De bello Parthico
- Edition reference
- De bello Parthico, FGrH #203: 2B:934– 938.
- CTS identifier
urn:cts:greekLit:tlg1139.tlg013.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
2b,203,F
2c
κόμη διανέοντος τὸν Τίγρητα, καὶ ἐς οἷον ἄντρον κατέφυγε, κιττοῦ καὶ
μυρρίνης καὶ δάφνης ἐς ταὐτὸ συμπεφυκότων καὶ σύσκιον ἀκριβῶς ποιούν-
των αὐτό. ........
2d
οὗτος δ' οὖν ... καὶ τραύματα συνέγραψε πάνυ
ἀπίθανα καὶ θανάτους ἀλλοκότους, ὡς εἰς δάκτυλον τοῦ ποδὸς τὸν μέγαν
τρωθείς τις αὐτίκα ἐτελεύτησε καὶ ὡς ἐμβοήσαντος μόνον Πρίσκου τοῦ
στρατηγοῦ ἑπτὰ καὶ εἴκοσι τῶν πολεμίων ἐξέθανον.
2e
ἔτι δὲ καὶ ἐν
τῶι τῶν νεκρῶν ἀριθμῶι, τοῦτο μὲν καὶ παρὰ τὰ γεγραμμένα ἐν ταῖς τῶν
ἀρχόντων ἐπιστολαῖς ἐψεύσατο· ἐπὶ γὰρ Εὐρώπωι τῶν μὲν πολεμίων ἀπο-
θανεῖν μυριάδας ἑπτὰ καὶ τριάκοντα καὶ ἓξ πρὸς τοῖς διακοσίοις, Ῥωμαίων
δὲ μόνους δύο, καὶ τραυματίας γενέσθαι ἐννέα. .....
2f
καὶ μὴν κἀκεῖνο
λεκτέον ... ὑπὸ γὰρ τοῦ κομιδῆι Ἀττικὸς εἶναι καὶ ἀποκεκαθάρθαι τὴν
φωνὴν ἐς τὸ ἀκριβέστατον ἠξίωσεν οὗτος καὶ τὰ ὀνόματα μεταποιῆσαι τὰ
Ῥωμαίων καὶ μετεγγράψαι ἐς τὸ Ἑλληνικόν, ὡς Κρόνιον μὲν 〈τὸν〉 Σατουρ-
νῖνον λέγειν, Φρόντιν δὲ τὸν Φρόντωνα, Τιτάνιον δὲ τὸν Τιτιανόν, καὶ ἄλλα
πολλῶι γελοιότερα.
2g
ἔτι ὁ αὐτὸς οὗτος περὶ τῆς Σεουηριανοῦ τελευτῆς
ἔγραψεν, ὡς οἱ μὲν ἄλλοι ἅπαντες ἐξηπάτηνται οἰόμενοι ξίφει τεθνάναι
αὐτόν, ἀποθάνοι δὲ ὁ ἀνὴρ σιτίων ἀποσχόμενος· τοῦτον γὰρ αὐτῶι ἀλυπό-
τατον δόξαι τὸν θάνατον—οὐκ εἰδὼς ὅτι τὸ μὲν πάθος ἐκεῖνο πᾶν τριῶν?
οἶμαι ἡμερῶν ἐγένετο, ἀπόσιτοι δὲ καὶ ἐς ἑβδόμην διαρκοῦσιν οἱ πολλοί·
ἐκτὸς εἰ μὴ τοῦθ' ὑπολάβοι τις, ὡς Ὀσρόης [τις] εἱστήκει περιμένων, ἔστ'
ἂν Σεουηριανὸς λιμῶι ἀπόληται, καὶ διὰ τοῦτο οὐκ ἐπῆγε διὰ τῆς ἑβδόμης.
