De virtutibus herbarum
- Edition reference
- De virtutibus herbarum (e cod. Matrit. Bibl. Nat. 4631 [olim 110]), ed. Friedrich, op. cit., 45, 47, 49, 51, 53, 55, 58, 61, 64, 68, 73, 78, 83, 88, 93, 98, 103.
- CTS identifier
urn:cts:greekLit:tlg1004.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
prol
17
αὐτῷ τὴν ἐξουσίαν εἶναι τῆς ἐμῆς ψυχῆς· ἔχειν γάρ με ἀνάγ-
κην θεῷ ὁμιλῆσαι· ἧς ἐπιθυμίας ἂν ἁμάρτω, μέλλω ἀποτάσ-
σεσθαι τῷ βίῳ.
18
ἀναστήσας δέ με ἀπὸ τῆς γῆς καὶ παρη-
γορήσας προσηνεστάτοις λόγοις, ἀσμένως ταῦτα ποιεῖν ἐπηγ-
γέλλετο καὶ ἐκέλευσέν 〈με〉 ἁγνεύειν ἡμέραις τρισίν.
19
διαχυθείσης δέ μου τῆς ψυχῆς ἐπὶ ταῖς ἐπαγγελίαις τοῦ
ἀρχιερέως, ἠσπασάμην αὐτοῦ τὴν δεξιὰν καὶ ηὐχαρίστουν
κρουνηδόν μοι τῶν δακρύων φερομένων· φυσικῶς γὰρ ἀπροσδό-
κητος χαρὰ πλείονα λύπης ἐκκαλεῖται δάκρυα.
20
ἐπανελ-
θόντες δὲ ἐκ τοῦ ἄλσους ἐπὶ τὴν ἁγνείαν ἐγιγνόμεθα ἐμοὶ
τῶν ἡμερῶν διὰ τὴν προσδοκίαν 〈ὡς〉 ἐνιαυτῶν ἀπαριθμουμέ-
νων.
21
ἐπιστάσης δὲ τῆς τρίτης ἡμέρας ὑπὸ τὸν ὄρθρον
πορευθεὶς ἠσπασάμην τὸν ἀρχιερέα 〈ταπεινῶς〉.
Εὐτρέπιστο δὲ αὐτῷ οἶκος καθαρὸς καὶ τὰ λοιπὰ τὰ πρὸς
τὴν ἐπίσκεψιν· ἐγὼ δὲ κατὰ προμήθειαν τῆς ψυχῆς εἶχον,
ἀγνοοῦντος τοῦ ἀρχιερέως, χάρτην καὶ μέλαν ἐπὶ 〈τῷ〉 ση-
μειώσασθαι τῶν λεγομένων, 〈ἃ〉 ἐὰν δεήσῃ.
22
ἀνακρίνον-
τος δέ με τοῦ ἀρχιερέως, πότερον ψυχῇ νεκροῦ τινος ἢ θεῷ
ὁμιλῆσαι βουλοίμην, ἔφην Ἀσκληπιῷ· εἶναι δὲ τὸ τέλειον
τῆς χάριτος, εἰ μόνῳ μοι πρὸς μόνον ὁμιλεῖν ἐπιτρέψειεν.
23
ὅμως οὐχ ἡδέως μέν (τοῦτο γὰρ ἐνέφαινον οἱ τῆς ὄψε-
ως χαρακτῆρες), πλὴν ἐπηγγείλατο. καὶ ἐγκλείσας με εἰς
τὸν οἶκον καὶ καθῖσαι κελεύσας ἄντικρυς τοῦ θρόνου, εἰς
ὃν ἔμελλεν ὁ θεὸς καθέζεσθαι, προαγαγὼν διὰ τῶν ἀπορρή-
των ὀνομάτων τὸν θεὸν καὶ ἐξελθὼν ἔκλεισε τὴν θύραν.
