Fragmenta
- Edition reference
- Fragmenta, ed. W. Theiler, Posidonios. Die Fragmente, vol. 1, Berlin: De Gruyter, 1982: 16–72, 75–238, 242–244, 255–269, 279– 280, 285, 290–297, 307, 310–346, 348–350, 354–357, 375–386.
- CTS identifier
urn:cts:greekLit:tlg1052.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
1
Strabo 1,1,7
Ἔχεται δὲ τῆς αὐτῆς φιλοπραγμοσύνης καὶ τὸ μὴ ἀγνοεῖν τὰ περὶ τὰς
πλημμυρίδας τοῦ ὠκεανοῦ καὶ τὰς ἀμπώτεις,
ἀψορρόου Ὠκεανοῖο (Il. 18,399)
λέγοντα καὶ
τρὶς μὲν γάρ τ' ἀνίησιν ἐπ' ἤματι, τρὶς δ' ἀναροιβδεῖ (Od. 12,105).
καὶ γὰρ εἰ μὴ τρίς, ἀλλὰ δίς, τάχα τῆς ἱστορίας παραπεσόντος ἢ τῆς
γραφῆς διημαρτημένης· ἀλλ' ἥ γε προαίρεσις τοιαύτη. καὶ τὸ
ἐξ ἀκαλαρρείταο (Il. 7,422)
δὲ ἔχει τινὰ ἔμφασιν τῆς πλημμυρίδος, ἐχούσης τὴν ἐπίβασιν πραεῖαν καὶ
οὐ τελέως ῥοώδη. Ποσειδώνιος δὲ καὶ ἐκ τοῦ σκοπέλους λέγειν τοτὲ μὲν
καλυπτομένους, τοτὲ δὲ γυμνουμένους (Od. 12,235ff.), καὶ ἐκ τοῦ ποτα-
μὸν (Il. 14,245) φάναι τὸν ὠκεανὸν εἰκάζει τὸ ῥοῶδες αὐτοῦ τὸ περὶ τὰς
πλημμυρίδας ἐμφανίζεσθαι. τὸ μὲν οὖν πρῶτον εὖ, τὸ δὲ δεύτερον οὐκ
ἔχει λόγον· οὔτε γὰρ ποταμίῳ ῥεύματι ἔοικεν ἡ τῆς πλημμυρίδος ἐπίβασις,
πολὺ δὲ μᾶλλον ἡ ἀναχώρησις οὐ τοιαύτη.
2
Strabo 1,1,8f.
Ὅτι δὲ ἡ οἰκουμένη νῆσός ἐστι, πρῶτον μὲν ἐκ τῆς αἰσθήσεως καὶ τῆς
πείρας ληπτέον. πανταχῆ γάρ, ὁπουποτοῦν ἐφικτὸν γέγονεν ἀνθρώποις
ἐπὶ τὰ ἔσχατα τῆς γῆς προελθεῖν, εὑρίσκεται θάλαττα, ἣν δὴ καλοῦμεν
ὠκεανόν· καὶ ὅπου δὲ τῇ αἰσθήσει λαβεῖν οὐχ ὑπῆρξεν, ὁ λόγος δείκνυσι.
τὸ μὲν γὰρ ἑωθινὸν πλευρόν, τὸ κατὰ τοὺς Ἰνδούς, καὶ τὸ ἑσπέριον, τὸ
κατὰ τοὺς Ἴβηρας καὶ τοὺς Μαυρουσίους, περιπλεῖται πᾶν ἐπὶ πολὺ τοῦ
τε νοτίου μέρους καὶ τοῦ βορείου· τὸ δὲ λειπόμενον ἄπλουν ἡμῖν μέχρι
νῦν τῷ μὴ συμμῖξαι μηδένας ἀλλήλοις τῶν ἀντιπεριπλεόντων οὐ πολύ, εἴ
τις συντίθησιν ἐκ τῶν παραλλήλων διαστημάτων τῶν ἐφικτῶν ἡμῖν. οὐκ
εἰκὸς δὲ διθάλαττον εἶναι τὸ πέλαγος τὸ Ἀτλαντικόν, ἰσθμοῖς διειργόμενον
οὕτω στενοῖς τοῖς κωλύουσι τὸν περίπλουν, ἀλλὰ μᾶλλον σύρρουν καὶ
συνεχές. οἵ τε γὰρ περιπλεῖν ἐγχειρήσαντες, εἶτα ἀναστρέψαντες, οὐχ ὑπὸ
ἠπείρου τινὸς ἀντιπιπτούσης καὶ κωλυούσης τὸν ἐπέκεινα πλοῦν ἀνα-
κρουσθῆναί φασιν, ἀλλὰ ὑπὸ ἀπορίας καὶ ἐρημίας, οὐδὲν ἧττον τῆς θαλάτ-
της ἐχούσης τὸν πόρον.
Τοῖς τε πάθεσι τοῦ ὠκεανοῦ τοῖς περὶ τὰς ἀμπώτεις καὶ τὰς πλημμυ-
ρίδας ὁμολογεῖ τοῦτο μᾶλλον· πάντη γοῦν ὁ αὐτὸς τρόπος τῶν τε μετα-
βολῶν ὑπάρχει καὶ τῶν αὐξήσεων καὶ μειώσεων, ἢ οὐ πολὺ παραλλάττων,
ὡς ἂν ὑπὸ ἑνὸς πελάγους τῆς κινήσεως ἀποδιδομένης καὶ ἀπὸ μιᾶς αἰτίας.
9. Ἵππαρχος δ' οὐ πιθανός ἐστιν ἀντιλέγων τῇ δόξῃ ταύτῃ, ὡς οὔθ'
ὁμοιοπαθοῦντος τοῦ ὠκεανοῦ πανταχοῦ, οὔτ', εἰ δοθείη τοῦτο, ἀκολου-
θοῦντος αὐτῷ τοῦ σύρρουν εἶναι πᾶν τὸ κύκλῳ πέλαγος τὸ Ἀτλαντικόν,
πρὸς τὸ μὴ ὁμοιοπαθεῖν μάρτυρι χρώμενος Σελεύκῳ τῷ Βαβυλωνίῳ.
ἡμεῖς δὲ τὸν μὲν πλείω λόγον περὶ τοῦ ὠκεανοῦ καὶ τῶν πλημμυρίδων εἰς
Ποσειδώνιον ἀναβαλλόμεθα καὶ Ἀθηνόδωρον, ἱκανῶς διακρατήσαντας
τὸν περὶ τούτων λόγον. πρὸς δὲ τὰ νῦν ἐπὶ τοσοῦτον λέγομεν, ὅτι πρός
τε τὴν ὁμοιοπάθειαν οὕτω βέλτιον νομίσαι· τά τε οὐράνια συνέχοιτ' ἂν
κρεῖττον ταῖς ἐντεῦθεν ἀναθυμιάσεσιν, εἰ πλεῖον εἴη τὸ ὑγρὸν περικεχυ-
μένον.
3a
Strabo 1,1,13—15
13. Ἅπαντες 〈δὲ〉 ὅσοι τόπων ἰδιότητας λέγειν ἐπιχειροῦσιν οἰκείως
προσάπτονται καὶ τῶν οὐρανίων καὶ γεωμετρίας, σχήματα καὶ μεγέθη
καὶ ἀποστήματα καὶ κλίματα δηλοῦντες καὶ θάλπη καὶ ψύχη καὶ ἁπλῶς
τὴν τοῦ περιέχοντος φύσιν. ἐπεὶ καὶ οἶκον κατασκευάζων οἰκοδόμος ταῦτα
ἂν προορῷτο καὶ πόλιν κτίζων ἀρχιτέκτων, μή τί γε ὅλην ἐπισκοπῶν τὴν
οἰκουμένην ἀνήρ· πολὺ γὰρ τούτῳ προσῆκε μᾶλλον. ἐν μὲν γὰρ τοῖς
μικροῖς χωρίοις τὸ πρὸς ἄρκτους ἢ πρὸς νότον κεκλίσθαι παραλλαγὴν οὐ
πολλὴν ἔχει, ἐν δὲ τῷ παντὶ κύκλῳ τῆς οἰκουμένης, 〈τὰ〉 πρὸς ἄρκτον μὲν
[τὸ] μέχρι τῶν ὑστάτων ἐστὶ τῆς Σκυθίας ἢ τῆς Κελτικῆς, μέχρι δὲ
τῶν ὑστάτων Αἰθιόπων τὰ πρὸς νότον. τοῦτο δὲ παμπόλλην ἔχει διαφοράν.
ὁμοίως δὲ καὶ τὸ παρ' Ἰνδοῖς οἰκεῖν ἢ παρ' Ἴβηρσιν· ὧν τοὺς μὲν ἑῴους
μάλιστα, τοὺς δὲ ἑσπερίους, τρόπον δέ τινα καὶ ἀντίποδας ἀλλήλοις ἴσμεν.
14. Πᾶν δὲ τὸ τοιοῦτον ἐκ τῆς τοῦ ἡλίου καὶ τῶν ἄλλων ἄστρων κινή-
σεως τὴν ἀρχὴν ἔχον καὶ ἔτι τῆς ἐπὶ τὸ μέσον φορᾶς ἀναβλέπειν ἀναγκάζει
πρὸς τὸν οὐρανὸν καὶ πρὸς τὰ φαινόμενα παρ' ἑκάστοις ἡμῶν τῶν οὐρα-
νίων· ἐν δὲ τούτοις ἐξαλλάξεις ὁρῶνται παμμεγέθεις τῶν οἰκήσεων. τίς
ἂν οὖν διαφορὰς τόπων ἐκτιθέμενος καλῶς καὶ ἱκανῶς διδάσκοι, μὴ
φροντίσας τούτων μηδενὸς μηδ' ἐπὶ μικρόν; καὶ γὰρ εἰ μὴ δυνατὸν κατὰ
τὴν ὑπόθεσιν τὴν τοιαύτην ἅπαντα ἀκριβοῦν διὰ τὸ εἶναι πολιτικωτέραν,
τό γε ἐπὶ τοσοῦτον, ἐφ' ὅσον καὶ τῷ πολιτικῷ παρακολουθεῖν δυνατόν,
προσήκοι ἂν εἰκότως.
