De virtutibus herbarum
- Edition reference
- De virtutibus herbarum (e cod. Monac. 542), ed. Friedrich, op. cit., 69, 74, 79, 84, 89, 94, 99, 104, 108, 112, 116, 120, 124, 128, 132, 136, 141, 146, 151, 155, 159, 163, 167, 171.
- CTS identifier
urn:cts:greekLit:tlg1004.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
4
4
κός, ὅταν παρὰ φύσιν φέρηται.
5
πρὸς δὲ τὰ ῥήγματα ἐν
ὀφθαλμοῖς τῶν χιτώνων γινόμενα καὶ τὰς διαβρώσεις γίνεται
διὰ χυλοῦ κολλύριον· ψιμυθίου δρ. ηʹ, κρόκου δρ. Ϛʹ, νάρ-
δου Ἰνδικῆς δρ. αʹ, μελιλώτων δρ. ιβʹ, κόμμεως δρ. ιʹ,
παρ' ἐνίοις γʹ. τῷ χυλῷ ἀναλάμβανε καὶ ποιήσας κολλύριον
χρῶ.
5
t
{〈Λέοντος βοτάνη κυκλάμινος〉}
1
Σύναξον ἀπὸ τῆς πρὸ ιʹ 〈καλανδῶν〉 τοῦ Αὐγούστου {καὶ
εἰς τὰς ιεʹ}· Λέοντος βοτάνη κυκλάμινος.
2
ταύτης τὸ μὲν φύλλον ἄχρηστόν ἐστιν, ἡ δὲ ῥίζα θαυ-
μασιωτάτη καὶ καθυγροτάτη, ὥστε τὸν χυλὸν ἐξ αὐτῆς λαμβά-
νεσθαι. ἐὰν οὖν εἰς τὸν χυλὸν βάλῃς ἴσον ⸤ἴσῳ μέλιτος⸥ καὶ
ἐνιῇς {μέλιτι} εἰς τὰς ῥῖνας, τὰς ἐκ τῆς κεφαλῆς καὶ τοῦ
θώρακος φλεγμονὰς παύει.
3
κατακοπτομένη δὲ καὶ μέλιτι
{καὶ μέλιτι} καὶ λυκίῳ ἀναλαμβανομένη τάχιστα θεραπεύει τὰ
ἐν τοῖς αἰδοίοις καὶ μυκτῆρσιν ἕλκη, ὁμοίως καὶ τὰ {ἐν} ἐν
τῷ στόματι· στερεοῖ δὲ καὶ τοὺς κινουμένους ὀδόντας. ἐὰν
δὲ καὶ καταμήνια γυναικῶν θέλῃς καταγαγεῖν, εἰς ἔριον βάλε
ἐκ τοῦ φαρμάκου καὶ δίδου ἀποθέσθαι καὶ παραχρῆμα ἐνεργεῖ.
4
ποιεῖ δὲ καὶ πρὸς τὰς σωματικὰς διαθέσεις· ἔμπλαστρον
δὲ διὰ τῆς ῥίζης σκευάζεται οὕτως· κηροῦ δρ. ιβʹ, ῥητίνης
ὑγρᾶς δρ. Ϛʹ, λιθαργύρου δρ. θʹ, τῆς ῥίζης σεσημένης δρ.
λʹ, ἐλαίου παλαιοῦ δρ. κδʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβά-
νων χρῶ.
5
αὕτη ἡ δύναμις χοιράδας καὶ ἀποστήματα, {καὶ}
πελιώματά ⸤τε καὶ⸥ στεατώματα, ἀθερώματα ⸤καὶ⸥ δοθ〈ι〉ῆνας
καὶ πάντα τὰ τυλώδη σκληρώματα διαφορεῖ ⸤καὶ⸥ ἔμπυα ἔχοντα
ῥήσσει. ὅταν δὲ {ἐν} ῥήξῃ, χρῶ τῇ ἐπάνω δυνάμει τῇ διὰ τοῦ
λυκίου καὶ τοῦ μέλιτος· αὕτη γὰρ ἀνακαθαίρει καὶ κατουλοῖ.