24
καθεζομένου δέ μου καὶ ἐκλυομένου τοῦ σώματος καὶ τῆς
ψυχῆς διὰ τὸ παράδοξον τῆς θέας (οὔτε γὰρ τοὺς τῆς ὄψεως
χαρακτῆρας οὔτε τὴν τοῦ περικειμένου κόσμου καλλονὴν ἀν-
θρώπου λόγος διασαφῆσαι δύναιτ' 〈ἄν〉)· ἀνατείνας οὖν τὴν
δεξιὰν ἤρξατο λέγειν·
25
ὦ μακάριε παρὰ θεῷ τυχὼν τιμῆς Θεσσαλέ, προϊόντος δὲ
τοῦ χρόνου καὶ γνωσθέντων τῶν σῶν ἐπιτευγμάτων ὡς θεὸν ἄν-
θρωποί σε θρησκεύ〈σ〉ουσιν. ἐπερώτα οὖν 〈ἀδεῶς〉 περὶ ὧν θέ-
λεις ἀσμένως ἐμοῦ πάντα παρέξοντος.
26
ἐγὼ δὲ μόλις μὲν
⸤ἤκουσα⸥· —κατεπεπλήγμην ⸤γὰρ⸥ καὶ ἐπεπληρώμην τὸν νοῦν
εἰς τὴν τοῦ θεοῦ βλέπων μορφήν· —ὅμως 〈δ'〉 οὖν ἐπυνθανό-
μην, δι' ἣν αἰτίαν ἐπὶ ταῖς τοῦ Νεχεψὼ δυνάμεσιν ἠστόχησα.
πρὸς ὃ ὁ θεὸς εἶπεν·
27
ὁ βασιλεὺς Νεχεψώ, ἀνὴρ φρενη-
ρέστατος καὶ πάσαις κεκοσμημένος ἀρεταῖς παρὰ μὲν θείας
φωνῆς οὐδὲν ὧν σὺ μαθεῖν ἐπιζητεῖς εὐτύχησε· φύσει δὲ χρη-
σάμενος ἀγαθῇ συμπαθείας λίθων καὶ βοτανῶν ἐπενόησε, τοὺς
δὲ καιροὺς καὶ τοὺς τόπους ἐν οἷς δεῖ τὰς βοτάνας λαμβά-
νειν οὐκ ἔγνω.
28
ὥρια γὰρ πάντα τῇ τῶν ἄστρων ἀπορροίᾳ
αὔξεται καὶ μειοῦται· τό τε θεῖον ἐκεῖνο πνεῦμα λεπτομε-
ρέστατον ὑπάρχον διὰ πάσης οὐσίας διήκει καὶ μάλιστα κατ'
ἐκείνους τοὺς τόπους, καθ' οὓς αἱ τῶν ἄστρων ἀπόρροιαι γί-
νονται {τῆς} ἐπὶ τῆς κοσμικῆς καταβολῆς. ἐξ ἑνὸς δὲ 〈τοῦ〉-
το πρὸς πίστιν τῶν λοιπῶν παραστήσω.
29
Βοτάνη γὰρ ἔστιν ἡ λεγομένη κώνειον· αὕτη ἐκ τῆς
τοῦ Ἄρεος ἀπορροίας δοκεῖ γεγενῆσθαι· ἔτυχε δὲ ἐπὶ τῆς
κοσμικῆς καταβολῆς ἐν Σκορπίῳ βάλλων τὰς ἀκτῖνας· 〈ἔβαλε
γοῦν τὸ κώνειον ἐν τοῖς τῆς Ἰταλίας μέρεσιν·〉 σκορπιανὸν
γὰρ {καὶ} ἐκεῖνο τὸ τῆς Ἰταλίας κλίμα.
30
αὕτη οὖν ἡ
βοτάνη πλέον τῆς θείας ἀπορροίας ἑλκύσασα, εἴτε ἀπὸ τετρα-
πόδου ἢ ἀνθρώπου βρωθῇ, παραχρῆμα θανατοῖ.
31
τινὲς δὲ
καὶ κατὰ ἄγνοιαν τῆς βοτάνης ἐν ταῖς ἐρημίαις κατακλιθέν-
τες παρ' αὐτὴν καὶ κοιμηθέντες ἐν τῷ ῥινουλκεῖν ἐν ταῖς
ἀναπνοαῖς αὐτῆς τὴν ἐνέργειαν ἐτελεύτησαν.