3
LUKIAN. Quom. hist. conscr. 22: τοὺς δὲ καὶ ποιητικοῖς
ὀνόμασιν ... ἐν ἱστορίαι χρωμένους ποῦ ἄν τις θείη, τοὺς λέγοντας
3a
<«ἐλέλιξε μὲν ἡ μηχανή, τὸ τεῖχος δὲ πεσὸν μεγάλως
ἐδούπησε.»>
3b
καὶ πάλιν ἐν ἑτέρωι μέρει τῆς καλῆς ἱστορίας· <«Ἔδεσσα
μὲν δὴ οὕτω τοῖς ὅπλοις περιεσμαραγεῖτο, καὶ ὄτοβος
ἦν καὶ κόναβος ἅπαντα ἐκεῖνα.»>
3c
καὶ <«ὁ στρατηγὸς
ἐμερμήριζεν ὧι τρόπωι μάλιστα προσαγάγοι πρὸς τὸ
τεῖχος.»>
3d
εἶτα μεταξὺ οὕτως εὐτελῆ ὀνόματα καὶ δημοτικὰ καὶ
πτωχικὰ πολλὰ παρενεβέβυστο, τὸ <«ἐπέστειλεν ὁ στρατοπεδάρχης
τῶι κυρίωι·»>
3e
καὶ <«οἱ στρατιῶται ἠγόραζον τὰ ἐγ-
χρήιζοντα.»>
3f
καὶ <«ἤδη λελουμένοι περὶ αὐτοὺς ἐγί-
γνοντο,»> καὶ τὰ τοιαῦτα. .........
4
——23:
4a
καὶ μὴν καὶ ἄλλους ἴδοις ἂν τὰ μὲν προοίμια
λαμπρὰ καὶ τραγικὰ καὶ εἰς ὑπερβολὴν μακρὰ συγγράφοντας ........,
τὸ σῶμα δὲ αὐτὸ τὸ τῆς ἱστορίας μικρόν τε καὶ ἀγεννὲς ἐπαγαγόντας ....
ἴδοις γὰρ ἂν ἀφθόνους τοιούτους συγγραφέας, τοῦ Ῥοδίου κολοσσοῦ τὴν
κεφαλὴν ναννώδει σώματι ἐπιτιθέντας.
4b
ἄλλους αὖ ἔμπαλιν ἀκέ-
φαλα τὰ σώματα εἰσάγοντας .... οἳ καὶ προσεταιρίζονται τὸν Ξενοφῶντα
οὕτως ἀρξάμενον ‘Δαρείου καὶ Παρυσάτιδος παῖδες γίγνονται δύο’, καὶ
ἄλλους τῶν παλαιῶν, οὐκ εἰδότες, ὡς δυνάμει τινὰ προοίμιά ἐστι λεληθότα
τοὺς πολλούς.
5
——24—26: καίτοι ταῦτα πάντα φορητὰ ἔτι, ὅσα ἢ
ἑρμηνείας ἢ τῆς ἄλλης διατάξεως ἁμαρτήματά ἐστι· τὸ δὲ καὶ περὶ τοὺς
τόπους αὐτοὺς ψεύδεσθαι, οὐ παρασάγγας μόνον ἀλλὰ καὶ σταθμοὺς ὅλους,
τίνι τῶν καλῶν ἔοικεν;
5a
εἷς γοῦν οὕτω ῥαιθύμως συνήγαγε τὰ πρά-
γματα ... ὥστε περὶ Εὐρώπου λέγων οὕτως ἔφη· <«ἡ δὲ Εὔρωπος κεῖται
μὲν ἐν τῆι Μεσοποταμίαι σταθμοὺς δύο τοῦ Εὐφράτου
ἀπέχουσα, ἀπώικισαν δὲ αὐτὴν Ἐδεσσαῖοι.»>
5b
καὶ οὐδὲ
τοῦτο ἀπέχρησεν αὐτῶι, ἀλλὰ καὶ τὴν ἐμὴν πατρίδα τὰ Σαμόσατα ὁ αὐτὸς
ἐν τῶι αὐτῶι βιβλίωι ἀράμενος ὁ γενναῖος αὐτῆι ἀκροπόλει καὶ τείχεσι
μετέθηκεν ἐς τὴν Μεσοποταμίαν, ὡς περιρρεῖσθαι αὐτὴν ὑπ' ἀμφοτέρων
τῶν ποταμῶν, ἑκατέρωθεν ἐν χρῶι παραμειβομένων καὶ μονονουχὶ τοῦ
τείχους ψαυόντων ....
