Fragmenta
- Edition reference
- Fragmenta, FGrH #87: 2A:225–317.
- CTS identifier
urn:cts:greekLit:tlg1052.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2a,87,F
13
ἀποφέρεσθαι ἔδωκε τὰ ποτήρια.
14
ATHEN. XIII 67 p. 594 E: Ἅρπαλος δ' ὁ Μακεδὼν ὁ τῶν
Ἀλεξάνδρου πολλὰ χρημάτων συλήσας καὶ καταφυγὼν εἰς Ἀθήνας ἐρασθεὶς
Πυθιονίκης πολλὰ εἰς αὐτὴν κατανάλωσεν ἑταίραν οὖσαν. καὶ ἀποθανούσηι
πολυτάλαντον μνημεῖον κατεσκεύασεν· <«ἐκφέρων τε αὐτὴν ἐπὶ τὰς
ταφάς»> ὥς φησι Ποσειδώνιος ἐν τῆι δευτέραι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν,
<«τεχνιτῶν τῶν ἐπισημοτάτων χορῶι μεγάλωι καὶ παν-
τοίοις ὀργάνοις καὶ συμφωνίαις παρέπεμπε τὸ σῶμα.»>
15*
ATHEN. IV 36 p. 151 E—152 D: Ποσειδώνιος δὲ ὁ ἀπὸ
τῆς Στοᾶς ἐν ταῖς Ἱστορίαις, αἷς συνέθηκεν οὐκ ἀλλοτρίως ἧς προήιρητο
φιλοσοφίας πολλὰ παρὰ πολλοῖς ἔθιμα καὶ νόμιμα ἀναγράφων <«Κελτοί»>
φησί <«τὰς τροφὰς προτίθενται χόρτον ὑποβάλλοντες καὶ
ἐπὶ τραπεζῶν ξυλίνων μικρὸν ἀπὸ τῆς γῆς ἐπηρμένων.
ἡ τροφὴ δ' ἐστὶν ἄρτοι μὲν ὀλίγοι, κρέα δὲ πολλὰ ἐν
ὕδατι καὶ ὀπτὰ ἐπ' ἀνθράκων ἢ ὀβελίσκων. προσφέρον-
ται δὲ ταῦτα καθαρείως μέν, λεωντωδῶς δέ, ταῖς χερσὶν
ἀμφοτέραις αἴροντες ὅλα μέλη καὶ ἀποδάκνοντες, ἐὰν
δὲ ἦι τι δυσαπόσπαστον, μαχαιρίωι μικρῶι παρατέμνον-
τες, ὃ τοῖς κολεοῖς ἐν ἰδίαι θήκηι παράκειται. (2) προσ-
φέρονται δὲ καὶ ἰχθῦς οἵ τε παρὰ τοὺς ποταμοὺς οἰ-
κοῦντες καὶ παρὰ τὴν ἐντὸς καὶ τὴν ἔξω θάλασσαν, καὶ
τούτους δὲ ὀπτοὺς μετὰ ἁλῶν καὶ ὄξους καὶ κυμίνου.
τοῦτο δὲ καὶ εἰς τὸ ποτὸν ἐμβάλλουσιν. ἐλαίωι δ' οὐ
χρῶνται διὰ σπάνιν, καὶ διὰ τὸ ἀσύνηθες ἀηδὲς αὐτοῖς
φαίνεται. (3) ὅταν δὲ πλείονες συνδειπνῶσι, κάθηνται
μὲν ἐν κύκλωι, μέσος δὲ ὁ κράτιστος ὡς ἂν κορυφαῖος
χοροῦ, διαφέρων τῶν ἄλλων ἢ κατὰ τὴν πολεμικὴν εὐχέ-
ρειαν ἢ κατὰ γένος ἢ κατὰ πλοῦτον. ὁ δ' ὑποδεχόμενος
παρ' αὐτόν, ἐφεξῆς δ' ἑκατέρωθε κατ' ἀξίαν ἧς ἔχουσιν
ὑπεροχῆς. καὶ οἱ μὲν τοὺς θυρεοὺς ὁπλοφοροῦντες ἐκ
τῶν ὀπίσω παρεστᾶσιν, οἱ δὲ δορυφόροι κατὰ τὴν ἀντι-
κρὺ καθήμενοι κύκλωι καθάπερ οἱ δεσπόται συνευω-
χοῦνται. (4) τὸ δὲ ποτὸν οἱ διακονοῦντες ἐν ἀγγείοις
περιφέρουσιν ἐοικόσι μὲν ἀμβίκοις, ἢ κεραμέοις ἢ ἀργυ-
ροῖς· καὶ γὰρ τοὺς πίνακας ἐφ' ὧν τὰς τροφὰς προτίθεν-
ται τοιούτους ἔχουσιν, οἳ δὲ χαλκοῦς, οἳ δὲ κάνεα ξύλινα
καὶ πλεκτά. τὸ δὲ πινόμενόν ἐστι παρὰ μὲν τοῖς πλου-
τοῦσιν οἶνος ἐξ Ἰταλίας καὶ τῆς Μασσαλιητῶν χώρας
παρακομιζόμενος. ἄκρατος δ' οὗτος· ἐνίοτε δὲ καὶ ὀλίγον
ὕδωρ παραμίγνυται. παρὰ δὲ τοῖς ὑποδεεστέροις ζύθος
πύρινον μετὰ μέλιτος ἐσκευασμένον, παρὰ δὲ τοῖς
πολλοῖς καθ' αὑτό· καλεῖται δὲ κόρμα. ἀπορροφοῦσι δὲ
ἐκ τοῦ αὐτοῦ ποτηρίου κατὰ μικρόν, οὐ πλεῖον κυάθου·
πυκνότερον δὲ τοῦτο ποιοῦσι. περιφέρει δὲ ὁ παῖς
ἐπὶ τὰ δεξιὰ καὶ τὰ λαιά· οὕτως διακονοῦνται. (5) καὶ
τοὺς θεοὺς προσκυνοῦσιν ἐπὶ τὰ δεξιὰ στρεφόμενοι.»>
16
ATHEN. IV 40 p. 154 A—C: Ποσειδώνιος δ' ἐν τρίτηι καὶ
εἰκοστῆι τῶν Ἱστοριῶν <«Κελτοί»> φησίν <«ἐνίοτε παρὰ τὸ δεῖπνον
μονομαχοῦσιν. ἐν γὰρ τοῖς ὅπλοις ἀγερθέντες σκιαμα-
χοῦσι καὶ πρὸς ἀλλήλους ἀκροχειρίζονται, ποτὲ δὲ καὶ
μέχρι τραύματος προίασιν καὶ ἐκ τούτου ἐρεθισθέντες,
ἐὰν μὴ ἐπισχῶσιν οἱ παρόντες, καὶ ἕως ἀναιρέσεως ἔρ-
χονται. τὸ δὲ παλαιόν»> φησίν <«ὅτι παρατεθέντων κωλή-
νων τὸ μηρίον ὁ κράτιστος ἐλάμβανεν· εἰ δέ τις ἕτερος
ἀντιποιήσαιτο, συνίσταντο μονομαχήσοντες μέχρι θα-
νάτου. ἄλλοι δ' ἐν θεάτρωι λαβόντες ἀργύριον ἢ χρυ-
σίον, οἳ δὲ οἴνου κεραμίων ἀριθμόν τινα καὶ πιστωσά-
μενοι τὴν δόσιν καὶ τοῖς ἀναγκαίοις φίλοις διαδωρησά-
μενοι ὕπτιοι ἐκταθέντες ἐπὶ θυρεῶν κεῖνται, καὶ
παραστάς τις ξίφει τὸν λαιμὸν ἀποκόπτει.»>
17
—VI 49 p. 246 CD: Ποσειδώνιος δ' ὁ Ἀπαμεὺς ἐν τῆι
κ̅ καὶ τρίτηι τῶν Ἱστοριῶν <«Κελτοί»> φησί <«περιάγονται μεθ'
αὑτῶν καὶ πολεμοῦντες συμβιωτάς, οὓς καλοῦσι παρασί-
τους. οὗτοι δὲ ἐγκώμια αὐτῶν καὶ πρὸς ἁθρόους λέγου-
σιν ἀνθρώπους συνεστῶτας καὶ πρὸς ἕκαστον τῶν κατὰ
μέρος ἐκείνων ἀκροωμένων. τὰ δὲ ἀκούσματα αὐτῶν
εἰσιν οἱ καλούμενοι βάρδοι· ποιηταὶ δὲ οὗτοι τυγχά-
νουσι μετ' ὠιδῆς ἐπαίνους λέγοντες.»>
18
—IV 37 p. 152 D—F: ἔτι ὁ Ποσειδώνιος διηγού-
μενος καὶ τὸν Λουερνίου τοῦ Βιτύιτος πατρὸς πλοῦτον τοῦ ὑπὸ Ῥωμαίων
καθαιρεθέντος φησὶ δημαγωγοῦντα αὐτὸν τοὺς ὄχλους ἐν ἅρματι φέρεσθαι
διὰ τῶν πεδίων καὶ σπείρειν χρυσὸν καὶ ἄργυρον ταῖς ἀκολουθούσαις τῶν
Κελτῶν μυριάσι, φράγμα τε ποιεῖν δωδεκαστάδιον τετράγωνον, ἐν ὧι
πληροῦν μὲν ληνοὺς πολυτελοῦς πόματος, παρασκευάζειν δὲ τοσοῦτο βρω-
μάτων πλῆθος ὥστε ἐφ' ἡμέρας πλείονας ἐξεῖναι τοῖς βουλομένοις εἰσερ-
χομένοις τῶν παρασκευασθέντων ἀπολαύειν ἀδιαλείπτως διακονουμένους.
