ἐν τοῖς δυσὶν ἔτεσι, τῶι τρίτωι μετ-

επέμψατο τὰς πανταχόθεν δυνάμεις εἰς τὴν Βακτριανήν. <τὸ δὲ πλῆθος τῆς

ἀθροισθείσης στρατιᾶς ἦν, ὡς Κτησίας ὁ Κνίδιος ἀνέγραψε,

πεζῶν μὲν τριακόσιαι μυριάδες, ἱππέων δὲ εἴκοσι μυριάδες,

ἁρμάτων δὲ δέκα μυριάδες.> (2) ὑπῆρχον δὲ καὶ ἄνδρες ἐπὶ καμήλων

ὀχούμενοι, μαχαίρας τετραπήχεις ἔχοντες, τὸν ἀριθμὸν ἴσοι τοῖς ἅρμασι.

ναῦς δὲ ποταμίας κατεσκεύασε διαιρετὰς δισχιλίας, αἷς παρεσκευάσατο κα-

μήλους τὰς πεζῆι παρακομιζούσας τὰ σκάφη. ἐφόρουν δὲ καὶ τὰ τῶν ἐλεφάντων

εἴδωλα κάμηλοι, καθότι προείρηται· πρὸς δ' αὐτὰς τοὺς ἵππους οἱ στρατιῶται

συνάγοντες συνήθεις ἐποίουν τοῦ μὴ φοβεῖσθαι τὴν ἀγριότητα τῶν θηρίων.

(3) τὸ παραπλήσιον δὲ πολλοῖς ἔτεσιν ὕστερον ἔπραξε Περσεὺς ὁ τῶν Μακεδόνων βασι-