5c
νὴ Δία κἀκεῖνο κομιδῆι πιθανὸν περὶ τοῦ
Σεουηριανοῦ ὁ αὐτὸς οὗτος εἶπεν, ἐπομοσάμενος ἦ μὴν ἀκοῦσαί τινος τῶν ἐξ
αὐτοῦ τοῦ ἔργου διαφυγόντων· οὔτε γὰρ ξίφει ἐθελῆσαι αὐτὸν ἀποθανεῖν
οὔτε φαρμάκου πιεῖν οὔτε βρόχου ἅψασθαι, ἀλλά τινα θάνατον ἐπινοῆσαι
τραγικὸν καὶ τῆι τόλμηι ξενίζοντα. τυχεῖν μὲν γὰρ αὐτὸν ἔχοντα παμμε-
γέθη ἐκπώματα ὑάλινα τῆς καλλίστης ὑάλου· ἐπεὶ δὲ πάντως ἀποθανεῖν
ἔγνωστο, κατάξαντα τὸν μέγιστον τῶν σκύφων ἑνὶ τῶν θραυμάτων χρήσα-
σθαι εἰς τὴν σφαγήν, ἐντεμόντα τῆι ὑάλωι τὸν λαιμόν. οὕτως οὐ ξιφίδιον,
οὐ λογχάριον εὗρεν, ὡς ἀνδρεῖός γε αὐτῶι καὶ ἡρωικὸς ὁ θάνατος γένοιτο.
5d
εἶτ' ἐπειδὴ Θουκυδίδης ἐπιτάφιόν τινα εἶπε τοῖς πρώτοις τοῦ πολέ-
μου ἐκείνου νεκροῖς, καὶ αὐτὸς ἡγήσατο χρῆναι ἐπειπεῖν τῶι Σεουηριανῶι·
ἅπασι γὰρ αὐτοῖς πρὸς τὸν οὐδὲν αἴτιον τῶν ἐν Ἀρμενίαι κακῶν τὸν
Θουκυδίδην ἡ ἅμιλλα. θάψας οὖν τὸν Σεουηριανὸν μεγαλοπρεπῶς ἀνα-
βιβάζεται ἐπὶ τὸν τάφον Ἀφράνιόν τινα Σίλωνα ἑκατόνταρχον ..., ὃς τοι-
αῦτα καὶ τοσαῦτα ἐπερρητόρευσεν αὐτῶι, ὥστε με νὴ τὰς Χάριτας πολλὰ
πάνυ δακρῦσαι ὑπὸ τοῦ γέλωτος· καὶ μάλιστα ὁπότε ὁ ῥήτωρ ὁ Ἀφράνιος
ἐπὶ τέλει τοῦ λόγου δακρύων ἅμα σὺν οἰμωγῆι περιπαθεῖ ἐμέμνητο τῶν
πολυτελῶν ἐκείνων δείπνων καὶ προπόσεων, εἶτα ἐπέθηκεν Αἰάντειόν τινα
τὴν κορωνίδα. σπασάμενος γὰρ τὸ ξίφος, εὐγενῶς πάνυ καὶ ὡς Ἀφράνιον
εἰκὸς ἦν, πάντων ὁρώντων ἀπέσφαξεν ἑαυτὸν ἐπὶ τῶι τάφωι ... καὶ τοῦτο
ἔφη ἰδόντας τοὺς παρόντας ἅπαντας θαυμάσαι καὶ ὑπερεπαινέσαι τὸν
Ἀφράνιον.