32
ὁμοίως καὶ
ἡ Κρήτη 〈......〉 τὴν ἀκτινοβολίαν.
33
τὴν αὐτὴν οὖν βο-
τάνην εἰς Κρήτην τὸ κώνειον ἐσθίουσιν ἄνθρωποι{ς} οὖσαν
τῶν πάντων λαχάνων ἡδίονα.
34
τοσοῦτον αἱ τῶν θεῶν ἀπόρ-
ροιαι παρὰ τοὺς τόπους καὶ καιροὺς δύνανται.
35
Πρόδηλον ⸤οὖν⸥ ὅτι πάντων τῶν ἀστέρων βασιλεύς
ἐστιν ὁ Ἥλιος· οὗτος δὲ ἐν Κριῷ γενόμενος ὑψοῦται καί τι-
να μεγίστην δύναμιν ἐν τούτῳ λαμβάνει τῷ ζῳδίῳ.
36
αἱ
οὖν βοτάναι τότε δυναμικώταται, οὐ μόνον διὰ τὸν Ἥλιον,
ἀλλὰ καὶ διότι τὸ ζῴδιον πᾶσι τοῖς τὰ πάθη ἐμποιοῦσι θεοῖ
ἐπίκοινον·
37
Ἡλίου μὲν γάρ ἐστιν, καθὼς προεῖπον, ὕψω-
μα, Κρόνου δὲ ταπείνωμα, Ἄρεος δὲ οἶκος, Διὸς ⸤δὲ⸥ τρίγω-
νον. τοσαύτας ἔχει τὸ προειρημένον ζῴδιον δυνάμεις.
38
ἐν τούτῳ οὖν ὄντος τοῦ Ἡλίου τὰς ῥηθησομένας βοτάνας
λαμβάνων χύλιζε μὴ ἑψῶν· ὑπὸ γὰρ τοῦ πυρὸς ἡ ποιότης ἀλ-
λοιοῦται. καὶ ταχέως τὸν χυλὸν ἔκθλιβε καὶ εἰς λεκάνην ἢ
ξέστην τὸν χυλὸν βαλὼν καὶ μετὰ μέλιτος μίγε.
39
τοῦτο
δὲ ποιήσας βάλλε εἰς ἀγγεῖα ὑέλινα καὶ τίθει ἐπὶ ἡμέρας
[...]..{εἰ δὲ ὠμοὺς θέλεις χυλούς, ἔκζεσον}. μετὰ δὲ ταῦ-
τα σκεύαζε καθ' ἑκάστην δύναμιν.
1
t
{〈Κριοῦ βοτάνη ἐλελίσφακος〉}
Κριός, ζῴδιον πρῶτον· περὶ ἐλελισφάκου.
1
Ἀπὸ Φαμενὼθ δευτέρας καὶ εἰκάδος ἤγουν Δύστρου ιηʹ,
κατὰ δὲ Ῥωμαίους ἀπὸ ⸤τῆς πρὸ⸥ ιεʹ καλανδῶν Ἀπριλλίου
πρώτη βοτάνη ἐλελίσφακος.
2
αὕτη ἔχει δυνάμεις πλείστας
πρός τε αἵματος ἀναγωγὰς καὶ πρὸς φθισικοὺς καὶ συντηκτι-
κοὺς καὶ σπληνικοὺς καὶ πρὸς τὰς ὑστερικὰς διαθέσεις.
3
πρὸς μὲν οὖν αἵματος ἀναγωγὴν εἰς τρεῖς κυάθους χυλοῦ
βάλλεται μέλιτος Ἀττικοῦ οὐγγία αʹ καὶ νήστῃ δίδοται πι-
εῖν καὶ εὐθέως ἰᾶται ἡ ἀναφορὰ τοῦ αἵματος.
4
τοῖς δὲ
φθισικοῖς σκευάζεται καταπότια οὕτως· κρόκου κωρυκίου δρ.