6
{πίνεται τὸ ἀφεψημένον τῆς ῥίζης τῆς βοτάνης τοῦ Λέον-
τος μετ' οἴνου εἰς τὰ θανάσιμα· καὶ μάλιστα πρὸς θαλασσίων
καὶ ἑρπετῶν καταπλασσομένη ἔστιν ἀντιφάρμακον.}
6
t
{〈Παρθένου βοτάνη καλαμίνθη〉}
1
Σύναξον ταύτην ἀπὸ τῆς πρὸ ιαʹ 〈καλανδῶν〉 τοῦ Σεπ-
τε〈μ〉βρίου.
2
〈Π〉αρθένου βοτάνη καλαμίνθη, δυνάμεις ἔχουσα λίαν
θαυμάζεσθαι δυναμένας· σκευάζεται δὲ φάρμακον τοιοῦτον·
λαβὼν ψιμυθίου ὅσον θέλεις, εἶτα ῥοδίνου, καὶ τῷ χυλῷ τῆς
βοτάνης ἀναλαμβάνων, ὡς γενέσθαι γλοιοῦ {τὸ} πάχος, ἐπί-
χριε τὰ πυρίκαυστα καὶ θεραπεύει· τὸ δὲ παράδοξόν ἐστι
τοιοῦτον, ὅτι οὐλὴ οὐ φαίνεται καὶ τριχοφυεῖ· ἀπαλλάσσει
δὲ ἐν τάχει καὶ τὰ ἐρυσιπέλατα.
3
κἂν 〈τὸν χυλὸν〉 ἴσον
ἴσῳ μίξῃς μετὰ ῥοδίνου καὶ συγχρίσῃς πυρέσσοντας, ἀπαλλά-
ξεις τοῦ πάθους. ἐὰν δὲ καὶ Κιμωλίας καὶ ἀλόης 〈καὶ τοῦ
χυλοῦ〉 ἴσα ἴσοις ἀναλαβὼν ποιήσῃς γλοιοῦ πάχος καὶ κεφαλαλ-
γοῦντας τὸ μέτωπον καὶ τοὺς κροτάφους χρίσῃς, παύσεις πα-
ραχρῆμα τὴν ὀδύνην.
7
t
{〈Ζυγοῦ βοτάνη σκορπίουρον〉}
1
Σύναξον ταύτην ἀπὸ τῆς πρὸ ιγʹ 〈καλανδῶν〉 τοῦ Ὀκ-
τωβρίου· 〈Ζ〉υγοῦ βοτάνη σκορπίουρον.
2
Ἔστι δὲ ταύτης δύο εἴδη· καὶ ἐκ μὲν τῶν φύλλων δι-
άγνωσιν οὐκ ἔχει· φέρει δὲ καρπόν, ἡ μὲν κυάμου παρόμοιον,
ἡ δὲ σταφυλῆς μελαίνης· τὰς μέντοι δυνάμεις ἔχουσι διαφό-
ρους· † χυλήσωμεν τὰς τῆς κυανωτέρας καὶ
3
λαμβάνεται αὐ-
τῆς ὁ χυλὸς τοῦ τε καρποῦ καὶ τῶν φύλλων καὶ σκευάζεται κα-
ταπότιον ὑδρωπικοῖς· κνίκου τοῦ καρποῦ δρ. δʹ, ἀλόης δρ. ηʹ,
κόκκου κνιδίου δρ. βʹ, σκαμμωνίας δρ. αʹ. ἀναλάμβανε τῷ χυ-
λῷ καὶ ποίει {τὰ} καταπότια ἄγοντα ⸤ἀνὰ⸥ δρ. αʹ καὶ δίδου
νήστῃ, τοῖς μὲν ἀρχὴν ἔχουσιν {δρ.} αʹ, τοῖς δὲ διωγκωμέ-
νοις λίαν {δρ.} βʹ.