ἀφορίσαντος δ' αὐτοῦ προθεσμίαν ποτὲ τῆς θοίνης ἀφυστερήσαντά τινα
τῶν βαρβάρων ποιητὴν ἀφικέσθαι καὶ συναντήσαντα μετὰ ὠιδῆς ὑμνεῖν
αὐτοῦ τὴν ὑπεροχήν, ἑαυτὸν δ' ἀποθρηνεῖν ὅτι ὑστέρηκε· τὸν δὲ τερφθέντα
θυλάκιον αἰτῆσαι χρυσίου καὶ ῥῖψαι αὐτῶι παρατρέχοντι. ἀνελόμενον δ'
ἐκεῖνον πάλιν ὑμνεῖν λέγοντα διότι τὰ ἴχνη τῆς γῆς ἐφ' ἧς ἁρματηλατεῖ
χρυσὸν καὶ εὐεργεσίας ἀνθρώποις φέρει. ταῦτα μὲν οὖν ἐν τῆι τρίτηι
καὶ εἰκοστῆι ἱστόρηκεν.
19
ATHEN. IX 8 p. 369 CD: Ποσειδώνιος δ' ὁ ἀπὸ τῆς Στοᾶς
ἐν τῆι ἑβδόμηι καὶ εἰκοστῆι τῶν Ἱστοριῶν περὶ τὴν 〈Δ〉αλματίαν φησὶ
γίγνεσθαι γογγυλίδας ἀκηπεύτους καὶ ἀγρίους σταφυλίνους.
20
ATHEN. XV 46 p. 692 CD: ἥδιστον δέ, ἄνδρες φίλοι,
ἀναγινώσκων τὴν ὀγδόην καὶ εἰκοστὴν τῶν Ποσειδωνίου Ἱστοριῶν περὶ
μύρων τι λεγόμενον ἐτήρησα ... φησὶ γὰρ ὁ φιλόσοφος· <«ἐν Συρίαι ἐν
τοῖς βασιλικοῖς συμποσίοις ὅταν τοῖς εὐωχουμένοις
δοθῶσιν οἱ στέφανοι, εἰσίασίν τινες μύρων Βαβυλωνίων
ἔχοντες ἀσκίδια καὶ πόρρωθεν ἐκ τούτων περιπορευό-
μενοι τοὺς μὲν στεφάνους τῶν κατακειμένων δροσίζουσι
τοῖς μύροις, ἄλλο μηδὲν ἔξωθεν παραραίνοντες.»>
21a
ATHEN. XII 56 p. 540 A B: Ἀντίοχον δὲ τὸν Γρυπὸν ἐπι-
καλούμενον βασιλέα φησὶ Ποσειδώνιος ἐν τῆι ὀγδόηι καὶ εἰκοστῆι τῶν Ἱστο-
ριῶν τὰς ἐπὶ Δάφνηι πανηγύρεις ἐπιτελοῦντα ὑποδοχὰς λαμπρὰς ἐπιτελεῖν.
ἐν αἷς τὸ μὲν πρῶτον ἀναδόσεις ἐγίγνοντο ὁλομελῶν βρωμάτων, εἶτ' ἤδη
καὶ ζώντων χηνῶν καὶ λαγωιῶν καὶ δορκάδων; <«ἀνεδίδοντο δέ»>
φησίν <«καὶ χρυσοῖ στέφανοι τοῖς δειπνοῦσιν καὶ ἀργυ-
ρωμάτων πλῆθος καὶ θεραπόντων καὶ ἵππων καὶ καμή-
λων. ἔδει δὲ ἀναβάντα ἐπὶ τὴν κάμηλον ἕκαστον πιεῖν
καὶ λαβεῖν [τε] τὴν κάμηλον καὶ τὰ ἐπὶ τὴν κάμηλον καὶ
τὸν παρεστῶτα παῖδα.»>
21b
—V 46 p. 210 E: ..... <«τὸ μὲν
γὰρ πρῶτον ἀναδόσεις ἐποιήσατο κατ' ἄνδρα ὁλομελῶν
βρωμάτων, μετὰ δὲ καὶ ζώντων κτλ.»>
22
ATHEN. IV 39 p. 153 E: Γερμανοὶ δέ, ὡς ἱστορεῖ Ποσει-
δώνιος ἐν τῆι τριακοστῆι, ἄριστον προσφέρονται κρέα μεληδὸν ὠπτημένα
καὶ ἐπιπίνουσι γάλα καὶ τὸν οἶνον ἄκρατον.
23
ATHEN. VI 49 p. 246 D: ἐν δὲ τῆι τετάρτηι καὶ τρια-
κοστῆι ὁ αὐτὸς συγγραφεὺς Ἀπολλώνιόν τινα ἀναγράφει παράσιτον γεγονότα
Ἀντιόχου τοῦ Γρυποῦ ἐπικαλουμένου τοῦ τῆς Συρίας βασιλέως.
24*
—IV 38 p. 153 BC: ἱστορῶν δὲ καὶ περὶ Ἡρακλέωνος τοῦ
Βεροιαίου, ὃς ὑπὸ τοῦ Γρυποῦ καλουμένου Ἀντιόχου τοῦ βασιλέως προα-
χθεὶς μικροῦ δεῖν τῆς βασιλείας ἐξέβαλε τὸν εὐεργέτην, γράφει ἐν τῆι
〈λ̅〉̅δ̅ (?) τῶν Ἱστοριῶν τάδε· <«ἐποιεῖτό τε τῶν στρατιωτῶν τὰς
κατακλίσεις ἐπὶ τοῦ ἐδάφους ἐν ὑπαίθρωι ἀνὰ χιλίους
δειπνίζων. τὸ δὲ δεῖπνον ἦν ἄρτος μέγας καὶ κρέας, τὸ
δὲ ποτὸν κεκραμένος οἶνος οἷος δήποτε ὕδατι ψυχρῶι.
διηκόνουν δὲ ἄνδρες μαχαιροφόροι, καὶ σιωπὴ ἦν εὔ-
τακτος.»>
25
ATHEN. XI 89 p. 494 F: Ποσειδώνιος ὁ φιλόσοφος ἐν ἕκτηι
καὶ τριακοστῆι τῶν Ἱστοριῶν .... γράφων οὕτως· <«ἦσαν δὲ καὶ
ὀνύχινοι σκύφοι καὶ † συνδέσεις τούτων μέχρι δικοτύλων,
καὶ Παναθηναικὰ μέγιστα, τὰ μὲν δίχοα τὰ δὲ καὶ μεί-
ζονα.»>
26
ATHEN. XII 73 p. 550 AB: εἰς πάχος δ' ἐπεδεδώκει καὶ
ὁ υἱὸς αὐτοῦ Ἀλέξανδρος, ὁ τὴν ἑαυτοῦ
μητέρα ἀποκτείνας συμβασιλεύουσαν αὐτῶι. φησὶ γοῦν περὶ αὐτοῦ Ποσει-
δώνιος ἐν τῆι ἑβδόμηι καὶ τεσσαρακοστῆι τῶν Ἱστοριῶν οὕτως· <«ὁ δὲ τῆς
Αἰγύπτου δυνάστης μισούμενος μὲν ὑπὸ τῶν ὄχλων,
κολακευόμενος δ' ὑπὸ τῶν περὶ αὐτόν, ἐν πολλῆι δὲ
τρυφῆι ζῶν, οὐδὲ 〈περι〉πατεῖν οἷός τε ἦν, εἰ μὴ δυσὶν
ἐπαπερειδόμενος ἐπορεύετο. εἰς δὲ τὰς ἐν τοῖς συμπο-
σίοις ὀρχήσεις ἀπὸ μετεώρων κλινῶν καθαλλόμενος
ἀνυπόδητος συντονωτέρας αὐτὰς τῶν ἠσκηκότων ἐποι-
εῖτο.»>
27
ATHEN. IV 66 p. 168 DE: παρὰ δὲ Ῥωμαίοις μνημονεύεται,
ὥς φησι Ποσειδώνιος ἐν τῆι ἐνάτηι καὶ τεσσαρακοστῆι τῶν Ἱστοριῶν,
Ἀπίκιόν τινα ἐπὶ ἀσωτίαι πάντας ἀνθρώπους ὑπερηκοντικέναι. οὗτος δ'
ἐστὶν Ἀπίκιος ὁ καὶ τῆς φυγῆς αἴτιος γενόμενος Ῥουτιλίωι τῶι τὴν Ῥω-
μαικὴν ἱστορίαν ἐκδεδωκότι τῆι Ἑλλήνων φωνῆι.
28
STRABON II 2, 1—3, 8: ἴδωμεν δὲ καὶ Ποσειδώνιον ἅ
φησιν ἐν τοῖς Περὶ ὠκεανοῦ· δοκεῖ γὰρ ἐν αὐτοῖς τὰ πολλὰ γεωγραφεῖν,
τὰ μὲν οἰκείως, τὰ δὲ μαθηματικώτερον. οὐκ ἄτοπον οὖν ἔνια καὶ τῶν
ὑπὸ τούτου λεγομένων διαιτῆσαι, τὰ μὲν νῦν τὰ δ' ἐν τοῖς καθ' ἕκαστα,
ὡς ἂν ὑποπίπτηι, μέτρου τινὸς ἐχομένους.
