De passionibus
- Edition reference
- De passionibus (lib. 2) [Sp.], ed. K. Schuchhardt, Andronici Rhodii qui fertur libelli Περὶ παθῶν, (De virtutibus et vitiis) pt. 2, Darmstadt: Winter, 1883: 19–31.
- CTS identifier
urn:cts:greekLit:tlg1124.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
6
3
τῇ σωφροσύνῃ 〈εὐταξία〉· εὐκοσμία· αἰδώς· εὐλάβεια.
4
{[Περὶ ἐγκρατείας]}
<Ἐγκράτεια> δέ ἐστιν ἀρετὴ τοῦ ἐπιθυμητικοῦ καθ' ἣν
κατέχουσι τῷ λογισμῷ τὴν ἐπιθυμίαν ὁρμῶσαν ἐπὶ φαύλας ἡδονάς.
<ἔργα> δὲ αὐτῆς· τὸ δύνασθαι κατέχειν τῷ λογισμῷ τὴν ἐπιθυμίαν
ὁρμῶσαν ἐπὶ τὰς φαύλας ἀπολαύσεις ἡδονῶν· καὶ τὸ καρτερεῖν· καὶ
τὸ ὑπομονητικὸν εἶναι τῆς κατὰ φύσιν ἐνδείας τε καὶ λύπης.
7
t
{[Περὶ δικαιοσύνης]}
1
<Δικαιοσύνη> δέ ἐστιν ἀρετὴ ψυχῆς διανεμητικὴ τοῦ κατ'
ἀξίαν. [ἴδιον δὲ δικαιοσύνης ἐστὶ τὸ ἐκεῖνα νέμειν ἑκάστῳ ὧν ἄν τις
τὰς ἀρχὰς καὶ τὰς αἰτίας προκαταβάλληται.]
2
<Οἰκεῖαι> δὲ αὐτῆς· ἐλευθεριότης· χρηστότης· δικαστική·
εὐγνωμοσύνη· εὐσέβεια· εὐχαριστία· ὁσιότης· εὐσυναλλαξία· νομοθετική.
〈αʹ〉 <Ἐλευθεριότης> μὲν οὖν ἐστιν ἕξις ἐν προέσει καὶ λήψει
ὁμολογουμένως ἀναστρεφομένους παρεχομένη.
〈βʹ〉 <Χρηστότης> δὲ ἕξις ἑκουσίως εὐποιητική.
〈γʹ〉 <Δικαστικὴ> δὲ ἐπιστήμη κρίσεων καὶ κολάσεων καὶ ἀδι-
κημάτων.
〈δʹ〉 [<Εὐγνωμοσύνη> δὲ ἑκούσιος δικαιοσύνη.]
〈εʹ〉 <Εὐσέβεια> δὲ ἐπιστήμη θεῶν θεραπείας.
〈Ϛʹ〉 <Εὐχαριστία> δὲ ἐπιστήμη τοῦ τίσι καὶ πότε παρεκτέον χάριν
καὶ πῶς καὶ παρὰ τίνων ληπτέον.
〈ζʹ〉 <Ὁσιότης> δὲ ἐπιστήμη παρεχομένη πιστοὺς καὶ τηροῦντας
τὰ πρὸς τὸ θεῖον δίκαια [·ἢ ὀρθὴ ἐπιστήμη περὶ θεοῦ τιμῆς· ἡ αὐτὴ
δὲ καὶ δικαιοσύνη λέγεται].
〈ηʹ〉 <Εὐσυναλλαξία> δὲ ἕξις ἐν συναλλαγαῖς φυλάττουσα τὸ
δίκαιον.
〈θʹ〉 <Νομοθετικὴ> δὲ ἐπιστήμη διαταγμάτων πολιτικῶν πρὸς
κοινωνίαν ἀναφερομένων.
3
<Ἔργα> δὲ δικαιοσύνης· τὸ διανεμητικὸν εἶναι τοῦ κατ'
ἀξίαν· τὸ σῴζειν τὰ πάτρια ἔθη καὶ τὰ νόμιμα· τὸ σῴζειν τοὺς
γεγραμμένους νόμους· τὸ ἀληθεύειν ἐν τῷ διαφέροντι· τὸ διαφυλάττειν
τὰς ὁμολογίας.