λεὺς ..... (4) ὁ δὲ τῶν Ἰνδῶν βασιλεὺς Σταβροβάτης πυνθανόμενος τά τε

μεγέθη τῶν ὀνομαζομένων δυνάμεων καὶ τὴν ὑπερβολὴν τῆς εἰς τὸν πόλεμον

παρασκευῆς, ἔσπευδεν ἐν ἅπασιν ὑπερθέσθαι τὴν Σεμίραμιν. (5) καὶ πρῶτον

μὲν ἐκ τοῦ καλάμου κατεσκεύασε πλοῖα ποτάμια τετρακισχίλια· ἡ γὰρ Ἰνδικὴ

παρά τε τοὺς ποταμοὺς καὶ τοὺς ἑλώδεις τόπους φέρει καλάμου πλῆθος, οὗ τὸ

πάχος οὐκ ἂν ῥαιδίως ἄνθρωπος περιλάβοι· λέγεται δὲ καὶ τὰς ἐκ τούτων

κατασκευαζομένας ναῦς διαφόρους κατὰ τὴν χρείαν ὑπάρχειν, οὔσης ἀσήπτου

ταύτης τῆς ὕλης. (6) ποιησάμενος δὲ καὶ τῆς τῶν ὅπλων κατασκευῆς πολλὴν

ἐπιμέλειαν καὶ πᾶσαν ἐπελθὼν τὴν Ἰνδικήν, ἤθροισε δύναμιν πολὺ μείζονα τῆς

Σεμιράμιδι συναχθείσης. (7) ποιησάμενος δὲ καὶ τῶν ἀγρίων ἐλεφάντων θήραν

καὶ πολλαπλασιάσας τοὺς προυπάρχοντας, ἐκόσμησεν ἅπαντας τοῖς εἰς τὸν

πόλεμον καταπληκτικοῖς λαμπρῶς· (8) διὸ καὶ συνέβαινε κατὰ τὴν ἔφοδον

αὐτῶν διά τε τὸ πλῆθος καὶ τὴν ἐπὶ τῶν θωρακίων κατασκευὴν ἀνυπόστατον

ἀνθρωπίνηι φύσει φαίνεσθαι τὴν ἐπιφάνειαν. (18) ἐπεὶ δ' αὐτῶι πάντα 〈τὰ〉

πρὸς τὸν πόλεμον κατεσκεύαστο, πρὸς τὴν Σεμίραμιν καθ' ὁδὸν οὖσαν ἀπέ-

στειλεν ἀγγέλους, ἐγκαλῶν ὅτι προκατάρχεται τοῦ πολέμου μηδὲν ἀδικηθεῖσα·

πολλὰ δὲ καὶ ἄρρητα κατ' αὐτῆς ὡς ἑταίρας βλασφημήσας διὰ τῶν γραμμάτων

καὶ θεοὺς ἐπιμαρτυράμενος, ἠπείλει καταπολεμήσας αὐτὴν σταυρῶι προσηλώ-

σειν. (2) ἡ δὲ Σεμίραμις ἀναγνοῦσα τὴν ἐπιστολὴν καὶ καταγελάσασα τῶν

γεγραμμένων, διὰ τῶν ἔργων ἔφησε τὸν Ἰνδὸν πειράσεσθαι τῆς περὶ αὐτὴν

ἀρετῆς. ἐπεὶ δὲ προάγουσα μετὰ τῆς δυνάμεως ἐπὶ τὸν Ἰνδὸν ποταμὸν παρε-

γενήθη, κατέλαβε τὰ τῶν πολεμίων πλοῖα πρὸς μάχην ἕτοιμα. (3) διόπερ

καὶ αὐτὴ καταρτίσασα ταχέως τὰς ναῦς καὶ πληρώσασα τῶν κρατίστων ἐπι-

βατῶν, συνεστήσατο κατὰ τὸν ποταμὸν ναυμαχίαν, συμφιλοτιμουμένων καὶ τῶν

παρεμβεβληκότων παρὰ τὸ ῥεῖθρον πεζῶν. (4) ἐπὶ πολὺν δὲ χρόνον τοῦ κιν-

δύνου παρατείνοντος, καὶ προθύμως ἑκατέρων ἀγωνισαμένων, τὸ τελευταῖον

ἡ Σεμίραμις ἐνίκησε καὶ διέφθειρε τῶν πλοίων περὶ χίλια, συνέλαβε δ' αἰχμα-

λώτους οὐκ ὀλίγους. (5) ἐπαρθεῖσα δὲ τῆι νίκηι τὰς ἐν τῶι ποταμῶι νήσους

καὶ πόλεις ἐξηνδραποδίσατο, καὶ συνήγαγεν αἰχμαλώτων σωμάτων ὑπὲρ τὰς

δέκα μυριάδας. μετὰ δὲ ταῦθ' ὁ μὲν τῶν Ἰνδῶν βασιλεὺς ἀπήγαγε τὴν δυνάμιν

ἀπὸ τοῦ ποταμοῦ, προσποιούμενος μὲν ἀναχωρεῖν διὰ φόβον, τῆι δ' ἀληθείαι

βουλόμενος τοὺς πολεμίους προτρέψασθαι διαβῆναι τὸν ποταμόν. (6) ἡ δὲ

