The Greek Library Catalogue

Anonymous

De passionibus

Edition reference
De passionibus (lib. 1) [Sp.], ed. X. Kreuttner, Andronici qui fertur libelli Περὶ παθῶν, (De affectibus) pt. 1, Heidelberg: Winter, 1884: 11–21.
CTS identifier
urn:cts:greekLit:tlg1124.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

t

1

{ΑΝΔΡΟΝΙΚΟΥ ΠΕΡΙΠΑΤΗΤΙΚΟΥ

ΠΕΡΙ ΠΑΘΩΝ

PARS PRIOR DE AFFECTIBVS}

1

1

<Πάθος> ἐστὶν ἄλογος ψυχῆς κίνησις [δι' ὑπόληψιν κακοῦ ἢ ἀγα-

θοῦ] καὶ παρὰ φύσιν ἢ ὁρμὴ πλεονάζουσα. [ἢ πάθος ἐστὶ ψυχῆς

κίνησις χωρὶς λογισμοῦ τε καὶ κρίσεως ἐπιτελουμένη. ἢ πάθος ἐστὶν

ἐπίκαιρος ψυχῆς ὄρεξις εἰς ποιὰν διάνοιαν ἔξωθεν ἐπιθυμίαν λαμβάνουσα

οἷον λύπη, ἡδονή, φόβος, ἐπιθυμία, καὶ καθόλου, ὡς αὐτὸ τὸ ὄνομα

δηλοῖ, ὅσα πάσχομεν κατὰ τὴν ἔξωθεν ἐπισύμπτωσιν τῶν πραγμάτων.

τὸ γὰρ κυρίως πάθος ἔξωθεν πᾶν καὶ ἐν μεταβολῇ ὑπό τινος ἄλλου

κινοῦντος.] τὰ δὲ γενικώτερα πάθη τέσσαρα· λύπη, φόβος, ἐπιθυμία,

ἡδονή.

αʹ <Λύπη> μὲν οὖν ἐστιν ἄλογος συστολή· ἢ δόξα πρόσφατος κακοῦ

παρουσίας, ἐφ' ᾧ οἴονται δεῖν συστέλλεσθαι.

βʹ <Φόβος> δὲ ἄλογος ἔκκλισις· ἢ φυγὴ ἀπὸ προσδοκωμένου δεινοῦ.

γʹ <Ἐπιθυμία> δὲ ἄλογος ὄρεξις· ἢ δίωξις προσδοκωμένου ἀγαθοῦ.

δʹ <Ἡδονὴ> δὲ ἄλογος ἔπαρσις· ἢ δόξα πρόσφατος ἀγαθοῦ πα-

ρουσίας, ἐφ' ᾧ οἴονται δεῖν ἐπαίρεσθαι.

2

t

{εἴδη λύπης κεʹ.}

1

Ἔλεος· φθόνος· ζῆλος· ζηλοτυπία· δυσθυμία· συμφορά· ἄχθος·

ἄχος· σφακελισμός· πένθος· δυσχέρανσις· ὄχλησις· ὀδύνη· ἀνία· μετα-

μέλεια· σύγχυσις· ἀθυμία· ἄση· νέμεσις· δυσφορία· γόος· βαρυθυμία·

κλαῦσις· φροντίς· οἶκτος.

αʹ Ἔλεος μὲν οὖν ἐστι λύπη ἐπ' ἀλλοτρίοις κακοῖς ἀναξίως πά-

σχοντος ἐκείνου.

βʹ <Φθόνος> δὲ λύπη ἐπ' ἀλλοτρίοις ἀγαθοῖς· ἢ λύπη ἐπὶ τῇ

τῶν ἐπιεικῶν εὐπραγίᾳ.

γʹ <Ζῆλος> δὲ λύπη ἐπὶ τῷ ἕτερον τυγχάνειν, ὧν αὐτὸς ἐπιθυμεῖ.