15. Ὁ δ' οὕτω μετεωρίσας ἤδη τὴν διάνοιαν οὐδὲ τῆς ὅλης ἀπέχεται
γῆς. φαίνεται γὰρ γελοῖον, εἰ τὴν οἰκουμένην γλιχόμενος σαφῶς ἐξειπεῖν
τῶν μὲν οὐρανίων ἐτόλμησεν ἅψασθαι καὶ χρήσασθαι πρὸς τὴν διδασκα-
λίαν, τὴν δ' ὅλην γῆν, ἧς μέρος ἡ οἰκουμένη, μήθ' ὁπόση, μήθ' ὁποία τις,
μήθ' ὅπου κειμένη τοῦ σύμπαντος κόσμου, μηθὲν ἐφρόντισε· μηδ', εἰ
καθ' ἓν μέρος οἰκεῖται μόνον τὸ καθ' ἡμᾶς, ἢ κατὰ πλείω, [ἢ] καὶ πόσα·
ὡς δ' αὕτως καὶ τὸ ἀοίκητον αὐτῆς πόσον καὶ ποῖόν τι καὶ διὰ τί. ἔοικεν
οὖν μετεωρολογικῇ τινι πραγματείᾳ καὶ γεωμετρικῇ συνῆφθαι τὸ τῆς
γεωγραφίας εἶδος, τὰ ἐπίγεια τοῖς οὐρανίοις συνάπτον εἰς ἕν, ὡς ἐγγυ-
τάτω ὄντα, ἀλλὰ μὴ διεστῶτα τοσοῦτον,
ὅσον οὐρανός ἐστ' ἀπὸ γαίης (Il. 8,16).
3b
Strabo 1,1,20
20. Μάλιστα δὲ δοκεῖ, καθάπερ εἴρηται, γεωμετρίας τε καὶ ἀστρονο-
μίας δεῖν τῇ τοιαύτῃ ὑποθέσει. καὶ δεῖ μὲν ὡς ἀληθῶς· σχήματα γὰρ
καὶ κλίματα καὶ μεγέθη καὶ τὰ ἄλλα τὰ τούτοις οἰκεῖα οὐχ οἷόν τε λαβεῖν
καλῶς ἄνευ τῆς τοιαύτης μεθόδου. ἀλλ' ὥσπερ τὰ περὶ τὴν ἀναμέτρησιν
τῆς ὅλης γῆς ἐν ἄλλοις δεικνύουσιν, ἐνταῦθα δὲ ὑποθέσθαι δεῖ καὶ
πιστεῦσαι τοῖς ἐκεῖ δειχθεῖσιν, ὑποθέσθαι δὴ καὶ σφαιροειδῆ μὲν τὸν
κόσμον, σφαιροειδῆ δὲ καὶ τὴν ἐπιφάνειαν τῆς γῆς, ἔτι δὲ τούτων πρότερον
τὴν ἐπὶ τὸ μέσον τῶν σωμάτων φοράν, αὐτὸ μόνον ἐπὶ τῆς αἰσθήσεως
ἢ τῶν κοινῶν ἐννοιῶν ἐγγύς ἐστιν, εἰ ἄρα, ἐπισημηνάμενον ἐπὶ κεφαλαίῳ μι-
κρά. οἷον ὅτι ἡ γῆ σφαιροειδής, ἐκ μὲν τῆς ἐπὶ τὸ μέσον φορᾶς πόρρωθεν ἡ
ὑπόμνησις καὶ το〈ῦ〉 ἕκαστον σῶμα ἐπὶ τὸ αὑτοῦ ἄρτημα νεύειν, ἐκ δὲ
τῶν κατὰ πελάγη καὶ τὸν οὐρανὸν φαινομένων ἐγγύθεν· καὶ γὰρ ἡ αἴσθησις
ἐπιμαρτυρεῖν δύναται καὶ ἡ κοινὴ ἔννοια. φανερῶς γὰρ ἐπιπροσθεῖ τοῖς
πλέουσιν ἡ κυρτότης τῆς θαλάττης, ὥστε μὴ προσβάλλειν τοῖς πόρρω
φέγγεσι τοῖς ἐπ' ἴσον ἐξηρμένοις τῇ ὄψει· ἐξαρθέντα γοῦν πλέον τῆς
ὄψεως ἐφάνη, καίτοι πλέον ἀποσχόντα αὐτῆς· ὁμοίως δὲ καὶ αὐτὴ μετεω-
ρισθεῖσα εἶδε τὰ κεκρυμμένα πρότερον. (ὅπερ δηλοῖ καὶ ὁ ποιητής·
τοιοῦτον γάρ ἐστι καὶ τὸ
ὀξὺ μάλα προϊδών, μεγάλου ὑπὸ κύματος ἀρθείς (Od. 5,393).)
καὶ τοῖς προσπλέουσι δὲ ἀεὶ καὶ μᾶλλον ἀπογυμνοῦται τὰ πρόσγεα μέρη,
καὶ τὰ φανέντα ἐν ἀρχαῖς ταπεινὰ ἐξαίρεται μᾶλλον. τῶν τε οὐρανίων ἡ
περιφορὰ ἐναργής ἐστι καὶ ἄλλως καὶ ἐκ τῶν γνωμονικῶν· ἐκ δὲ τούτων
εὐθὺς ὑποτείνει καὶ ἡ ἔννοια, ὅτι ἐρριζωμένης ἐπ' ἄπειρον τῆς γῆς οὐκ
ἂν ἡ τοιαύτη περιφορὰ συνέβαινε. καὶ τὰ περὶ τῶν κλιμάτων δὲ ἐν τοῖς
περὶ τῶν οἰκήσεων δείκνυται.
3c
Strabo 2,5,1f.
Οὐ γάρ, ὥσπερ διὰ πεδίων ἰοῦσι μεγάλων, οἷον τῶν Βαβυλωνίων, ἢ
διὰ πελάγους παρίσταται τὰ πρόσω πάντα καὶ τὰ κατόπιν καὶ ἐκ πλαγίων
ἐπίπεδα, καὶ οὐδεμίαν ἀντέμφασιν παρέχει πρὸς τὰ οὐράνια καὶ τὰς τοῦ
ἡλίου κινήσεις καὶ σχέσεις πρὸς ἡμᾶς καὶ τῶν ἄλλων ἄστρων, οὕτω καὶ
γεωγραφοῦσιν παρίστασθαι ἀεὶ δεῖ τὰ ὅμοια. ὁ μὲν γὰρ πελαγίζων καὶ
ὁδεύων διὰ χώρας πεδιάδος κοιναῖς τισι φαντασίαις ἄγεται, καθ' ἃς καὶ
ὁ ἀπαίδευτος καὶ ὁ πολιτικὸς ἐνεργεῖ ταὐτά, ἄπειρος ὢν τῶν οὐρανίων,
καὶ τὰς πρὸς ταῦτα ἀντεμφάσεις ἀγνοῶν. ἀνατέλλοντα μὲν γὰρ ὁρᾷ ἥλιον
καὶ δύνοντα καὶ μεσουρανοῦντα, τίνα δὲ τρόπον, οὐκ ἐπισκοπεῖ· οὐδὲ γὰρ
χρήσιμον αὐτῷ πρὸς τὸ προκείμενον, ὥσπερ οὐδὲ τὸ παράλληλον ἑστάναι
τῷ παρεστῶτι ἢ μή· τάχα δ' ἐπισκοπεῖ μέν, ἀντιδοξεῖ δὲ τοῖς μαθηματι-
κῶς λεγομένοις, καθάπερ οἱ ἐπιχώριοι· ἔχει γὰρ ὁ τόπος τοιαῦτα διαπτώ-
ματα.
Ὁ δὲ γεωγραφικὸς οὐκ ἐπιχωρίῳ γεωγραφεῖ, οὐδὲ πολιτικῷ τοιούτῳ,
ὅστις μηδὲν ἐφρόντισε τῶν λεγομένων ἰδίως μαθημάτων· οὐδὲ γὰρ θεριστῇ
καὶ σκαπανεῖ, ἀλλὰ τῷ πεισθῆναι δυναμένῳ τὴν γῆν ἔχειν οὕτω τὴν
ὅλην, ὡς οἱ μαθηματικοί φασι, καὶ τὰ ἄλλα τὰ πρὸς τὴν ὑπόθεσιν τὴν
τοιαύτην. κελεύει τε τοῖς προσιοῦσιν, ἐκεῖνα προενθυμηθεῖσι, τὰ ἑξῆς
ἐφορᾶν· ἐκείνοις γὰρ τὰ ἀκόλουθα ἐρεῖν, ὥστε μᾶλλον ποιήσασθαι τῶν
παραδιδομένων ἀσφαλῆ τὴν χρῆσιν τοὺς ἐντυγχάνοντας, ἂν ἀκούωσι
μαθηματικῶς, τοῖς δ' ἄλλως ἔχουσιν οὔ φησι γεωγραφεῖν.
2. Τὸν μὲν δὴ γεωγραφοῦντα πιστεῦσαι δεῖ περὶ τῶν ἐχόντων αὐτῷ τάξιν
ἀρχῆς τοῖς ἀναμετρήσασι τὴν ὅλην γῆν γεωμέτραις, τούτους δὲ τοῖς
ἀστρονομικοῖς, ἐκείνους δὲ τοῖς φυσικοῖς.
Ἡ δὴ φυσικὴ ἀρετή τις· τὰς δ' ἀρετὰς ἀνυποθέτους φασὶν ἐξ αὑτῶν
ἠρτημένας, καὶ ἐν αὑταῖς ἐχούσας τάς τε ἀρχὰς καὶ τὰς περὶ πάντων
πίστεις. τὰ μὲν οὖν παρὰ τῶν φυσικῶν δεικνύμενα τοιαῦτά ἐστι· σφαι-
ροειδὴς μὲν ὁ κόσμος καὶ ὁ οὐρανός, ἡ ῥοπὴ δ' ἐπὶ τὸ μέσον τῶν βαρέων·
μερὶ τοῦτο δὲ συνεστῶσα ἡ γῆ σφαιροειδῶς ὁμόκεντρος μὲν τῷ οὐρανῷ
πένει καὶ αὐτὴ καὶ ὁ δι' αὐτῆς ἄξων καὶ τοῦ οὐρανοῦ μέσου τεταμένος,
ὁ δ' οὐρανὸς περιφέρεται περί τε αὐτὴν καὶ περὶ τὸν ἄξονα ἀπ' ἀνατολῆς
ἐπὶ δύσιν, σὺν αὐτῷ δὲ οἱ ἀπλανεῖς ἀστέρες ὁμοταχεῖς τῷ πόλῳ. οἱ μὲν
οὖν ἀπλανεῖς ἀστέρες κατὰ παραλλήλων φέρονται κύκλων· παράλληλοι
δ' εἰσὶ γνωριμώτατοι ὅ τε ἰσημερινὸς καὶ οἱ τροπικοὶ δύο καὶ οἱ ἀρκτικοί·
οἱ δὲ πλάνητες ἀστέρες καὶ ἥλιος καὶ σελήνη κατὰ λοξῶν τινων, τῶν
τεταγμένων ἐν τῷ ζῳδιακῷ.
