The Greek Library Catalogue

Anonymous

Anonymus de conditu Hermopolis

Edition reference
Anonymus de conditu Hermopolis, FGrH #637: 3C:184–185.
CTS identifier
urn:cts:greekLit:tlg1139.tlg029.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

3c,637,F

1

μορφήν / ὀφθαλμοὺ[ς κάμ]μυσε κ?[εδαζ]ομένης ὑπὲρ αἴγλης / **ς εἶπέ τε μῦθον· /

‘[κέκλυτε * αἰ]θέρος * αὐτός / [λη]γέμεναι προτέρης ἔριδος στοιχε[ῖα κελεύει], / [ἁρ]-

μ?ο?νίηι πείθεσθε διακρίνεσθέ(τ') [ἐφετμῆι· / λ]ωιτέρη δέ τις ὔμμι συνήλυσι[ς ἔσσετ'

ἔπειτα]. / τεύξω γὰρ φιλότητα καὶ ἵμερον [ἀμφὶς ἐοῦσιν] / ὔ(μμι) μετ' ἀλλήλοισιν ἀρειο-

τέρηι ἐ[πὶ μοίρηι]’. / ὡς εἰπὼν χρυσέηι ῥάβδωι θίγεν * / εὐκήλωι δὲ τάχιστα κατείχε[το

πάντα γαλήνηι] / παυσάμενα στοιχεῖα πολυσ?[χιδέων καταμιγμῶν], / ἔστη δ' εὐθὺς

ἕκαστον ὀφειλ[ομένωι ἐνὶ χώρωι], / μαρμαρυγὴν ** / δηναίης [δὲ διχοστασίης λάθετ'

ἀρθμηθέντα]. / αὐτὰρ ὁ παγγενέτα[ο θεοῦ *] / πρῶτα μὲν αἰγλήεν[τα **] / ἀρρήτωι

στροφάλιγγ[ι] π[ά]λιν [δ]ί[νητον ἀνάγκην] / οὐρανὸν ἐσφαίρωσε, κατεστρα?φ?* / ἑπτὰ δέ

μιν ζώναις διεκόσ[μεεν, ἑπτὰ δ' ἐπῆσαν] / ἄστρων ἡγεμονῆες, ἄλη ὧν [τείρεα δινεῖ] * /

ἄλλου νέρ[τ]ερος ἄλλος, ἐπήτρ?[ιμοι ἠλάσκοντες]. / πάντοθι δ' αἶθον ὁμοῦ περὶ χ*

/ μέσσην γαῖαν ἔπ[η]ξ[εν] ἀκι[νήτοις ἐνὶ δεσμοῖς], / ἐς δ' αἴθωνα νότ[ον] κρυμώ[δεά τ'

ἄρκτον ἔτεινε] / λοξὸν ἀκινήτοιο [κ]αὶ ἡ[σύχου ἄξονος οἶμον]. / καὶ πόντου κελάδοντος

** / μαινομένην, ἀχάλινον, ἀν** / ἀλλὰ μέσαις ἕνα κόλπον ἀολ[λ*] / μακραῖς ἠιόνεσσι

χάραξε δ** / ἡ δὲ πολυπλάγκτων π** / νήχεται ἠπείροιο κασιγνήτης ε* / ἄξονα

δὲ σφίγγουσι δύω πόλοι [ἀμφοτέρωθεν]. / * καίπερ * / *η παρακέκλιται * / *χθαμαλ[ὴ]ν

ἐ[π]* / *ον θινωδε* / *θον ὅλην * / *** // [οὔπω] κύκλος ἔην Ὑπερίονος, οὐδὲ

καὶ αὐτή / [εἰλι]π(ό)δων (ἐτίνασσε) βοῶν εὔληρα Σελήνη, / [νὺ]ξ δὲ διηνεκέως ἄτερ ἤματος

ἔρρεε μούνη, / ἄστρων λεπταλέηισιν ὑπὸ στίλβουσα βολῆισι. / τὰ φρονέων πολιοῖο δι'

ἠέρος ἔστιχεν Ἑρμῆς, / οὐκ οἶος, σὺν τῶι (γ)ε Λόγος κίεν ἀγλαὸς υἱός, / λαιψηραῖς πτε-

ρύγεσσι κεκασμένος, αἰὲν ἀληθής, / ἁγνὴν ἀτρεκέεσσιν ἔχων ἐπὶ χείλεσι πειθώ, / πατρώιου

καθαροῖο νοήματος ἄγγελος ὠκύς. / σὺν τῶι ἔβη γαῖάνδε με[* Ἑρμῆς] / παπτ[αίνων

**] / χῶρον [ἐύκρη]τον διζήμενος, ἔνθα πολίσσηι / ἄστυ *ε?στον, ὅ κεν πεπολισμένον

εἴη / ἄξιο[ν **]ην εὐφεγγέα δέχθαι. / ἀλλ' [οὐ **] ἐπὶ κρυμώδεας ἄρκτους / πα*

*μοίραι(ς) χθονὸς οὕνεκα κείναις / **ε βαθὺς περιπέπταται ἀήρ / **[βα]ρυνόμενος

νιφάδεσσι / ** [οὔ]λ[η] δ' ἐπενήνοθε πάχνη / ** [θν]ητὸν δέμας· οὐδέ κεν αὖθι / *