Ἔστι δὲ πρῶτα <τῶν δικαίων> τὰ πρὸς τοὺς θεούς· (εἶτα τὰ
πρὸς δαίμονας·) εἶτα τὰ πρὸς πατρίδα καὶ γονεῖς· εἶτα τὰ πρὸς τοὺς
κατοιχομένους· ἐν οἷς 〈ἐστι〉 καὶ ἡ εὐσέβεια ἤτοι μέρος οὖσα τῆς
δικαιοσύνης ἢ παρακολουθοῦσα· <ἀκολουθεῖ> δὲ τῇ δικαιοσύνῃ καὶ
ἡ ὁσιότης καὶ ἡ ἀλήθεια καὶ 〈ἡ〉 πίστις καὶ 〈ἡ〉 μισοπονηρία.
[Ἔστι δὲ ἡ πίστις ἡ ὡς ἀληθεῖ τῷ γνωθέντι συγκατάθεσις.]
4
{[Περὶ ἐλευθεριότητος]}
<Ἐλευθεριότης> δέ ἐστιν ἀρετὴ ψυχῆς εὐδάπανος εἰς τὰ
καλά. <ἔργα> δὲ αὐτῆς· τὸ προετικὸν εἶναι χρημάτων εἰς τὰ ἐπαινετά·
καὶ ἐπιδαψιλεύειν ἐπὶ τῷ εἰς δέον τι ἀναλωθῆναι· καὶ τὸ βοηθητικὸν
εἶναι ἐν τῷ διαφόρῳ καὶ φιλάνθρωπον· καὶ τὸ μὴ λαβεῖν ὅθεν οὐ
δεῖ· ἔτι δὲ καὶ τὸ περὶ ἐσθῆτα καθάριον [καὶ περὶ οἴκησιν]· καὶ
κατασκευαστικὸν τῶν περιττῶν καὶ καλῶν καὶ διαγωγὴν ἐχόντων
ἡδείαν [ἄνευ τοῦ λυσιτελοῦντος]· καὶ θρεπτικὸν ζῴων τῶν ἴδιόν τι
ἐχόντων καὶ θαυμαστόν. <ἀκολουθεῖ> δὲ τῇ ἐλευθεριότητι ἡ τοῦ ἤθους
ὑγρότης καὶ εὐαγωγία καὶ φιλανθρωπία καὶ τὸ εἶναι ἐλεητικὸν καὶ
φιλόφιλον καὶ φιλόξενον καὶ φιλόκαλον.
5
<Μεγαλοψυχία> δέ ἐστιν ἀρετὴ ψυχῆς καθ' ἣν [εὖ] δύνανται
φέρειν εὐτυχίαν καὶ ἀτυχίαν τιμὴν καὶ ἀτιμίαν. <ἔργα> δὲ αὐτῆς·
τὸ καλῶς ἐνεγκεῖν [καὶ εὐψυχῶς] εὐτυχίαν καὶ ἀτυχίαν τιμὴν καὶ
ἀτιμίαν· καὶ τὸ μὴ θαυμάζειν μήτε τρυφὴν μήτε θεραπείαν μήτε
ἐξουσίαν μήτε τὰς νίκας τὰς ἐναγωνίους· ἔχειν δέ τι βάθος τῆς
ψυχῆς καὶ μέγεθος. ἔστι δὲ ὁ <μεγαλόψυχος> οὔτε τὸ ζῆν περὶ
πολλοῦ ποιούμενος οὔτε φιλόζωος· ἁπλοῦς δὲ τῷ ἤθει καὶ γενναῖος
καὶ ἀδικεῖσθαι δυνάμενος καὶ οὐ τιμωρητικός. <ἀκολουθεῖ> δὲ τῇ
μεγαλοψυχίᾳ ἁπλότης καὶ γενναιότης καὶ ἀλήθεια.
8
t
{[Κατὰ Χρύσιππον]}
1
<[Φρόνησίς> ἐστιν ἐπιστήμη τοῦ ποῖα δεῖ ποιεῖν, ποῖα δ' οὔ.