εʹ, ζιγγιβέρεως δρ. δʹ, στάχυος δρ. θʹ, τοῦ σπέρματος τοῦ
ἐλελισφάκου πεφρυγμένου καὶ σεσησμένου δρ. ιδʹ, πεπέρεως
δρ. βʹ. ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει καταπότια ἡμιδραγμι-
αῖα καὶ δίδου νήστῃ πρωὶ καὶ εἰς κοίτην· καταπιὼν δὲ
ἐπιρροφείτω ὕδατος καθαροῦ κυάθους βʹ.
5
τοῖς δὲ σπληνι-
κοῖς γίνεται καὶ αὐτοῖς καταπότια οὕτως· καππάρεως τῆς ῥί-
ζης κεκομμένης καὶ σεσησμένης δρ. ιβʹ, κισσοῦ μέλανος τοῦ
καρποῦ δρ. θʹ, μύρτων λευκῶν δρ. δʹ, ζιγγιβέρεως δρ. Ϛʹ.
λεῖα ποιήσας ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει καταπότια ἀνὰ
δρ. αʹ καὶ δίδου πρωὶ ἓν καὶ εἰς κοίτην αʹ.
6
πρὸς δὲ
τὰς ὑστερικὰς ⸤διαθέσεις⸥, οἷον σκληρίας καὶ ῥευματισμοὺς
καὶ ἐπιμόνους ἀλγηδόνας ἄκοπον σκευάζεται ⸤οὕτως⸥· κηροῦ
τυρρηνικοῦ δρ. ιδʹ, μυελοῦ ἐλαφείου δρ. ηʹ, ῥόδων ξηρῶν
κεκομμένων δρ. δʹ, τοῦ χυλοῦ τῆς βοτάνης κυάθους δʹ. τὰ
τηκτὰ βάλλε εἰς τὰ ξηρὰ καὶ τὸν χυλὸν {καὶ} ἕψε, ἕως ἂν τὸ
τέταρτον μέρος καθεψηθῇ, καὶ τότε ἀπόθου εἰς ἄγγος κασσι-
τέρινον· χρῶ δὲ συγχρίων τὴν ὑστέραν. ἐὰν δὲ χαλεπὴ λίαν
ἡ διάθεσις ᾖ, ἕψε τὴν βοτάνην σὺν ταῖς ῥίζαις καὶ ἐγκαθισ-
μῷ χρῶ.
7
γίνεται δὲ καὶ ἐκ τῆς ῥίζης ἐνεργέστατον μά-
λαγμα νεφριτικοῖς καὶ ἰσχιαδικοῖς οὕτως· κηροῦ δρ. ηʹ,
Ἀμμωνιακοῦ δρ. ιϚʹ, χαλβάνης δρ. θʹ, κεδρίας δρ. ιηʹ,
στέατος ταυρείου δρ. ιδʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσησ-
μένης δρ. λβʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. ὠφελεῖ
δὲ καὶ τὸ προγεγραμμένον ἄκοπον πρὸς τὰς τοιαύτας διαθέ-
σεις.
2
t
{〈Ταύρου βοτάνη περιστερεὼν ὀρθός〉}
1
Ταῦρος, ζῴδιον β· περὶ περιστερεῶνος. ἀπὸ Φαρμοῦθι
εἰκάδος τρίτης ἤγουν Ξανθικοῦ ιηʹ, κατὰ δὲ Ῥωμαίους ἀπὸ
τῆς πρὸ ιδʹ Καλανδῶν Μαίων δευτέρα βοτάνη, περιστερεών.
2
καὶ ταύτης αἱ ἐνέργειαί εἰσιν μηδὲ πιστεύεσθαι δυ-
νάμεναι. τὰς γὰρ ἀπηλπισμένας ὀφθαλμικὰς διαθέσεις ἐν τρι-
σὶν ἡμέραις ἀπαλλάσσει παρὰ τῆς ποιότητος τῆς σκευασίας.