ἔστιν οὖν τι τῶν πρὸς γεωγραφίαν οἰκείων τὸ τὴν γῆν ὅλην ὑπο-
θέσθαι σφαιροειδῆ, καθάπερ καὶ τὸν κόσμον, καὶ τὰ ἄλλα παραδέξασθαι
τὰ ἀκόλουθα τῆι ὑποθέσει ταύτηι. τούτων δ' ἐστὶ καὶ τὸ πεντάζωνον
αὐτὴν εἶναι. (2) φησὶ δὴ ὁ Ποσειδώνιος (F 76—80) τῆς εἰς πέντε ζώνας
διαιρέσεως ἀρχηγὸν γενέσθαι Παρμενίδην (Diels 18 A 44a Nachtr.). ἀλλ'
ἐκεῖνον μὲν σχεδόν τι διπλασίαν ἀποφαίνειν τὸ πλάτος τὴν διακεκαυμένην
[τῆς μεταξὺ τῶν τροπικῶν], ὑπερπίπτουσαν ἑκατέρων τῶν τροπικῶν εἰς
τὸ ἐκτὸς καὶ πρὸς ταῖς εὐκράτοις· Ἀριστοτέλη (Meteor. II 5, 10) δὲ αὐτὴν
καλεῖν τὴν μεταξὺ τῶν τροπικῶν, 〈τὰς δὲ μεταξὺ τῶν τροπικῶν〉 καὶ τῶν
ἀρκτικῶν εὐκράτους. ἀμφοτέροις δ' ἐπιτιμᾶι δικαίως· διακεκαυμένην γὰρ
λέγεσθαι τὸ ἀοίκητον διὰ καῦμα, τῆς δὲ μεταξὺ τῶν τροπικῶν † πλέον
ἢ τὸ ἥμισυ τοῦ πλάτους οἰκήσιμόν ἐστιν ἐκ τῶν ὑπὲρ Αἰγύπτου στοχαζο-
μένοις Αἰθιόπων, εἴπερ τὸ μὲν ἥμισυ τοῦ παντὸς πλάτους ἐστίν, ὃ διαιρεῖ
ἐφ' ἑκάτερα ὁ ἰσημερινός. τούτου δὲ τὸ μὲν ἀπὸ τῆς Συήνης, ἥπερ ἐστὶν
ὅριον τοῦ θερινοῦ τροπικοῦ, εἰς Μερόην εἰσὶ † μύριοι· τὸ δ' ἐνθένθε ἕως
〈τοῦ〉 τῆς Κινναμωμοφόρου παραλλήλου, ὅσπερ ἐστὶν ἀρχὴ τῆς διακεκαυμένης,
τρισχίλιοι. τοῦτο μὲν οὖν τὸ διάστημα πᾶν ἐστι μετρητόν· πλεῖται τε
γὰρ καὶ ὁδεύεται. τὸ δ' ἑξῆς μέχρι τοῦ ἰσημερινοῦ λόγωι δείκνυται κατὰ
τὴν ὑπ' Ἐρατοσθένους γενομένην ἀναμέτρησιν τῆς γῆς, ὅτι ἐστὶ σταδίων
ὀκτακισχιλίων ὀκτακοσίων· ὃν δὴ λόγον ἔχει τὰ † μύρια τρισχίλια πρὸς
τὰ ὀκτακισχίλια ὀκτακόσια, τοῦτον ἂν ἔχοι τὸ μεταξὺ τῶν τροπικῶν διά-
στημα πρὸς τὸ τῆς διακεκαυμένης πλάτος. κἂν τῶν νεωτέρων δὲ ἀναμετρή-
σεων εἰσάγηται ἡ ἐλαχίστην ποιοῦσα τὴν γῆν, οἵαν ὁ Ποσειδώνιος (F 97)
ἐγκρίνει περὶ ὀκτωκαίδεκα μυριάδας οὖσαν, περὶ ἥμισύ που ἀποφαίνει τὴν
διακεκαυμένην τῆς μεταξὺ τῶν τροπικῶν ἢ μικρῶι τοῦ ἡμίσους μείζονα,
ἴσην δὲ καὶ τὴν αὐτὴν οὐδαμῶς. τοῖς δὲ ἀρκτικοῖς, οὔτε παρὰ πᾶσιν
οὖσιν οὔτε τοῖς αὐτοῖς πανταχοῦ, τίς ἂν διορίζοι τὰς εὐκράτους, αἵπερ
εἰσὶν ἀμετάπτωτοι; τὸ μὲν οὖν μὴ παρὰ πᾶσιν εἶναι τοὺς ἀρκτικούς, οὐδὲν
ἂν εἴη πρὸς τὸν ἔλεγχον, εἰ γὰρ παρὰ τοῖς τὴν εὔκρατον οἰκοῦσιν εἶναι
πᾶσιν, πρὸς οὕσπερ καὶ λέγεται μόνους εὔκρατος. τὸ δὲ μὴ πανταχοῦ
τὸν αὐτὸν τρόπον, ἀλλὰ μεταπίπτειν, καλῶς εἴληπται.
(3) αὐτὸς δὲ διαιρῶν εἰς τὰς ζώνας πέντε μέν φησιν εἶναι χρησί-
μους πρὸς τὰ οὐράνια (F 76). τούτων δὲ περισκίους δύο τὰς ὑπὸ τοῖς
πόλοις μέχρι τῶν ἐχόντων τοὺς τροπικοὺς ἀρκτικούς· ἑτεροσκίους δὲ τὰς
ἐφεξῆς ταύταις δύο μέχρι τῶν ὑπὸ τοῖς τροπικοῖς οἰκούντων, ἀμφίσκιον
δὲ τὴν μεταξὺ τῶν τροπικῶν. πρὸς δὲ τὰ ἀνθρώπεια ταύτας τε καὶ δύο
ἄλλας στενάς, τὰς ὑπὸ τοῖς τροπικοῖς, καθ' ἃς ἥμισύ πως μηνὸς κατὰ
κορυφήν ἐστιν ὁ ἥλιος, δίχα διαιρουμένας ὑπὸ τῶν τροπικῶν. ἔχειν γάρ
τι ἴδιον τὰς ζώνας ταύτας, αὐχμηράς τε ἰδίως καὶ ἀμμώδεις ὑπαρχούσας
καὶ ἀφόρους πλὴν σιλφίου καὶ πυρωδῶν τινων καρπῶν συγκεκαυμένων·
ὄρη γὰρ μὴ εἶναι πλησίον, ὥστε τὰ νέφη προσπίπτοντα ὄμβρους ποιεῖν,
μηδὲ δὴ ποταμοῖς διαρρεῖσθαι (F 80). διόπερ οὐλότριχας καὶ οὐλόκερως
καὶ προχείλους καὶ πλατύρρινας γεννᾶσθαι· τὰ γὰρ ἄκρα αὐτῶν συστρέ-
φεσθαι. καὶ τοὺς Ἰχθυοφάγους δὲ κατὰ ταύτας τὰς ζώνας οἰκεῖν. ὅτι δὲ
ταῦτ' ἴδια τῶν ζωνῶν τούτων δηλοῦν φησι τὸ τοὺς νοτιωτέρους αὐτῶν
ἔχειν τὸ περιέχον εὐκρατότερον καὶ τὴν γῆν καρπιμωτέραν καὶ εὐυ-
δροτέραν.
(3, 1) Πολύβιος δὲ ποιεῖ ζώνας ἕξ (F 77), δύο μὲν τὰς τοῖς ἀρκτικοῖς ὑπο-
πιπτούσας, δύο δὲ τὰς μεταξὺ τούτων τε καὶ τῶν τροπικῶν, 〈δύο δὲ τὰς μεταξὺ τού-
των〉 καὶ τοῦ ἰσημερινοῦ· ἡ μὲν οὖν εἰς πέντε διαίρεσις δοκεῖ μοι καὶ φυσικῶς
ἅμα καὶ γεωγραφικῶς εἰρῆσθαι. φυσικῶς μέν, ὅτι καὶ πρὸς τὰ οὐράνια καὶ πρὸς
τὴν τοῦ περιέχοντος κρᾶσιν· πρὸς μὲν τὰ οὐράνια, ὅτι τοῖς περισκίοις 〈καὶ τοῖς
ἑτεροσκίοις〉 καὶ τοῖς ἀμφισκίοις, οὕτως ἂν ἄριστα διοριζομένοις, συνδιορίζεται καὶ
τὰ περὶ τὴν θέαν τῶν ἄστρων, ὁλοσχερεῖ τινι μερισμῶι λαμβάνοντα τὴν ἐξάλλαξιν·
πρὸς δὲ τὴν τοῦ περιέχοντος κρᾶσιν, ὅτι τῆς τούτου κράσεως πρὸς τὸν ἥλιον κρινο-
μένης διαφοραὶ τρεῖς εἰσιν αἱ γενικώταται καὶ συντείνουσαι πρός τε τὰς τῶν ζώιων
καὶ φυτῶν συστάσεις καὶ τῶν ἄλλων † ἡμισυσταλεῖς τῶν ὑπὸ τῶι ἀέρι καὶ ἐν αὐτῶι
ἐκείνωι, ὑπερβολὴ θάλπους καὶ ἔλλειψις καὶ μεσότης ....... ὅτι δὲ καὶ γεωγραφι-
κός ἐστιν ὁ μερισμός, δῆλον. ζητεῖ γὰρ ἡ γεωγραφία τῆς ἑτέρας τῶν εὐκράτων
ἀφορίσαι τὸ οἰκούμενον ὑφ' ἡμῶν τμῆμα. πρὸς δύσει μὲν οὖν καὶ ἀνατολῆι θάλαττά
ἐστιν ἡ περατοῦσα, πρὸς δὲ τὰ νότια καὶ τὰ βόρεια ὁ ἀήρ, ὁ μὲν μέσος [ὁ] εὔκρατος
ὢν καὶ φυτοῖς καὶ ζώιοις, ὁ δ' ἐφ' ἑκάτερα δύσκρατος ὑπερβολῆι καὶ ἐλλείψει τοῦ
θάλπους. εἰς δὲ τὰς τρεῖς διαφορὰς ταύτας ἐδέησε τῆς εἰς πέντε ζώνας διαιρέσεως.
...... ὁ δὲ τὰς ὑπὸ τοῖς τροπικοῖς προστιθεὶς οὐκ ἀνὰ λόγον ταῖς πέντε ταύταις
προστίθησιν οὐδ' ὁμοίαι κεχρημένας διαφορᾶι, ἀλλ' ὡς ἂν εἰ καὶ ταῖς ἐθνικαῖς
διαφοραῖς ἀπέφαινε ζώνας, ἄλλην μὲν τὴν Αἰθιοπικήν, ἄλλην δὲ τὴν Σκυθικὴν καὶ
Κελτικήν, τρίτην δὲ τὴν ἀνὰ μέσον. (2) ...