6
LUKIAN. Quom. hist. conscr. 28: ἐγὼ γοῦν ἤκουσά τινος
τὴν μὲν ἐπ' Εὐρώπωι μάχην ἐν οὐδ' ὅλοις ἑπτὰ ἔπεσι παραδραμόντος,
εἴκοσι δὲ μέτρα ἢ ἔτι πλείω ὕδατος ἀναλωκότος ἐς ψυχρὰν καὶ οὐδὲν ἡμῖν
προσήκουσαν διήγησιν, ὡς Μαῦρός τις ἱππεὺς Μαυσάκας τοὔνομα ὑπὸ δίψους
πλανώμενος ἀνὰ τὰ ὄρη καταλάβοι Σύρους τινὰς τῶν ἀγροίκων ἄριστον
παρατιθεμένους· καὶ ὅτι τὰ μὲν πρῶτα ἐκεῖνοι φοβηθεῖεν αὐτόν, εἶτα
μέντοι μαθόντες ὡς τῶν φίλων εἴη κατεδέξαντο καὶ εἱστίασαν· καὶ γάρ
τινα τυχεῖν αὐτῶν ἀποδεδημηκότα καὶ αὐτὸν ἐς τὴν τῶν Μαύρων, ἀδελφοῦ
αὐτῶι ἐν τῆι γῆι στρατευομένου. μῦθοι τὸ μετὰ τοῦτο μακροὶ καὶ διηγήσεις,
ὡς θηράσειεν αὐτὸς ἐν τῆι Μαυρουσίαι καὶ ὡς ἴδοι τοὺς ἐλέφαντας πολλοὺς
ἐν τῶι αὐτῶι συννεμομένους καὶ ὡς ὑπὸ λέοντος ὀλίγου δεῖν καταβρωθείη,
καὶ ἡλίκους ἰχθῦς ἐπρίατο ἐν Καισαρείαι. καὶ ὁ θαυμαστὸς συγγραφεὺς
ἀφεὶς τὰς ἐν Εὐρώπωι γιγνομένας σφαγὰς τοσαύτας καὶ ἐπελάσεις καὶ
σπονδὰς ἀναγκαίας καὶ φυλακὰς καὶ ἀντιφυλακὰς ἄχρι βαθείας ἑσπέρας
ἐφειστήκει ὁρῶν Μαλχίωνα τὸν Σύρον ἐν Καισαρείαι σκάρους παμμεγέθεις
ἀξίους ὠνούμενον· εἰ δὲ μὴ νὺξ κατέλαβε, τάχ' ἂν καὶ συνεδείπνει μετ'
αὐτοῦ ἤδη τῶν σκάρων ἐσκευασμένων. .... καίτοι πόσα ἄλλα μακρῶι ἀνα-
γκαιότερα ἑκὼν ἐγὼ νῦν παρίημι· ὡς καὶ αὐλητρὶς ἧκεν ἐκ τῆς πλησίον
κώμης αὐτοῖς καὶ ὡς δῶρα ἀλλήλοις ἀντέδοσαν, ὁ Μαῦρος μὲν τῶι Μαλχίωνι
λόγχην, ὁ δὲ τῶι Μαυσάκαι πόρπην, καὶ ἄλλα πολλὰ τοιαῦτα τῆς ἐπ'
Εὐρώπωι μάχης αὐτὰ δὴ τὰ κεφάλαια.