*γ?α?ί?η?ς? / ** / *θε!!!α?λ?υ?η? / *λ?ι?σ?!!!λαων / **φυ!!!!α / **ε?π?τ?α?ι? ἄσκιος

ἀήρ / ** δύο κατὰ κόσμον ἔασι / ** [καὶ] ἀκρήτοιο θερείης / ** αἰθομένωι πυρὶ γ[εί]των /

**σα πολυσπε[ρέων γένος] ἀνδρῶν / **κ?λ?η?τ?ι?!!! γένοντο / ** [κ]αὶ ἄστεα

[χ]ωρηθεῖσαι / ** [ὠ]κ[ε]ανοῖο / ** νομίηισιν [ἔ]δοσκεν / **οι τῶν δέ γε [μ]έσσος /

** [λεχ]ωιὰς Ὠγυγίη χ[θώ]ν / **ο?μ?α?ι? ο?ι? π?ο?τ?!!!!! / ** τὸ δὲ κ?λ?έος οὐδεπ!!θ!ν /

** ἀντιπέρηθεν ὀρούσας / ** [ν]υκτὶ δ' ε?ν?η?ε?ν?!π!θοι / **θεον!!!αι!!!!! /

σανοτ!!!!!!! / **ουσιν* / **ης διζημ* / ***

COD. VAT. (SYNESII) GR. 435 (s. XIV) fol. 220: Πλουτάρ〈χουἢ〉 Κεκιλίου Ἀποφθέγματα Ῥωμαικά. (1) οὐκ ἐβούλοντο οἱ παλαιοὶ Ῥω-μαίων, ὦ † σίβοσσε ἀνδρῶν ἄριστε, σοφοὶ εἶναι δοκεῖν, ὅθεν οὐδὲ ἐθήρωντὴν δόξαν δεινότητι λόγων ἢ περιττοῖς καὶ πιθανοῖς ἀποφθέγμασιν, οἷς ἐχρή-σαντο Ἑλλήνων τινές, ἃ διαβεβόηται χρησμῶν εἶναι δοκοῦντα ἤδη πιστότερα·‘μηδὲν ἄγαν’ καὶ ‘ἕπου θεῶι’ καὶ ‘χρόνων φείδου’ καὶ ‘γνῶθι σαυτόν’ καὶ‘ἐγγύα, πάρα δ' ἄτα’ καὶ ἄλλα τούτοις ἐοικότα, ἴσως μὲν καὶ ὠφέλιμα τοῖςπειθομένοις, ἔχοντα δέ τι ἐν τῶι βραχεῖ τῆς ἀποδόσεως ἡδὺ καὶ προσκλητικόν.Δικαιάρχωι (IV = F 31 Wehrli) δὲ οὐδὲ ταῦτα σοφῶν εἶναι ἀνδρῶν δοκεῖ·μὴ γὰρ δή γε τοὺς πάλαι λόγωι φιλοσοφεῖν, ἀλλ' εἶναι τὴν σοφίαν τότε γοῦνἐπιτήδευσιν ἔργων καλῶν, χρόνωι δὲ λόγων ὀχλικῶν γενέσθαι τέχνην· καὶ νῦνμὲν τὸν πιθανῶς διαλεχθέντα μέγαν εἶναι δοκεῖν φιλόσοφον, ἐν δὲ τοῖς πάλαιχρόνοις ὁ ἀγαθὸς μόνος ἦν φιλόσοφος, εἰ καὶ μὴ περιβλέπτους καὶ ὀχλικοὺςἀσκοῖτο λόγους. οὐ γὰρ ἐζήτουν ἐκεῖ〈νοί〉 γε εἰ πολιτευτέον οὐδὲ πῶς, ἀλλ'ἐπολιτεύοντο αὐτοὶ καλῶς· οὐδὲ εἰ χρὴ γαμεῖν, ἀλλὰ γήμαντες ὃν δεῖ τρόπονγαμεῖν, ταῖς γυναιξὶ συνεβίουν. ταῦτα ἦν, φησίν, ἔργα ἀνδρῶν καὶ ἐπιτηδεύματασοφῶν, αἱ δὲ ἀποφθέγξεις αὗται πρᾶγμα φορτικόν. τοιούτους πείθομαι καὶ τοὺςὑμετέρους γενέσθαι πατέρας· εἶναι γὰρ ἀγαθοὶ ἐβούλοντο, καὶ τούτου τοῖςἔργοις ἐφικνοῦντο, στρογγύλας δ' ἀποφθέγξεις καὶ καλλιρήμονας ὥστε περιττὰςεἶναι δοκεῖν οὔτ' ἐπετήδευον οὔτε ἐγίνωσκον. οἵοις μέντοι λογισμοῖς ἕκασταἔπραττον, τοιούτοις