Τούτοις δὲ πιστεύσαντες ἢ πᾶσιν ἤ τισιν οἱ ἀστρονομικοὶ τὰ ἑξῆς
πραγματεύονται, κινήσεις καὶ περιόδους καὶ ἐκλείψεις καὶ μεγέθη καὶ
ἀποστάσεις καὶ ἄλλα μυρία· ὡς δ' αὕτως οἱ τὴν γῆν ὅλην ἀναμετροῦντες
γεωμέτραι προτίθενται τὰς τῶν φυσικῶν καὶ τῶν ἀστρονομικῶν δόξας,
τὰς δὲ τῶν γεωμετρῶν πάλιν οἱ γεωγράφοι.
3d
Strabo 2,5,4—5
4. Λαβὼν οὖν ταῦθ' ὁ γεωμέτρης, προσχρησάμενος τοῖς γνωμονικοῖς
καὶ τοῖς ἄλλοις τοῖς ὑπὸ τοῦ ἀστρονομικοῦ δεικνυμένοις, ἐν οἷς οἵ τε
παράλληλοι τῷ ἰσημερινῷ εὑρίσκονται οἱ καθ' ἑκάστην τὴν οἴκησιν καὶ
οἱ πρὸς ὀρθὰς τέμνοντες τούτους, γραφόμενοι δὲ διὰ τῶν πόλων, κατα-
μετρεῖ τὴν μὲν οἰκήσιμον ἐμβατεύων, τὴν δ' ἄλλην ἐκ τοῦ λόγου τῶν
ἀποστάσεων. οὕτω δ' ἂν εὑρίσκοι, πόσον ἂν εἴη τὸ ἀπὸ τοῦ ἰσημερινοῦ
μέχρι πόλου, ὅπερ ἐστὶ τεταρτημόριον τοῦ μεγίστου κύκλου τῆς γῆς· ἔχων
δὲ τοῦτο ἔχει καὶ τὸ τετραπλάσιον αὐτοῦ, τοῦτο δ' ἔστιν ἡ περίμετρος
τῆς γῆς.
Ὥσπερ οὖν ὁ μὲν τὴν γῆν ἀναμετρῶν παρὰ τοῦ ἀστρονομοῦντος ἔλαβε
τὰς ἀρχάς, ὁ δὲ ἀστρονόμος παρὰ τοῦ φυσικοῦ, τὸν αὐτὸν τρόπον χρὴ καὶ
τὸν γεωγράφον παρὰ τοῦ ἀναμεμετρηκότος ὅλην τὴν γῆν ὁρμηθέντα,
πιστεύσαντα τούτῳ καὶ οἷς ἐπίστευσεν οὗτος, πρῶτον μὲν ἐκθέσθαι τὴν
οἰκουμένην καθ' ἡμᾶς, πόση τις καὶ ποία τὸ σχῆμα καὶ τὴν φύσιν οἵα
ἐστὶ καὶ πῶς ἔχουσα πρὸς τὴν ὅλην γῆν· ἴδιον γὰρ τοῦ γεωγράφου τοῦτο·
ἔπειτα περὶ τῶν καθ' ἕκαστα τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν
ποιήσασθαι τὸν προσήκοντα λόγον, παρασημαινόμενον ὅσα μὴ ἱκανῶς
εἴρηται τοῖς πρὸ ἡμῶν τοῖς μάλιστα πεπιστευμένοις ἀρίστοις γεγονέναι
περὶ ταῦτα.
5. Ὑποκείσθω δὴ σφαιροειδὴς ἡ γῆ σὺν τῇ θαλάττῃ, μίαν καὶ τὴν
αὐτὴν ἐπιφάνειαν ἴσχουσα τοῖς πελάγεσι. συγκρύπτοιτο γὰρ ἂν τὸ ἐξέχον
τῆς γῆς ἐν τῷ τοσούτῳ μεγέθει μικρὸν ὂν καὶ λανθάνειν δυνάμενον, ὥστε
τὸ σφαιροειδὲς ἐπὶ τούτων οὐχ ὡς ἂν ἐκ τόρνου φαμέν, οὐδ' ὡς ὁ γεωμέτρης
πρὸς λόγον, ἀλλὰ πρὸς αἴσθησιν, καὶ ταύτην παχυτέραν.
4
Strabo 1,2,6
Τὸ δὲ δὴ καὶ τὴν ῥητορικὴν ἀφαιρεῖσθαι τὸν ποιητὴν τελέως ἀφειδοῦντος
ἡμῶν ἐστι. τί γὰρ οὕτω ῥητορικόν, ὡς φράσις; τί δ' οὕτω ποιητικόν;
τίς δ' ἀμείνων Ὁμήρου φράσαι; νὴ Δία, ἀλλ' ἑτέρα φράσις ἡ ποιητική.
τῷ γε εἴδει, ὡς καὶ ἐν αὐτῇ τῇ ποιητικῇ ἡ τραγικὴ καὶ ἡ κωμική, καὶ
ἐν τῇ πεζῇ ἡ ἱστορικὴ καὶ ἡ δικανική. ἆρα γὰρ οὐδ' ὁ λόγος ἐστὶ γενικός,
οὗ εἴδη ὁ ἔμμετρος καὶ ὁ πεζός; ἢ λόγος μέν, ῥητορικὸς δὲ λόγος οὐκ
ἔστι γενικὸς καὶ φράσις καὶ ἀρετὴ λόγου; ὡς δ' εἰπεῖν, ὁ πεζὸς λόγος, ὅ
γε κατεσκευασμένος, μίμημα τοῦ ποιητικοῦ ἐστι. πρώτιστα γὰρ ἡ ποιη-
τικὴ κατασκευὴ παρῆλθεν εἰς τὸ μέσον καὶ εὐδοκίμησεν· εἶτα ἐκείνην
μιμούμενοι, λύσαντες τὸ μέτρον, τἆλλα δὲ φυλάξαντες τὰ ποιητικὰ συνέ-
γραψαν οἱ περὶ Κάδμον καὶ Φερεκύδη καὶ Ἑκαταῖον· εἶτα οἱ ὕστερον,
ἀφαιροῦντες ἀεί τι τῶν τοιούτων, εἰς τὸ νῦν εἶδος κατήγαγον, ὡς ἂν
ἀπὸ ὕψους τινός· καθάπερ ἄν τις καὶ τὴν κωμῳδίαν φαίη λαβεῖν τὴν
σύστασιν ἀπὸ τῆς τραγῳδίας, καὶ τοῦ κατ' αὐτὴν ὕψους καταβιβασθεῖσαν
εἰς τὸ λογοειδὲς νυνὶ καλούμενον. καὶ τὸ ἀείδειν δὲ ἀντὶ τοῦ φράζειν
τιθέμενον παρὰ τοῖς πάλαι ταὐτὸ τοῦτο ἐκμαρτυρεῖ, διότι πηγὴ καὶ ἀρχὴ
φράσεως κατεσκευασμένης καὶ ῥητορικῆς ὑπῆρξεν ἡ ποιητική. αὕτη γὰρ
προσεχρήσατο τῷ μέλει κατὰ τὰς ἐπιδείξεις· τοῦτο δ' ἦν ᾠδὴ ἢ λόγος
μεμελισμένος ἀφ' οὗ δὴ ῥαψῳδίαν τ' ἔλεγον καὶ τραγῳδίαν καὶ κωμῳδίαν.
ὥστ' ἐπειδὴ τὸ φράζειν πρώτιστα ἐπὶ τῆς ποιητικῆς ἐλέγετο φράσεως,
αὕτη δὲ μετ' ᾠδῆς 〈ἦν〉, τὸ ἀείδειν αὐτοῖς τὸ αὐτὸ τῷ φράζειν ὑπῆρξε παρ'
ἐκείνοις. καταχρησαμένων δ' αὐτῶν θατέρῳ καὶ ἐπὶ τοῦ πεζοῦ λόγου, καὶ
ἐπὶ θάτερον ἡ κατάχρησις διέβη. καὶ αὐτὸ δὲ τὸ πεζὸν λεχθῆναι τὸν ἄνευ
τοῦ μέτρου λόγον ἐμφαίνει τὸν ἀπὸ ὕψους τινὸς καταβάντα καὶ ὀχήματος
εἰς τοὔδαφος.
5
Strabo 1,2,21
Εἰσὶ δέ τινες, οἵ φασιν εἶναι δύο τοὺς κυριωτάτους ἀνέμους, Βορέαν
καὶ Νότον, τοὺς δὲ ἄλλους κατὰ μικρὰν ἔγκλισιν διαφέρειν· τὸν μὲν ἀπὸ
θερινῶν ἀνατολῶν Εὖρον, χειμερινῶν δὲ Ἀπηλιώτην· δύσεων δὲ θερινῶν
μὲν Ζέφυρον, χειμερινῶν δὲ Ἀργέστην. τοῦ δὲ δύο εἶναι τοὺς ἀνέμους
ποιοῦνται μάρτυρας Θρασυάλκην τε καὶ τὸν ποιητὴν αὐτὸν τῷ τὸν μὲν
Ἀργέστην τῷ Νότῳ προσνέμειν,
ἀργεστᾶο Νότοιο (Il. 11,306),
τὸν δὲ Ζέφυρον τῷ Βορέᾳ,
Βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον (Il. 9,5).
