De Hannibale
- Edition reference
- De Hannibale, FGrH #180: 2B:907–909.
- CTS identifier
urn:cts:greekLit:tlg1139.tlg011.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2b,180,F
2
εἰ μὴ θεὸς ἤ τις ἥρως ἀπαντήσας τοῖς περὶ τὸν Ἀννίβαν ὑπέδειξε τὰς ὁδούς,
ἐξαπορήσαντας ἂν καταφθαρῆναι πάντας, ὁμολογουμένως ἐκ τούτων εἰς ἑκάτερον
τῶν προειρημένων ἁμαρτημάτων ἐμπίπτουσι. (48) πρῶτον μὲν γὰρ ἂν τίς φανείη
στρατηγὸς ἀλογιστότερος Ἀννίβου καὶ σκαιότερος ἡγεμών, (2) ὃς τοσούτων ἡγούμενος
δυνάμεων καὶ τὰς μεγίστας ἐλπίδας ἔχων ἐν τούτοις τοῦ κατορθώσειν τοῖς ὅλοις,
οὔτε τὰς ὁδοὺς οὔτε τόπους, ὡς οὗτοί φασιν, οὔτε ποῦ πορεύεται τὸ παράπαν
οὔτε πρὸς τίνας ἐγίνωσκε, (3) τὸ δὲ πέρας, οὐδ' εἰ καθόλου [τοὐναντίον] δυνατοῖς
ἐπιβάλλεται πράγμασιν; (4) ἀλλ' ὅπερ οἱ τοῖς ὅλοις ἐπταικότες καὶ κατὰ πάντα
τρόπον ἐξαποροῦντες οὐχ ὑπομένουσιν, ὥστ' εἰς ἀπρονοήτους καθιέναι τόπους μετὰ
δυνάμεως, τοῦτο περιτιθέασιν οἱ συγγραφεῖς Ἀννίβαι τῶι τὰς μεγίστας ἐλπίδας ἀκεραίους
ἔχοντι περὶ τῶν καθ' αὑτὸν πραγμάτων. (5) ὁμοίως δὲ καὶ τὰ περὶ τῆς ἐρημίας,
ἔτι δ' ἐρυμνότητος καὶ δυσχωρίας τῶν τόπων ἔκδηλον ποιεῖ τὸ ψεῦδος αὐτῶν·
(6) οὐχ ἱστορήσαντες γὰρ ὅτι συμβαίνει τοὺς Κελτοὺς τοὺς παρὰ τὸν Ῥοδανὸν
ποταμὸν οἰκοῦντας οὐχ ἅπαξ οὐδὲ δὶς πρὸ τῆς Ἀννίβου παρουσίας, οὐδὲ μὴν
πάλαι προσφάτως δέ, μεγάλοις στρατοπέδοις ὑπερβάντας τὰς Ἄλπεις παρατετάχθαι
μὲν Ῥωμαίοις συνηγωνίσθαι δὲ Κελτοῖς τοῖς τὰ περὶ τὸν Πάδον πεδία κατοικοῦσι ....
(7) πρὸς δὲ τούτοις οὐκ εἰδότες ὅτι πλεῖστον ἀνθρώπων φῦλον κατ' αὐτὰς οἰκεῖν
συμβαίνει τὰς Ἄλπεις ... ἥρω τινά φασιν ἐπιφανέντα συνυποδεῖξαι τὰς ὁδοὺς αὐτοῖς.
(8) ἐξ ὧν εἰκότως ἐμπίπτουσιν εἰς τὸ παραπλήσιον τοῖς τραγωιδιογράφοις ........
3
POLYB. VII 7: ὅτι τινὲς τῶν λογογράφων τῶν ὑπὲρ τῆς
καταστροφῆς τοῦ Ἱερωνύμου γεγραφότων πολύν τινα πεποίηνται λόγον
καὶ πολλήν τινα διατέθεινται τερατείαν, ἐξηγούμενοι μὲν τὰ πρὸ τῆς
ἀρχῆς αὐτοῖς γενόμενα σημεῖα καὶ τὰς ἀτυχίας τὰς Συρακοσίων, (2) τραγωι-
δοῦντες δὲ τὴν ὠμότητα τῶν τρόπων καὶ τὴν ἀσέβειαν τῶν πράξεων, ἐπὶ
δὲ πᾶσι τὸ παράλογον καὶ τὸ δεινὸν τῶν περὶ τὴν καταστροφὴν αὐτοῦ
συμβάντων, ὥστε μήτε Φάλαριν μήτ' Ἀπολλόδωρον μήτ' ἄλλον μηδένα
γεγονέναι τύραννον ἐκείνου πικρότερον. (3) καί〈τοι〉 παῖς παραλαβὼν τὴν
ἀρχήν, εἶτα μῆνας οὐ πλείω τριῶν καὶ δέκα βιώσας μετήλλαξεν τὸν βίον. (4) κατὰ
δὲ τὸν χρόνον τοῦτον ἕνα μέν τινα καὶ δεύτερον ἐστρεβλῶσθαι καί τινας τῶν φίλων
καὶ τῶν ἄλλων Συρακοσίων ἀπεκτάνθαι δυνατόν, ὑπερβολὴν δὲ γεγονέναι παρα-
νομίας καὶ παρηλλαγμένην ἀσέβειαν οὐκ εἰκός. (5) καὶ τῶι μὲν τρόπωι διαφερόντως
εἰκαῖον αὐτὸν γεγονέναι καὶ παράνομον φατέον, οὐ μὴν εἴς γε σύγκρισιν ἀκτέον
οὐδενὶ τῶν προειρημένων τυράννων. (6) ἀλλά μοι δοκοῦσιν οἱ τὰς ἐπὶ μέρους
γράφοντες πράξεις, ἐπειδὰν ὑποθέσεις εὐπεριλήπτους ὑποστήσωνται καὶ στενάς,
πτωχεύοντες πραγμάτων ἀναγκάζεσθαι τὰ μικρὰ μεγάλα ποιεῖν καὶ περὶ τῶν μηδὲ
μνήμης ἀξίων πολλούς τινας διατίθεσθαι λόγους.