<Ἀφροσύνη> δὲ ἡ ἄγνοια τῶν αὐτῶν· καὶ ἄφρονες οἱ τούτων τι
ἀγνοῦντες καὶ περὶ ταῦτα διεψευσμένοι· ἔστι γὰρ ἀφροσύνη ἄγνοια
τοῦ ποῖα δεῖ ποιεῖν, ποῖα δ' οὔ.
2
Ὑποτέτακται δὲ τῇ <φρονήσει> εὐβουλία· εὐλογιστία· ἀγχί-
νοια· νουνέχεια· εὐστοχία· εὐμηχανία.
<Εὐλογιστία> δέ ἐστιν ἐπιστήμη συγκεφαλαιωτικὴ τῶν γινομένων
καὶ ἀποτελουμένων.
<Ἀγχίνοιά> ἐστιν ἐπιστήμη εὑρετικὴ τοῦ καθήκοντος ἐκ τοῦ
παραχρῆμα.
<Νουνέχειά> ἐστιν ἐπιστήμη χειρόνων καὶ βελτιόνων.
<Εὐστοχία> ἐστὶν ἐπιστήμη ἐπιτευκτικὴ τοῦ ἐν ἑκάστῳ σκοποῦ.
<Εὐμηχανία> ἐστὶν ἐπιστήμη εὑρετικὴ διεξόδου πραγμάτων.
3
Ὑποτέτακται δὲ τῇ <ἀνδρείᾳ> καρτερία· θαρραλεότης·
μεγαλοψυχία· εὐψυχία· φιλοπονία.
<Καρτερία> ἐστὶν ἐπιστήμη ἔμμονος τοῖς ὀρθῶς κριθεῖσι.
<Θαρραλεότης> ἐστὶν ἐπιστήμη καθ' ἣν οἴδαμεν ὅτι οὐ 〈μὴ〉
περιπέσωμεν.
<Μεγαλοψυχία> ἐστὶν ἐπιστήμη 〈ὑπεράνω ποιοῦσα〉 τῶν πεφυ-
κότων ἐν σπουδαίοις τε γίνεσθαι καὶ φαύλοις.
<Εὐψυχία> ἐστὶν ἐπιστήμη ψυχῆς παρεχομένη αὐτὴν ἀήττητον.
<Φιλοπονία> ἐστὶν ἐπιστήμη ἐξεργαστικὴ μὲν τοῦ προκειμένου
οὐ καταναλισκομένη δὲ ὑπὸ πόνων.]
9
t
{[Περὶ κακιῶν]}
1
<Ἀφροσύνη> δέ ἐστι κακία τοῦ λογιστικοῦ αἰτία τοῦ ζῆν
κακῶς. <ἔργα> δὲ αὐτῆς· τὸ κρῖναι κακῶς τὰ πράγματα· τὸ βουλεύ-
σασθαι κακῶς· τὸ ὁμιλῆσαι κακῶς· τὸ χρήσασθαι κακῶς τοῖς παρ-
οῦσιν ἀγαθοῖς [ἢ καλοῖς]· τὸ ψευδῶς δοξάζειν περὶ τῶν εἰς τὸν βίον
ἀγαθῶν καὶ καλῶν. <παρακολουθεῖ> δὲ τῇ ἀφροσύνῃ ἀμαθία· ἀπειρία·
ἀκρασία· ἐπαριστερότης [·ἀμνημοσύνη].
2
<Ὀργιλότης> δέ ἐστι κακία τοῦ θυμοειδοῦς καθ' ἣν εὐ-
κίνητοι γίνονται πρὸς ὀργήν. <εἴδη> δὲ αὐτῆς τρία· ἀκροχολία· πικρία·
βαρυθυμία. ἔστι δὲ <τοῦ ὀργίλου> τὸ μὴ δύνασθαι φέρειν μήτε τὰς
μικρὰς ὀλιγωρίας μήτε τὰς ἐλαττώσεις· εἶναι δὲ κολαστικὸν καὶ τιμω-
ρητικὸν καὶ εὐκίνητον πρὸς ὀργὴν ὑπὸ λόγου καὶ ἔργου τοῦ τυχόντος.