ἢ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν, ἡμῖν δὲ μή· ἢ ζῆλος μακαρισμὸς

ἀστειότητος [·ἢ ζῆλός ἐστι ψυχῆς λογικῆς θερμότης ἐπ' ἀγαθῷ καὶ

κακῷ μετὰ παραδείγματος ἐξαπτομένη].

δʹ <Ζηλοτυπία> δὲ λύπη ἐπὶ τῷ ἄλλοις ὑπάρχειν. ἃ καὶ ἡμῖν

ὑπάρχει.

εʹ <Δυσθυμία> δὲ λύπη ἐπ' ἀλύτῳ ἢ δυσκινήτῳ.

Ϛʹ <Συμφορὰ> δὲ λύπη ἐπὶ συμπεφραγμένοις κακοῖς.

ζʹ <Ἄχθος> δὲ λύπη βαρύνουσα.

ηʹ <Ἄχος> δὲ λύπη ἀφωνίαν ἐμποιοῦσα.

θʹ <Σφακελισμὸς> δὲ λύπη σφοδρά.

ιʹ <Πένθος> δὲ λύπη ἐπὶ ἀώρῳ τελευτῇ.

ιαʹ <Δυσχέρανσις> δὲ λύπη ἐξ ἐναντίων λογισμῶν.

ιβʹ <Ὄχλησις> δὲ λύπη στενοχωροῦσα ἢ ἀναστροφὴν οὐ διδοῦσα.

ιγʹ <Ὀδύνη> δὲ λύπη εἰσδύνουσα καὶ ὀξεῖα.

ιδʹ <Ἀνία> δὲ λύπη ἐξ ἀναλογισμῶν.

ιεʹ <Μεταμέλεια> δὲ λύπη ἐπὶ ἁμαρτήμασι πεπραγμένοις ὡς δι'

αὑτοῦ γεγονόσιν.

ιϚʹ <Σύγχυσις> δὲ λύπη κωλύουσα διορᾶν τὸ μέλλον.

ιζʹ <Ἀθυμία> δὲ λύπη ἀπελπίζοντος ὧν ἐπιθυμεῖ τυχεῖν.

ιηʹ <Ἄση> δὲ λύπη μετὰ ῥιπτασμοῦ.

ιθʹ <Νέμεσις> δὲ λύπη ἐπὶ ἐπαιρομένοις παρὰ τὸ προσῆκον.

κʹ <Δυσφορία> δὲ λύπη μετ' ἀπορίας τοῦ πῶς χρήσεται τοῖς

παροῦσιν.

καʹ <Γόος> δὲ θρῆνος ἀγομένου κατὰ λύπην.

〈κβʹ〉 <Βαρυθυμία> δὲ λύπη βαρύνουσα καὶ ἀνάνευσιν οὐ διδοῦσα.

κγʹ <Κλαῦσις> δὲ δάκρυσις λυπουμένου νεύοντος ἐπὶ τὸ χεῖρον.

κδʹ <Φροντὶς> δὲ λογισμὸς λυπουμένου.

κεʹ <Οἶκτος> δὲ λύπη ἐπ' ἀλλοτρίοις κακοῖς.

3

t

{Φόβου εἴδη ιγʹ.}

1

Ὄκνος· αἰσχύνη· δεῖμα· δέος· ἔκπληξις· κατάπληξις· [δειλία·] ψο-

φοδέεια· ἀγωνία· μέλλησις· ὀῤῥωδία· θόρυβος· δεισιδαιμονία.

αʹ <Ὄκνος> μὲν οὖν ἐστι φόβος μελλούσης ἐνεργείας.

βʹ <Αἰσχύνη> δὲ φόβος ἀδοξίας.

γʹ <Δεῖμα> δὲ φόβος ὑφορωμένου.

δʹ <Δέος> δὲ φόβος συνδέων.

εʹ <Ἔκπληξις> δὲ φόβος ἕνεκα ἀσυνήθους φαντασίας δεινοῦ.