Φησὶ δὲ Ποσειδώνιος, μηδένα οὕτως παραδεδωκέναι τοὺς ἀνέμους τῶν
γνωρίμων περὶ ταῦτα, οἷον Ἀριστοτέλη, Τιμοσθένη, Βίωνα τὸν ἀστρο-
λόγον. ἀλλὰ τὸν μὲν ἀπὸ θερινῶν ἀνατολῶν Καικίαν, τὸν δὲ τούτῳ κατὰ
διάμετρον ἐναντίον Λίβα, ἀπὸ δύσεως ὄντα χειμερινῆς· πάλιν δὲ τὸν μὲν
ἀπὸ χειμερινῆς ἀνατολῆς Εὖρον, τὸν δ' ἐναντίον Ἀργέστην· τοὺς δὲ
μέσους Ἀπηλιώτην καὶ Ζέφυρον. τὸν δὲ ποιητὴν δυσαῆ μὲν Ζέφυρον
(Il. 23,200) λέγειν τὸν ὑφ' ἡμῶν καλούμενον Ἀργέστην, λίγα δὲ πνέοντα
Ζέφυρον (Od. 4,567) τὸν ὑφ' ἡμῶν Ζέφυρον, ἀργέστην δὲ Νότον τὸν
Λευκόνοτον· οὗτος γὰρ ὀλίγα τὰ νέφη ποιεῖ, τοῦ λοιποῦ Νότου ὀλεροῦ
πως ὄντος·
ὡς ὁπότε Ζέφυρος νέφεα στυφελίξῃ
ἀργεστᾶο Νότοιο, βαθείῃ λαίλαπι τύπτων (Il. 11,305f.),
τὸν γὰρ δυσαῆ Ζέφυρον νῦν λέγει, ὃς εἴωθε διασκιδνάναι τὰ ὑπὸ τοῦ
Λευκονότου συναγόμενα ἀσθενῆ ὄντα, ἐπιθέτως τοῦ Νότου νῦν ἀργέστου
λεγομένου. ταῦτα μὲν δὴ ἐν ἀρχῇ τοῦ πρώτου τῶν γεωγραφικῶν (sc.
τοῦ Ἐρατοσθένους) εἰρημένα τοιαύτην τινὰ τὴν ἐπανόρθωσιν ἔχει.
6
Strabo 1,2,30
Ὁ ποιητὴς τοίνυν διιπετέας καλεῖ τοὺς ποταμούς (Il. 16,174; Od. 4,
477), οὐ τοὺς χειμάρρους μόνους, ἀλλὰ καὶ πάντας κοινῶς, ὅτι πληροῦνται
πάντες ἀπὸ τῶν ὀμβρίων ὑδάτων. ἀλλὰ τὸ κοινὸν ἐπὶ τῶν κατ' ἐξοχὴν
ἴδιον γίνεται· ἄλλως γὰρ ἂν τὸν χειμάρρουν ἀκούοι τις διιπετῆ καὶ ἄλλως
τὸν ἀέναον· ἐνταῦθα δὲ διπλασιάζει πως ἡ ἐξοχή. καὶ καθάπερ εἰσί τινες
ὑπερβολαὶ ἐπὶ ὑπερβολαῖς, ὡς τὸ κουφότερον εἶναι φελλοῦ σκιᾶς, δειλό-
τερον δὲ λαγὼ Φρυγός, ἐλάττω δ' ἔχειν γῆν τὸν ἀγρὸν ἐπιστολῆς Λακω-
νικῆς, οὕτως ἐξοχὴ ἐπὶ ἐξοχῇ συντρέχει ἐπὶ τοῦ διιπετῆ τὸν Νεῖλον
λέγεσθαι· ὁ μὲν γὰρ χειμάρρους ὑπερβέβληται τοὺς ἄλλους ποταμοὺς τῷ
διιπετὴς εἶναι, ὁ δὲ Νεῖλος καὶ τοὺς χειμάρρους ἐπὶ τοσοῦτον πληρούμενος
καὶ πλήθους καὶ χρόνου.
7
Strabo 1,2,34
Περὶ δὲ τῶν Ἐρεμβῶν πολλὰ μὲν εἴρηται, πιθανώτατοι δ' εἰσὶν οἱ
νομίζοντες τοὺς Ἄραβας λέγεσθαι. Ζήνων δ' ὁ ἡμέτερος καὶ γράφει οὕτως
Αἰθίοπάς θ' ἱκόμην καὶ Σιδονίους Ἄραβάς τε (Od. 4,84).
τὴν μὲν οὖν γραφὴν οὐκ ἀνάγκη κινεῖν, παλαιὰν οὖσαν. αἰτιᾶσθαι δὲ
βέλτιον τὴν τοῦ ὀνόματος μετάπτωσιν, πολλὴν καὶ ἐπιπολαίαν οὖσαν ἐν
πᾶσι τοῖς ἔθνεσιν. ἀμέλει δὲ καὶ ποιοῦσί τινες παραγραμματίζοντες.
Ἄριστα δ' ἂν δόξειεν εἰπεῖν ὁ Ποσειδώνιος, κἀνταῦθα ἀπὸ τῆς τῶν
ἐθνῶν συγγενείας καὶ κοινότητος ἐτυμολογῶν. τὸ γὰρ τῶν Ἀρμενίων
ἔθνος καὶ τὸ τῶν Σύρων καὶ Ἀράβων πολλὴν ὁμοφυλίαν ἐμφαίνει, κατά
τε τὴν διάλεκτον καὶ τοὺς βίους καὶ τοὺς τῶν σωμάτων χαρακτῆρας, καὶ
μάλιστα καθὸ πλησιόχωροί εἰσι. δηλοῖ δ' ἡ Μεσοποταμία ἐκ τῶν τριῶν
συνεστῶσα τούτων ἐθνῶν· μάλιστα γὰρ ἐν τούτοις ἡ ὁμοιότης διαφαίνεται.
εἰ δέ τις παρὰ τὰ κλίματα γίνεται διαφορὰ τοῖς προσβόρροις ἐπὶ πλέον
πρὸς τοὺς μεσημβρινοὺς καὶ τούτοις πρὸς μέσους τοὺς Σύρους, ἀλλ'
ἐπικρατεῖ γε τὸ κοινόν. καὶ οἱ Ἀσσύριοι δὲ καὶ οἱ Ἀριμάνιοι παραπλησίως
πως ἔχουσι καὶ πρὸς τούτους καὶ πρὸς ἀλλήλους. εἰκάζει γε δὴ καὶ τὰς
τῶν ἐθνῶν τούτων κατονομασίας ἐμφερεῖς ἀλλήλαις εἶναι· τοὺς γὰρ ὑφ'
ἡμῶν Σύρους καλουμένους ὑπ' αὐτῶν τῶν Σύρων [Ἀρμενίους καὶ] Ἀραμ-
[μ]αίους καλεῖσθαι· τούτῳ δ' ἐοικέναι τοὺς Ἀρμενίους καὶ τοὺς Ἄραβας
καὶ Ἐρεμβούς, τάχα τῶν πάλαι Ἑλλήνων οὕτω καλούντων τοὺς Ἄραβας,
ἅμα καὶ τοῦ ἐτύμου συνεργοῦντος πρὸς τοῦτο. ἀπὸ γὰρ τοῦ εἰς τὴν ἔραν
ἐμβαίνειν τοὺς Ἐρεμβοὺς ἐτυμολογοῦσιν οὕτως οἱ πολλοί, οὓς μεταλα-
βόντες οἱ ὕστερον ἐπὶ τὸ σαφέστερον Τρωγλοδύτας ἐκάλεσαν· οὗτοι δ'
εἰσὶν Ἀράβων οἱ ἐπὶ θάτερον μέρος τοῦ Ἀραβίου κόλπου κεκλιμένοι, τὸ
πρὸς Αἰγύπτῳ καὶ Αἰθιοπίᾳ.
8
Strabo 1,3,5
Πρὸς δὲ τὸν Στράτωνα λέγοιτ' ἄν, ὅτι πολλῶν αἰτίων ὄντων ἀφεὶς ταῦτα
τὰ μὴ ὄντα αἰτιᾶται. πρώτην γὰρ αἰτίαν φησίν, ὅτι τῆς ἐντὸς θαλάττης
καὶ τῆς ἐκτὸς οὐ ταὐτὸν τὸ ἔδαφος καὶ ὁ βυθός. πρὸς γὰρ τὸ μετεωρίζεσθαι
ταύτην καὶ ταπεινοῦσθαι καὶ ἐπικλύζειν τόπους τινὰς καὶ ἀναχωρεῖν ἀπ'
αὐτῶν οὐ τοῦτό ἐστιν αἴτιον, ἄλλα καὶ ἄλλα ἐδάφη τὰ μὲν ταπεινότερα
εἶναι τὰ δὲ ὑψηλότερα, ἀλλὰ τὸ τὰ αὐτὰ ἐδάφη ποτὲ μὲν μετεωρίζεσθαι,
ποτὲ δ' αὖ ταπεινοῦσθαι καὶ συνεξαίρειν ἢ συνενδιδόναι τὸ πέλαγος·
ἐξαρθὲν μὲν γὰρ ἐπικλύσαι ἄν, ταπεινωθὲν δὲ ἀναδράμοι ἂν εἰς τὴν
ἀρχαίαν κατάστασιν. εἰ γὰρ οὕτως, δεήσει πλεονασμῷ τῆς θαλάττης
αἰφνιδίῳ γενομένῳ τὴν ἐπίκλυσιν συμβαίνειν, καθάπερ ἐν ταῖς πλημμυ-
ρίσιν ἢ ταῖς ἀναβάσεσι τῶν ποταμῶν, τοτὲ μὲν ἐπενεχθέντος ἑτέρωθεν,
τοτὲ δ' αὐξηθέντος τοῦ ὕδατος. ἀλλ' οὔθ' αἱ αὐξήσεις ἀθρόαι καὶ αἰφνίδιοι
γίνονται, οὔθ' αἱ πλημμυρίδες τοσοῦτον ἐπιμένουσι χρόνον, οὐδ' ἄτακτοί
εἰσιν, οὔτε κατὰ τὴν ἑτέραν ἐπικλύζουσι θάλατταν, οὐδ' ὅπου ἔτυχε.