7
LUKIAN. Quom. hist. conscr. 31:
7a
ἤδη δ' ἐγώ τινος καὶ
τὰ μέλλοντα συγγεγραφότος ἤκουσα, καὶ τὴν λῆψιν τὴν Οὐολογέσου καὶ τὴν
Ὀσρόου σφαγήν, ὡς παραβληθήσεται τῶι λέοντι, καὶ ἐπὶ πᾶσι τὸν τριπό-
θητον ἡμῖν θρίαμβον. οὕτω μαντικῶς ἅμα ἔχων ἔσπευδεν ἤδη πρὸς τὸ
τέλος τῆς γραφῆς. ἀλλὰ καὶ πόλιν ἤδη ἐν τῆι Μεσοποταμίαι ὤικισε μεγέθει
τε μεγίστην καὶ κάλλει καλλίστην· εἶτα μέντοι ἐπισκοπεῖ καὶ διαβουλεύεται
εἴτε Νίκαιαν αὐτὴν ἀπὸ τῆς νίκης χρὴ ὀνομάζεσθαι εἴτε Ὁμόνοιαν εἴτε
Εἰρηνίαν. καὶ τοῦτο μὲν ἔτι ἄκριτον, καὶ ἀνώνυμος ἡμῖν ἡ καλὴ πόλις
ἐκείνη, λήρου πολλοῦ καὶ κορύζης συγγραφικῆς γέμουσα.
7b
τὰ δ' ἐν
Ἰνδοῖς πραχθησόμενα ὑπέσχετο ἤδη συγγράψειν καὶ τὸν περίπλουν τῆς
ἔξω θαλάσσης. καὶ οὐχ ὑπόσχεσις ταῦτα μόνον, ἀλλὰ καὶ τὸ προοίμιον
τῆς Ἰνδικῆς ἤδη συντέτακται, καὶ τὸ τρίτον τάγμα καὶ οἱ Κελτοὶ καὶ
Μαύρων μοῖρα ὀλίγη σὺν Κασσίωι πάντες οὗτοι ἐπεραιώθησαν τὸν Ἰνδὸν
ποταμόν· ὅ τι δὲ καὶ πράξουσιν ἢ πῶς δέξονται τὴν τῶν ἐλεφάντων ἐπέ-
λασιν, οὐκ εἰς μακρὰν ἡμῖν ὁ θαυμαστὸς συγγραφεὺς ἀπὸ Μουζίριδος ἢ ἀπ'
Ὀξυδρακῶν ἐπιστελεῖ.
7c
——32: καὶ γὰρ αὖ καὶ αὗται (sc. αἱ ἐπιγραφαί) παγγέ-
λοιοι· <«τοῦ δεῖνος Παρθικῶν νικῶν τοσάδε.»>
8
——32: καὶ αὖ· <«Παρθίδος πρῶτον, δεύτερον.»>
LUKIAN. Quom. hist. conscr. 29: (a) ἄλλος ... οὐδὲ τὸνἕτερον πόδα ἐκ Κορίνθου πώποτε προβεβηκὼς οὐδ' ἄχρι Κεγχρεῶν ἀπο-δημήσας, οὔτι γε Συρίαν ἢ Ἀρμενίαν ἰδών, ὧδε ἤρξατο—μέμνημαι γάρ—<«ὦταὀφθαλμῶν ἀπιστότερα· γράφω τοίνυν ἃ εἶδον, οὐχ ἃ ἤκουσα.»> LUKIAN. Quom. hist. conscr. 