εἰ δ', ὥσπερ Ἐρατοσθένης (V) φησίν; ἡ ὑποπίπτουσα τῶι ἰσημερι-
νῶι ἔστιν εὔκρατος, καθάπερ καὶ ὁ Πολύβιος ὁμοδοξεῖ (προστίθησι δ' οὗτος
καὶ διότι ὑψηλοτάτη ἐστί· διόπερ καὶ κατομβρεῖται, τῶν βορείων νεφῶν
κατὰ τοὺς ἐτησίας ἐκεῖ τοῖς ἀναστήμασι προσπιπτόντων πλείστων), πολὺ
κρεῖττον τρίτην [τὴν] εὔκρατον ταύτην ποιεῖν στενήν τινα ἢ τὰς ὑπὸ τοῖς
τροπικοῖς εἰσάγειν. συνηγορεῖ δὲ τούτοις καὶ τὰ τοιαῦτα, ὧν μέμνηται
καὶ Ποσειδώνιος (F 78), τὸ καὶ τὰς μεταστάσεις ὀξυτέρας εἶναι τὰς εἰς τὰ
πλάγια, ὡς δ' αὕτως καὶ τὰς ἀπ' ἀνατολῆς ἐπὶ δύσιν τοῦ ἡλίου· ὀξύτεραι
γὰρ αἱ κατὰ μεγίστου κύκλου τῶν ὁμοταχῶν κινήσεων.
(3) ἐνίσταται δ' ὁ Ποσειδώνιος τῶι Πολυβίωι, διότι φησὶ τὴν ὑπὸ
τῶι ἰσημερινῶι οἴκησιν ὑψηλοτάτην. οὐδὲν γὰρ εἶναι κατὰ τὴν σφαιρικὴν
ἐπιφάνειαν ὕψος διὰ τὴν ὁμαλότητα, οὐδὲ δὴ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῶι
ἰσημερινῶι, ἀλλὰ μᾶλλον πεδιάδα ἰσόπεδόν πως τῆι ἐπιφανείαι τῆς θαλάττης·
τοὺς δὲ πληροῦντας τὸν Νεῖλον ὄμβρους ἐκ τῶν Αἰθιοπικῶν ὀρῶν συμβαί-
νειν (F 79). ταῦτα δ' εἰπὼν ἐνταῦθα ἐν ἄλλοις συγχωρεῖ, φήσας ὑπο-
νοεῖν ὄρη εἶναι τὰ ὑπὸ τῶι ἰσημερινῶι, πρὸς ἃ ἑκατέρωθεν ἀπὸ τῶν εὐ-
κράτων ἀμφοῖν προσπίπτοντα τὰ νέφη ποιεῖν τοὺς ὄμβρους. αὕτη μὲν
οὖν ἡ ἀνομολογία φανερά.
ἀλλὰ καὶ δοθέντος τοῦ ὀρεινὴν εἶναι τὴν ὑπὸ τῶι ἰσημερινῶι, ἄλλη
τις ἀνακύπτειν ἂν δόξειεν· οἱ γὰρ αὐτοὶ σύρρουν φασὶν εἶναι τὸν ὠκε-
ανόν (F 81—84). πῶς οὖν ὄρη κατὰ μέσον ἱδρύουσιν αὐτόν, πλὴν εἰ
νήσους τινὰς βούλονται λέγειν; ὅπως δὲ 〈δή〉 ποτε τοῦτ' ἔχει, τῆς γεω-
γραφικῆς μερίδος ἔξω πίπτει. δοτέον δ' ἴσως τῶι προθεμένωι τὴν περὶ
ὠκεανοῦ πραγματείαν ταῦτ' ἐξετάζειν.
(4) μνησθεὶς δὲ τῶν περιπλεῦσαι λεγομένων τὴν Λιβύην, Ἡρόδοτον
(IV 42—44) μὲν οἴεσθαί φησιν ὑπὸ Δαρείου πεμφθέντας τινὰς τελέσαι
τὸν περίπλουν. Ἡρακλείδην δὲ τὸν Ποντικὸν ἐν διαλόγωι (F 56 Voss)
ποιεῖν ἀφιγμένον παρὰ Γέλωνι μάγον τινὰ περιπλεῦσαι φάσκοντα.
ἀμάρτυρα δὲ ταῦτ' εἶναι φήσας καὶ Εὔδοξόν τινα Κυζικηνόν, θεωρὸν
καὶ σπονδοφόρον τοῦ τῶν Κορ〈ε〉ίων ἀγῶνος, ἐλθεῖν εἰς Αἴγυπτον ἱστορεῖ
κατὰ τὸν δεύτερον Εὐεργέτην· συσταθῆναι δὲ καὶ τῶι βασιλεῖ καὶ τοῖς
περὶ αὐτόν, καὶ μάλιστα κατὰ τοὺς ἀνάπλους τοῦ Νείλου, θαυμαστικὸν
ὄντα τῶν τοπικῶν ἰδιωμάτων ἅμα καὶ οὐκ ἀπαίδευτον. τυχεῖν δή τινα
Ἰνδὸν κομισθέντα ὡς τὸν βασιλέα ὑπὸ τῶν φυλάκων τοῦ Ἀραβίου μυχοῦ,
λεγόντων εὑρεῖν ἡμιθανῆ καταχθέντα μόνον ἐν νηί, τίς δ' εἴη καὶ πόθεν,
ἀγνοεῖν, μὴ συνιέντας τὴν διάλεκτον· τὸν δὲ παραδοῦναι τοῖς διδάξουσιν
ἑλληνίζειν. ἐκμαθόντα δὲ διηγήσασθαι, διότι ἐκ τῆς Ἰνδικῆς πλέων περι-
πέσοι πλάνηι καὶ σωθείη δεῦρο, τοὺς σύμπλους ἀποβαλὼν λιμῶι. ὑπο-
ληφθέντα δὲ ὑποσχέσθαι τὸν εἰς Ἰνδοὺς πλοῦν ἡγήσασθαι τοῖς ὑπὸ τοῦ
βασιλέως προχειρισθεῖσι τούτων δὲ γενέσθαι τὸν Εὔδοξον. πλεύσαντα
δὴ μετὰ δώρων ἐπανελθεῖν ἀντιφορτισάμενον ἀρώματα καὶ λίθους πολυτε-
λεῖς, ὧν τοὺς μὲν καταφέρουσιν οἱ ποταμοὶ μετὰ τῶν ψήφων, τοὺς δ'
ὀρυκτοὺς εὑρίσκουσι, πεπηγότας ἐξ ὑγροῦ, καθάπερ τὰ κρυστάλλινα παρ'
ἡμῖν. διαψευσθῆναι δὲ τῶν ἐλπίδων. ἀφελέσθαι γὰρ αὐτὸν ἅπαντα τὸν
φόρτον τὸν Εὐεργέτην. τελευτήσαντος δ' ἐκείνου τὸν βίον Κλεο-
πάτραν τὴν γυναῖκα διαδέξασθαι τὴν ἀρχήν. πάλιν οὖν καὶ ὑπὸ ταύτης
πεμφθῆναι τὸν Εὔδοξον μετὰ μείζονος παρασκευῆς. ἐπανιόντα δ' ἀνέμοις
παρενεχθῆναι ὑπὲρ τὴν Αἰθιοπίαν· προσφερόμενον δέ τισι τόποις ἐξοι-
κειοῦσθαι τοὺς ἀνθρώπους μεταδόσει σιτίων τε καὶ οἴνου καὶ παλαθίδων,
ὧν ἐκείνοις οὐ μετῆν, ἀντὶ δὲ τούτων ὑδρείας τε τυγχάνειν καὶ καθοδη-
γίας, ἀπογράφεσθαί τε τῶν ῥημάτων ἔνια. εὑρόντα δ' ἀκρόπρωρον
ξύλινον ἐκ ναυαγίου ἵππον ἔχον ἐγγεγλυμμένον, πυθόμενον ὡς ἀπὸ τῆς
ἑσπέρας πλεόντων τινῶν εἴη τὸ ναυάγιον τοῦτο, κομίζειν αὐτὸ ἀναστρέ-
ψαντα πρὸς τὸν οἰκεῖον πλοῦν. σωθέντα δ' εἰς Αἴγυπτον, οὐκέτι τῆς
Κλεοπάτρας ἡγουμένης ἀλλὰ τοῦ παιδός, ἀφαιρεθῆναι πάλιν
πάντα· φωραθῆναι γὰρ νενοσφισμένον πολλά. τὸ δ' ἀκρόπρωρον προφέ-
ροντα ἐς τὸ ἐμπόριον, δεικνύναι τοῖς ναυκλήροις, γνῶναι δὲ Γαδειριτῶν
ὄν· τούτων γὰρ τοὺς μὲν ἐμπόρους μεγάλα στέλλειν πλοῖα, τοὺς δὲ πέ-
νητας μικρά, ἃ καλεῖν ἵππους ἀπὸ τῶν ἐν ταῖς πρώραις ἐπισήμων·
τούτους δὲ πλεῖν μέχρι τοῦ Λίξου ποταμοῦ περὶ τὴν Μαυρουσίαν ἁλιευ-
ομένους. ἀλλὰ τῶν δὴ ναυκλήρων τινὰς γνωρίσαι τὸ ἀκρόπρωρον ἑνὸς τῶν
ἀπὸ τοῦ Λίξου ποταμοῦ πορρώτερον πλευσάντων καὶ μὴ σωθέντων ὑπάρ-
ξαν. ἐκ δὲ τούτου συμβαλόντα τὸν Εὔδοξον, ὡς δυνατὸς εἴη ὁ περίπλους
ὁ Λιβυκός, πορευθέντα οἴκαδε τὴν οὐσίαν ἐνθέμενον πᾶσαν ἐξορμῆσαι.