4
—IX 24, 8: τούτου δὲ τἀνδρὸς (sc. Ἀννίβα τοῦ Μονομάχου
ἐπικαλουμένου) εἶναί φασιν ἔργα καὶ τὰ κατὰ τὴν Ἰταλίαν εἰς Ἀννίβαν
ἀναφερόμενα περὶ τῆς ὠμότητος, οὐχ ἧττον δὲ καὶ τῶν περιστάσεων.
5
—X 2: ὅτι μέλλοντες ἱστορεῖν τὰ πραχθέντα Ποπλίωι κατὰ τὴν
Ἰβηρίαν, συλλήβδην δὲ πάσας τὰς κατὰ τὸν βίον ἐπιτελεσθείσας αὐτῶι πράξεις,
ἀναγκαῖον ἡγούμεθα τὸ προεπιστῆσαι τοὺς ἀκούοντας ἐπὶ τὴν αἵρεσιν καὶ φύσιν
τἀνδρός. ..... (5) οἱ μὲν οὖν ἄλλοι πάντες αὐτὸν ἐπιτυχῆ τινα καὶ τὸ
πλεῖον αἰεὶ παραλόγως καὶ ταὐτομάτωι κατορθοῦντα τὰς ἐπιβολὰς παρεισ-
άγουσι, (6) νομίζοντες ὡς ἂν εἰ θειοτέρους εἶναι καὶ θαυμαστοτέρους
τοὺς τοιούτους ἄνδρας τῶν κατὰ λόγον ἐν ἑκάστοις πραττόντων ......
(8) ἐμοὶ δὲ δοκεῖ Πόπλιος Λυκούργωι ..... παραπλησίαν ἐσχηκέναι φύσιν καὶ
προαίρεσιν. (9) οὔτε γὰρ Λυκοῦργον ἡγητέον δεισιδαιμονοῦντα καὶ πάντα προσέχοντα
τῆι Πυθίαι συστήσασθαι τὸ Λακεδαιμονίων πολίτευμα, οὔτε Πόπλιον ἐξ ἐνυπνίων
ὁρμώμενον καὶ κληδόνων τηλικαύτην περιποιῆσαι τῆι πατρίδι δυναστείαν· ἀλλ' .....
(12) ἐνεργαζόμενος αἰεὶ δόξαν τοῖς πολλοῖς ὡς μετά τινος θείας ἐπιπνοίας ποιού-
μενος τὰς ἐπιβολάς, εὐθαρσεστέρους καὶ προθυμοτέρους κατεσκεύαζε τοὺς ὑποτατ-
τομένους πρὸς τὰ δεινὰ τῶν ἔργων. ..............
τούτοις δὲ τοῖς ἐκλογισμοῖς ὁμολο-
γοῦντες οἱ συγγραφεῖς, ὅταν ἐπὶ τὸ τέλος ἔλθωσι τῆς πράξεως, οὐκ οἶδ'
ὅπως οὐκ εἰς τὸν ἄνδρα καὶ τὴν τούτου πρόνοιαν, εἰς δὲ τοὺς θεοὺς καὶ
τὴν τύχην ἀναφέρουσι τὸ γεγονὸς κατόρθωμα, καὶ ταῦτα χωρὶς τῶν εἰκότων
καὶ τῆς τῶν συμβεβιωκότων μαρτυρίας καὶ διὰ τῆς ἐπιστολῆς τῆς πρὸς Φίλιππον
αὐτοῦ τοῦ Ποπλίου σαφῶς ἐκτεθεικότος (232) ὅτι τούτοις τοῖς ἐκλογισμοῖς χρη-
σάμενος .... καθόλου τε τοῖς ἐν Ἰβηρίαι πράγμασιν ἐπιβάλοιτο καὶ κατὰ μέρος
τῆι τῆς Καρχηδόνος πολιορκίαι. ........ (11, 4) ὁ δὲ περίβολος τῆς πόλεως οὐ
πλείω εἴκοσι σταδίων ὑπῆρχε τὸ πρότερον· καίτοι γ' οὐκ ἀγνοῶ διότι πολλοῖς
εἴρηται τετταράκοντα· τὸ δ' ἐστὶ ψεῦδος ....