3
πρὸς μὲν οὖν ὀφθαλμίας καὶ οἰδήματα καὶ ἐμφυσήματα καὶ
πᾶσαν ἐπιφορὰν τοιούτῳ χρῶ κολλουρίῳ· κρόκου δρ. ιδʹ, ἀμύ-
λου δρ. ιβʹ, γλαυκίου δρ. Ϛʹ, ᾠῶν τριῶν τὰ λευκά, τραγα-
κάνθης δρ. βʹ. λεῖα ποιῶν ἀναλάμβανε τῷ χυλῷ καὶ ποιῶν
κολλούρια χρῶ.
4
πρὸς δὲ ῥεῦμα πᾶν ἄφεψε τὴν βοτάνην σὺν
ταῖς ῥίζαις ⸤καὶ χρῶ⸥ προσκλύσματι· παραχρῆμα γὰρ ἵστησι.
5
πρὸς δὲ τὰς γλαυκώσεις καὶ ὑποχύσεις καὶ τὰς ἀπεγνωσ-
μένας διαθέσεις ὑγρὰ σκευάζεται τοιαύτη τις· ὀποπάνακος
δρ. βʹ, λίθου αἱματίτου δρ. δʹ, κρόκου δρ. δʹ, λυκίου ἀμύ-
λου ἀνὰ δρ. βʹ, γλαυκίου δρ. Ϛʹ, τραγακάνθης δρ. βʹ, μέλι-
τος Ἀττικοῦ δρ. δʹ, πεπέρεως λευκοῦ δρ. βʹ, ὀποβαλσάμου
δρ. βʹ, τῆς ῥίζης τοῦ περιστερεῶνος κεκομμένης καὶ σεσησ-
μένης δρ. Ϛʹ, χολῆς αἰγείας δρ. γʹ, τοῦ χυλοῦ κυάθους βʹ.
τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων ⸤χρῶ⸥. αὕτη ἡ δύναμις τὰς
προγεγραμμένας διαθέσεις ἐν τρισὶν ἡμέραις ἀπαλλάσσει, τὰ
δὲ πτερύγια καὶ συκώσεις καὶ χαλάζια καὶ τὰ τούτοις ὅμοια
ἐν μιᾷ ἡμέρᾳ.
6
οὐκ ἔστι δὲ θείας δυνάμεως ἔπαινον λέ-
γειν, ἀλλ' ἑκάστης δυνάμεως· δείξει γὰρ ἡ πεῖρα τὴν ἐνέρ-
γειαν.
3
t
{〈Διδύμων βοτάνη περιστερεὼν ὕπτιος〉}
1
Δίδυμοι, ζῴδιον γʹ. ἀπὸ Παχῶνος εἰκοστῆς πέμπτης,
ἥτις ἐστὶν Ἀρτεμισίου κʹ, κατὰ δὲ Ῥωμαίους ἀπὸ τῆς πρὸ
ιγʹ καλανδῶν Ἰουνίων· τρίτη βοτάνη περιστερεὼν ὕπτιος.
2
Ταύτης ὁ χυλὸς ὁμοίως ἀναλαμβάνεται· εἶτα σκευάζε-
ται φάρμακον ἐνεργέστατον πρὸς καρκινώματα καὶ κονδυλώματα
καὶ τὰς λεγομένας συκᾶς· σκευάζεται δὲ οὕτως· κρόκου δρ.
ιβʹ, ῥόδων ξηρῶν δρ. ηʹ, μελιλώτου ποντικοῦ δρ. ιδʹ, στυπτη-
ρίας σχιστῆς δρ. ηʹ. λειάνας μίγε ἴσα, παραχέων τῆς βοτάνης
τοῦ χυλοῦ ξέστας δʹ, καὶ ἕψε ἐν χύτρᾳ καινῇ, ἕως ἂν γένοιτο
μέλιτος πάχος, καὶ χρῶ. θεραπεύει δὲ καὶ τὰ ἐν τῷ σώματι πάντα.
4
t
{〈Καρκίνου βοτάνη σύμφυτον〉}
2
〈Ἀ〉πὸ Παυνὶ εἰκοστῆς πέμπτης, ἥτις ἐστὶν Δαισίου
ιθʹ, κατὰ δὲ Ῥωμαίους ἀπὸ τῆς πρὸ ιγʹ καλανδῶν Ἰουλίων
τετάρτη βοτάνη σύμφυτον.