καὶ πρῶτον μὲν εἰς Δικαιαρχίαν, εἶτ' εἰς Μασσαλίαν ἐλθεῖν καὶ τὴν ἑξῆς
παραλίαν μέχρι Γαδείρων· πανταχοῦ δὲ διακωδωνίζοντα ταῦτα καὶ χρηματι-
ζόμενον κατασκευάσασθαι πλοῖον μέγα καὶ ἐφόλκια δύο λέμβοις ληιστρι-
κοῖς ὅμοια, 〈οἷς〉 ἐμβιβάσασθαι μουσικὰ παιδισκάρια καὶ ἰατροὺς καὶ
ἄλλους τεχνίτας, ἔπειτα πλεῖν ἐπὶ τὴν Ἰνδικὴν μετέωρον ζεφύροις συνε-
χέσι. καμνόντων δὲ τῶι πλῶι τῶν συνόντων ἄκοντα ἐπουρίσαι πρὸς γῆν,
δεδοικότα τὰς πλημμυρίδας καὶ τὰς ἀμπώτεις. καὶ δὴ καὶ συμβῆναι ὅπερ
ἐδεδίει· καθίσαι γὰρ τὸ πλοῖον, ἡσυχῆ δέ, ὥστε μήδ' ἀθροῦν διαλυθῆναι,
ἀλλὰ φθῆναι τὰ φορτία σωθέντα εἰς γῆν καὶ τῶν ξύλων τὰ πλεῖστα. ἐξ
ὧν τρίτον λέμβον συμπηξάμενον πεντηκοντόρωι πάρισον πλεῖν, ἕως
ἀνθρώποις συνέμιξε τὰ αὐτὰ ῥήματα φθεγγομένοις, ἅπερ πρότερον ἀπο-
γέγραπται. ἅμα δὲ τοῦτό τε γνῶναι, ὅτι τε οἱ ἐνταῦθα ἄνθρωποι ὁμο-
εθνεῖς εἶεν τοῖς Αἰθίοψιν ἐκείνοις καὶ ὅτι ὁμοροῖεν τῆι Βόγου βασιλείαι.
ἀφέντα δὴ τὸν ἐπὶ Ἰνδοὺς πλοῦν ἀναστρέφειν· ἐν δὲ τῶι παράπλωι νῆσον
εὔυδρον καὶ εὔδενδρον ἐρήμην ἰδόντα σημειώσασθαι. σωθέντα δὲ εἰς τὴν
Μαυρουσίαν, διαθέμενον τοὺς λέμβους πεζῆι κομισθῆναι πρὸς τὸν Βόγον
καὶ συμβουλεύειν αὐτῶι τὴν ναυστολίαν ἐπανελέσθαι ταύτην· ἰσχῦσαι δ' εἰς
τἀναντία τοὺς φίλους ὑποτείνοντας φόβον, μὴ συμβῆι τὴν χώραν εὐεπι-
βούλευτον γενέσθαι δειχθείσης παρόδου τοῖς ἔξωθεν ἐπιστρατεύειν ἐθέ-
λουσιν. ὡς δ' ἐπύθετο λόγωι μὲν πεμπόμενον ἑαυτὸν ἐπὶ τὴν ἀνα〈δει〉-
χθεῖσαν ναυστολίαν, ἔργωι δ' ἐκτεθησόμενον εἰς ἐρήμην τινὰ νῆσον, φυγεῖν
εἰς τὴν Ῥωμαίων ἐπικράτειαν κἀκεῖθεν εἰς τὴν Ἰβηρίαν διᾶραι. πάλιν δὲ
κατασκευασάμενον στρογγύλον πλοῖον καὶ μακρὸν πεντηκόντορον, ὥστε τῶι
μὲν πελαγίζειν, τῶι δὲ πειρᾶσθαι τῆς γῆς, ἐνθέμενον γεωργικὰ ἐργαλεῖα
καὶ σπέρματα καὶ οἰκοδόμους ὁρμῆσαι πρὸς τὸν αὐτὸν περίπλουν, διανοού-
μενον, εἰ βραδύνοιτο ὁ πλοῦς, ἐνδιαχειμάσαι τῆι προεσκεμμένηι νήσωι καὶ
σπείραντα καὶ ἀνελόμενον τοὺς καρποὺς τελέσαι τὸν ἐγνωσμένον ἐξ ἀρχῆς
πλοῦν. (5) <«ἐγὼ μὲν οὖν»> φησί <«μέχρι 〈δεῦρο〉 τῆς περὶ τὸν
Εὔδοξον ἱστορίας ἥκω· τί δ' ὕστερον συνέβη, τοὺς ἐκ
Γαδείρων καὶ τῆς Ἰβηρίας εἰκὸς εἰδέναι.»>
ἐκ πάντων δὴ τούτων φησὶ δείκνυσθαι, διότι ἡ οἰκουμένη κύκλωι
περιρρεῖται τῶι ὠκεανῶι· ‘οὐ γάρ μιν δεσμὸς περιβάλλεται ἠπείροιο, ἀλλ'
ἐς ἀπειρεσίην κέχυται· τό μιν οὔτι μιαίνει’.
θαυμαστὸς δὴ κατὰ πάντα ἔστιν ὁ Ποσειδώνιος, τὸν μὲν τοῦ μάγου περίπλουν,
ὃν Ἡρακλείδης εἶπεν, ἀμάρτυρον νομίσας καὶ αὐτῶν τῶν ὑπὸ Δαρείου πεμφθέντων,
ὃν Ἡρόδοτος ἱστορεῖ, τὸ δὲ Βεργαῖον διήγημα τοῦτο ἐν πίστεως μέρει τιθείς, εἴθ'
ὑπ' αὐτοῦ πεπλασμένον εἴτ' ἄλλων πλασάντων πιστευθέν.
οὐ πολὺ οὖν
ἀπολείπεται ταῦτα τῶν Πυθέου καὶ Εὐημέρου καὶ Ἀντιφάνους ψευσμάτων. ἀλλ' ἐκείνοις
μὲν συγγνώμη τοῦτ' αὐτὸ ἐπιτηδεύουσιν, ὥσπερ τοῖς θαυματοποιοῖς· τῶι δ' ἀποδεικτι-
κῶι καὶ φιλοσόφωι, σχεδὸν δέ τι καὶ περὶ πρωτείων ἀγωνιζομένωι, τίς ἂν συγγνοίη; ...
(6) τὸ δὲ ἐξαίρεσθαι τὴν γῆν ποτε καὶ ἱζήματα λαμβάνειν καὶ μετα-
βολὰς τὰς ἐκ τῶν σεισμῶν καὶ τῶν ἄλλων τῶν παραπλησίων (F 87—91),
ὅσα διηριθμησάμεθα καὶ ἡμεῖς, ὀρθῶς κεῖται παρ' αὐτῶι. πρὸς ὃ καὶ
τὸ τοῦ Πλάτωνος εὖ παρατίθησιν, ὅτι ἐνδέχεται καὶ μὴ πλάσμα εἶναι τὸ
περὶ τῆς νήσου τῆς Ἀτλαντίδος, περὶ ἧς ἐκεῖνος ἱστορῆσαι Σόλωνά φησι
πεπυσμένον παρὰ τῶν Αἰγυπτίων ἱερέων, ὡς ὑπάρχουσά ποτε ἀφανισθείη,
τὸ μέγεθος οὐκ ἐλάττων ἠπείρου· καὶ τοῦτο οἴεται βέλτιον εἶναι λέγειν
ἢ διότι ὁ πλάσας αὐτὴν ἠφάνισεν, ὡς ὁ ποιητὴς τὸ τῶν Ἀχαιῶν τεῖχος.
εἰκάζει δὲ καὶ τὴν τῶν Κίμβρων καὶ τῶν συγγενῶν ἐξανάστασιν ἐκ
τῆς οἰκείας γενέσθαι κατὰ θαλάττης ἔφοδον, οὐκ ἀθρόαν συμβᾶσαν (F 31).
ὑπονοεῖ δὲ τὸ τῆς οἰκουμένης μῆκος ἑπτά που μυριάδων σταδίων
ὑπάρχον ἥμισυ εἶναι τοῦ ὅλου κύκλου, καθ' ὃν εἴληπται, <«ὥστε»>, φησίν,
<«ἀπὸ τῆς δύσεως εὔρωι πλέων ἐν τοσαύταις μυριάσιν
ἔλθοι ἂν εἰς Ἰνδούς.»>
(7) ἐπιχειρήσας δὲ αἰτιᾶσθαι τοὺς οὕτω τὰς ἠπείρους διορίσαντας,
ἀλλὰ μὴ παραλλήλοις τισὶ τῶι ἰσημερινῶι, δι' ὧν ἔμελλον ἐξαλλάξεις
(F 102) δείκνυσθαι ζώιων τε καὶ φυτῶν καὶ ἀέρων, τῶν μὲν τῆι κατε-
ψυγμένηι συναπτόντων τῶν δὲ τῆι διακεκαυμένηι, ὥστε οἱονεὶ ζώνας εἶναι
τὰς ἠπείρους, ἀνασκευάζει πάλιν καὶ ἐν ἀναλύσει δίκης γίνεται ἐπαινῶν
πάλιν τὴν οὖσαν διαίρεσιν, θετικὴν ποιούμενος τὴν ζήτησιν πρὸς οὐδὲν
χρησίμως. αἱ γὰρ τοιαῦται διατάξεις οὐκ ἐκ προνοίας γίνονται, καθάπερ οὐδὲ αἱ
κατὰ τὰ ἔθνη διαφοραὶ οὐδὲ 〈αἱ〉 διάλεκτοι, ἀλλὰ κατὰ ἐπίπτωσιν καὶ συντυχίαν.
καὶ τέχναι τε καὶ δυνάμεις καὶ ἐπιτηδεύσεις, ἀρξάντων τινῶν, κρατοῦσιν αἱ πλείους
ἐν ὁποιωιοῦν κλίματι. ἔστι δέ τι καὶ παρὰ τὰ κλίματα, ὥστε τὰ μὲν φύσει ἐστὶν
ἐπιχώριά τισι τὰ δ' ἔθει καὶ ἀσκήσει. οὐ γὰρ φύσει Ἀθηναῖοι μὲν φιλόλογοι, Λακε-
δαιμόνιοι δ' οὐ καὶ οἱ ἔτι ἐγγυτέρω Θηβαῖοι, ἀλλὰ μᾶλλον ἔθει· οὕτως οὐδὲ Βαβυ-
λώνιοι φιλόσοφοι φύσει καὶ Αἰγύπτιοι, ἀλλ' ἀσκήσει καὶ ἔθει· καὶ ἵππων τε καὶ
βοῶν ἀρετὰς καὶ ἄλλων ζώιων οὐ τόποι μόνον ἀλλὰ καὶ ἀσκήσεις ποιοῦσιν· ὁ δὲ
συγχεῖ ταῦτα.