4
ἐκ δὲ τοῦ χυλοῦ τοῦ καρποῦ σκευά-
ζεται πρὸς ἐλεφαντιῶντας 〈φάρμακον〉 τὸν τρόπον τοῦτον·
κολοφωνίας δρ. δʹ, ὀποῦ μήκωνος δρ. ηʹ, μύρτων μελάνων δρ.
ιδʹ, στάχυος δρ. ηʹ, ἴρεως Ἰλλυρικῆς κεκομμένης καὶ σεση-
μένης δρ. ιβʹ· ἀναλάμβανε τῷ χυλῷ καὶ ποίει τροχίσκους καὶ
δίδου τοῖς μὲν ἀρχομένοις {καὶ δίδου τοῖς μὲν ἀρχομένοις}
ἀνὰ ἕνα, τοῖς δὲ ἐπικινδύνως διακειμένοις ἐπὶ βʹ.
5
εἰ
δέ τις θέλει ἐρρωμένως διακαρθῆναι ἔχων πλατείας ἕλμινθας
ἢ ἀσκάριδας ἢ ἄλλα τινά, δίδου τὸ ἥμισυ τοῦ προγεγραμμένου
τροχίσκου καὶ καθαίρει ἀκινδύνως.
6
ἐκ δὲ τῆς ῥίζης
σκευάζεται μάλαγμα πρὸς ὑδρωπικοὺς καὶ σπληνικοὺς καὶ πάν-
τα τὰ ἐντὸς πάθη γινόμενα. ὀρόβων ἀληλεσμένων καὶ σεσημέ-
νων δρ. γʹ, κηροῦ δρ. λʹ, 〈ῥητίνης〉 τερεβινθίνης δρ. ιβʹ,
κεδρίας δρ. κʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. λʹ.
τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ.
8
1
Μήν † Νοέμβριος· αἱ δυνάμεις τῆς ὀρθῆς περιστερᾶς
πολλαὶ καὶ θαυμασταί εἰσιν καὶ διὰ τοῦτο καὶ δυσπισταί εἰ-
σιν· ἐγὼ δὲ ταύτης τῆς περιστερᾶς, ἣν καὶ ἱερὰν βοτάνην
〈καλοῦσι〉, πεπείραμαι ὡς δοκιμωτάτην οὖσαν παντὸς πάθους
τῆς κεφαλῆς καὶ τοῦ τραχήλου καὶ ἑτέρου πάθους· σύναξον δὲ
ταύτην τρίτον τὸν χρόνον † εἰς τὰς ιδʹ τοῦ Μαίου καὶ † εἰς
τὰς ιʹ τοῦ Νοεμβρίου καὶ ὄντος τοῦ ἡλίου ἐν Κριῷ· ἔστι δὲ
ἡ ὀρθὴ περιστερὰ τοῦ Κριοῦ 〈καὶ τοῦ Ταύρου〉· ἔστι δὲ καὶ
τοῦ Σκορπίου.
2
ταύτης ὁ χυλὸς λαμβανόμενος ἐν πανσελή-
νῳ ἐν Κριῷ ὄντος τοῦ ἡλίου μεγίστας ἐνεργείας ἔχει· ὠφελεῖ
τριταίζοντας καὶ τεταρταίζοντας ἴσον ἴσῳ μετὰ ῥοδίνου
ἀλειφόμενον·
3
σκευάζεται ⸤δὲ καὶ⸥ δι' αὐτῆς πρὸς τοὺς
σεληνιαζομένους ⸤τοιόνδε⸥· ὑοσκυάμου δρ. Ϛʹ, ἴρεως Ἰλλυ-
ρικῆς δρ. ιδʹ, κολοφωνίας δρ. θʹ, λαθυρίδος δρ. Ϛʹ. λεῖα
ποιήσας ἀναλάμβανε τῷ χυλῷ καὶ πλάσας 〈τροχίσκους〉 ⸤ἀνὰ⸥
δρ. αʹ καὶ ἐνιεὶς ἐν κυάθῳ {μετὰ} γάλακτος ὀνείου ἔκβλυζε
καὶ σύγχριε καθὼς καὶ τοὺς τεταρταίζοντας.