Ϛʹ <Κατάπληξις> δὲ φόβος ἐκ μείζονος φαντασίας.

[ζʹ <Δειλία> δὲ ἀποχώρησις ἀπὸ φαινομένου καθήκοντος διὰ φαν-

τασίαν δεινοῦ.]

ηʹ <Ψοφοδέεια> δὲ φόβος κενός.

θʹ <Ἀγωνία> δὲ φόβος διαπτώσεως· ἢ φόβος ἥττης· ἢ φόβος

ἐμποιητικὸς τῶν ἐναντίων ἐλπίδων, περὶ ὧν ὄρεξιν σφοδρὰν ἔχομεν.

ιʹ <Μέλλησις> δὲ ὄκνος διεγνωκότος ποιεῖν.

ιαʹ <Ὀῤῥωδία> δὲ φόβος ἐννοηθέντος.

ιβʹ <Θόρυβος> δὲ φόβος μετὰ φωνῆς κατεπείγων.

ιγʹ <Δεισιδαιμονία> δὲ φόβος τοῦ δαιμονίου· ἢ ὑπερέκπτωσις τῆς

πρὸς θεοὺς τιμῆς.

4

t

{Ἐπιθυμίας εἴδη κζʹ.}

1

Ὀργή· θυμός· χόλος· πικρία· μῆνις· κότος· ἔρως· ἵμερος· πόθος·

δυσμένεια· δύσνοια· ἁψικορία· ῥιψοφθαλμία· σπάνις· τραχυτής· ἔρις·

προσπάθεια· φιληδονία· φιλοχρηματία· γαστριμαργία· οἰνοφλυγία·

λαγνεία.

αʹ <Ὀργὴ> μὲν οὖν ἐστιν ἐπιθυμία τιμωρίας τοῦ ἠδικηκέναι δο-

κοῦντος· [ἢ λύπη μεθ' ὑπολήψεως τοῦ ὀλιγωρεῖσθαι].

βʹ <Θυμὸς> δὲ ὀργὴ ἐναρχομένη.

γʹ <Χόλος> δὲ ὀργὴ διοιδοῦσα.

δʹ <Πικρία> δὲ ὀργὴ παραχρῆμα ἐκρηγνυμένη.

εʹ <Μῆνις> δὲ ὀργὴ εἰς παλαίωσιν ἀποτιθεμένη.

Ϛʹ <Κότος> δὲ ὀργὴ καιρὸν ἐπιτηροῦσα εἰς τιμωρίαν.

ζʹ <Ἔρως> δὲ ἐπιθυμία σωματικῆς συνουσίας.

ηʹ ἄλλος <ἔρως>· ἐπιθυμία φιλίας.

θʹ ἄλλος <ἔρως>· ὑπηρεσία θεῶν εἰς νέων κατακόσμησιν καὶ

καλῶν, ὃν ἐπιβολὴν καλοῦσι φιλοποιΐας διὰ κάλλος ἐμφαινόμενον.

ιʹ <Ἵμερος> δὲ ἐπιθυμία φίλου ἀπόντος ὁμιλίας.

ιαʹ <Πόθος> δὲ ἐπιθυμία κατὰ ἔρωτα ἀπόντος.

ιβʹ <Δυσμένεια> δὲ δύσνοια ἐπιτηρητικὴ καὶ κακοποιός.

ιγʹ <Δύσνοια> δὲ ἐπιθυμία τοῦ κακῶς εἶναί τινι αὐτοῦ ἕνεκεν

ἐκείνου.

ιδʹ <Ἁψικορία> δὲ ἐπιθυμία ταχὺ ἐμπιπλαμένη.

ιεʹ <Ῥιψοφθαλμία> δὲ ταχυτὴς περὶ τὸ ἰδεῖν τὸ ποθούμενον· [ἢ

ὀξυδορκία περὶ τὸ αὐτό].

ιϚʹ <Σπάνις> δὲ ἐπιθυμία ἀτελής.