ἐπαινῶν δὲ τὴν τοιαύτην διαίρεσιν τῶν ἠπείρων, οἵα νῦν ἐστι,
παραδείγματι χρῆται τῶι τοὺς Ἰνδοὺς τῶν Αἰθιόπων διαφέρειν τῶν ἐν
τῆι Λιβύηι· εὐερνεστέρους γὰρ εἶναι καὶ ἧττον ἕψεσθαι τῆι ξηρασίαι τοῦ
περιέχοντος. διὸ καὶ Ὅμηρον πάντας λέγοντα Αἰθίοπας δίχα διελεῖν ‘οἱ
μὲν δυσομένου Ὑπερίονος, οἱ δ' ἀνιόντος’. 〈Κράτητα δὲ γράφοντα ‘ἠμὲν
δυσομένου Ὑπερίονος ἠδ' ἀνιόντος’〉 καὶ εἰσάγοντα τὴν ἑτέραν οἰκουμένην,
ἣν οὐκ οἶδεν Ὅμηρος, δουλεύειν ὑποθέσει. καὶ <«ἔδει»>, φησί, <«μετα-
γράφειν οὕτως· ‘ἠμὲν ἀπερχομένου Ὑπερίονος’, οἷον ἀπὸ
τοῦ μεσημβρινοῦ περικλίνοντος.»>
τοσαῦτα καὶ πρὸς Ποσειδώνιον. πολλὰ γὰρ καὶ ἐν τοῖς καθ' ἕκαστα
τυγχάνει τῆς προσηκούσης διαίτης, ὅσα γεωγραφικά· ὅσα δὲ φυσικώτερα,
ἐπισκεπτέον ἐν ἄλλοις ἢ οὐδὲ φροντιστέον· πολὺ γάρ ἐστι τὸ αἰτιολογικὸν
παρ' αὐτῶι καὶ τὸ Ἀριστοτελίζον, ὅπερ ἐκκλίνουσιν οἱ ἡμέτεροι διὰ τὴν
ἐπίκρυψιν τῶν αἰτιῶν.
29
ATHEN. VIII 7 p. 333 B—D: οἶδα δὲ καὶ Ποσειδώνιον
τὸν ἀπὸ τῆς Στοᾶς εἰπόντα [καὶ] περὶ πλήθους ἰχθύων τάδε· <«ὅτε
Τρύφων ὁ Ἀπαμεὺς ὁ τὴν τῶν Σύρων βασιλείαν ἁρπάσας
ἐπολεμεῖτο ὑπὸ Σαρπηδόνος τοῦ Δημητρίου στρατηγοῦ
περὶ Πτολεμαίδα πόλιν καὶ ὡς ὁ Σαρπηδὼν ληφθεὶς
ἀνεχώρησεν εἰς τὴν μεσόγαιαν μετὰ τῶν ἰδίων στρατιω-
τῶν, οἱ δὲ τοῦ Τρύφωνος ὥδευον κατὰ τὸ πλησίαλον
νικήσαντες τῆι μάχηι, ἐξαίφνης πελάγιον κῦμα ἐξαρθὲν
μετέωρον εἰς ὕψος ἐξαίσιον ἐπῆλθεν τῆι γῆι καὶ πάντας
αὐτοὺς ἐπέκλυσεν διέφθειρέν τε ὑποβρυχίους, ἰχθύων
τε πολὺν σωρὸν ἀναχωροῦν τὸ κῦμα μετὰ τῶν νεκρῶν
κατέλιπε. καὶ οἱ περὶ τὸν Σαρπηδόνα ἀκούσαντες τὴν
συμφορὰν ἐπελθόντες τοῖς μὲν τῶν πολεμίων σώμασιν
ἐφήσθησαν, ἰχθύων δὲ ἀφθονίαν ἀπηνέγκαντο καὶ ἔθυ-
σαν Ποσειδῶνι τροπαίωι πρὸς τοῖς προαστείοις τῆς
πόλεως.»>
30
PLUT. max. c. princ. 1 p. 777 A: καὶ Σκιπίων μετεπέμψατο
Παναίτιον, ὅτ' αὐτὸν ἡ σύγκλητος ἐξέπεμψεν ‘ἀνθρώπων ὕβριν τε καὶ
εὐνομίην ὑφορώμενον (Od. ρ 487)’, ὥς φησι Ποσειδώνιος.
31
STRABON VII 2, 1—3: περὶ δὲ Κίμβρων τὰ μὲν οὐκ εὖ
λέγεται, τὰ δ' ἔχει πιθανότητας οὐ μετρίας. οὔτε γὰρ τὴν τοιαύτην αἰτίαν
(F 28 § 19) τοῦ πλάνητας γενέσθαι καὶ ληιστρικοὺς ἀποδέξαιτ' ἄν τις, ὅτι
χερρόνησον οἰκοῦντες μεγάληι πλημμυρίδι ἐξελασθεῖεν ἐκ τῶν τόπων·
καὶ γὰρ νῦν ἔχουσι τὴν χώραν, ἣν εἶχον πρότερον, καὶ ἔπεμψαν τῶι Σεβαστῶι δῶρον
τὸν ἱερώτατον παρ' αὐτοῖς λέβητα, αἰτούμενοι φιλίαν καὶ ἀμνηστίαν τῶν ὑπηργμένων
(τυχόντες δὲ ὧν ἠξίουν ἀπῆραν). γελοῖον δὲ τῶι φυσικῶι καὶ αἰωνίωι πάθει, δὶς
ἑκάστης ἡμέρας συμβαίνοντι, προσοργισθέντας ἀπελθεῖν ἐκ τοῦ τόπου. ἔοικε δὲ
πλάσματι τὸ συμβῆναί ποτε ὑπερβάλλουσαν πλημμυρίδα· ἐπιτάσεις μὲν γὰρ καὶ
ἀνέσεις δέχεται τεταγμένας δὲ καὶ περιοδιζούσας ὁ ὠκεανὸς ἐν τοῖς τοιούτοις πάθεσιν.
οὐκ εὖ δ' οὐδὲ ὁ φήσας ὅπλα αἴρεσθαι πρὸς τὰς πλημμυρίδας τοὺς
Κίμβρους· οὐδ' ὅτι ἀφοβίαν οἱ Κελτοὶ ἀσκοῦντες κατακλύζεσθαι τὰς οἰκίας
ὑπομένουσιν, εἶτ' ἀνοικοδομοῦσι· καὶ ὅτι πλείων αὐτοῖς συμβαίνει φθόρος
ἐξ ὕδατος ἢ πολέμου, ὅπερ Ἔφορός φησιν (70 F 132). ἡ γὰρ τάξις ἡ
τῶν πλημμυρίδων καὶ τὸ τὴν ἐπικλυζομένην χώραν εἶναι γνώριμον οὐκ
ἔμελλε ταύτας τὰς ἀτοπίας παρέξειν· δὶς γὰρ ἑκάστης ἡμέρας τούτου
συμβαίνοντος τὸ μηδ' ἅπαξ αἰσθάνεσθαι φυσικὴν οὖσαν τὴν παλίρροιαν
καὶ ἀβλαβῆ, καὶ οὐ μόνοις τούτοις συμβαίνουσαν, ἀλλὰ τοῖς παρωκεανίταις
πᾶσι, πῶς οὐκ ἀπίθανον; οὐδὲ Κλείταρχος (137 F 26) εὖ. φησὶ γὰρ
τοὺς ἱππέας ἰδόντας τὴν ἔφοδον τοῦ πελάγους ἀφιππάσασθαι καὶ φεύγον-
τας ἐγγὺς γενέσθαι τοῦ περικαταληφθῆναι. οὔτε δὲ τοσούτωι τάχει τὴν
ἐπίβασιν ὁρμωμένην ἱστοροῦμεν, ἀλλὰ λεληθότως προσιοῦσαν τὴν θάλατταν,
οὔτε τὸ καθ' ἡμέραν γιγνόμενον καὶ πᾶσιν ἔναυλον ἤδη ὂν τοῖς πλησιάζειν
μέλλουσι, πρὶν ἢ θεάσασθαι, τοσοῦτον ἔμελλε παρέξεσθαι φόβον, ὥστε
φεύγειν, ὡς ἂν εἰ ἐξ ἀδοκήτου προσέπεσε. (2) ταῦτα δὲ δικαίως ἐπιτιμᾶι
τοῖς συγγραφεῦσι Ποσειδώνιος καὶ οὐ κακῶς εἰκάζει, διότι ληιστρικοὶ ὄντες
καὶ πλάνητες οἱ Κίμβροι καὶ μέχρι τῶν περὶ τὴν Μαιῶτιν ποιήσαιντο
στρατείαν, ἀπ' ἐκείνων δὲ καὶ ἡ Κιμμέριος κληθείη Βόσπορος, οἷον Κιμ-
βρικός, Κιμμερίους τοὺς Κίμβρους ὀνομασάντων τῶν Ἑλλήνων.