Λοιπὸν οὖν αἰτιᾶσθαι τὸ ἔδαφος ἢ τὸ τῇ θαλάττῃ ὑποκείμενον ἢ τὸ
ἐπικλυζόμενον, μᾶλλον δὲ τὸ ὕφαλον. πολὺ γὰρ εὐκινητότερον καὶ μετα-
βολὰς θάττους δέξασθαι δυνάμενον τὸ ἔνυγρον· καὶ γὰρ τὸ πνευματικὸν
τὸ πάντων τῶν τοιούτων αἴτιον πλέον ἐνταῦθα. ἀλλ', ὡς ἔφην, τῶν
τοιούτων ἀπεργαστικόν ἐστι παθῶν τὸ αὐτὰ τὰ ἐδάφη ποτὲ μὲν ἐξαίρεσθαι
ποτὲ δὲ ὑφίζησιν λαμβάνειν, οὐ τὸ τὰ μὲν εἶναι ὑψηλὰ τὰ δὲ ἧττον. ὁ
δὲ τοῦτο λαμβάνει, νομίζων ὅπερ ἐπὶ τῶν ποταμῶν συμβαίνει, τοῦτο καὶ
ἐπὶ τῆς θαλάττης ἀπαντᾶν, τὸ ἀπὸ τῶν μετεώρων τόπων εἶναι τὴν ῥύσιν·
οὐδὲ γὰρ ἂν τοῦ κατὰ Βυζάντιον ῥοῦ τὸ ἔδαφος ᾐτιᾶτο, λέγων ὑψηλότερον
τὸ τοῦ Εὐξείνου ἢ τὸ τῆς Προποντίδος καὶ τοῦ ἑξῆς πελάγους, ἅμα καὶ
αἰτίαν προστιθείς· ἀπὸ γὰρ τῆς ἰλύος τῆς ἀπὸ τῶν ποταμῶν καταφερο-
μένης πληροῦσθαι τὸν βυθὸν καὶ βραχὺν γίνεσθαι, διὰ τοῦτο δὲ καὶ ῥεῖν
εἰς τὰ ἐκτός. τὸν δ' αὐτὸν λόγον καὶ ἐπὶ τὴν ἡμετέραν θάλατταν σύμπασαν
μεταφέρει πρὸς τὴν ἐκτός, ὡς καὶ ταύτης μετεωρότερον τοὔδαφος ποιούσης
τοῦ ὑποκειμένου τῷ Ἀτλαντικῷ πελάγει· καὶ γὰρ αὕτη ἐκ πολλῶν ποτα-
μῶν πληροῦται, καὶ τὴν ὑποστάθμην τῆς ἰλύος δέχεται τὴν ἀνάλογον.
ἐχρῆς οὖν καὶ τὸν εἴσρουν ὅμοιον γίνεσθαι τῷ κατὰ Βυζάντιον τὸν κατὰ
Στήλας καὶ τὴν Κάλπην. ἀλλὰ τοῦτο μὲν ἐῶ· ἐροῦσι γὰρ κἀκεῖ τοῦτο
συμβαίνειν, περισπᾶσθαι δὲ ὑπὸ τῶν ἀμπώτεων καὶ τῶν πλημμυρίδων
καὶ ἐπικρύπτεσθαι.
9
Strabo 1,3,7—10
Ἡ γὰρ πρόσχωσις περὶ αὐτὰ συνίσταται τὰ στόματα τῶν ποταμῶν, οἷον
περὶ μὲν τὰ τοῦ Ἴστρου τὰ λεγόμενα Στήθη καὶ ἡ Σκυθῶν ἐρημία καὶ ὁ
Σαλμυδησσός, καὶ ἄλλων χειμάρρων συνεργούντων πρὸς τοῦτο, περὶ δὲ τὰ
τοῦ Φάσιδος ἡ Κολχικὴ παραλία, δίαμμος καὶ ταπεινὴ καὶ μαλακὴ οὖσα,
περὶ δὲ τὸν Θερμώδοντα καὶ τὸν Ἶριν ὅλη Θεμίσκυρα, τὸ τῶν Ἀμαζόνων
πεδίον, καὶ τῆς Σιδηνῆς τὸ πλέον· οὕτω δὲ καὶ ἐπὶ τῶν ἄλλων. ἅπαντες
γὰρ μιμοῦνται τὸν Νεῖλον, ἐξηπειροῦντες τὸν πρὸ αὐτῶν πόρον, οἱ μὲν
μᾶλλον, οἱ δὲ ἧττον· ἧττον μὲν οἱ μὴ πολλὴν καταφέροντες τὴν ἰλύν,
μᾶλλον δὲ οἱ πολλήν τε καὶ μαλακόγειον χώραν ἐπιόντες καὶ χειμάρρους
δεχόμενοι πολλούς, ὧν ἐστι καὶ ὁ Πύραμος ὁ τῇ Κιλικίᾳ πολὺ μέρος
προσθείς, ἐφ' οὗ καὶ λόγιον ἐκπέπτωκέ τι τοιοῦτον·
ἔσσεται ἐσσομένοις, ὅτε Πύραμος εὐρυοδίνης
ἠϊόνα προχέων ἱερὴν ἐς Κύπρον ἵκηται (orac. Sib. 4,97f.)·
ἐκ μέσων γὰρ τῶν τῆς Καταονίας πεδίων ἐνεχθεὶς πλωτὸς καὶ διεκπαισά-
μενος διὰ τῶν τοῦ Ταύρου στενῶν εἰς τὴν Κιλικίαν ἐκδίδωσιν εἰς τὸν
πρὸ ταύτης τε καὶ τῆς Κύπρου πόρον.
8. Αἴτιον δὲ τοῦ μὴ φθάνειν τὴν χοῦν εἰς τὸ πέλαγος προϊοῦσαν τὴν
ὑπὸ τῶν ποταμῶν καταφερομένην τὸ τὴν θάλατταν ἀνακόπτειν αὐτὴν εἰς
τοὐπίσω, παλιρροοῦσαν φύσει· ἔοικε γὰρ τοῖς ζῴοις, καὶ καθάπερ ἐκεῖνα
συνεχῶς ἀναπνεῖ τε καὶ ἐκπνεῖ, τὸν αὐτὸν τρόπον καὶ αὐτὴ ἐξ αὑτῆς τε
καὶ εἰς ἑαυτὴν συνεχῶς παλινδρομικήν τινα κινουμένη κίνησιν. δῆλον δὲ
τῷ ἐπὶ τοῦ αἰγιαλοῦ ἑστῶτι κατὰ τὴν κυμάτωσιν· ἅμα γὰρ κλύζονται
οἱ πόδες καὶ γυμνοῦνται καὶ πάλιν κλύζονται, καὶ τοῦτο συνεχῶς. τῷ
δὲ κλύδωνι καὶ κῦμα ἐπιτρέχει, 〈ὅ〉, κἂν γαληνότατον ᾖ, ἐπιφερόμενον
ἔχει τινὰ βίαν πλείω, καὶ ἀπορρίπτει πᾶν τὸ ἀλλότριον εἰς τὴν γῆν,
πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευε (Il. 9,7).
μᾶλλον μὲν οὖν ἐν ἀνέμῳ συμβαίνει τοῦτο, ἀλλὰ καὶ ἐν νηνεμίᾳ καὶ ἐν
ἀπογαίοις πνεύμασιν· οὐδὲν γὰρ ἧττον ἐπὶ γῆν φέρεται τὸ κῦμα ὑπεναν-
τίως τῷ ἀνέμῳ, ὡς ἂν ἰδίαν τινὰ τῆς θαλάττης κίνησιν συγκινούμενον
αὐτῇ. τοιοῦτον δὲ καὶ τὸ
ἀμφὶ δέ τ' ἄκρας
κυρτὸν ἐὸν κορυφοῦται, ἀποπτύει δ' ἁλὸς ἄχνην (Il. 4,425f.)
καὶ τὸ
ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω (Il. 17,265).
9. Ἡ μὲν οὖν ἔφοδος τοῦ κύματος ἔχει τινὰ βίαν, ὥστ' ἀπωθεῖσθαι
τὸ ἀλλότριον. καὶ δὴ καὶ κάθαρσίν τινα τῆς θαλάττης ταύτην φασί, καθ'
ἣν καὶ τὰ νεκρὰ σώματα καὶ τὰ ναυάγια εἰς γῆν ἐκκυμαίνεται. ἡ δ' ἀνα-
χώρησις οὐκ ἔχει τοσαύτην βίαν, ὥστε νεκρὸν ἢ ξύλον ἢ τὸ κουφότατον
φελλόν, ὑπὸ τοῦ κύματος εἰς τὴν ἅλα βληθῆναι· ψευδῶς καὶ τῶν πλησίον
ἀκτῆς τόπων εἰς τὸ πέλαγος προσπεσεῖν ὑποληφθέντων ὑπὸ τοῦ κύματος.
οὕτως δὴ καὶ τὴν χοῦν καὶ τὸ σὺν αὐτῇ τεθολωμένον ὕδωρ ἐκκυμαίνεσθαι
συμβαίνει, καὶ τοῦ βάρους ἅμα συνεργοῦντος, ὥστε θᾶττον κατενεχθῆναι
πρὸς τὴν γῆν κάτω, πρὶν εἰς τὸ πρόσω πελαγίσαι· καὶ γὰρ ἡ τοῦ ποταμοῦ
βία παύεται, μικρὸν προελθοῦσα τοῦ στόματος. οὕτω μὲν οὖν ἐνδέχεται
προσχωσθῆναι τὸ πέλαγος πᾶν, ἀπὸ τῶν αἰγιαλῶν ἀρξάμενον, ἂν συνεχεῖς
ἔχῃ τὰς ἐκ τῶν ποταμῶν ἐπιρρύσεις. τοῦτο δ' ἂν συμβαίη, κἂν τοῦ Σαρ-
δονίου πελάγους βαθύτερον ὑποθώμεθα τὸν Πόντον, ὅπερ λέγεται τῶν
ἀναμετρηθέντων βαθύτατόν που χιλίων ὀργυιῶν, ὡς Ποσειδώνιός φησι.