HERODIAN. I 2, 5: ὅσα μὲν οὖν ἐκείνωι πέπρακται ἀνδρεῖακαὶ σώφρονα, στρατηγικὴν ἢ πολιτικὴν ἀρετὴν ἔχοντα, πρός τε τοὺς τὰ ἀρ-κτῶια τῆς γῆς [ἔθνη βάρβαρα] κατοικοῦντας πρός τε τοὺς ὑπὸ ταῖς ἀνατο-λαῖς ποιουμένους τὸν βίον, πολλοῖς καὶ σοφοῖς ἀνδράσι συγγέγραπται. LUKIAN. Quom. hist. conscr. 2: ἀφ' οὗ δὴ τὰ ἐν ποσὶ ταῦτακεκίνηται, ὁ πόλεμος ὁ πρὸς τοὺς βαρβάρους καὶ τὸ ἐν Ἀρμενίαι τραῦμακαὶ αἱ συνεχεῖς νῖκαι, οὐδεὶς ὅστις οὐχ ἱστορίαν συγγράφει, μᾶλλον δὲΘουκυδίδαι καὶ Ἡρόδοτοι καὶ Ξενοφῶντες ἡμῖν ἅπαντες, καὶ ὡς ἔοικενἀληθὲς ἄρ' ἦν ἐκεῖνο τὸ ‘πόλεμος ἁπάντων πατήρ’, εἴ γε καὶ συγγραφέαςτοσούτους ἀνέφυσεν ὑπὸ μιᾶι τῆι ὁρμῆι. ——14: ἐγὼ δ' οὖν καὶ διηγήσομαι ὁπόσα μέμνημαι ἔναγχοςἐν Ἰωνίαι συγγραφέων τινῶν, καὶ νὴ Δία ἐν Ἀχαίαι πρώιην ἀκούσας τὸναὐτὸν τοῦτον πόλεμον διηγουμένων, καὶ πρὸς Χαρίτων, μηδεὶς ἀπιστήσηιτοῖς λεχθησομένοις· ὅτι γὰρ ἀληθῆ ἐστι κἂν ἐπωμοσάμην, εἰ ἀστεῖον ἦνὅρκον ἐντιθέναι συγγράμματι. LUKIAN. Quom. hist. conscr. 18: καὶ μὴν οὐδ'ἐκείνου ὅσιον ἀμνημονῆσαι, ὃς τοιάνδε ἀρχὴν ἤρξατο <«ἔρχομαι ἐρέωνπερὶ Ῥωμαίων καὶ Περσέων».> καὶ μικρὸν ὕστερον <«ἔδεεγὰρ Πέρσηισι γενέσθαι κακῶς».> καὶ πάλιν <«ἦν Ὀσρόης,τὸν οἱ Ἕλληνες Ὀξυρόην ὀνυμέουσι»>· καὶ ἄλλα πολλὰ τοιαῦτα.ὁρᾶις; ὅμοιος οὗτος ἐκείνωι, παρ' ὅσον ὁ μὲν Θουκυδίδηι, οὗτος δὲ Ἡρο-δότωι εὖ μάλα ἐώικει. ——19—21: ἄλλος τις ἀοίδιμος ἐπὶ λόγων δυνάμειΘουκυδίδηι καὶ αὐτὸς ὅμοιος ἢ ὀλίγωι ἀμείνων αὐτοῦ, πάσας πόλεις καὶπάντα ὄρη καὶ πεδία καὶ ποταμοὺς ἑρμηνεύσας πρὸς τὸ σαφέστατον καὶἰσχυρότατον, ὡς ὤιετο. τὸ δὲ ἐς ἐχθρῶν κεφαλὰς ὁ Ἀλεξίκακος τρέψειε·τοσαύτη ψυχρότης ἐνῆν ὑπὲρ τὴν Κασπίαν χιόνα καὶ τὸν κρύσταλλον τὸνΚελτικόν. ἡ γοῦν ἀσπὶς ἡ τοῦ αὐτοκράτορος ὅλωι βιβλίωι μόγις ἐξηρμηνεύθηαὐτῶι, καὶ Γοργὼν ἐπὶ τοῦ ὀμφαλοῦ καὶ οἱ ὀφθαλμοὶ αὐτῆς ἐκ κυανοῦ καὶλευκοῦ καὶ μέλανος, καὶ ζώνη ἰριοειδὴς καὶ δράκοντες ἑλικηδὸν καὶ βοστρυ-χηδόν. ἡ μὲν γὰρ Οὐολογέσου ἀναξυρὶς ἢ ὁ χαλινὸς τοῦ ἵππου, Ἡρά-κλεις, ὅσαι μυριάδες ἐπῶν ἕκαστον τούτων. καὶ οἵα ἦν ἡ Ὀσρόου