4
γίνεται δὲ
καὶ
5
μάλαγμα διὰ τῆς ῥίζης πρὸς ἀναισθησίας νεύρων καὶ
ἄρθρων ἐπαναλύσεις· κηροῦ δρ. κʹ, ῥητίνης {καὶ} τερεβινθί-
νης δρ. Ϛʹ, ξυλοβαλσάμου δρ. ζʹ, Ἀμμωνιακοῦ δρ. ηʹ, χαλ-
βάνης δρ. θʹ, τῆς ῥίζης κεκομμένης καὶ σεσημένης δρ. ιʹ,
κεδρίας δρ. ιʹ. τὰ ξηρὰ τοῖς ὑγροῖς ἀναλαμβάνων χρῶ.
7
αὕτη καὶ τὰ φύλλα ποιοῦσι πρὸς ἑρπετά. ἑψηθεῖσα ὅλη
σὺν οἴνῳ ἐσχάρας τὰς ἐν παρισθμίοις παραρρίπτει καὶ 〈πρὸς〉
νομὰς τὰς ἐν στόματι ἀναγαργαριζόμενος ὁ χυλὸς μετὰ ὑσσώ-
που καὶ ἑψήματος ὠφελεῖ. λέγεται δὲ ῥαινόμενόν τε συμποσί-
οις τὸ ἀπόβρεγμα εὐδιαγωγοτέρους {ἱστορεῖται} ποιεῖν· δίδο-
ται δὲ τριταίζουσι πίνειν τὸ τρίτον γόνυ, τεταρταίζουσι δὲ
τὸ τέταρτον γόνυ. κρεμαμένη εἰς οἶκον εὐθετεῖ. καὶ ἐν ἐρ-
γαστηρίῳ κειμένη εὐπραγίαν παρέχει· καθὼς καὶ ἡ ἀρτεμισία
τὰ αὐτὰ ὠφελεῖ. καλεῖται δὲ ἱερὰ βοτάνη διὰ τὸ εὐχρηστεῖν
εἰς πολλὰ καὶ εὐθετεῖν πρὸς πάντα παραδόξως, χοιράδας,
παρωτίδας, φύματα τραχήλου, βουβῶνας καταπλασσομένη· θερα-
πεύει τὰς αἱμορροίδας ὁ χυλὸς αὐτῆς, μετὰ νίτρου καὶ μέλι-
τος προσκλυζόμενος, καὶ ἕτερα πολλά.
9
t
{〈Τοξότου βοτάνη ἀναγαλλίς〉}
1
Σύναξε ταύτην ἀπὸ τῆς πρὸ ιεʹ 〈καλανδῶν〉 τοῦ Δεκεμ-
βρίου· 〈Τ〉οξότου βοτάνη {ἡ} ἀναγαλλίς.
2
Ταύτης δύο ἐστὶν εἴδη, πυρρὸν καὶ κυανόν, ἔχει δὲ
μόνην τὴν ἐκ τῶν φύλλων εὐχρηστίαν. λαμβανόμενος ὁ χυλὸς
τῆς κυανωτέρας καὶ κεκραμένος ἴσος {πρὸς} ἴσῳ μετὰ μέλιτος
καὶ ἐνιέμενος πρὸς ῥῖνας κατασπᾷ ἐκ τῆς κεφαλῆς φλέγμα καὶ
ἐκ τοῦ θώρακος· ὁμοίως δὲ καὶ τὰ τῶν ὀδόντων ἀλγήματα λύει.
3
ἐὰν δὲ μετὰ ῥοδίνου μίξῃς τὸν χυλὸν καὶ ἀλείψῃς ⸤σου⸥
τὰς ὄψεις, ἡδέως ὑπὸ πάντων θεαθήσῃ· ἐὰν δὲ μετὰ μέλιτος
καὶ λυκίου Ἰνδικοῦ καὶ ὄξους δριμυτάτου {καὶ} τοῦ χυλοῦ
δῷς γυναικὶ ἐπιχρίσασθαι, λαμπρυνεῖ τὰς ὄψεις καὶ τετανω-
τέρας ποιήσει.