3
Ταύτης ὁ χυλὸς καὶ ἡ ῥίζα πολλὰς ἐνεργείας ἔχουσιν.
ἐκ μὲν οὖν τῆς ῥίζης ἔμπλαστρον σκευάζεται, ὅπερ τραύματα
καὶ διακοπὰς νεύρων κολλᾷ· κηροῦ δρ. ξʹ, μυελοῦ ἐλαφείου
δρ. ιβʹ, μάννης Λιβάνου δρ. κβʹ, ⸤τῆς ῥίζης κεκομμένης καὶ
σεσημένης δρ. λβʹ,⸥ μέλιτος Ἀττικοῦ δρ. κϚʹ, ἐλαίου ῥοδί-
νου δρ. κδʹ· τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ.
4
πρὸς
δὲ τὰ ἐν θώρακι ῥήγματα, οἷον ἀρτηριῶν καὶ ...
{〈Α〉ἱ βοτάναι τῶν ιβʹ ζῳδίων ἐκδοθεῖσαι παρὰ Ἑρμοῦ〈Κριοῦ βοτάνη ἐλελίσφακος〉}
1
1
1
Σύλλεγε ἀπὸ Φαμενὼθ ⸤δευτέρας καὶ εἰκάδος⸥, κατὰ δὲ
Ῥωμαίους ἀπὸ τῆς πρὸ ιεʹ Καλανδῶν Ἀπριλλίου· Κριοῦ ἐστιν
βοτάνη ἐλελίσφακον.
1
1
2
αὕτη δυνάμεις ἔχει πλείστας. ποιεῖ
γὰρ πρός τε αἵματος ἀναγωγὴν ⸤καὶ⸥ φθισικοὺς καὶ σπληνι-
κοὺς καὶ ὑστερικὰς διαθέσεις.
3
πρὸς ⸤μὲν⸥ οὖν αἵματοςἀναγωγὴν εἰς τρεῖς κυάθους τοῦ χυλοῦ βάλλεται μέλιτος Ἀτ-
τικοῦ οὐγγία αʹ καὶ νήστῃ δίδοται πίνειν καὶ εὐθέως ἵστα-
ται ἡ φορὰ τοῦ αἵματος.
4
τοῖς δὲ φθισικοῖς σκευάζεται
καταπότιον· κρόκου κωρυκίου δρ. αʹ, ναρδοστάχυος δρ. βʹ,τοῦ σπέρματος τοῦ ἐλελισφάκου πεφρυγμένου καὶ σεσημένου
5
⸤δρ. γʹ⸥, πεπέρεως μακροῦ δρ. βʹ. ἀναλάμβανε τῷ χυλῷ καὶποίει καταπότια ἡμίδραχμα καὶ δίδου γʹ νήστει πρωὶ καὶ γʹ
εἰς κοίτην. κατὰ πρωὶ δὲ ἐπιρροφείτω ὕδατος καθαροῦ κυά-
4
θους βʹ.
5
τοῖς δὲ σπληνικοῖς γίνεται καταπότιον οὕτω·
καππάρεως ⸤τῆς⸥ ῥίζης κεκομμένης καὶ σεσημένης δρ. βʹ,
κισσοῦ μέλανος τοῦ καρποῦ δρ. θʹ, μύρτων λευκῶν δρ. δʹ,
σμύρνης δρ. θʹ. λεῖα ποιήσας ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει
καταπότια καὶ δίδου {τῷ} πρωὶ αʹ καὶ εἰς κοίτην αʹ ἢ καὶ
6
βʹ. ἐχέτω δὲ τὸ καταπότιον δρ. αʹ.