ιζʹ <Τραχυτὴς> δὲ ἐπιθυμία ἀνώμαλος.

ιηʹ <Ἔρις> δὲ παρόρμησις εἰς ἀντίταξιν κακοποιητικήν.

ιθʹ <Προσπάθεια> δὲ ἐπιθυμία δεδουλωμένη.

κʹ <Φιληδονία> δὲ ἐπιθυμία ἡδονῶν.

καʹ <Φιλοχρηματία> δὲ ἐπιθυμία [ἄχρηστος ἢ] ἄμετρος χρημάτων.

κβʹ <Φιλοτιμία> δὲ ἐπιθυμία ἄμετρος τιμῆς.

κγʹ <Φιλοζωΐα> δὲ ἐπιθυμία ζωῆς ἄλογος.

κδʹ <Φιλοσωματία> δὲ ἐπιθυμία σώματος εὐθηνίας παρὰ τὸ δέον.

κεʹ <Γαστριμαργία> δὲ ἐπιθυμία ἄμετρος σιτίων.

κϚʹ <Οἰνοφλυγία> δὲ ἐπιθυμία οἴνου ἄπληστος.

κζʹ <Λαγνεία> δὲ ἐπιθυμία συνουσιῶν ἄμετρος.

5

t

{Ἡδονῆς εἴδη εʹ.}

1

Ἀσμενισμός· τέρψις· κήλησις· ἐπιχαιρεκακία· γοητεία.

αʹ <Ἀσμενισμὸς> μὲν οὖν ἐστιν ἡδονὴ ἐπὶ ἀπροσδοκήτοις ἀγαθοῖς.

βʹ <Τέρψις> δὲ ἡδονὴ δι' ὄψεως ἢ δι' ἀκοῆς.

γʹ <Κήλησις> δὲ ἡδονὴ δι' ἀκοῆς κατακηλοῦσα· ἢ ἡδονὴ ἐκ λόγου

τε καὶ μουσικῆς ἢ δι' ἀπάτης γινομένη.

δʹ <Ἐπιχαιρεκακία> δὲ ἡδονὴ ἐπὶ τοῖς τῶν πέλας ἀτυχήμασιν.

〈εʹ〉 <Γοητεία> δὲ ἡδονὴ κατὰ ἀπάτην ἢ διὰ μαγείας.

6

t

{Εὐπαθείας εἴδη γʹ.}

1

Βούλησις· χαρά· εὐλάβεια. [εὐπείθεια].

αʹ <Βούλησις> μὲν οὖν ἐστιν εὔλογος ὄρεξις.

βʹ <Χαρὰ> δὲ εὔλογος ἔπαρσις.

γʹ <Εὐλάβεια> δὲ εὔλογος ἔκκλισις· [ἢ φυλακὴ κακοῦ· ἢ ἐπι-

μέλεια φυλακῆς].

[δʹ <Εὐπείθεια> δὲ ἕξις κάτω κατεσταλμένας τὰς κόρας ἔχουσα].

2

{Βουλήσεως εἴδη δʹ.}

Εὔνοια· εὐμένεια· ἀσπασμός· 〈ἀγάπησις.〉

αʹ <Εὔνοια> μὲν οὖν ἐστι βούλησις ἀγαθῶν 〈ἑτέρῳ〉 αὐτοῦ ἕνεκεν

ἐκείνου.

βʹ <Εὐμένεια> δὲ εὔνοια ἐπίμονος.

γʹ <Ἀσπασμὸς> δὲ ἀδιάστατος ....

〈δʹ〉 <Ἀγάπησις> ......

3

{Χαρᾶς εἴδη γʹ.}

Τέρψις· εὐφροσύνη· εὐθυμία.

αʹ <Τέρψις> μὲν οὖν ἐστι χαρὰ πρέπουσα ταῖς περὶ αὐτὸν ὠφελείαις.