φησὶ δὲ καὶ Βοίους τὸν Ἑρκύνιον δρυμὸν οἰκεῖν πρότερον, τοὺς δὲ
Κίμβρους ὁρμήσαντας ἐπὶ τὸν τόπον τοῦτον, ἀποκρουσθέντας ὑπὸ τῶν
Βοίων ἐπὶ τὸν Ἴστρον καὶ τοὺς Σκορδίσκους Γαλάτας καταβῆναι· εἶτ' ἐπὶ
Τευρίστας καὶ Ταυρίσκους, καὶ τούτους Γαλάτας· εἶτ' ἐπὶ Ἑλουηττίους,
πολυχρύσους μὲν ἄνδρας (F 48), εἰρηναίους δέ. ὁρῶντας δὲ τὸν ἐκ τῶν
ληιστηρίων πλοῦτον ὑπερβάλλοντα τοῦ παρ' ἑαυτοῖς τοὺς Ἑλουηττίους
ἐπαρθῆναι, μάλιστα δ' αὐτῶν Τιγυρίνους τε καὶ Τωυγένους, ὥστε καὶ
συνεξορμῆσαι. πάντες μέντοι κατελύθησαν ὑπὸ τῶν Ῥωμαίων, αὐτοί τε
καὶ οἱ Κίμβροι καὶ οἱ συναράμενοι τούτοις, οἱ μὲν ὑπερβαλόντες τὰς
Ἄλπεις εἰς τὴν Ἰταλίαν, οἱ δ' ἔξω τῶν Ἄλπεων.
(3) ἔθος δέ τι τῶν Κίμβρων διηγοῦνται τοιοῦτον, ὅτι ταῖς γυναιξὶν
αὐτῶν συστρατευούσαις παρηκολούθουν προμάντεις ἱέρειαι πολιότριχες,
λευχείμονες, καρπασίνας ἐφαπτίδας ἐπιπεπορπημέναι, ζῶσμα χαλκοῦν
ἔχουσαι, γυμνόποδες. τοῖς οὖν αἰχμαλώτοις διὰ τοῦ στρατοπέδου συνήντων
ξιφήρεις, καταστέψασαι δ' αὐτοὺς ἦγον ἐπὶ κρατῆρα χαλκοῦν ὅσον ἀμφορέων
εἴκοσι. εἶχον δὲ ἀναβάθραν, ἣν ἀναβᾶσα ὑπερπετὴς τοῦ λέβητος ἐλαιμοτόμει
ἕκαστον μετεωρισθέντα· ἐκ δὲ τοῦ προχεομένου αἵματος εἰς τὸν κρατῆρα
μαντείαν τινὰ ἐποιοῦντο. ἄλλαι δὲ διασχίσασαι ἐσπλάγχνευον ἀναφθεγγό-
μεναι νίκην τοῖς οἰκείοις. ἐν δὲ τοῖς ἀγῶσιν ἔτυπτον τὰς βύρσας τὰς περι-
τεταμένας τοῖς γέρροις τῶν ἁρμαμαξῶν, ὥστ' ἀποτελεῖσθαι ψόφον ἐξαίσιον.
32
STRABON VII 4, 3: αὕτη (sc. πόλις Χερρόνησος ἡ Ταυ-
ρική) δ' ἦν πρότερον αὐτόνομος, πορθουμένη δὲ ὑπὸ τῶν βαρβάρων
ἠναγκάσθη προστάτην ἑλέσθαι Μιθριδάτην τὸν Εὐπάτορα, στρατηγιῶντα
ἐπὶ τοὺς ὑπὲρ τοῦ ἰσθμοῦ μέχρι Βορυσθένους βαρβάρους καὶ τοῦ Ἀδρίου (?)·
ταῦτα δ' ἦν ἐπὶ Ῥωμαίους παρασκευή. ἐκεῖνος μὲν οὖν κατὰ ταύτας τὰς
ἐλπίδας ἄσμενος πέμψας εἰς τὴν Χερρόνησον στρατιὰν ἅμα πρός τε τοὺς
Σκύθας ἐπολέμει Σκίλουρόν τε καὶ τοὺς Σκιλούρου παῖδας τοὺς περὶ
Πάλακον, <οὓς Ποσειδώνιος μὲν πεντήκοντά φησιν,> Ἀπολλω-
νίδης (V) δὲ ὀγδοήκοντα· ἅμα δὲ τούτους τε ἐχειρώσατο βίαι καὶ Βοσπόρου
κατέστη κύριος παρ' ἑκόντος λαβὼν Παιρισάδου τοῦ κατέχοντος. ἐξ ἐκεί-
νου δὴ τοῦ χρόνου τοῖς τοῦ Βοσπόρου δυνάσταις ἡ τῶν Χερρονησιτῶν
πόλις ὑπήκοος μέχρι νῦν ἐστι.
33
STRABON IV 1, 13: καὶ τοὺς Τεκτοσάγας δέ φασι μετασχεῖν
τῆς ἐπὶ Δελφοὺς στρατείας [καὶ] τούς τε θησαυροὺς τοὺς εὑρεθέντας παρ'
αὐτοῖς ὑπὸ Καιπίωνος τοῦ στρατηγοῦ τῶν Ῥωμαίων ἐν πόλει Τολώσσηι
τῶν ἐκεῖθεν χρημάτων μέρος εἶναί φασι, προσθεῖναι δὲ τοὺς ἀνθρώπους
καὶ ἐκ τῶν ἰδίων οἴκων ἀνιεροῦντας καὶ ἐξιλασκομένους τὸν θεόν. προσαψά-
μενον δ' αὐτῶν τὸν Καιπίωνα διὰ τοῦτο ἐν δυστυχήμασι καταστρέψαι τὸν
βίον, ὡς ἱερόσυλον ἐκβληθέντα ὑπὸ τῆς πατρίδος, διαδόχους δ' ἀπολιπόντα
παῖδας, ἃς συνέβη καταπορνευθείσας, ὡς εἴρηκε Τιμαγένης (88 F 11)
αἰσχρῶς ἀπολέσθαι. πιθανώτερος δ' ἐστὶν ὁ Ποσειδωνίου λόγος. τὰ μὲν
γὰρ εὑρεθέντα ἐν τῆι Τολώσσηι χρήματα μυρίων που καὶ πεντακισχιλίων
ταλάντων γενέσθαι φησί, τὰ μὲν ἐν σηκοῖς ἀποκείμενα, τὰ δ' ἐν λίμναις
ἱεραῖς, οὐδεμίαν κατασκευὴν ἔχοντα, ἀλλ' ἀργὸν χρυσίον καὶ ἄργυρον· τὸ δ' ἐν
Δελφοῖς ἱερὸν κατ' ἐκείνους ἤδη τοὺς χρόνους ὑπάρξαι κενὸν τῶν τοιούτων,
σεσυλημένον ὑπὸ τῶν Φωκέων κατὰ τὸν ἱερὸν πόλεμον. εἰ δὲ καί τι ἐλείφθη,
διανείμασθαι πολλούς. οὐδὲ σωθῆναι δὲ αὐτοὺς εἰκὸς εἰς τὴν οἰκείαν, ἀθλίως
ἀπαλλάξαντας μετὰ τὴν ἐκ Δελφῶν ἀποχώρησιν καὶ σκεδασθέντας ἄλλους
ἐπ' ἄλλα μέρη κατὰ διχοστασίαν. ἀλλ', ὥσπερ ἐκεῖνός τε εἴρηκε καὶ ἄλλοι
πλείους, ἡ χώρα πολύχρυσος οὖσα καὶ δεισιδαιμόνων ἀνθρώπων καὶ οὐ
πολυτελῶν τοῖς βίοις πολλαχοῦ τῆς Κελτικῆς ἔσχε θησαυρούς· μάλιστα δ'
αὐτοῖς αἱ λίμναι τὴν ἀσυλίαν παρεῖχον, εἰς ἃς καθίεσαν ἀργύρου ἢ καὶ
χρυσοῦ βάρη. οἱ γοῦν Ῥωμαῖοι κρατήσαντες τῶν τόπων ἀπέδοντο τὰς
λίμνας δημοσίαι, καὶ τῶν ὠνησαμένων πολλοὶ μύλους εὗρον σφυρηλάτους
ἀργυροῦς. ἐν δὲ τῆι Τολώσσηι καὶ τὸ ἱερὸν ἦν ἅγιον, τιμώμενον σφόδρα
ὑπὸ τῶν περιοίκων, καὶ τὰ χρήματα ἐπλεόνασε διὰ τοῦτο, πολλῶν ἀνατι-
θέντων καὶ μηδενὸς προσάπτεσθαι θαρροῦντος.
34
STRABON IV 1, 14: ἵδρυται δ' ἡ Τολῶσσα κατὰ τὸ στενώ-
τατον τοῦ ἰσθμοῦ τοῦ διείργοντος ἀπὸ τῆς κατὰ Νάρβωνα θαλάττης τὸν
ὠκεανόν, ὅν φησι Ποσειδώνιος ἐλάττω τῶν τρισχιλίων σταδίων.
35
ATHEN. VI 104 p. 272 E—F: καὶ αἱ πολλαὶ δὲ αὗται
Ἀττικαὶ μυριάδες τῶν οἰκετῶν δεδεμέναι εἰργάζοντο τὰ μέταλλα. Ποσει-
δώνιος γοῦν, οὗ συνεχῶς μέμνησαι, ὁ φιλόσοφος καὶ ἀποστάντας φησὶν
αὐτοὺς καταφονεῦσαι μὲν τοὺς ἐπὶ τῶν μετάλλων φύλακας, καταλαβέσθαι
δὲ τὴν ἐπὶ Σουνίωι ἀκρόπολιν καὶ ἐπὶ πολὺν χρόνον πορθῆσαι τὴν Ἀττι-
κήν. οὗτος δ' ἦν ὁ καιρὸς ὅτε καὶ ἐν Σικελίαι ἡ δευτέρα τῶν δούλων
ἐπανάστασις ἐγένετο.
36
—V 47—53 p. 211 D—215 B: .... Ἀθηνίωνι τῶι Περι-
πατητικῶι φιλοσόφωι, τῶι καὶ διατριβῆς προστάντι φιλοσόφου Ἀθήνησί
τε καὶ ἐν Μεσσήνηι, ἔτι δὲ καὶ ἐν Λαρίσηι τῆς Θετταλίας καὶ μετὰ ταῦτα
τῆς Ἀθηναίων πόλεως τυραννήσαντι. περὶ οὗ καθ' ἕκαστα ἱστορεῖ Ποσει-
δώνιος ὁ Ἀπαμεύς, ἅπερ εἰ καὶ μακρότερά ἐστιν ἐκθήσομαι, | ἵν' ἐπιμελῶς
πάντας ἐξετάζωμεν τοὺς φάσκοντας εἶναι φιλοσόφους καὶ μὴ τοῖς τριβω-
νίοις καὶ τοῖς ἀκάρτοις πώγωσι πιστεύωμεν. ........