Σεμίραμις κατὰ νοῦν αὐτῆι τῶν πραγμάτων προχωρούντων, ἔζευξε τὸν ποταμὸν

κατασκευάσασα πολυτελῆ καὶ μεγάλην γέφυραν, δι' ἧς ἅπασαν διακομίσασα

τὴν δύναμιν ἐπὶ μὲν τοῦ ζεύγματος φυλακὴν κατέλιπεν ἀνδρῶν ἑξακισμυρίων,

τῆι δ' ἄλληι στρατιᾶι προῆγεν ἐπιδιώκουσα τοὺς Ἰνδούς, προηγουμένων τῶν

εἰδώλων, ὅπως οἱ τῶν πολεμίων κατάσκοποι τῶι βασιλεῖ ἀπαγγείλωσι τὸ

πλῆθος τῶν παρ' αὐτῆι θηρίων. (7) οὐ διεψεύσθη δὲ κατά γε τοῦτο τῆς ἐλπίδος,

ἀλλὰ τῶν ἐπὶ κατασκοπὴν ἐκπεμφθέντων τοῖς Ἰνδοῖς ἀπαγγελλόντων τὸ

πλῆθος τῶν παρὰ τοῖς πολεμίοις ἐλεφάντων, ἅπαντες διηποροῦντο πόθεν αὐτῆι

συνακολουθεῖ τοσοῦτο πλῆθος θηρίων. (8) οὐ μὴν ἔμεινέ γε τὸ ψεῦδος πλείω

χρόνον κρυπτόμενον· τῶν γὰρ παρὰ τῆι Σεμιράμιδι στρατευομένων τινὲς

κατελήφθησαν νυκτὸς ἐν τῆι στρατοπεδείαι ῥαιθυμοῦντες τὰ περὶ τὰς φυλακάς,

φοβηθέντες δὲ τὴν ἐπακολουθοῦσαν τιμωρίαν ηὐτομόλησαν πρὸς τοὺς πολε-

μίους καὶ τὴν κατὰ τοὺς ἐλέφαντας πλάνην ἀπήγγειλαν· ἐφ' οἷς θαρρήσας ὁ

τῶν Ἰνδῶν βασιλεὺς καὶ τῆι δυνάμει διαγγείλας τὰ περὶ τῶν εἰδώλων, ἐπέ-

στρεψεν ἐπὶ τοὺς Ἀσσυρίους διατάξας τὴν δύναμιν. (19) τὸ δ' αὐτὸ καὶ τῆς

Σεμιράμιδος ἐπιτελούσης, ὡς ἤγγισαν ἀλλήλοις τὰ στρατόπεδα, Σταβροβάτης

ὁ τῶν Ἰνδῶν βασιλεὺς προαπέστειλε πολὺ πρὸ τῆς φάλαγγος τοὺς ἱππεῖς μετὰ

τῶν ἁρμάτων. (2) δεξαμένης δὲ τῆς βασιλίσσης εὐρώστως τὴν ἔφοδον τῶν

ἱππέων, καὶ τῶν κατεσκευασμένων ἐλεφάντων πρὸ τῆς φάλαγγος ἐν ἴσοις δια-

στήμασι τεταγμένων, συνέβαινε πτύρεσθαι τοὺς τῶν Ἰνδῶν ἵππους. (3) τὰ

γὰρ εἴδωλα πόρρωθεν μὲν ὁμοίαν εἶχε τὴν πρόσοψιν τοῖς ἀληθινοῖς θηρίοις,

οἷς συνήθεις ὄντες οἱ τῶν Ἰνδῶν ἵπποι τεθαρρηκότως προσίππευον· τοῖς δ'

ἐγγίσασιν ἥ τε ὀσμὴ προσέβαλλεν ἀσυνήθης, καὶ τἄλλα διαφορὰν ἔχοντα πάντα

παμμεγέθη τοὺς ἵππους ὁλοσχερῶς συνετάραττε· διὸ καὶ τῶν Ἰνδῶν οἱ μὲν

ἐπὶ τὴν γῆν ἔπιπτον, οἱ δὲ τῶν ζώιων ἀπειθούντων τοῖς χαλινοῖς ὡς ἐτύγχανεν

εἰς τοὺς πολεμίους ἐξέπιπτον μετὰ τῶν κομιζόντων αὐτοὺς ἵππων. (4) ἡ δὲ

Σεμίραμις μετὰ στρατιωτῶν ἐπιλέκτων μαχομένη καὶ τῶι προτερήματι δεξιῶς

χρησαμένη, τοὺς Ἰνδοὺς ἐτρέψατο· ὧν φυγόντων πρὸς τὴν [τῶν Ἰνδῶν] φά-

λαγγα, Σταβροβάτης ὁ βασιλεὺς οὐ καταπλαγεὶς ἐπήγαγε τὰς τῶν πεζῶν

τάξεις, προηγουμένων τῶν ἐλεφάντων, αὐτὸς δ' ἐπὶ τοῦ δεξιοῦ κέρατος τεταγ-

μένος καὶ τὴν μάχην ἐπὶ τοῦ κρατίστου θηρίου ποιούμενος ἐπήγαγε κατα-

πληκτικῶς ἐπὶ τὴν βασίλισσαν κατ' αὐτὸν τυχικῶς τεταγμένην. (5) τὸ δ'