βʹ <Εὐφροσύνη> δὲ χαρὰ ἐπὶ τοῖς τοῦ σώφρονος ἔργοις.

〈γʹ〉 <Εὐθυμία> δὲ χαρὰ ἐπὶ διαγωγῇ ἢ ἀνεπιζητησίᾳ παντός.

4

{Εὐλαβείας εἴδη βʹ.}

Αἰδώς· ἁγνεία.

αʹ <Αἰδὼς> μὲν οὖν ἐστιν εὐλάβεια ὀρθοῦ ψόγου.

βʹ <Ἁγνεία> δὲ εὐλάβεια τῶν περὶ θεοὺς ἁμαρτημάτων.

{ANDRONICI RHODII QUI FERTUR LIBELLI ΠΕΡΙ ΠΑΘΩΝPARS ALTERADE VIRTUTIBUS ET VITIIS} Ἐπαινετὰ μέν ἐστι τὰ καλά, ψεκτὰ δὲ τὰ αἰσχρά· καὶ τῶνμὲν καλῶν ἡγοῦνται αἱ <ἀρεταί>, τῶν δὲ αἰσχρῶν αἱ <κακίαι>· ὥστεἐπαινεταὶ μὲν αἱ ἀρεταί, ἐπαινετὰ δέ 〈ἐστι〉 καὶ τὰ αἴτια τῶν ἀρετῶνκαὶ τὰ παρεπόμενα αὐταῖς καὶ τὰ γινόμενα ἀπ' αὐτῶν [καὶ τὰ ἔργααὐτῶν·] ψεκτὰ δὲ τὰ ἐναντία. [ἔστι δὲ ἀρετὴ ἕξις ὁμολογουμένη.]{[Ὅρος ἀρετῆς]} [Ἀρετή ἐστιν ἕξις ἐν μεσότητι θεωρουμένη κατ' ὀρθὸν λόγον·καὶ ὡς δεῖ οἰκονομουμένη. ἄλλως· ἠθικὴ ἀρετή ἐστιν ἕξις ἐν μεσότητιοὖσα παθῶν τε καὶ πράξεων ὡρισμένη τῷ ὀρθῷ λόγῳ.]{Εἴδη ἀρετῆς δʹ· φρόνησις· σωφροσύνη· δικαιοσύνη· ἀνδρεία.[Ὅροι τῶν εἰδῶν]} αʹ <Φρόνησις> μὲν οὖν ἐστιν ἐπιστήμη ἀγαθῶν καὶ κακῶν καὶοὐδετέρων. [ἢ φρόνησίς ἐστιν ἡ τῶν πρακτῶν ὀρθὴ καὶ ἀληθὴς καὶμετ' αἰτίας θεωρία· ἢ φρόνησίς ἐστιν ἀρετὴ τοῦ λογιστικοῦ περὶ τὰαἱρετὰ καὶ φευκτὰ καὶ τὴν κρίσιν τῶν χειρόνων ἢ βελτιόνων.] βʹ <Σωφροσύνη> δὲ ἐπιστήμη αἱρετῶν καὶ οὐχ αἱρετῶν καὶοὐδετέρων. 〈γʹ〉 <Δικαιοσύνη> δὲ ἕξις ἀπονεμητικὴ τοῦ κατ' ἀξίαν ἑκάστῳ. 〈δʹ〉 <Ἀνδρεία> δὲ ἐπιστήμη δεινῶν καὶ οὐ δεινῶν καὶ οὐδετέρων·{[Μέρη τῆς ψυχῆς γʹ]} Τριμεροῦς δὲ τῆς ψυχῆς λαμβανομένης κατὰ Πλάτωνα αʹ τοῦ μὲν <λογιστικοῦ ἀρετή> 〈ἐστιν〉 ἡ φρόνησις· βʹ τοῦ δὲ <θυμοειδοῦς> ἥ τε πραότης καὶ ἡ ἀνδρεία· γʹ τοῦ δὲ <ἐπιθυμητικοῦ> ἥ τε σωφροσύνη καὶ ἡ ἐγκράτεια· <ὅλης> δὲ τῆς