<ἀκολουθεῖ> δὲ τῇ ὀργιλότητι τὸ παροξυντικὸν τοῦ ἤθους καὶ τὸ
εὐμετάβολον καὶ ἡ μικρολογία [καὶ ἡ μεταμέλεια] καὶ τὸ ἐπὶ μικροῖς
λυπεῖσθαι [καὶ ἥδεσθαι]· καὶ ταῦτα πάσχειν ταχέως καὶ παρὰ βραχὺν
καιρόν.
3
<Δειλία> δέ ἐστι κακία τοῦ θυμοειδοῦς καθ' ἣν ἐκπλήτ-
τονται ὑπὸ φόβων τῶν περὶ θάνατον. <ἔργα> δὲ αὐτῆς· τὸ ὑπὸ τῶν
τυχόντων φόβων εὐκίνητον εἶναι καὶ μάλιστα τῶν περὶ θάνατον καὶ
τὰς σωματικὰς πηρώσεις· καὶ τὸ ὑπολαμβάνειν κρεῖττον εἶναι ὁπωσοῦν
σωθῆναι ἢ τελευτῆσαι 〈καλῶς〉. <ἀκολουθεῖ> δὲ τῇ δειλίᾳ μαλακία·
ἀνανδρία· ἀπόνοια· φιλοψυχία [·ὕπεστι δέ τις καὶ εὐλάβεια καὶ τὸ
ἀφιλόνεικον τοῦ ἤθους].
4
<Ἀκολασία> δέ ἐστι κακία τοῦ ἐπιθυμητικοῦ καθ' ἣν
ὀρεκτικοὶ γίνονται τῶν περὶ τὰς ἀπολαύσεις ἡδονῶν φαύλων. <ἔργα>
δὲ αὐτῆς· τὸ [ἀεὶ] αἱρεῖσθαι τὰς ἀπολαύσεις τῶν βλαβερῶν καὶ αἰσχρῶν
ἡδονῶν· καὶ ὑπολαμβάνειν εὐδαιμονεῖν μάλιστα τοὺς ἐν ταῖς τοιαύταις
ἡδοναῖς ζῶντας· καὶ φιλογέλοιον εἶναι καὶ φιλοσκώπτην καὶ φιλευτρά-
πελον καὶ ῥαδιουργὸν ἐν τοῖς λόγοις καὶ ἔργοις. <ἀκολουθεῖ> δὲ τῇ
ἀκολασίᾳ· ἀταξία· ἀναίδεια· ἀκοσμία· τρυφή· ῥαθυμία· ἀμέλεια·
ὀλιγωρία· ἔκλυσις.
5
<Ἀκρασία> δέ ἐστι κακία τοῦ ἐπιθυμητικοῦ καθ' ἣν
αἱροῦνται τὰς φαύλας ἡδονὰς κωλύοντος τοῦ λογισμοῦ. <ἔργα> δὲ
αὐτῆς τὸ κωλύοντος τοῦ λογισμοῦ τὰς ἀπολαύσεις τῶν ἡδονῶν αἱρεῖσθαι·
καὶ τὸ ὑπολαμβάνοντα κρεῖττον εἶναι μὴ μετασχεῖν αὐτῶν μετέχειν
οὐδὲν ἧττον· καὶ τὸ οἴεσθαι μὲν δεῖν πράττειν τὰ καλὰ καὶ τὰ συμ-
φέροντα, ἀφίστασθαι δὲ αὐτῶν διὰ τὰς ἡδονάς. <ἀκολουθεῖ> δὲ τῇ
ἀκρασίᾳ μαλακία· [μεταμέλεια·] καὶ τὰ πλεῖστα ἃ καὶ τῇ ἀκολασίᾳ.
6
<Ἀδικία> δέ ἐστι κακία ψυχῆς καθ' ἣν πλεονεκτικοὶ
γίνονται κέρδους αἰσχροῦ. εἴδη δὲ αὐτῆς τρία· ἀσέβεια· πλεονεξία·
ὕβρις. ἀσέβεια μὲν ἡ περὶ θεοὺς πλημμέλεια 〈καὶ περὶ δαίμονας〉
καὶ περὶ κατοιχομένους καὶ περὶ γονεῖς καὶ πατρίδα. <πλεονεξία>
δὲ ἡ περὶ τὰ συμβόλαια παρὰ τὴν ἀξίαν αἱρουμένη τὸ διάφορον.
