De virtutibus herbarum
- Edition reference
- De virtutibus herbarum (e codd. Paris. gr. 2256 + Venet. App. cl. V 13 + Mosq. 415), ed. Friedrich, op. cit., 195, 196, 268.
- CTS identifier
urn:cts:greekLit:tlg1004.tlg005.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2
prol
1
χὴν καὶ μετὰ τὸ λαβεῖν ῥίπτε εἰς τὸν λάκκον ἐν ᾗ εὑρίσκεται
ἡ βοτάνη κόκκον σίτουʹ ἢ κριθῆς.
Εἰσὶ δὲ τῶν πλανητῶν αἱ ἡμέραι αὗται·
ἡμέρα αʹ ἤτοι κυριακὴ Ἡλίου καὶ ὥρα αʹ, βοτάναι δὲ αὐτῆς
κιχώριον καὶ πολύγονον
ἡμέρα βʹ, ὥρα αʹ, Σελήνης, ἀγλαόφαντον καὶ κυνοβάτη
ἡμέρα γʹ, ὥρα αʹ, Ἄρεως, πευδέκανον καὶ ἀρνόγλωσσον
ἡμέρα δʹ, ὥρα αʹ, Ἑρμοῦ, φλόμος καὶ πεντάφυλλον
ἡμέρα εʹ, ὥρα αʹ, Διός, σαγχαρώνιον καὶ εὐπατόριον
ἡμέρα Ϛʹ, ὥρα αʹ, Ἀφροδίτης, πανάκεια καὶ περιστερεών
ἡμέρα ζʹ, ὥρα αʹ, Κρόνου, ἀείζωον καὶ ἀσφόδελος
πρὸς δὲ τούτοις ἔστω καὶ ἡ Σελήνη πανσέληνος ἢ ὅτε διέρχε-
ται τὸ ζῴδιον τοῦ πλάνητος τῆς ἡμέρας.
{Εὐχὴ λεγομένη ἐπὶ συγκομιδῇ ἑκάστης βοτάνης}
Παντοκράτωρ κύριε, δημιουργὲ πάσης κτίσεως ἀοράτου τε καὶ
ὁρατῆς, ὁ τὰ τῆς ὁρατῆς τῆσδε τῆς κτίσεως μέρη, τὰ μὲν συμ-
φυῆ καὶ σύμφωνα ποιήσας ἀλλήλοις, ὡς ἰσοδυναμεῖν ἐν τοῖς
ὑπ' αὐτῶν γινομένοις, τὰ δ' αὖθις ἀσυμπαθῆ καὶ ἀσύμφωνα,
πλὴν καὶ οὕτως ἐκ τῆς δι' ἀλλήλων κράσεως τε καὶ ἑνώσεως
μίξιν εὔκρατον συνίστασθαι καὶ εἶναι ταῦτα κήρυκας διαπρυ-
σίους τῆς σῆς μεγαλειότητος, αὐτὸς καὶ νῦν ἐν τῇ ἀναλήψει
τῆς παρούσης βοτάνης τῆς δεῖνα, ἣν συμπαθεῖν ὥρισας τῷ ἐκ
τῶν πλανωμένων ἀστέρι τῷ δεῖνι, ἐνδόκησον ἰσχυρὰν ταύτην
καὶ ἐνδύναμον καὶ δραστικωτάτην εἶναι κατὰ τὴν τῶν βοηθημά-
των χρείαν τῶν γινομένων εἰς ἀποτροπὴν τῶν συμβαινόντων νο-
σημάτων τῷ σῷ πλάσματι, συνεργοῦντας δηλονότι καὶ τοῦ αὐτοῦ
ἀστέρος τῇ σῇ κελεύσει, ὅτι ηὐλόγηται καὶ δεδόξασταί σου τὸ
ὄνομα εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.
Τὴν αὐτὴν λέγε καὶ ἐπὶ τῆς κατὰ τὴν θεραπείαν τοῦ νοσή-
ματος χρείας, ἀλλὰ δὴ καὶ ἐπὶ τῆς σκευασίας.
epil
6
ταῖς μέντοι προγεγραμμέναις βοτάναις χρῶ ταῖς ἀπ' Αἰ-
γύπτου καὶ Ἀραβίας καὶ Ἀσίας καὶ Συρίας, ἔτι δὲ καὶ Ἰ-
ταλίας· τὰ γὰρ τοιαῦτα κλίματα θερμότερα τῶν ἄλλων ἔοικεν
εἶναι.
7
ἐπεὶ γὰρ πάντα τὰ ἐπὶ γῆς φυόμενα δίχα παρεισ-
δύσεως πνεύματος οὐ δύνανται αὔξεσθαι, ἐν μὲν τοῖς ψυχρο-
τέροις τῶν κλιμάτων, πυκνουμένων τῶν ἐν ταῖς βοτάναις πό-
ρων, οὐκ ἔχει ἐν αὐταῖς διὰ τὴν παχύτητα τὸ πνεῦμα ἱκανὴν
παρείσδυσιν καὶ διὰ τοῦτο αἱ δυνάμεις αὐτῶν ἀσθενέστεραι
καθίστανται, ἐν δὲ τοῖς προειρημένοις κλίμασι, διὰ τὴν ἀπὸ
τῆς θερμότητος τῶν βοτανῶν ἀραιότητα περισσοτέρως εἰς αὐ-
τὰς ἑλκομένου τοῦ ζωτικοῦ ἀέρος, ἐνδύναμοι γίνονται αὗται
καὶ δραστικώτεραι.