ψυχῆς ἥ 〈τε〉 δικαιοσύνη καὶ ἡ ἐλευθεριότης καὶἡ μεγαλοψυχία. <Κακία> δέ ἐστι τοῦ μὲν <λογιστικοῦ> ἡ ἀφροσύνη· τοῦ δὲ<θυμοειδοῦς> ἥ 〈τε〉 ὀργιλότης καὶ ἡ δειλία· τοῦ δὲ <ἐπιθυμητικοῦ>ἥ τε ἀκολασία καὶ ἡ ἀκρασία· <ὅλης> δὲ τῆς ψυχῆς ἥ τε ἀδικία καὶ ἡ ἀνελευθερία καὶ ἡ μι-κροψυχία.{[Περὶ φρονήσεως]} Ἔστι δὲ <φρόνησις> μὲν ἀρετὴ τοῦ λογιστικοῦ κατασκευα-στικὴ τῶν εἰς εὐδαιμονίαν συντεινόντων. <Σύμβωμοι> δέ εἰσιν αὐτῆς εὐβουλία· ἀγχίνοια· πρόνοια·βασιλική· στρατηγική· [πραγματική·] πολιτική· οἰκονομική· [ἠθική·]διαλεκτική· ῥητορική· φυσική. αʹ <Εὐβουλία> μὲν οὖν ἐστιν ἐπιστήμη συμφερόντων. 〈βʹ〉 <Ἀγχίνοια> δὲ ἕξις ἐξ ὑπογύου τὸ καθῆκον εὑρίσκουσα [καὶκαταστοχαζομένη τοῦ δέοντος]. γʹ <Πρόνοια> δὲ ἕξις ὁδοποιεῖσθαι δυναμένη εἰς τὸ μέλλον, ὡςἂν πράττηται ὡς χρή [·ἢ παρασκευαστικὴ πρὸς μέλλοντά τινα]. δʹ <Βασιλικὴ> δὲ ἐμπειρία τοῦ ἄρχειν πλήθους ἀνυπευθύνως. εʹ <Στρατηγικὴ> δὲ ἕξις θεωρητικὴ καὶ πρακτικὴ τῶν [τῷ] στρα-τοπέδῳ συμφερόντων. 〈Ϛʹ〉 [<Πραγματικὴ> δὲ ἐπιστήμη τῶν ἀνθρωπίνων πραγμάτων]. ζʹ <Πολιτικὴ> δὲ ἕξις θεωρητικὴ 〈καὶ πρακτικὴ〉 τῶν [τῇ] πόλεισυμφερόντων. ηʹ <Οἰκονομικὴ> δὲ ἕξις θεωρητικὴ 〈καὶ πρακτικὴ〉 τῶν [τῷ] οἴκῳσυμφερόντων. 〈θʹ〉 [<Ἠθικὴ> δὲ ἐπιστήμη κοσμητικὴ τῶν ἠθῶν]. ιʹ <Διαλεκτικὴ> δὲ ἐπιστήμη τοῦ εὖ διαλέγεσθαι. ιαʹ <Ῥητορικὴ> δὲ ἐπιστήμη τοῦ εὖ λέγειν. ιβʹ <Φυσικὴ> δὲ ἐπιστήμη τῶν περὶ [τὴν] φύσιν. <Ἔργα> δὲ <τῆς φρονήσεως>· τὸ εὖ βουλεύσασθαι· τὸ κρῖναιτὰ ἀγαθὰ καὶ τὰ κακὰ καὶ πάντα τὰ ἐν τῷ βίῳ αἱρετὰ καὶ φευκτά· τὸχρήσασθαι 〈καλῶς〉 πᾶσι τοῖς ὑπάρχουσιν ἀγαθοῖς [καὶ καλοῖς] [ὡς δεῖ]·〈τὸ ὁμιλῆσαι ὀρθῶς〉· τὸ συνιδεῖν τοὺς καιρούς· τὸ ἀγχίνως χρήσασθαικαὶ ἔργῳ καὶ λόγῳ· τὸ τὴν ἐμπειρίαν ἔχειν τῶν χρησίμων ἁπάντων. Μνήμη δὲ καὶ ἐμπειρία καὶ ἀγχίνοια καὶ ἐπιδεξιότης καὶ εὐβου-λία ἤτοι <ἀπὸ τῆς φρονήσεως> ἑκάστη αὐτῶν ἐστιν ἢ <παρέπεται>τῇ φρονήσει· ἢ τὰ μὲν αὐτῶν οἷον <παραίτια> τῆς φρονήσεως καθάπερκαὶ ἡ ἐμπειρία καὶ ἡ μνήμη, τὰ δὲ οἷον μέρη, οἷον ἡ εὐβουλία [καὶἡ ἐπιδεξιότης] καὶ ἡ ἀγχίνοια. <Πραότης> δέ ἐστιν ἀρετὴ τοῦ θυμοειδοῦς καθ' ἣν πρὸςὀργὰς γίνονται δυσκίνητοι [ἢ μεσότης περὶ ὀργὰς ἧς ἡ μὲν ὑπερβολὴὀργιλότης καὶ τὸ ἀκρόχολον· ἡ δὲ ἔλλειψις ἀοργησία ἢ ἠλιθιότης].ἔργα δὲ αὐτῆς· τὸ δύνασθαι φέρειν [μετρίως] ἐγκλήματα καὶ ὀλιγω-ρίας μετρίας καὶ τὸ μὴ ταχέως ὁρμᾶν ἐπὶ τὴν τιμωρίαν· καὶ τὸ μὴεὐκίνητον εἶναι πρὸς τὰς ὀργάς· ἄπικρον δὲ τῷ ἤθει καὶ ἀφιλόνεικον,ἔχοντα τὸ ἤρεμον τῆς ψυχῆς καὶ στάσιμον.{[Περὶ ἀνδρείας]} <Ἀνδρεία> δέ ἐστιν ἀρετὴ τοῦ θυμοειδοῦς καθ' ἣν δυσ-έκπληκτοί εἰσιν ὑπὸ φόβων τῶν περὶ θάνατον. <Οἰκεῖα> δὲ αὐτῆς· εὐψυχία· λῆμα· μεγαλοψυχία· ἀρρενότηςκαρτερία· μεγαλοπρέπεια· ἀνδραγαθία. 〈αʹ〉 <Εὐψυχία> μὲν οὖν ἐστιν εὐτονία ψυχῆς πρὸς τὸ ἐπιτελεῖντὰ ἑαυτῆς ἔργα. 〈βʹ〉 <Λῆμα> δὲ ἕξις προχείρους παρεχομένη πρὸς τὸ ἐπιχειρεῖν τεοἷς χρὴ καὶ ὑπομένειν ἃ λόγος αἱρεῖ. 〈γʹ〉 <Μεγαλοψυχία> δὲ ἕξις ὑπεράνω ποιοῦσα τοῦ κοινῇ συμβαί-νοντος φαύλοις τε καὶ σπουδαίοις. 〈δʹ〉 <Ἀρρενότης> δὲ ἕξις αὐτάρκεις παρεχομένη ἐν τοῖς κατ'ἀρετὴν πόνοις. 〈εʹ〉 <Καρτερία> δὲ ἐπιστήμη ἐμμενετῶν 〈καὶ οὐκ ἐμμενετῶν〉 καὶοὐδετέρων. [Καρτερία δὲ ὑπομονὴ λύπης ἢ πόνων ἕνεκα τοῦ καλοῦ.] 〈Ϛʹ〉 <Μεγαλοπρέπεια> δὲ ἕξις ἐπαίρουσα τοὺς ἔχοντας αὐτὴν καὶφρονήματος πληροῦσα. 