(48) <«ἐν τῆι Ἐρυμνέως τοῦ Περιπατητικοῦ σχολῆι
διέτριβέ τις Ἀθηνίων προσκαρτερῶν τοῖς λόγοις, ὅστις
Αἰγυπτίαν ὠνησάμενος θεράπαιναν ἐπεπλέκετο αὐτῆι.|
ταύτης οὖν εἴτ' ἐξ αὐτοῦ τεκούσης εἴτ' ἐξ ἄλλου τινός,
ὁμώνυμος Ἀθηνίων τῶι δεσπότηι παρετρέφετο. γράμ-
ματα δὲ μαθὼν καὶ πρεσβύτην γενόμενον τὸν δεσπότην
μετὰ τῆς μητρὸς ἐχειραγώγει καὶ ἀποθανόντα κληρονο-
μήσας παρέγγραφος Ἀθηναίων πολίτης ἐγένετο. γήμας
τε παιδισκάριον εὔμορφον μετὰ τούτου πρὸς τὸ σο-
φιστεύειν ὥρμησε μειράκια σχολαστικὰ θηρεύων. | καὶ
σοφιστεύσας ἐν Μεσσήνηι κἀν Λαρίσηι τῆι Θετταλικῆι
καὶ πολλὰ ἐργασάμενος χρήματα ἐπανῆλθεν εἰς τὰς
Ἀθήνας. καὶ χειροτονηθεὶς ὑπὸ τῶν Ἀθηναίων πρεσβευ-
τής, ὅτε εἰς Μιθριδάτην τὰ πράγματα μετέρρει, ὑπο-
δραμὼν τὸν βασιλέα τῶν φίλων εἷς ἐγένετο, μεγίστης
τυχὼν προαγωγῆς. διόπερ μετεώριζε τοὺς Ἀθηναίους
δι' ἐπιστολῶν ὡς τὰ μέγιστα παρὰ τῶι Καππαδόκηι
δυνάμενος, ὥστε μὴ μόνον τῶν ἐπιφερομένων ὀφλη-
μάτων ἀπολυθέντας, ἀλλὰ καὶ τὴν δημοκρατίαν ἀνα-
κτησαμένους ἐν ὁμονοίαι ζῆν καὶ δω|ρεῶν μεγάλων
τυχεῖν ἰδίαι καὶ δημοσίαι. ταῦτα οἱ Ἀθηναῖοι διε-
κόμπουν, τὴν Ῥωμαίων ἡγεμονίαν καταλελύσθαι πεπι-
στευκότες.
(49) ἤδη οὖν τῆς Ἀσίας μεταβεβλημένης ὁ Ἀθηνίων
ἐπανῆγεν εἰς τὰς Ἀθήνας καὶ ὑπὸ χειμῶνος ἐνοχληθεὶς
εἰς τὴν Καρυστίαν κατηνέχθη. τοῦτο μαθόντες οἱ Κεκρο-
πίδαι ἔπεμψαν ἐπὶ τὴν ἀνακομιδὴν αὐτοῦ ναῦς μακρὰς
καὶ φορεῖον ἀργυρόπουν. ἀλλ' εἰσήιειν ἤδη, καὶ σχεδὸν
τὸ πλεῖστον | μέρος τῆς πόλεως ἐπὶ τὴν ἐκδοχὴν αὐτοῦ
ἐξεκέχυτο, συνέτρεχον δὲ πολλοὶ καὶ ἄλλοι θεαταὶ τὸ
παράδοξον τῆς τύχης θαυμάζοντες, εἰ ὁ παρέγγραφος
Ἀθηνίων εἰς Ἀθήνας ἐπ' ἀργυρόποδος κατακομίζεται
φορείου καὶ πορφυρῶν στρωμάτων, ὁ μηδέποτε ἐπὶ τοῦ
τρίβωνος ἑωρακὼς πορφύραν πρότερον, οὐδενὸς οὐδὲ
Ῥωμαίων ἐν τοιαύτηι φαντασίαι καταχλιδῶντος τῆς
Ἀττικῆς. συνέτρεχον οὖν πρὸς τὴν θέαν ταύτην ἄνδρες
γυναῖκες παῖδες, τὰ κάλλιστα προσδοκῶντες παρὰ
Μιθριδάτου, ὁπότε Ἀθηνίων ὁ πένης καὶ τὰς ἐρανικὰς |
ποιησάμενος ἀκροάσεις διὰ τὸν βασιλέα σιληπορδῶν διὰ
τῆς χώρας καὶ πόλεως πομπεύει. συνήντησαν δ' αὐτῶι
καὶ οἱ περὶ τὸν Διόνυσον τεχνῖται τὸν ἄγγελον τοῦ νέου
Διονύσου καλοῦντες ἐπὶ τὴν κοινὴν ἑστίαν καὶ τὰς
περὶ ταύτην εὐχάς τε καὶ σπονδάς. ὁ δὲ πρότερον ἐκ
μισθωτῆς οἰκίας ἐξιὼν εἰς τὴν Διοῦς οἰκίαν τοῦ τότε
〈μάλιστα〉 πλουτοῦντος ἀνθρώπου ταῖς ἐκ Δήλου προσ-
όδοις εἰσηνέχθη, κεκοσμημένην στρωμναῖς τε καὶ γρα-
φαῖς καὶ ἀνδριᾶσι καὶ ἀργυρωμάτων ἐκθέσει. ἀφ' ἧς
ἐξήιει χλαμύδα λαμπρὰν ἐπισύρων καὶ περικείμενος |
δακτύλιον χρυσίου ἐγγεγλυμμένην ἔχοντα τὴν Μιθριδά-
του εἰκόνα· προεπόμπευον δ' αὐτοῦ καὶ ἐφείποντο
θεράποντες πολλοί. ἐν δὲ τῶι τεμένει τῶν τεχνιτῶν
θυσίαι τε ἐπετελοῦντο ἐπὶ τῆι Ἀθηνίωνος παρουσίαι
καὶ μετὰ κήρυκος προαναφωνήσεως σπονδαί. καὶ τῆι
ὑστεραίαι πολλοὶ μὲν ἐπὶ τὴν οἰκίαν ἐλθόντες ἀνέμε-
νον αὐτοῦ τὴν πρόοδον· πλήρης δ' ἦν καὶ ὁ Κεραμεικὸς
ἀστῶν καὶ ξένων, καὶ αὐτόκλητος εἰς τὴν ἐκκλησίαν
τῶν ὄχλων συνδρομή. ὁ δὲ μόλις προῆλθε δορυφο|ρού-
μενος ὑπὸ τῶν εὐδοκιμεῖν παρὰ τῶι δήμωι θελόντων,
ἑκάστου σπεύδοντος κἂν προσάψασθαι τῆς ἐσθῆτος.
(50) ἀναβὰς οὖν ἐπὶ τὸ βῆμα τὸ πρὸ τῆς Ἀττάλου
στοᾶς ὠικοδομημένον τοῖς Ῥωμαίων στρατηγοῖς, στὰς
ἐπὶ τούτου καὶ περιβλέψας κυκληδὸν τὸ πλῆθος, ἔπειτ'
ἀναβλέψας ‘ἄνδρες Ἀθηναῖοι’ ἔφη ‘τὰ πράγματα 〈μέν〉
με βιάζεται καὶ τὸ τῆς πατρίδος συμφέρον ἀπαγγέλλειν
ἃ οἶδα, τὸ δὲ μέγεθος τῶν μελλόντων λέγεσθαι διὰ τὸ
παράδοξον τῆς περιστάσεως ἐμποδίζει με’. ἁθρόως|
δ' ἐπιβοησάντων αὐτῶι τῶν περιεστώτων θαρρεῖν καὶ
λέγειν, ‘λέγω τοίνυν’ ἔφη ‘τὰ μηδέποτε ἐλπισθέντα μηδὲ
ἐν ὀνείρωι φαντασθέντα. βασιλεὺς Μιθριδάτης κρατεῖ
μὲν Βιθυνίας καὶ τῆς ἄνω Καππαδοκίας, κρατεῖ δὲ τῆς
συνεχοῦς Ἀσίας ἁπάσης ἄχρι Παμφυλίας καὶ Κιλικίας.
καὶ βασιλεῖς μὲν αὐτὸν Ἀρμενίων καὶ Περσῶν δορυφο-
ροῦσι, δυνάσται δὲ τῶν περὶ τὴν Μαιῶτιν καὶ τὸν ὅλον
Πόντον κατωικισμένων ἐθνῶν ἐν περιμέτρωι τρισμυ-
ρίων σταδίων **. Ῥωμαίων δὲ στρατηγὸς μὲν Παμφυ-
λίας Κόιντος Ὄππιος παραδοθεὶς ἀκολουθεῖ | δέσμιος,
Μάνιος δὲ Ἀκύλλιος ὁ ὑπατευκώς, ὁ τὸν ἀπὸ Σικελίας
καταγαγὼν θρίαμβον (cos. 101), συνδέτην ἔχων ἁλύσει
μακρᾶι Βαστάρνην πεντάπηχυν πεζὸς ὑπὸ ἱππέως ἕλ-
κεται. τῶν δ' ἄλλων Ῥωμαίων οἱ μὲν θεῶν ἀγάλμασι
προσπεπτώκασιν, οἱ δὲ λοιποὶ μεταμφιεσάμενοι τετρά-
γωνα ἱμάτια τὰς ἐξ ἀρχῆς πατρίδας πάλιν ὀνομάζουσι.
πᾶσα δὲ πόλις ταῖς ὑπὲρ ἄνθρωπον τιμαῖς ὑπαντῶσα
κατακα…
The complete text is available when the reading interface loads.