29: καὶ οὕτως ἀκριβῶς ἅπανταἑωράκει, ὥστε τοὺς δράκοντας ἔφη τῶν Παρθυαίων—σημεῖον δὲ πλήθουςτοῦτο αὐτοῖς· χιλίους γὰρ οἶμαι ὁ δράκων ἄγει—ζῶντας δράκονταςπαμμεγέθεις εἶναι γεννωμένους ἐν τῆι Περσίδι μικρὸν ὑπὲρ τὴν Ἰβηρίαν,τούτους δὲ τέως μὲν ἐπὶ κοντῶν μεγάλων ἐκδεδεμένους ὑψηλοὺς αἰωρεῖσθαικαὶ πόρρωθεν ἐπελαυνόντων δέος ἐμποιεῖν, ἐν αὐτῶι δὲ τῶι ἔργωι ἐπειδὰνὁμοῦ ἴωσι, λύσαντες αὐτοὺς ἐπαφιᾶσι τοῖς πολεμίοις· ἀμέλει πολλοὺς τῶνἡμετέρων οὕτω καταποθῆναι καὶ ἄλλους περισπειραθέντων αὐτοῖς ἀπο-πνιγῆναι καὶ συγκλασθῆναι. ταῦτα δὲ ἐφεστὼς ὁρᾶν αὐτός, ἐν ἀσφαλεῖμέντοι ἀπὸ δένδρου ὑψηλοῦ ποιούμενος τὴν σκοπήν. ——: καὶ εὖ γε ἐποίησε μὴ ὁμόσε χωρήσας τοῖς θηρίοις,ἐπεὶ οὐκ ἂν ἡμεῖς οὕτω θαυμαστὸν συγγραφέα νῦν εἴχομεν καὶ ἀπὸ χειρὸςαὐτὸν μεγάλα καὶ λαμπρὰ ἐν τῶι πολέμωι τούτωι ἐργασάμενον· καὶ γὰρἐκινδύνευσε πολλὰ καὶ ἐτρώθη περὶ Σοῦραν, ἀπὸ τοῦ Κρανείου δῆλον ὅτιβαδίζων ἐπὶ τὴν Λέρναν. καὶ ταῦτα Κορινθίων ἀκουόντων ἀνεγίνωσκε τῶνἀκριβῶς εἰδότων, ὅτι μηδὲ κατὰ τοίχου γεγραμμένον πόλεμον ἑωράκει. ——: ἀλλ' οὐδὲ ὅπλα ἐκεῖνός γε ἤιδει οὐδὲ μηχανήματαοἷά ἐστιν οὐδὲ τάξεων ἢ καταλοχισμῶν ὀνόματα· πάνυ γοῦν ἔμελεν αὐτῶιπλαγίαν μὲν τὴν φάλαγγα, ἐπὶ κέρως δὲ λέγειν τὸ ἐπὶ μετώπου ἄγειν. LUKIAN. Quom. hist. conscr. 14: εἷς μέν τις αὐτῶν ἀπὸΜουσῶν εὐθὺς ἤρξατο παρακαλῶν τὰς θεὰς συνεφάψασθαι τοῦ συγγράμ-ματος .... εἶτα μικρὸν ὑποβὰς Ἀχιλλεῖ μὲν τὸν ἡμέτερον ἄρχοντα εἴκαζε,Θερσίτηι δὲ τὸν τῶν Περσῶν βασιλέα .... εἶτ' ἐπῆγεν ὑπὲρ αὑτοῦ τι ἐγ-κώμιον καὶ ὡς ἄξιος εἴη συγγράψαι τὰς πράξεις οὕτω λαμπρὰς οὔσας.ἤδη δὲ κατιὼν ἐπήινει καὶ τὴν πατρίδα τὴν Μίλητον, προστιθεὶς ὡς ἄμεινονποιεῖ τοῦτο τοῦ Ὁμήρου μηδὲν μνησθέντος τῆς πατρίδος. εἶτ' ἐπὶ τέλειτοῦ φροιμίου ὑπισχνεῖτο διαρρήδην καὶ σαφῶς ἐπὶ μεῖζον μὲν αἴρειν τὰἡμέτερα, τοὺς βαρβάρους δὲ καταπολεμήσειν καὶ αὐτός, ὡς ἂν δύνηται·καὶ ἤρξατό γε τῆς ἱστορίας οὕτως, αἴτια ἅμα τῆς τοῦ πολέμου ἀρχῆςδιεξιών· <«ὁ γὰρ μιαρώτατος καὶ κάκιστα ἀπολούμενος Οὐο-λόγεσος ἤρξατο πολεμεῖν δι' αἰτίαν τοιάνδε.»