4
τῆς δὲ πυρρᾶς ὁ χυλὸς μετὰ μέλιτος μιγ-
νύμενος ἐνίεται τοῖς ἐπιληπτικοῖς καὶ τοῖς μαινομένοις εἰς
ῥῖνας καὶ ὀρθοπνοϊκοῖς καὶ ἀραιοῖ τοὺς πόρους καὶ θεραπεύ-
ει. δεῖ δὲ ἐννοεῖν τὰ πάθη· οὐ γὰρ τὴν αὐτὴν δύναμιν ἔχει·
διαφέρει γὰρ ἀλλήλων τούτοις, ὅτι ἡ μὲν μανία δίχα πυρετοῦ
γίνεται, μετὰ δὲ πυρετοῦ ἡ ἐπιληψία.
5
συνίστανται δὲ τὰ
πάθη οὕτως· οἷον ὅταν ἐκ περιψύξεως τῆς μήνιγγος στεγνωθῇ
τὰ ἀγγεῖα πλείονος ⸤ὄντος⸥ τοῦ ὑγροῦ τὸ πνευματικὸν ἐναπο-
θλίβεται καὶ ἐν τῷ μὴ ἔχειν τὴν διὰ τῶν πόρων ἰθυδρομίαν,
ἀναγκαίως παραλλαγὴν τῆς διανοίας παρασκευάζει. ἡ οὖν προ-
γεγραμμένη δύναμις, φύσει δριμεῖα οὖσα καὶ λεπτυντική,
ὅταν ἐνωθῇ, ἀραιοῖ τοὺς πόρους καὶ τὴν τοῦ ὑγροῦ ἔντασιν
ἐπισπᾶται· οὕτως οὖν εἰς τὸ κατὰ φύσιν τῶν πνευματικῶν
ἀποκατασταθέντων πόρων λύσιν λαμβάνει τὸ πάθος.
6
σκευ-
άζεται δὲ ἐξ αὐτῆς καὶ ἡ κατάχριστος ἡ θεραπεύουσα τάς τε
νεφελίδας καὶ τοὺς φακοὺς καὶ τοὺς ἰόνθους καὶ τοὺς προσ-
φάτους μέλανας ἀλφούς· ἀλκυονείου δρ. δʹ, κισσήρεως ὀπτῆς
κεκομμένης δρ. ηʹ, κήκιδος ὀμφακίτιδος δρ. ιβʹ, λυκίου
Ἰνδικοῦ δρ. ιαʹ, ἴρεως Ἰλλυρικῆς δρ. ιβʹ, μέλιτος ⸤πι-
κροῦ⸥ δρ. Ϛʹ, τοῦ χυλοῦ δρ. ιεʹ. ταῦτα μίξας εἰς ἄγγος
κασσιτέρινον προνιτρώσας κατάχριε καὶ θεραπεύσεις.
7
ἐὰν
δὲ {μετὰ} μέλιτος καὶ λυκίου Ἰνδικοῦ καὶ τοῦ χυλοῦ ἴσον
ἴσῳ μίξῃς καὶ τὸν καυλὸν τοῦ μορίου περιχρίσῃς, ἑτοιμότε-
ρος ἔσῃ πρὸς συνουσίαν καὶ τῇ πλησιαζομένῃ ἡδονὴν ἀπεργά-
σῃ.
10
t
{〈Αἰγοκέρωτος βοτάνη λάπαθον〉}
1
Σύναξον ταύτην τὴν βοτάνην ἀπὸ τῆς πρὸ ιϚʹ 〈καλαν-
δῶν〉 τοῦ Ἰανουαρίου· 〈Α〉ἰγοκέρωτος βοτάνη λάπαθον.
2
Αὕτη δυνάμεις μὲν οὐκ ἔχει πολλάς, ὀλίγας δὲ καὶ
ἐνεργεστάτας. ἐπὰν γάρ τις τὸν χυλὸν αὐτῆς τρίψῃ μετὰ
κυκλαμίνου καὶ χρίσῃ τὸ σῶμα, ὑπὸ θηρίων οὐ δηχθήσεται καὶ
κύνες δὲ ἀπ' αὐτοῦ φεύξονται.