πρὸς ⸤δὲ τὰς⸥ ὑστε-
ρικὰς {δὲ} διαθέσεις, οἷον πρὸς ὑστέρας σκληρίας καὶ ῥευ-
1
1
6
ματισμοὺς καὶ τὰς ἐπιμόνους ἀρρωστήσεις, σκευάζεται ἄκοπον
οὕτως· κηροῦ τυρρηνικοῦ δρ. δʹ, μυελοῦ ἐλαφείου δρ. ηʹ,ῥόδων ξηρῶν κεκομμένων καὶ σεσημένων δρ. δʹ, στέατος χη-
νείου δρ. Ϛʹ, ⸤τοῦ⸥ χυλοῦ τῆς βοτάνης κυάθους δʹ. τὰ τηκτὰ
ἐνίεται καὶ ἐμβάλλεται τὰ ξηρά· τὸν χυλὸν ἕψε, ἕως ἀποτε-
ταρτωθῇ, εἶτ' ἀπόθου εἰς ἄγγος κασσιτέρινον· χρῶ δὲ ἐπὶ
1
1
6
τῶν χρειῶν· ἐὰν δὲ χαλεπὴ ⸤λίαν⸥ ἡ διάθεσις, ἕψησον τὴνβοτάνην σὺν ταῖς ῥίζαις καὶ ἐγκαθίσματι χρῶ.
γίνεταιδὲ ἐνεργέστερον μάλαγμα πρὸς νεφριτικοὺς καὶ ἰσχιαδικούς·
1
1
7
κηροῦ δρ. ηʹ, Ἀμμωνιακοῦ δρ. ιϚʹ, καλαμίνθης δρ. θʹ,
κεδρίας δρ. ιηʹ, στέατος ταυρείου δρ. ιδʹ, τῆς ῥίζης κε-
κομμένης καὶ σεσημένης δρ. λβʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀνα-
λαμβάνων χρῶ.{〈Ταύρου βοτάνη περιστερεὼν ὀρθός〉} Σύναγε τοῦτο ἀπὸ ⸤τῆς πρὸ⸥ ιδʹ ⸤καλανδῶν⸥ τοῦΜαίου· 〈Τ〉αύρου βοτάνη, περιστερεὼν ὀρθός. καὶ ταύτης ⸤αἱ⸥ ἐνέργειαί εἰσιν μηδὲ πιστεύεσθαιδυνάμεναι. τὰς γὰρ ἀπηλπισμένας ὀφθαλμικὰς διαθέσεις ἀπο-λύει ἐπὶ τῇ ποιότητι τῆς σκευασίας. πρὸς μὲν οὖν ὀφ-
1
2
3
θαλμίας καὶ οἰδήματα καὶ ἐμφυσήματα καὶ πᾶσαν ἐπιφορὰν
τούτῳ χρῶ ⸤κολλουρίῳ⸥· 〈 ...... 〉
πρὸς δὲ πᾶν ῥεῦμα
4
ἄφεψε τὴν βοτάνην σὺν ταῖς ῥίζαις καὶ χρῶ προσκλύσματι.
παραχρῆμα γὰρ ἵστησι.
5
πρὸς δὲ τὰς γλαυκώσεις καὶ συκώ-
σεις καὶ ὑποχύσεις καὶ τὰς ἀπεγνωσμένας διαθέσεις ὑγρὰ{ς}
1
2
5
σκευάζεται οὕτως· ὀποπάνακος δρ. ηʹ, μέλιτος Ἀττικοῦ δρ.
βʹ, ⸤πεπέρεως λευκοῦ δρ. βʹ, ὀποβαλσάμου δρ. βʹ⸥, τῆς ῥί-
ζης τοῦ περιστερεῶνος κεκομμένης καὶ σεσημένης δρ. Ϛʹ, χο-
λῆς ὑαίνης ἢ αἰγείας δρ. Ϛʹ, τοῦ χυλοῦ κυάθους βʹ. τὰ ξηρὰ
τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ. αὕτη ἡ δύναμις τὰς μὲν προγε-
γραμμένας διαθέσεις ἐν τρισὶν ἡμέραις ἀπαλλάττει, τὰ δὲ
πτερύγια καὶ λευκώματα καὶ χαλάζια καὶ τὰ τούτοις ὅμοια ἐν
μιᾷ ἡμέρᾳ {ἀπαλλάττει}.