10. Τὴν μὲν οὖν τοιαύτην αἰτιολογίαν ἧττον ἄν τις ἀποδέξαιτο· μᾶλλον
δ' ἀπὸ τῶν φανερωτέρων καὶ τῶν καθ' ἡμέραν τρόπον τινὰ ὁρωμένων
ἀναπτέον τὸν λόγον. καὶ γὰρ κατακλυσμοὶ καὶ σεισμοὶ καὶ ἀναφυσήματα
καὶ ἀνοιδήσεις τῆς ὑφάλου γῆς μετεωρίζουσι καὶ τὴν θάλατταν, αἱ δὲ
συνιζήσεις ταπεινοῦσιν αὐτήν. οὐ γὰρ μύδροι μὲν ἀνενεχθῆναι δύνανται καὶ
μικραὶ νῆσοι, μεγάλαι δ' οὔ· οὐδὲ νῆσοι μέν, ἤπειροι δ' οὔ. ὁμοίως δὲ καὶ
συνιζήσεις καὶ μικραὶ καὶ μεγάλαι γένοιντ' ἄν, εἴπερ καὶ [τὰ] χάσματα
καὶ καταπόσεις χωρίων καὶ κατοικιῶν, ὡς ἐπὶ Βούρας τε καὶ Βιζώνης
καὶ ἄλλων πλειόνων, ὑπὸ σεισμοῦ γενέσθαι φασί. καὶ τὴν Σικελίαν οὐδέν
τι μάλλον ἀπορρῶγα τῆς Ἰταλίας εἰκάζοι τις ἄν, ἢ ἀναβληθεῖσαν ὑπὸ
τοῦ Αἰτναίου πυρὸς ἐκ βυθοῦ συμμεῖναι· ὡσαύτως δὲ καὶ τὰς Λιπαραίων
νήσους καὶ Πιθηκούσσας.
10
Strabo 1,3,11—12
Διὰ δὲ τοῦτο καὶ τοὺς εὐρίπους ῥοώδεις εἶναι, μάλιστα δὲ τὸν κατὰ Σικελίαν
πορθμόν, ὅν φησιν ὁμοιοπαθεῖν ταῖς κατὰ τὸν ὠκεανὸν πλημμυρίσι τε
καὶ ἀμπώτεσι· δίς τε γὰρ μεταβάλλειν τὸν ῥοῦν ἑκάστης ἡμέρας καὶ
νυκτός, καθάπερ τὸν ὠκεανὸν δὶς μὲν πλημμυρεῖν, δὶς δὲ ἀναχωρεῖν. τῇ
μὲν οὖν πλημμυρίδι δεῖ ὁμολογεῖν τὸν ἐκ τοῦ Τυρρηνικοῦ πελάγους εἰς
τὸ Σικελικὸν καταφερόμενον ὡς ἂν ἐκ μετεωροτέρας ἐπιφανείας, ὃν δὴ
καὶ κατιόντα ὀνομάζεσθαι, ⸢ὁμολογεῖν δ' ὅτι καὶ κατὰ τὸν αὐτὸν καιρὸν
ἄρχεταί τε καὶ παύεται καθ' ὃν αἱ πλημμυρίδες· ἄρχεται μὲν γὰρ περὶ
τὴν ἀνατολὴν τῆς σελήνης καὶ τὴν δύσιν, λήγει δ' ὅταν συνάπτῃ τῇ
μεσουρανήσει ἑκατέρᾳ, τῇ τε ὑπὲρ γῆς καὶ τῇ ὑπὸ γῆς.⸣ τῇ δὲ ἀμπώτει
τὸν ἐναντίον, 〈ὃν〉 ἐξιόντα καλεῖσθαι. ⸢ταῖς μεσουρανήσεσι τῆς σελήνης
ἀμφοτέραις ἐναρχόμενον, καθάπερ αἱ ἀμπώτεις, ταῖς δὲ συνάψεσι ταῖς
πρὸς τὰς ἀνατολὰς καὶ δύσεις παυόμενον.
12. Περὶ μὲν οὖν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων εἰρήκασιν
ἱκανῶς Ποσειδώνιός τε καὶ Ἀθηνόδωρος. περὶ δὲ τῆς τῶν πορθμῶν
παλιρροίας, ἐχόντων καὶ αὐτῶν φυσικώτερον λόγον 〈ἢ〉 κατὰ τὴν νῦν
ὑπόθεσιν, τοσοῦτον εἰπεῖν ἀπόχρη, ὅτι⸣ οὔτε εἷς τρόπος τοῦ ῥοώδεις εἶναι
τοὺς πορθμούς, ὅ γε κατ' εἶδος· οὐ γὰρ ἂν ὁ μὲν Σικελικὸς δὶς ἑκάστης
ἡμέρας μετέβαλλεν, ὡς οὗτός φησιν, ὁ δὲ Χαλκιδικὸς ἑπτάκις, ὁ δὲ κατὰ
Βυζάντιον οὐδὲ μετέβαλλεν, ἀλλ' ἀεὶ διετέλει τὸν ἔκρουν μόνον ἔχων τὸν
ἐκ τοῦ Ποντικοῦ πελάγους εἰς τὴν Προποντίδα, ὡς δὲ Ἵππαρχος ἱστορεῖ,
καὶ μονάς ποτε ἐποιεῖτο· οὔτ' εἰ τρόπος εἷς εἴη, ταύτην ἂν ἔχοι τὴν αἰτίαν,
ἥν φησιν ὁ Ἐρατοσθένης, ὅτι ἡ ἐφ' ἑκάτερα θάλαττα ἄλλην καὶ ἄλλην
ἐπιφάνειαν ἔχει. οὐδὲ γὰρ ἐπὶ τῶν ποταμῶν τοῦτο γένοιτ' ἄν, εἰ μὴ κατα-
ράκτας ἔχοιεν· ἔχοντες δὲ οὐ παλιρροοῦσιν, ἀλλ' ἐπὶ τὸ ταπεινότερον ἀεὶ
φέρονται· καὶ τοῦτο δὲ συμβαίνει διὰ τὸ κεκλιμένον εἶναι τὸ ῥεῦμα καὶ
τὴν ἐπιφάνειαν αὐτοῦ. πελάγους δὲ τίς ἂν φαίη κεκλιμένην ἐπιφάνειαν,
καὶ μάλιστα κατὰ τὰς σφαιροποιούσας ὑποθέσεις τὰ τέτταρα σώματα,
ἃ δὴ καὶ στοιχεῖά φαμεν; ὥστ' οὐχ ὅτι παλιρροοῦντας, ἀλλ' οὐδὲ καθε-
στῶτας καὶ μένοντας, συρροίας μὲν ἐν αὐτοῖς οὔσης, μὴ μιᾶς δὲ ἐπιφα-
νείας, ἀλλὰ τῆς μὲν ὑψηλοτέρας, τῆς δὲ ταπεινοτέρας. οὐ γὰρ ὥσπερ
ἡ γῆ κατὰ ἕξιν ἐσχημάτισται στερεὰ οὖσα, ὥστε καὶ κοιλάδας ἔχειν
συμμενούσας καὶ ἀναστήματα, οὕτως καὶ τὸ ὕδωρ, ἀλλ' αὐτῇ τῇ κατὰ
τὸ βάρος ῥοπῇ τὴν ὄχησιν ἐπὶ τῆς γῆς ποιεῖται, καὶ τοιαύτην λαμβάνει
τὴν ἐπιφάνειαν, οἵαν ὁ Ἀρχιμήδης φησίν.
11
Strabo 1,3,16
16. Πρὸς δὲ τὴν ἀθαυμαστίαν τῶν τοιούτων μεταβολῶν, οἵας ἔφαμεν
αἰτίας εἶναι τῶν ἐπικλύσεων καὶ τῶν τοιούτων παθῶν, οἷα εἴρηται τὰ
κατὰ τὴν Σικελίαν καὶ τὰς Αἰόλου νήσους καὶ Πιθηκούσσας, ἄξιον παρα-
θεῖναι καὶ ἄλλα πλείω τῶν ἐν ἑτέροις τόποις ὄντων ἢ γενομένων ὁμοίων
τούτοις. ἀθρόα γὰρ τὰ τοιαῦτα παραδείγματα πρὸ ὀφθαλμῶν τεθέντα
παύσει τὴν ἔκπληξιν. νυνὶ δὲ τὸ ἄηθες ταράττει τὴν αἴσθησιν καὶ δείκνυσιν
ἀπειρίαν τῶν φύσει συμβαινόντων καὶ τοῦ βίου παντός, οἷον εἴ τις λέγοι
τὰ περὶ Θήραν καὶ Θηρασίαν νήσους ἱδρυμένας ἐν τῷ μεταξὺ πόρῳ Κρήτης
καὶ τῆς Κυρηναίας, ὧν ἡ Θήρα μητρόπολίς ἐστι τῆς Κυρήνης, καὶ τὴν
Αἴγυπτον καὶ πολλὰ μέρη τοιαῦτα τῆς Ἑλλάδος.
Ἀνὰ μέσον γὰρ Θήρας καὶ Θηρασίας ἐκπεσοῦσαι φλόγες ἐκ τοῦ πελά-
γους ἐφ' ἡμέρας τέτταρας, ὥστε πᾶσαν ζεῖν καὶ φλέγεσθαι τὴν θάλατταν,
ἀνεφύσησαν κατ' ὀλίγον ἐξαιρομένην ὡς ἂν ὀργανικῶς καὶ συντιθεμένην
ἐκ μύδρων νῆσον ἐπέχουσαν δώδεκα σταδίων τὴν περίμετρον. μετὰ δὲ
τὴν παῦλαν τοῦ πάθους ἐθάρρησαν πρῶτοι Ῥόδιοι θαλαττοκρατοῦντες
ἐπιπροσπλεῦσαι τῷ τόπῳ, καὶ Ποσειδῶνος Ἀσφαλίου ἱερὸν ἱδρύσασθαι
κατὰ τὴν νῆσον.
12a
Strabo 1,3,16
Ἐν δὲ τῇ Φοινίκῃ φησὶ Ποσειδώνιος γενομένου σεισμοῦ καταποθῆναι
πόλιν ἱδρυμένην ὑπὲρ Σιδῶνος, καὶ αὐτῆς δὲ Σιδῶνος σχεδόν τι τὰ δύο
μέρη πεσεῖν, ἀλλ' οὐκ ἀθρόως, ὥστε μὴ πολὺν φθόρον ἀνθρώπων γενέσθαι.