αὐτὸ καὶ τῶν ἄλλων ἐλεφάντων ποιησάντων, ἡ μετὰ τῆς Σεμιράμιδος δύναμις

βραχὺν ὑπέστη χρόνον τὴν τῶν θηρίων ἔφοδον· τὰ γὰρ ζῶια διάφορα ταῖς

ἀλκαῖς ὄντα καὶ ταῖς ἰδίαις ῥώμαις πεποιθότα πάντα τὸν ὑφιστάμενον ῥαιδίως

ἀνήιρει. (6) διόπερ πολὺς καὶ παντοῖος ἐγίνετο φόνος, τῶν μὲν ὑπὸ τοὺς πόδας

ὑποπιπτόντων, τῶν δὲ τοῖς ὀδοῦσιν ἀνασχιζομένων, ἐνίων δὲ ταῖς προβοσκίσιν

ἀναρριπτουμένων. συχνοῦ δὲ πλήθους νεκρῶν σωρευομένων, καὶ τοῦ κινδύνου

τοῖς ὁρῶσι δεινὴν ἔκπληξιν καὶ φόβον παριστάντος, οὐδεὶς ἔτι μένειν ἐπὶ τῆς

τάξεως ἐτόλμα. (7) τραπέντος οὖν τοῦ πλήθους παντός, ὁ βασιλεὺς τῶν Ἰνδῶν

ἐπ' αὐτὴν ἐβιάζετο τὴν Σεμίραμιν. καὶ τὸ μὲν πρῶτον ἐπ' ἐκείνην τοξεύσας

ἔτυχε τοῦ βραχίονος, ἔπειτ' ἀκοντίσας διήλασε διὰ τοῦ νώτου τῆς βασιλίσσης,

πλαγίας ἐνεχθείσης τῆς πληγῆς· διόπερ οὐδὲν παθοῦσα δεινὸν ἡ Σεμίραμις

ταχέως ἀφίππευσε, πολὺ λειπομένου κατὰ τὸ τάχος τοῦ διώκοντος θηρίου.

(8) πάντων δὲ φευγόντων ἐπὶ τὴν σχεδίαν, καὶ τοσούτου πλήθους εἰς ἕνα καὶ

στενὸν βιαζομένου τόπον, οἱ μὲν τῆς βασιλίσσης ὑπ' ἀλλήλων ἀπέθνησκον,

συμπατούμενοι καὶ φυρόμενοι παρὰ φύσιν ἀναμὶξ ἱππεῖς τε καὶ πεζοί, τῶν δὲ

Ἰνδῶν ἐπικειμένων, ὠσμὸς ἐγένετο βίαιος ἐπὶ τῆς γεφύρας διὰ τὸν φόβον,

ὥστε πολλοὺς ἐξωθουμένους ἐφ' ἑκάτερα μέρη τῆς γεφύρας ἐμπίπτειν εἰς τὸν

ποταμόν. (9) ἡ δὲ Σεμίραμις ἐπειδὴ τὸ πλεῖστον μέρος τῶν ἀπὸ τῆς μάχης

διασωζομένων διὰ τὸν ποταμὸν ἔτυχε τῆς ἀσφαλείας, ἀπέκοψε τοὺς συνέχοντας

δεσμοὺς [τὴν γέφυραν]· ὧν λυθέντων, ἡ μὲν σχεδία κατὰ πολλὰ διαιρεθεῖσα

μέρη καὶ συχνοὺς ἐφ' ἑαυτῆς ἔχουσα τῶν διωκόντων Ἰνδῶν ὑπὸ τῆς τοῦ ῥεύ-

ματος σφοδρότητος ὡς ἔτυχε κατηνέχθη, καὶ πολλοὺς μὲν τῶν Ἰνδῶν διέ-

φθειρε, τῆι δὲ Σεμιράμιδι πολλὴν ἀσφάλειαν παρεσκεύασε, κωλύσασα τὴν τῶν

πολεμίων ἐπ' αὐτὴν διάβασιν. (10) μετὰ δὲ ταῦθ' ὁ μὲν τῶν Ἰνδῶν βασιλεύς,

διοσημείων αὐτῶι γενομένων, καὶ τῶν μάντεων ἀποφαινομένων σημαίνεσθαι τὸν

ποταμὸν μὴ διαβαίνειν, ἡσυχίαν ἔσχεν, ἡ δὲ Σεμίραμις ἀλλαγὴν ποιησαμένη

τῶν αἰχμαλώτων, ἐπανῆλθεν εἰς Βάκτρα, δύο μέρη τῆς δυνάμεως ἀποβεβληκυῖα.