<ὕβρις> δὲ καθ' ἣν τὰς ἡδονὰς αὑτοῖς παρασκευάζουσιν εἰς ὄνειδος
ἄγοντες ἑτέρους· ὅθεν Εὔηνος περὶ αὐτῆς λέγει·
Ἥ τις κερδαίνους' οὐδὲν ὁμῶς ἀδικεῖ.
ἔργα δὲ τῆς ἀδικίας· τὸ παραβαίνειν τὰ πάτρια ἔθη 〈καὶ τὰ
νόμιμα〉· τὸ ἀπειθεῖν τοῖς νόμοις καὶ τοῖς ἄρχουσι· τὸ ψεύδεσθαι·
τὸ ἐπιορκεῖν· τὸ παραβαίνειν τὰς ὁμολογίας καὶ τὰς πίστεις· <ἀκο-
λουθεῖ> δὲ τῇ ἀδικίᾳ συκοφαντία· ἀλαζονεία· ἀφιλανθρωπία· [προσποί-
ησις·] κακοήθεια· πανουργία.
7
{[Περὶ ἀνελευθερίας]}
<Ἀνελευθερία> δέ ἐστι κακία ψυχῆς περὶ χρήματα καὶ
δαπάνην. εἴδη δὲ αὐτῆς τρία· αἰσχροκέρδεια· φειδωλία· κιμβικία.
<αἰσχροκέρδεια> μὲν [οὖν ἐστι] καθ' ἣν κερδαίνειν ζητοῦσι πανταχόθεν
καὶ τὸ κέρδος τῆς αἰσχύνης περὶ πλείονος ποιοῦνται. <φειδωλία> δὲ
καθ' ἣν ἀδάπανοι γίνονται τῶν χρημάτων εἰς τὸ δέον. <κιμβικία> δὲ
καθ' ἣν δαπανῶσι μέν, κατὰ μικρὸν δὲ καὶ κακῶς καὶ πλείω βλάπ-
τονται τῷ μὴ κατὰ καιρὸν προέσθαι τὸ διάφορον. <ἔργα> δὲ τῆς
ἀνελευθερίας· τὸ περὶ πλείστου ποιεῖσθαι χρήματα καὶ τὸ μηδὲν
ὄνειδος ἡγεῖσθαι τῶν ποιούντων κέρδος· καὶ βίος θητικὸς καὶ δουλο-
πρεπὴς καὶ ῥυπαρὸς φιλοτιμίας καὶ ἐλευθερίας ἀλλότριος. <ἀκολουθεῖ>
δὲ τῇ ἀνελευθερίᾳ μικρολογία· [βαρυθυμία·] μικροψυχία· ταπεινότης·
[ἀμετρία·] ἀγένεια· μισανθρωπία.
8
<Μικροψυχία> δέ ἐστι κακία ψυχῆς καθ' ἣν ἀδύνατοι
γίνονται φέρειν καὶ εὐτυχίαν καὶ ἀτυχίαν καὶ τιμὴν καὶ ἀτιμίαν.
<ἔργα> δὲ μικροψυχίας· τὸ μήτε τιμὴν μήτε ἀτιμίαν μήτε εὐτυχίαν
μήτε δυστυχίαν δύνασθαι φέρειν· ἀλλὰ τιμώμενον μὲν χαυνοῦσθαι,
μικρὰ δὲ εὐτυχήσαντα ἐξαίρεσθαι· [ἀτιμίαν δὲ μηδὲ τὴν ἐλαχίστην
ἐνεγκεῖν δύνασθαι·] ἀπότευγμα δὲ ὁτιοῦν ἀτυχίαν κρίνειν μεγάλην·
ὀδύρεσθαι δὲ ἐπὶ πᾶσι καὶ δυσφορεῖν· ἔτι δὲ τοιοῦτον εἶναι οἷον
ἅπαντα ὀλιγωρήματα καλεῖν ὕβριν καὶ ἀτιμίαν καὶ τὰ δι' ἄγνοιαν
ἢ λήθην [ἢ ἄνοιαν] γινόμενα. <ἀκολουθεῖ> δὲ τῇ μικροψυχίᾳ μικρο-
λογία· μεμψιμοιρία· δυσελπιστία· ταπεινότης.