> LUKIAN. Quom. hist. conscr. 17: εἰ δέ με δεῖ καὶ σοφοῦἀνδρὸς μνησθῆναι, τὸ μὲν ὄνομα ἐν ἀφανεῖ κείσθω, τὴν γνώμην δὲ ἐρῶκαὶ τὰ πρώιην ἐν Κορίνθωι συγγράμματα κρείττω πάσης ἐλπίδος. ἐνἀρχῆι μὲν γὰρ εὐθὺς ἐν τῆι πρώτηι τοῦ προοιμίου περιόδωι συνηρώτησετοὺς ἀναγινώσκοντας. λόγον πάνσοφον δεῖξαι σπεύδων, ὡς μόνωι ἂν τῶισοφῶι πρέποι ἱστορίαν συγγράφειν. εἶτα μετὰ μικρὸν ἄλλος συλλογισμός,εἶτα ἄλλος· καὶ ὅλως ἐν ἅπαντι σχήματι συνηρώτητο αὐτῶι τὸ προοίμιον.τὸ 〈δὲ〉 τῆς κολακείας ἐς κόρον, καὶ τὰ ἐγκώμια φορτικὰ καὶ κομιδῆι βωμο-λοχικά, οὐκ ἀσυλλόγιστα μέντοι, ἀλλὰ συνηρωτημένα κἀκεῖνα. καὶ μὴνκἀκεῖνο φορτικὸν ἔδοξέ μοι καὶ ἥκιστα σοφῶι ἀνδρὶ καὶ πώγωνι πολιῶικαὶ βαθεῖ πρέπον, τὸ ἐν τῶι προοιμίωι εἰπεῖν, ὡς ἐξαίρετον τοῦτο ἕξει ὁἡμέτερος ἄρχων, οὗ γε τὰς πράξεις καὶ φιλόσοφοι ἤδη συγγράφειν ἀξιοῦσι. (1) [ἀφ' οὗ Σύλλας] ἐπὶ Μιθ[ραδατικὸν πόλ]εμον ἐξῆλ[θεν, καὶ Σ]ωτὴρὁ Φύσκων πα[ρακληθεὶς] τὸ δεύτερον καὶ κα[τελ]θὼν εἰς Αἴγυπτον ἐβασί-λευσεν, ἀφ' οὗ ἔτη ρ̅γ̅. (2) ἀφ' οὗ Μάριος Ὠστίαν καταλαβόμενος καὶ ἀναγκάσας σ?υ?ν?[θέσ]θαιοὐκ ἐμμείνας τῆι πίστει Ὀκταούιον ἀπέκτεινεν, Σύλλας δ' ἐπὶ τῆς ἈττικῆςἈθήνας ἐξεπολιόρκησεν, ἔτη ρ̅β̅. (3) ἀφ' οὗ Φιμβρίας Μιθραδάτου στρατόπεδον περὶ Κύζικον ἐνίκησενκαὶ Ἴλιον ἐξεπολιόρκησεν καὶ ὑπὸ Σύλλα συσχεθεὶς ἑαυτὸν ἀνεῖλεν, καὶΜιθραδάτης πρὸς Σύλλαν συνθήκας ἐποιήσατο, καὶ Φιλοπάτωρ τὸ δεύτερονεἰς Βιθυνίαν κατελθὼν ἐβασίλευσεν, καὶ Ἀριοβαρζάνης εἰς Καππαδοκίανκατήχθη, ἀφ' οὗ ἔτη ρ̅. (4) ἀφ' οὗ Σύλλας Νωρβανὸν νικᾶι περὶ Καπύην καὶ Μάριον τὸνὕπατον (82) ἐν Πραινεστῶι συνκλείσας διαδράσκοντα ἀπέκτεινεν, ἀφ' οὗἔτη Ϙ̅η̅. (5) [ἀφ'] οὗ Σύλλας δικτάτωρ ἐγένετο, ἔτη μέχρι τοῦδε Ϙ̅ζ̅. (6) [ἀφ' οὗ Σωτὴρ] ὁ Φύσκων ἐπι[κληθεὶς ἀπέθα]νεν Ϙ̅Ϛ̅. (1) ἀφ' [οὗ] ........