τὸ δ' αὐτὸ πάθος καὶ ἐπὶ τὴν Συρίαν ὅλην διέτεινε, μετρίως δέ πως.
διέβη δὲ καὶ ἐπί τινας νήσους τάς τε Κυκλάδας καὶ τὴν Εὔβοιαν, ὥστε
τῆς Ἀρεθούσης (ἔστι δ' ἐν Χαλκίδι κρήνη) τὰς πηγὰς ἀποτυφλωθῆναι,
συχναῖς δ' ἡμέραις ὕστερον ἀναβλύσαι κατ' ἄλλο στόμιον, μὴ παύεσθαι
δὲ σειομένην τὴν νῆσον κατὰ μέρη, πρὶν ἢ χάσμα γῆς ἀνοιχθὲν ἐν τῷ
Ληλάντῳ πεδίῳ πηλοῦ διαπύρου ποταμὸν ἐξήμεσε. πολλῶν δὲ συναγωγὰς
ποιησαμένων τοιαύτας ἀρκέσει τὰ ὑπὸ τοῦ Σκηψίου Δημητρίου συνηγμένα
οἰκείως παρατεθέντα ...
Δοῦρις δὲ (FGrHist 76F 54)
τὰς Ῥάγας τὰς κατὰ Μηδίαν ὠνομά-
σθαι φησὶν ὑπὸ σεισμῶν ῥαγείσης
τῆς περὶ τὰς Κασπίους πύλας γῆς,
ὥστε ἀνατραπῆναι πόλεις συχνὰς
καὶ κώμας καὶ ποταμοὺς ποικίλας
μεταβολὰς δέξασθαι.
12b
Strabo 11,9,1 〈514d〉
τοὔνομα δὲ ταῖς Ῥάγαις ἀπὸ τῶν
γενομένων σεισμῶν γενέσθαι φα-
σίν, ὑφ' ὧν πόλεις τε συχναὶ καὶ
κῶμαι δισχίλιαι, ὡς Ποσειδώνιός
φησι, ἀνετράπησαν.
13
Strabo 2,2,1—2,3,8
1. Ἴδωμεν δὲ καὶ Ποσειδώνιον, ἅ φησιν ἐν τοῖς Περὶ ὠκεανοῦ· δοκεῖ
γὰρ ἐν αὐτοῖς τὰ πολλὰ γεωγραφεῖν, τὰ μὲν οἰκείως, τὰ δὲ μαθηματικώ-
τερον. οὐκ ἄτοπον οὖν ἔνια καὶ τῶν ὑπὸ τούτου λεγομένων διαιτῆσαι, τὰ
μὲν νῦν, τὰ δ' ἐν τοῖς καθ' ἕκαστα, ὡς ἂν ὑποπίπτῃ, μέτρου τινὸς ἐχο-
μένους.
Ἔστιν οὖν τι τῶν πρὸς γεωγραφίαν οἰκείων τὸ τὴν γῆν ὅλην ὑποθέσθαι
σφαιροειδῆ, καθάπερ καὶ τὸν κόσμον, καὶ τὰ ἄλλα παραδέξασθαι τὰ
ἀκόλουθα τῇ ὑποθέσει ταύτῃ· τούτων δ' ἐστὶ καὶ τὸ πεντάζωνον αὐτὴν
εἶναι.
2. Φησὶ δὴ ὁ Ποσειδώνιος τῆς εἰς πέντε ζώνας διαιρέσεως ἀρχηγὸν
γενέσθαι Παρμενίδην· ἀλλ' ἐκεῖνον μὲν σχεδόν τι διπλασίαν ἀποφαίνειν
τὸ πλάτος τὴν διακεκαυμένην, τῆς μεταξὺ τῶν τροπικῶν ὑπερπιπτούσης
ἑκατέρων τῶν τροπικῶν εἰς τὸ ἐκτὸς καὶ πρὸς ταῖς εὐκράτοις. Ἀριστοτέλη
δὲ αὐτὴν καλεῖν τὴν μεταξὺ τῶν τροπικῶν, 〈τὰς δὲ μεταξὺ τῶν τροπικῶν〉
καὶ τῶν ἀρκτικῶν εὐκράτους.
Ἀμφοτέροις δ' ἐπιτιμᾷ δικαίως. διακεκαυμένην γὰρ λέγεσθαι τὴν
ἀοίκητον διὰ καῦμα· τῆς δὲ μεταξὺ τῶν τροπικῶν 〈μικρῷ〉 πλέον ἢ τὸ
ἥμισυ τοῦ πλάτους 〈οὐκ〉 οἰκήσιμόν ἐστιν ἐκ τῶν ὑπὲρ Αἰγύπτου στοχα-
ζομένοις Αἰθιόπων, εἴπερ τὸ μὲν ἥμισυ τοῦ παντὸς πλάτους ἐστίν, ὃ
διαιρεῖ ἐφ' ἑκάτερα ὁ ἰσημερινός. τούτου δὲ τὸ μὲν ἀπὸ τῆς Συήνης, ἥπερ
ἐστὶν ὅριον τοῦ θερινοῦ τροπικοῦ, εἰς Μερόην εἰσὶ πεντακισχίλιοι· τὸ δ'
ἐνθένδε ἕως 〈τοῦ〉 τῆς Κινναμωμοφόρου παραλλήλου, ὅσπερ ἐστὶν ἀρχὴ
τῆς διακεκαυμένης, τρισχίλιοι· τοῦτο μὲν οὖν τὸ διάστημα πᾶν ἐστι
μετρητόν, πλεῖταί τε γὰρ καὶ ὁδεύεται. τὸ δ' ἑξῆς, μέχρι τοῦ ἰσημερινοῦ,
λόγῳ δείκνυται κατὰ τὴν ὑπ' Ἐρατοσθένους γενομένην ἀναμέτρησιν
τῆς γῆς, ὅτι ἐστὶ σταδίων ὀκτακισχιλίων ὀκτακοσίων. ὃν δὴ λόγον ἔχει
τὰ μύρια ἑξακισχίλια ὀκτακόσια πρὸς τὰ ὀκτακισχίλια ὀκτακόσια, τοῦτον
ἂν ἔχοι τὸ μεταξὺ τῶν τροπικῶν διάστημα πρὸς τὸ τῆς διακεκαυμένης
πλάτος· κἂν τῶν νεωτέρων δὲ ἀναμετρήσεων εἰσάγηται ἡ ἐλαχίστην
ποιοῦσα τὴν γῆν, οἵαν ὁ Ποσειδώνιος ἐγκρίνει περὶ ὀκτωκαίδεκα μυριάδας
οὖσαν, περὶ ἥμισύ που ἀποφαίνει τὴν διακεκαυμένην τῆς μεταξὺ τῶν
τροπικῶν, ἢ μικρῷ τοῦ ἡμίσους μείζονα· ἴσην δὲ καὶ τὴν αὐτὴν οὐδαμῶς.
τοῖς τε ἀρκτικοῖς, οὔτε παρὰ πᾶσιν οὖσιν, οὔτε τοῖς αὐτοῖς πανταχοῦ,
τίς ἂν διορίζοι τὰς εὐκράτους αἵπερ εἰσὶν ἀμετάπτωτοι; τὸ μὲν οὖν μὴ
παρὰ πᾶσιν εἶναι τοὺς ἀρκτικούς, οὐδὲν ἂν εἴη πρὸς τὸν ἔλεγχον· δεῖ γὰρ
παρὰ τοῖς τὴν εὔκρατον οἰκοῦσιν εἶναι πᾶσι, πρὸς οὕσπερ καὶ λέγεται
μόνους εὔκρατος. τὸ δὲ μὴ πανταχοῦ τὸν αὐτὸν τρόπον, ἀλλὰ μεταπίπτειν,
καλῶς εἴληπται.
3. Αὐτὸς δὲ διαιρῶν εἰς τὰς ζώνας, πέντε μέν φησιν εἶναι χρησίμους
πρὸς τὰ οὐράνια, τούτων δὲ περισκίους δύο τὰς ὑπὸ τοῖς πόλοις μέχρι
τῶν ἐχόντων τοὺς τροπικοὺς ἀρκτικούς, ἑτεροσκίους δὲ τὰς ἐφεξῆς ταύταις
δύο μέχρι τῶν ὑπὸ τοῖς τροπικοῖς οἰκούντων, ἀμφίσκιον δὲ τὴν μεταξὺ
τῶν τροπικῶν. πρὸς δὲ τὰ ἀνθρώπεια ταύτας τε καὶ δύο ἄλλας στενὰς
τὰς ὑπὸ τοῖς τροπικοῖς, καθ' ἃς ἥμισύ πως μηνὸς κατὰ κορυφήν ἐστιν
ὁ ἥλιος, δίχα διαιρουμένας ὑπὸ τῶν τροπικῶν. ἔχειν γάρ τι ἴδιον τὰς ζώνας
ταύτας, αὐχμηράς τε ἰδίως καὶ ἀμμώδεις ὑπαρχούσας καὶ ἀφόρους πλὴν
σιλφίου καὶ πυρωδῶν τινων καρπῶν συγκεκαυμένων· ὄρη γὰρ μὴ εἶναι
πλησίον, ὥστε τὰ νέφη προσπίπτοντα ὄμβρους ποιεῖν, μηδὲ δὴ ποταμοῖς
διαρρεῖσθαι· διόπερ οὐλότριχας καὶ οὐλόκερως καὶ προχείλους καὶ πλα-
τύρρινας γεννᾶσθαι· τὰ γὰρ ἄκρα αὐτῶν συστρέφεσθαι· καὶ τοὺς Ἰχθυο-
φάγους δὲ κατὰ ταύτας τὰς ζώνας οἰκεῖν. ὅτι δὲ ταῦτ' ἴδια τῶν ζωνῶν
τούτων δηλοῦν φησι τὸ τοὺς νοτιωτέρους αὐτῶν ἔχειν τὸ περιέχον εὐκρα-
τότερον καὶ τὴν γῆν καρπιμωτέραν καὶ εὐυδροτέραν.
c.3. 1. Πολύβιος δὲ ποιεῖ ζώνας ἕξ· δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑπο-
πιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν, 〈καὶ δύο τὰς
μεταξὺ τούτων〉 καὶ τοῦ ἰσημερινοῦ.