6
οὐκ ἔστι δὲ εὐχέρεια μετ' εὐ-
λογίας ἔπαινον λέγειν ἑκάστης δυνάμεως· δείξει γὰρ ἡ πεῖρατὴν ἐνέργειαν.
3
t
{〈Διδύμων βοτάνη περιστερεὼν ὕπτιος〉}
1
Σύναγε ταύτην ἀπὸ τῆς πρὸ ιγʹ καλανδῶν Ἰουνίων·
〈β〉οτάνη τῶν Διδύμων περιστερεὼν ὕπτιος.
1
3
2
Τούτου ὁμοίως ὁ χυλὸς λαμβάνεται καὶ σκευάζεται
φάρμακον ἐνεργέστατον πρὸς κονδυλώματα καὶ καρκινώματα καὶ
τὰς λεγομένας συκώσεις. σκευάζεται δὲ οὕτως· κρόκου δρ. βʹ,
ῥόδων ξηρῶν δρ. ηʹ, μελιλώτων ποντικῶν δρ. ιβʹ, στυπτηρίας
σχιστῆς δρ. ηʹ. ταῦτα λειοποιήσας σμίγε τοῦ χυλοῦ τῆς βο-
τάνης δρ. δʹ καὶ ἕψε ἐν χύτρᾳ καινῇ, ἕως ἂν γένηται μέλι-
τος πάχος, καὶ χρῶ· θεραπεύει δὲ καὶ τὰ ἐν στόματι καὶπαρισθμίοις καὶ τὰ ἐν σώματι πάντα κακόχυμα αἴτια.
{〈Καρκίνου βοτάνη σύμφυτον〉} Σύναγε ταύτην ἀπὸ τῆς πρὸ ιγʹ καλανδῶν Ἰουλίου·
1
4
2
〈β〉οτάνη Καρκίνου τὸ σύμφυτον.
3
Ταύτης {γὰρ} ἡ ῥίζα καὶ ὁ {καρπὸς} χυλὸς πολλὰς ἐν-
εργείας ἔχει. ἐκ μὲν οὖν τῆς ῥίζης ἔμπλαστρον σκευάζεται,ὅπερ τραύματα καὶ διακοπέντα ⸤νεῦρα⸥ κολλᾷ. ⸤σκευάζεται δὲ
οὕτως·⸥ {ἤγουν} κηροῦ δρ. ηʹ, μυελοῦ ἐλαφείου δρ. ιβʹ,
μάννης Λιβάνου δρ. καʹ, ῥητίνης ὑγρᾶς δρ. κδʹ, τῆς ῥίζης
κεκομμένης καὶ σεσημένης δρ. λβʹ, ἐλαίου ῥοδίνου δρ. κδʹ,
μέλιτος Ἀττικοῦ δρ. Ϛʹ, 〈κρόκου δρ. βʹ〉 —παρ' ἐνίοις μέ-λι οὐκ ἔστιν οὐδὲ κρόκος ἐγκείμενος— {κρόκου δρ. βʹ}. τὰξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ.
4
πρὸς δὲ τὰ ἐν θώρακι
3
ῥήγματα ἀρτηριῶν καὶ φλεβῶν καὶ τὰς τοῦ αἵματος ἀναγωγὰς
σκευάζεται {δὲ} διὰ τοῦ χυλοῦ τροχίσκος τὸν τρόπον τοῦτον·
1
4
3
σελίνου σπέρματος δρ. Ϛʹ, ⸤ἀνήσσου δρ. δʹ⸥ —παρ' ἐνίοις
⸤δ'⸥ ⸤ἀντὶ ἀνήσσου⸥ ἀνήθου {δρ. δʹ} —, κρόκου δρ. δʹ, ἀκό-ρου δρ. γʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. ιγʹ.ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει τροχίσκους ἄγοντας ⸤ἀνὰ⸥ δρ.αʹ καὶ δίδου ⸤νήστῃ⸥ ἕνα· στήσει δὲ καὶ καταμήνια γυναι-