3
ἐὰν δέ τις γένηται κυνό-
δηκτος, θεραπευθήσεται ⸤τῷ⸥ διὰ τῆς ῥίζης σκευαζομένῳ ἐμ-
πλάστρῳ οὕτως· κηροῦ δρ. ηʹ, ⸤ῥητίνης πιτυίνης δρ. κʹ,
χαλβάνης δρ. ιηʹ παρ' ἐνίοις ιβʹ, στέατος χοιρείου δρ. κʹ⸥,
τῆς βοτάνης {τῆς βοτάνης} τῆς ῥίζης δρ. λʹ, μύρου στυρακί-
νου δρ. ηʹ.
4
ἐὰν δὲ ὑπὸ κυνὸς λυσσῶντος δηχθῇ τις, ἐμ-
πλάστρῳ μὴ τῷ αὐτῷ χρῶ, δίδου δὲ ἐκ τοῦ χυλοῦ ῥοφεῖν ἕνα
ἡμικύαθον ἐπὶ ἡμέρας ζʹ.
5
ἐὰν δὲ ὑδροφόβας γεγενημένος
ῥοφεῖν μὴ θελήσῃ, κλύσον αὐτὸν εἰς ὁσπήτιον μίσγων ἀνὰ
τρεῖς κυάθους τοῦ χυλοῦ καὶ ἐλαίου μετὰ μέλιτος ἴσα {καὶ
δὸς ποιεῖν} καὶ ἀπαλλάξεις.
11
t
{〈Ὑδροχόου βοτάνη τὸ μάραθρον καλούμενον, παρ' ἐνίοις
δὲ δρακόντιον〉}
1
〈Ἀ〉πὸ τῆς πρὸ ιαʹ 〈καλανδῶν〉 τοῦ Φεβρουαρίου σύν-
αζον ταύτην· Ὑδροχόου βοτάνη 〈τὸ〉 μάραθρον καλούμενον,
παρ' ἐνίοις δὲ δρακόντι〈ον〉.
2
Νιπτόμενος οὖν τῷ χυλῷ ὑπ' οὐδενὸς θηρίου δηχθήσῃ·
3
ἐὰν δέ τις δηχθῇ, πότισον ἐκ τοῦ χυλοῦ ἴσον ἴσῳ μίξας
μετὰ οἴνου καὶ ἀπαλλαγήσεται· τὴν ⸤δὲ⸥ ποσότητα ⸤τῆς πόσε-
ως⸥ δεῖ σε στοχάζεσθαι πρὸς τὴν δύναμιν τοῦ θηρίου.
4
σκευάζεται δὲ καὶ ὑγρά, ἥτις ⸤ποιεῖ⸥ πρὸς τὰς ἀμβλυω-
πίας καὶ τὰς ἐπισκοτήσεις τὰς ἐν τοῖς ὀφθαλμοῖς γινομένας
⸤καὶ⸥ αὐθημερὸν λύει· καδμείας βοτρυίτιδος δρ. ηʹ, ψιμυ-
θίου δρ. ιʹ, παρ' ἐνίοις ιβʹ, ⸤φοινίκων κεκαυμένων δρ. ηʹ,
χαλκοῦ κεκαυμένου δρ. βʹ⸥, λυκίου Ἰνδικοῦ δρ. αʹ, μέλιτος
πικροῦ δρ. βʹ. λεαίνων παρέγχει τῷ χυλῷ, ὥστε γενέσθαι μέ-
λιτος πάχος καὶ χρῶ.
5
{καταπλασσομένη ἡ ῥίζα σὺν βολβί-
ταις ὠφελεῖ ποδαγρικούς.}
Διασεσαφηνισμένων οὖν σοι τῶν καθ' ἕκαστον ζῴδιονβοτανῶν καὶ τῶν τούτων δυνάμεων ἀνάγκη καὶ τὰς καθ' ἕκαστοντῶν ζʹ ἀστέρων παραδοῦναι ἐνεργείας καὶ διαθέσεις.{⸤Ἡλίου βοτάνη κιχώριον⸥} Πρώτη βοτάνη ἡλίου ἡ προσαγορευομένη ἡλιοτρόπιον·εἰσὶ δὲ πλείονα εἴδη ἡλιοτροπίων, ἀλλὰ τούτων πάντων ἐνερ-γέστατόν ἐστιν τὸ λεγόμενον κιχώριον. τούτου ὁ χυλὸςμίσγεται μετὰ ῥοδίνου καὶ γίνεται σύγχρισμα. εὐθετεῖ δὲκαρδιακοῖς καὶ ἀπαλλάσσει, λύει δὲ τριταίας καὶ τεταρταίαςπεριόδους καὶ σὺν ἐλαίῳ δὲ ὠμῷ ἴσῳ ἴσος μιγνύμενος κεφαλαλ-γίας παύει. εἰ δέ τις πρὸς ἀνατολὴν βλέπων χρίσει τῷχυλῷ ἑαυτοῦ τὸ πρόσωπον ἐπικαλεσάμενος τὸν βοϚλˈν καὶ δεη-θεὶς δοῦναι αὐτῷ χάριν, ἔσται προσφιλέστατος πᾶσιν ἀνθρώ-ποις ἐν ἐκείνῃ τῇ ἡμέρᾳ. σκευάζεται δὲ ἐκ τῆς ῥίζης{καὶ} καταπότια πρὸς καρδιακοὺς καὶ στομαχικούς, ὅσοις ὁστόμαχος κεκάκωται {καὶ} ⸤μὴ προσιέμενος τὰς τροφάς, καὶἐπὶ τῶν προσλαμβανόντων μέν, ἀπεπτούντων δέ·⸥ στάχυος δρ.ηʹ, κρόκου δρ. βʹ, μέλιτος ποντικοῦ δρ. ιδʹ, σχίνου ἄνθουςδρ. Ϛʹ, ζιγγεβέρεως δρ. δʹ, πεπέρεως δρ. δʹ, ἀσφάλτου δρ.βʹ, γλυκανίσου δρ. δʹ, μαστίχης δρ. δʹ, τῆς ῥίζης τῆς βο-τάνης δρ. κδʹ. ταῦτα λεάνας ἀναλάμβανε οἰνομέλιτι ὡς πα-λαιοτάτῳ καὶ ποίει τροχίσκους ἄγοντας ἀνὰ δρ. αʹ καὶ δίδου⸤ἀνὰ ἕνα, τοῖς μὲν καρδιακοῖς δι' ὕδατος, τοῖς δὲ στομαχι-κοῖς δι' οἴνου καλλίστου.⸥{{Σελήνης βοτάνου} Σελήνης βοτάνη ἀγλαοφῶτις} {Αὕτη ἐστὶν ἡ ...} Αὕτη ἐν τῷ τῆς Ἀραβίας ἐπὶ τὸπλεῖστον γεννᾶται κλίματι. καὶ πάσχει ὅμοιόν τι τῆς Σελή-νης· αὐξανομένης γὰρ αὐτῆς αὔξεται καὶ αὐτή, ληγούσης δὲμειοῦται. ἔστι δὲ πρὸς πλεῖστα εὔχρηστος λήγουσα {εἰςτριταίαν καὶ τεταρταίαν ἡ βοτάνη}· τῷ γὰρ χυλῷ αὐτῆς ἐὰνμετὰ ῥοδίνου συγχρίσῃς τριταίζοντας καὶ τεταρταίζοντας, ἀπ-αλλάξεις τοῦ πάθους. εἰ δέ τις ὑπὸ δαιμονίου κρατεῖταιοἱουδήποτε καὶ ὑποθυμιάσεις τὴν ῥίζαν