Ἡ μὲν οὖν εἰς πέντε διαίρεσις δοκεῖ μοι καὶ φυσικῶς ἅμα καὶ γεωγρα-
φικῶς εἰρῆσθαι. φυσικῶς μέν, ὅτι καὶ πρὸς τὰ οὐράνια καὶ πρὸς τὴν τοῦ
περιέχοντος κρᾶσιν· πρὸς μὲν τὰ οὐράνια, ὅτι τοῖς περισκίοις καὶ τοῖς
ἀμφισκίοις, οὕτως ἂν ἄριστα διοριζομένοις, συνδιορίζεται καὶ τὰ περὶ
τὴν θέαν τῶν ἄστρων, ὁλοσχερεῖ τινι μερισμῷ λαμβάνοντα τὴν ἐξάλλαξιν·
πρὸς δὲ τὴν τοῦ περιέχοντος κρᾶσιν, ὅτι τῆς τούτου κράσεως πρὸς τὸν
ἥλιον κρινομένης διαφοραὶ τρεῖς εἰσιν αἱ γενικώταται καὶ συντείνουσαι
πρός τε τὰς τῶν ζῴων καὶ φυτῶν συστάσεις καὶ τῶν ἄλλων [ἡμισυστάλεις]
τῶν ὑπὸ τῷ ἀέρι καὶ ἐν αὐτῷ ἐκείνῳ, ὑπερβολὴ θάλπους καὶ ἔλλειψις καὶ
μεσότης. αὕτη δὲ τῷ εἰς τὰς ζώνας μερισμῷ λαμβάνει τὴν οἰκείαν διά-
κρισιν· αἵ τε γὰρ κατεψυγμέναι δύο τὴν ἔλλειψιν τοῦ θάλπους ὑπαγο-
ρεύουσιν, εἰς μίαν τοῦ περιέχοντος φύσιν συναγόμεναι, αἵ τε εὔκρατοι
παραπλησίως εἰς μίαν τὴν μεσότητα ἄγονται, εἰς δὲ τὴν λοιπὴν ἡ λοιπὴ
μία καὶ διακεκαυμένη.
Ὅτι δὲ καὶ γεωγραφικός ἐστιν ὁ μερισμός, δῆλον· ζητεῖ γὰρ ἡ γεωγραφία
τῆς ἑτέρας τῶν εὐκράτων ἀφορίσαι τὸ οἰκούμενον ὑφ' ἡμῶν τμῆμα· πρὸς
δύσει μὲν οὖν καὶ ἀνατολῇ θάλαττά ἐστιν ἡ περατοῦσα, πρὸς δὲ τὰ νότια
καὶ τὰ βόρεια ὁ ἀήρ, ὁ μὲν μέσος εὔκρατος ὢν καὶ φυτοῖς καὶ ζῴοις, ὁ
δ' ἐφ' ἑκάτερα δύσκρατος ὑπερβολῇ καὶ ἐλλείψει τοῦ θάλπους. εἰς δὲ τὰς
τρεῖς διαφορὰς ταύτας ἐδέησε τῆς εἰς πέντε ζώνας διαιρέσεως· τῷ γὰρ
ἰσημερινῷ τμηθεῖσα δίχα ἡ σφαῖρα τῆς γῆς εἴς τε τὸ βόρειον ἡμισφαί-
ριον, ἐν ᾧ ἡμεῖς ἐσμεν, καὶ τὸ νότιον, ὑπέγραψε τὰς τρεῖς διαφοράς· τὰ
μὲν γὰρ πρὸς τῷ ἰσημερινῷ καὶ τῇ διακεκαυμένῃ ζώνῃ διὰ καῦμα ἀοίκητά
ἐστι, τὰ δὲ πρὸς τῷ πόλῳ διὰ ψῦχος, τὰ δὲ μέσα τὰ εὔκρατα καὶ τὰ
οἰκήσιμα.
Ὁ δὲ τὰς ὑπὸ τοῖς τροπικοῖς προστιθεὶς οὐκ ἀνὰ λόγον ταῖς πέντε
ταύταις προστίθησιν, οὐδ' ὁμοίᾳ κεχρημένας διαφορᾷ, ἀλλ' ὡς ἂν εἰ καὶ
ταῖς ἐθνικαῖς διαφοραῖς ἀπέφαινε ζώνας, ἄλλην μὲν τὴν Αἰθιοπικήν,
ἄλλην δὲ τὴν Σκυθικὴν καὶ Κελτικήν, τρίτην δὲ τὴν ἀνὰ μέσον.
2. Ὁ δὲ Πολύβιος τοῦτο μὲν οὐκ εὖ, τὸ ποιεῖν τινας ζώνας τοῖς
ἀρκτικοῖς διοριζομένας, δύο μὲν τὰς ὑποπιπτούσας αὐτοῖς, δύο δὲ τὰς
μεταξὺ τούτων καὶ τῶν τροπικῶν· εἴρηται γὰρ ὅτι τοῖς μεταπίπτουσι
σημείοις οὐχ ὁριστέον τὰ ἀμετάπτωτα. οὐδὲ τοῖς τροπικοῖς δὲ τῆς δια-
κεκαυμένης ὅροις χρηστέον· καὶ γὰρ τοῦτ' εἴρηται.
Τὴν διακεκαυμένην μέντοι δίχα διαιρῶν πρὸς οὐ φαύλην ἐπίνοιαν
φαίνεται κεκινημένος, πρὸς ἣν καὶ ὅλην δίχα διαιροῦμεν εὐφυῶς τὴν γῆν
εἴς τε τὸ βόρειον ἡμισφαίριον καὶ τὸ νότιον τῷ ἰσημερινῷ· δῆλον γὰρ
ὅτι, 〈εἰ〉 διαιρεῖται κατὰ ταύτην τὴν τομὴν καὶ ἡ διακεκαυμένη, ποιεῖ
τινα ἐπιτηδειότητα ὥστε καὶ τὸ ἡμισφαίριον ἑκάτερον ἐξ ὅλων συντετάχθαι
τριῶν ζωνῶν ὁμοιοειδῶν τῶν ἐν θατέρῳ. ἡ μὲν οὖν τοιαύτη τομὴ δέχεται
τὴν εἰς ἓξ ζώνας διαίρεσιν, ἡ δ' ἑτέρα οὐ πάνυ. εἰ γοῦν τῷ διὰ τῶν πόλων
δίχα τέμνοις τὴν γῆν, οὐκ ἂν εἰκότως ἑκάτερον τῶν ἡμισφαιρίων, τό τε
ἑσπέριον καὶ τὸ ἀνατολικόν, τέμνοις εἰς ζώνας ἕξ, ἀλλὰ ἡ εἰς πέντε ἀρκοῦσα
ἂν εἴη· τὸ γὰρ ὁμοιοπαθὲς τῶν τμημάτων ἀμφοτέρων τῆς διακεκαυμένης,
ἃ ποιεῖ ὁ ἰσημερινός, καὶ τὸ συγκεῖσθαι περιττὴν καὶ περίεργον ἀποφαίνει
τὴν τομήν, ὁμοιοειδῶν μὲν οὐσῶν καὶ τῶν εὐκράτων καὶ τῶν κατεψυγμέ-
νων, ἀλλ' οὐ συγκειμένων. οὕτως οὖν καὶ τὴν ὅλην γῆν ἐκ τῶν τοιούτων
ἡμισφαιρίων ἐπινοουμένην ἀρκούντως ἂν εἰς πέντε διαιροίης.
Εἰ δ', ὥσπερ Ἐρατοσθένης φησίν, ἡ ὑποπίπτουσα τῷ ἰσημερινῷ ἐστιν
εὔκρατος, καθάπερ καὶ Πολύβιος ὁμοδοξεῖ (προστίθησι δ' οὗτος καὶ
διότι ὑψηλοτάτη ἐστί· διόπερ καὶ κατομβρεῖται, τῶν βορείων νεφῶν κατὰ
τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων), πολὺ
κρεῖττον τρίτην [τὴν] εὔκρατον ταύτην ποιεῖν στενήν τινα, ἢ τὰς ὑπὸ
τοῖς τροπικοῖς εἰσάγειν. συνηγορεῖ δὲ τούτοις καὶ τὰ τοιαῦτα, ὧν μέμνηται
καὶ Ποσειδώνιος, τὸ καὶ τὰς μεταστάσεις ὀξυτέρας εἶναι τὰς εἰς τὰ
πλάγια, ὡς δ' αὕτως καὶ τὰς ἀπ' ἀνατολῆς ἐπὶ δύσιν τοῦ ἡλίου· ὀξύτεραι
γὰρ αἱ κατὰ μεγίστου κύκλου τῶν ὁμοταχῶν κινήσεων.
3. Ἐνίσταται δ' ὁ Ποσειδώνιος τῷ Πολυβίῳ, διότι φησὶ τὴν ὑπὸ τῷ
ἰσημερινῷ οἴκησιν ὑψηλοτάτην· οὐδὲν γὰρ εἶναι κατὰ τὴν σφαιρικὴν ἐπι-
φάνειαν ὕψος διὰ τὴν ὁμαλότητα, οὐδὲ δὴ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῷ ἰσημε-
ρινῷ, ἀλλὰ μᾶλλον πεδιάδα ἰσόπεδόν πως τῇ ἐπιφανείᾳ τῆς θαλάττης·
τοὺς δὲ πληροῦντας τὸν Νεῖλον ὄμβρους ἐκ τῶν Αἰθιοπικῶν ὀρῶν συμβαί-
νειν. ταῦτα δ' εἰπὼν ἐνταῦθα ἐν ἄλλοις συγχωρεῖ, φήσας ὑπονοεῖν ὄρη
εἶναι τὰ ὑπὸ τῷ ἰσημερινῷ, πρὸς ἃ ἑκατέρωθεν ἀπὸ τῶν εὐκράτων ἀμφοῖν
προσπίπτοντα τὰ νέφη ποιεῖν τοὺς ὄμβρους. αὕτη μὲν οὖν ἡ ἀνομολογία
φανερά.
Ἀλλὰ καὶ δοθέντος τοῦ…
ἀ…
The complete text is available when the reading interface loads.