〈ζʹ〉 [<Ἀνδραγαθία> δὲ ἀνδρὸς ἀρετὴ ἐπιτηδευτικὴ κοινωνικῶνἔργων.] <Ἔργα> δὲ <ἀνδρείας>· τὸ δυσέκπληκτον εἶναι ὑπὸ φόβουτοῦ περὶ θάνατον· καὶ τὸ εὐθαρσῆ εἶναι ἐν τοῖς δεινοῖς· καὶ τὸ εὔτολμονπρὸς τοὺς κινδύνους· καὶ τὸ μᾶλλον αἱρεῖσθαι τεθνάναι καλῶς ἢ αἰσ-χρῶς σωθῆναι· καὶ τὸ νίκης αἴτιον διὰ παντὸς γίνεσθαι [·ἔστι δὲ ἀν-δρείας καὶ τὸ πονεῖν καὶ τὸ καρτερεῖν καὶ ἀνδραγαθίζεσθαι]. <παρέ-πεται> δὲ τῇ ἀνδρείᾳ ἡ εὐτολμία καὶ ἡ εὐψυχία καὶ τὸ θάρσος·ἔτι δὲ ἡ φιλοπονία καὶ ἡ καρτερία.{[Περὶ σωφροσύνης]} <Σωφροσύνη> δέ ἐστιν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ καδ' ἣνἀνόρεκτοι γίνονται τῶν περὶ τὰς ἀπολαύσεις φαύλων ἡδονῶν. <Οἰκεῖαι> δέ εἰσιν αὐτῆς· αὐστηρία· ἐγκράτεια· εὐτέλεια·λιτότης· κοσμιότης· εὐταξία· αὐτάρκεια. αʹ <Αὐστηρία> μὲν οὖν ἐστιν ἕξις καθ' ἥν [τινες] οὔτε προσφέρουσινἄλλοις τὴν περὶ [φαύλων] ἡδονῶν ὁμιλίαν οὔτε παρ' ἄλλων [ταύτην]προσδέχονται [·ἢ ἕξις ψυχῆς μὴ ἀνεχομένη ὁμιλίαν φαύλων ἡδονῶνμηδὲ λόγων]. βʹ <Ἐγκράτεια> δὲ ἕξις ἀήττητος ὑφ' ἡδονῶν. γʹ <Εὐτέλεια> δὲ ἕξις ἀνυπέραρτος ἐν δαπάναις καὶ παρασκευαῖς. δʹ <Λιτότης> δὲ ἕξις ἀρκουμένη τοῖς τυχοῦσιν. εʹ <Κοσμιότης> δὲ ἐπιστήμη περὶ τὸ πρέπον ἐν κινήσει καὶσχέσει [σώματος· ἢ εὐταξία περὶ σχῆμα καὶ κίνησιν σώματος]. Ϛʹ <Εὐταξία> δὲ ἐμπειρία καταχωρισμοῦ πράξεων [ἢ περὶ τὰςπράξεις ἔχουσα τὸ βέβαιον, ἢ τοὺς καταχωρισμοὺς τῶν πράξεων]. ζʹ <Αὐτάρκεια> δὲ ἕξις ἀρκουμένη οἷς δεῖ καὶ δι' αὑτῆς ποριστικὴτῶν πρὸς τὸ ζῆν καθηκόντων. <Ἔργα> δὲ σωφροσύνης· τὸ μὴ θαυμάζειν τὰς ἀπολαύσειςτῶν σωματικῶν ἡδονῶν· καὶ τὸ εἶναι πάσης ἀπολαυστικῆς αἰσχρᾶςἡδονῆς ἀνόρεκτον· καὶ τὸ φοβεῖσθαι 〈τὴν ἀδοξίαν· καὶ τὸ τετάχθαι〉περὶ τὸν βίον ὁμοίως ἔν τε μικροῖς καὶ μεγάλοις. <παρέπεται> δὲ