το** (2) ἀφ' οὗ Σ[όλων Ἀθηναίων ἦρξεν καὶ] νόμου[ς αὐτοῖς ἔθηκεν,καὶ] Ἀνάχαρσις ὁ Σκ[ύθης εἰς Ἀθήνας ?] παρεγένετο, ἀφ' [οὗ ἔτη *]. (3) ἀφ' οὗ Κροῖσος Λυδῶν ἐβα[σίλευσεν, ἔτη *]. (4) ἀφ' οὗ οἱ σοφοὶ ὠνομάσθησαν, [ἔτη *]. (5) ἀφ' οὗ Πεισίστρατος ἐτυράννευσ[εν ἐν Ἀθή]ναις, καὶ Αἴσωποςὑπὸ Δελφῶν [κατεκρη]μνίσθη, ἔτη φ̅ο̅θ̅. (6) ἀφ' οὗ Κροῖσος Κύρωι ὑποχείριος [ἐγένετο, ἔτη *]. (7) ἀφ' οὗ Καμβύσης Αἴγυπτον κατ[εστρέψατο] καὶ Πυθαγόρας ἑάλω,ἔτη φ̅μ̅. (8) ἀφ' οὗ Ἁρμόδιος καὶ Ἀριστογείτων Ἵππαρχον τὸν τύραννονἀνεῖλον, [καὶ] Δαρεῖος ἐπὶ Σκύθας διέβη, ζεύξα[ς τὸν] Κιμμέριον Βώσπορον,ἔτη φ̅κ̅η̅. (9) ἀφ' οὗ Ξέρξης κατὰ Ἄβυδον ζεύξας [τὸν] Ἑλλήσποντον διέβη,καὶ Θεμιστοκλῆς ναυμαχίαι τοὺς βαρβάρους ἐνίκα, ἀφ' οὗ ἔτη υ̅Ϙ̅ *. (10) ἀφ' οὗ Σωκράτης ὁ φιλόσοφος [καὶ Ἡρά]κλειτος ὁ Ἐφέσιος καὶἈναξα[γόρας] καὶ Παρμενίδης καὶ Ζήνων, ἔτη *. (11) ἀφ' οὗ ὁ Πελοποννησιακὸς πόλ[εμος] ἐνέστη, καὶ Θουκυδίδηςἦν, ἔτη *. (12) ἀφ' οὗ Γαλάται Ῥωμαίους νική[σαντες] ἔσχον Ῥώμην, ἔτη υ̅α̅. (1) ** | !!!! τούτων] κατὰ [τὸν δεύ|τερον ἐ]ν Συρακούσαις [Δίων |(?) ὑπὸ Διο]νυσίου τυράν[νου ἐδο|λ]οφονήθη. κατὰ δὲ τὸν [τρί]|τον Τιβουρ-τεῖνοι ὑπὸ [Ῥωμαί|ων] καταπολεμηθέ[ντες ἑ|αυτο]ὺς παρέδοσαν. (2) ὀλυμπι|[άδι ἑβ]δόμηι καὶ ἑκατοστῆι | [ἐνίκα] στάδι?ο?ν? Σ?μικρί[να]ς |[Ταραντεῖνος, ἦρχον δ'] Ἀθή|[νησιν Ἀριστόδημ]ος [Θε]σσαλός | [ἈπολλόδωροςΚ]αλλίμαχος. | [τούτων κατὰ τὸ] τρίτον ἔ|[τος ἐν Ῥώμηι τι]μηταὶ πρῶ|[τονἐκ] τοῦ δήμου ἡιρέθησαν. (3) ὀλυμπιάδι ὀγδόηι καὶ ἑκα|τοστῆι ἐνίκα στάδιον Πολυ|[κλ]ῆς Κυρη-ναῖος, ἦρχον δ' Ἀ|θήνησι Θεόφιλος Θεμιστο|κλῆς Ἀρχίας Εὔβουλος. ταύ|της