(20) μετὰ δέ τινα χρόνον ὑπὸ Νινύου τοῦ υἱοῦ δι' εὐνούχου τινὸς ἐπιβου-

λευθεῖσα καὶ τὸ παρ' Ἄμμωνι λόγιον (c. 14, 3) ἀνανεωσαμένη, τὸν ἐπιβου-

λεύσαντα κακὸν οὐδὲν εἰργάσατο, τοὐναντίον δὲ τὴν βασιλείαν αὐτῶι παραδοῦσα

καὶ τοῖς ὑπάρχοις ἀκούειν ἐκείνου προστάξασα, ταχέως ἠφάνισεν ἑαυτήν,

ὡς εἰς θεοὺς κατὰ τὸν χρησμὸν μεταστησομένη. (2) ἔνιοι δὲ μυθολογοῦντές

φασιν αὐτὴν γενέσθαι περιστε-

ράν, καὶ πολλῶν ὀρνέων εἰς τὴν

οἰκίαν καταπετασθέντων μετ' ἐ-

κείνων ἐκπετασθῆναι· διὸ καὶ

τοὺς Ἀσσυρίους τὴν περιστερὰν

τιμᾶν ὡς θεόν, ἀπαθανατίζοντας

τὴν Σεμίραμιν. αὕτη μὲν οὖν

βασιλεύσασα τῆς Ἀσίας ἁπάσης πλὴν Ἰνδῶν ἐτελεύτησε τὸν προειρημένον τρό-

πον, βιώσασα μὲν ἔτη ἑξήκοντα καὶ δύο, βασιλεύσασα δὲ δύο πρὸς τοῖς τεττα-

ράκοντα. (3) <Κτησίας μὲν οὖν ὁ Κνίδιος περὶ Σεμιράμιδος τοιαῦθ'

ἱστόρηκεν,> Ἀθήναιος (681 F 1) δὲ καί τινες τῶν ἄλλων συγγραφέων

φασὶν αὐτὴν ἑταίραν γεγονέναι εὐπρεπῆ ....

(21) μετὰ δὲ τὸν ταύτης θάνατον Νινύας

ὁ Νίνου καὶ Σεμιράμιδος υἱὸς παραλαβὼν

τὴν ἀρχὴν ἦρχεν εἰρηνικῶς, τὸ φιλοπόλεμον

καὶ κεκινδυνευμένον τῆς μητρὸς οὐδαμῶς

ζηλώσας. (2) πρῶτον μὲν γὰρ ἐν τοῖς βασι-

λείοις τὸν ἅπαντα χρόνον διέτριβεν, ὑπ' οὐ-

δενὸς ὁρώμενος πλὴν τῶν παλλακίδων καὶ

τῶν περὶ αὐτὸν εὐνούχων· ἐζήλου δὲ τρυφὴν

καὶ ῥαιθυμίαν καὶ τὸ μηδέποτε κακοπαθεῖν

μηδὲ μεριμνᾶν, ὑπολαμβάνων βασιλείας εὐ-

δαίμονος εἶναι τέλος τὸ πάσαις χρῆσθαι ταῖς

ἡδοναῖς ἀνεπικωλύτως. (3) πρὸς δὲ τὴν ἀσ-

φάλειαν τῆς ἀρχῆς καὶ τὸν κατὰ τῶν ἀρχομένων γινόμενον φόβον κατ' ἐνιαυτὸν

μετεπέμπετο στρατιωτῶν ἀριθμὸν ὡρισμένον καὶ στρατηγὸν ἀπὸ ἔθνους

ἑκάστου. (4) καὶ τὸ μὲν ἐκ πάντων ἀθροισθὲν στράτευμα ἐκτὸς τῆς πόλεως

συνεῖχεν, ἑκάστωι τῶν ἐθνῶν τὸν εὐνούστατον τῶν περὶ αὑτὸν ἀποδεικνύων

ἡγεμόνα, τοῦ δ' ἐνιαυτοῦ διελθόντος μετεπέμπετο πάλιν ἀπὸ τῶν ἐθνῶν τοὺς

ἴσους στρατιώτας, καὶ τοὺς…

τ…

The complete text is available when the reading interface loads.