αὐτῆς, φεύξεται παρ-αυτίκα τὸ δαιμόνιον. ἐὰν δὲ 〈ἔν〉 τινι τῶν προγεγραμμέ-νων ἀσθενειῶν αὐξανομένης τῆς Σελήνης ἐκ τῆς αὐξανομένηςβοτάνης περιάψῃς ἢ ὑποθυμιάσῃς, {καὶ} τὸ πάθος μᾶλλον ἐπ-αύξεται. ἐὰν δὲ καὶ θαλάσσῃ χειμῶνος τὴν ῥίζαν ἐπιθυ-μιάσῃς, τὸν χειμῶνα παύσεις. σκευάζεται δὲ καὶ ἔμπλα-στρος ἐκ τῶν ῥιζῶν ἀμφοτέρων τῆς τε αὐξανομένης καὶ τῆςμειουμένης, καθάπερ ἐκ τῆς κληματίτιδος {τῆς} ἀριστολοχί-ας. καὶ ἡ μὲν ἐκ τῆς μειουμένης ἔμπλαστρος ποιεῖ πρὸςχοιράδας καὶ παρωτίδας καὶ πάντα τὰ ἐπιγεννήματα καὶὑπερσαρκώματα, ἡ δὲ ἐκ τῆς αὐξανομένης πρὸς τὴν τῶν λει-πόντων ἑλκῶν ἀναπλήρωσιν· ὑπάρχων δὲ συνετὸς νοεῖνδυνήσῃ, ὅτι παρὰ τὰς διαφορὰς τῆς χρήσεως πᾶν τὸ γινόμε-νον ἐν ἀνθρώποις πάθος σωματικὸν καὶ ψυχικὸν διὰ ταύτηςδύναται τῆς ἐνεργείας αὔξεσθαι καὶ μειοῦσθαι.{Κρόνου βοτάνη ἀείζῳον λεγομένη} Αὕτη μόνη διὰ ἑψήσεως χυλίζεται· τὴν δὲ τάξιν τοῦχυλισμοῦ περίεργον ἐπιδεικνύναι σοι· δεῖ γὰρ αὐτὸν μέλιτοςπάχος ἔχειν. ποιεῖ δὲ ἡ δύναμις πρὸς ποδάγρας· εἴδη δὲ πο-δάγρας εἰσὶ δύο· θερμὸν καὶ ψυχρόν. γινώσκεται δὲ τὸ ψυχ-ρὸν ἐν τῷ ταῖς προσαγωγαῖς τῶν θερμῶν ἥδεσθαι, τὸ δὲ θερ-μὸν τοὐναντίον. ὅταν οὖν τὴν διαφορὰν τοῦ πάθους ἐπι-γνῷς, πρὸς μὲν τὸ θερμὸν μετὰ ῥοδίνου μεμιγμένον τὸν χυλὸνχρῶ {ἤτοι} καταχρίων τοὺς πόδας· πρὸς δὲ τὸ ψυχρὸν μετὰμύρου Συριακοῦ. ἐὰν δὲ ᾖ λίαν χαλεπὴ ἡ διάθεσις, πρὸςμὲν τὴν τοῦ ψυχροῦ δύναμιν πρόσμιγε καστόριον, πρὸς δὲ τὴντοῦ θερμοῦ τοῦ χυλοῦ τῆς ἀρτεμισίας. Εἰ μέντοι οὐκ εὐπορεῖς βοτανῶν ἀπὸ τῶν τοιούτων κλιμάτων,διὰ δὲ χρείαν εἰς ἀνάγκην ἔρχῃ λαμβάνειν ἀφ' ἑτέρων τόπων,σκόπει λαμβάνειν ἑκάστην τούτων κατὰ μίαν τῶν τῆς ἑβδομάδοςἡμερῶν, ἥτις ἐστὶ τοῦ ἀστέρος ἐκείνου, οὗ ἔστι καὶ ἡ βοτάνη,ἀλλὰ δὴ καὶ κατὰ τὴν ὥραν τῆς ἡμέρας ἐκείνης, ἥτις ἐστὶ τοῦαὐτοῦ ἀστέρος, καθὼς ἐκτεθήσονται καὶ παρ' ἡμῖν ἐνταυθοῖ.ἀνασπῶν δὲ ταύτην ἐκ τῆς γῆς ἐπίλεγε καὶ τὴν ἐγκειμένην εὐ-