καὶ λόγοις περὶ αὐτῶν ἐχρῶντο, οὐκ εἰς βραχὺ συνηγμένοιςἀλλὰ καλοῖς, εἰ τὸν νοῦν σκέπτοιτό τις, μὴ ἐπιδεικτικῶς ἐξετάζων ἀλλ' ἐπὶ τὴνχρείαν ἕκαστα ἀνάγων. (2) οἷόν τι περὶ Ἀππίου τοῦ ἀναπήρου πεπύσμεθα. ἦν μὲν γὰρ ἤδη γηραιός,πρὸς Πύρρον δὲ Ῥωμαίοις πόλεμος ἦν, καὶ ὁ βασιλεὺς τῆι πρώτηι μάχηινικήσας διαπρεσβεύεται, συμβῆναι ἐπὶ τοῖσδε ἀξιῶν· τὸ μὲν Ἑλληνικὸν τὸἐν Ἰταλίαι πᾶν ἐλεύθερον εἶναι καὶ αὐτόνομον, χρῆσθαι δὲ καὶ Σαυνίτας καὶΛευκανοὺς καὶ πάντας Βρεττίους τοῖς αὑτῶν νόμοις, Πύρρου ὄντας συμμάχους,Ῥωμαίους δὲ Λατίνων ἄρχειν μόνων. πρὸς ταῦτα οἱ μὲν ἀντέλεγον, αἰσχρὰ πρὸςδὲ καὶ βλαβερὰ εἶναι φάμενοι τῆι πόλει, τοῖς δ' οὐκ ἐδόκει ἀντιτείνειν, τὸνπερὶ τῶν ὅλων κίνδυνον δεδιόσι. καί τις τῶν ἐκ μέσου ἀνὴρ ἐπαινούμενος ‘ἄμει-νον ἄν’ ἔφη ‘βουλευσαίμεθα, εἰ καὶ Ἄππιον σύμβουλον λάβοιμεν’· ὁ γὰρ ἀνὴρσὺν τῶι φρονίμωι καὶ φιλόπολις ἐδόκει. καλεῖ〈ται〉 οὖν· καὶ ὡς ἧκε, λέγουσιναὐτῶι ἐφ' οἷς ἠξίου συμβαίνειν ὁ βασιλεύς. τὸν δὲ ἐπὶ πολὺν χρόνον σιωπή-σαντα εἰπεῖν μόλις ‘πάλαι μέν, ὦ βουλή, ὑπερηχθόμην ἀνάπηρος ὤν, νῦν δὲπολλὴν τῆι συμφορᾶι ταύτηι χάριν ἔχω, μὴ ὁρᾶν ὑμᾶς τοὺς τοιαῦτα βουλευο-μένους· εἴθε δέ με καὶ κωφὸν γεγονέναι, ἵνα μηδὲ ἀκούοιμι αἰσχρῶν λόγων’.κἀντεῦθεν ἐπεδείκνυε τό τε ἐπικίνδυνον καὶ ἄδοξον τῆς συμβάσεως. (3) ὅμοιον δὲ καὶ τὸ Καίσωνος. ὁ γὰρ δὴ Καίσων τῶι παρὰ Καρχηδονίωνπρεσβευτῆι ταχθεὶς ἐλθεῖν εἰς λόγους (ὁ δὲ τάξας ἦν Ἄππιος 〈ὁ〉 ἐπὶ Σικελίαςπρῶτος στρατηλατῶν), ἐπεὶ παριὼν ὁ Φοῖνιξ εἶπε καὶ ἐμεγαληγόρει περὶτῆς Καρχηδόνος, Ῥωμαίοις δὲ ἐπετίμα διότι ἐπιχειροῦσι περὶ νήσου πρὸςαὐτοὺς πολεμεῖν οὔτε ναυτικὸν ἔχοντες οὔτε ἔμπειροι ἀγώνων ὄντες θαλαττίων,τῆς Καρχηδόνος τοσούτους χρόνους ἐνδυναστευούσης τῆι θαλάττηι, καὶ νε-ωστὶ Πύρρον ἰδόντες ὑπ' αὐτῶν κατανεναυμαχημένον τηλικοῦτον βασιλέα—ταῦτα τοῦ Καρχηδονίου λέγοντος, ‘ἡμεῖς’ εἶπεν ‘οὕτως πεφύκαμεν (ἐρῶ δέ σοιἔργα ἀναμφισβήτητα, ἵνα ἔχηις ἀπαγγέλλειν τῆι πόλει)· τοῖς πολεμοῦσιν εἰςτὰ ἐκείνων ἔργα συγκαταβαίνομεν, κἀν τοῖς ἀλλοτρίοις ἐπιτηδεύμασι περίεσμεντῶν ἐκ πολλοῦ αὐτὰ ἠσκηκότων. Τυρρηνοὶ γὰρ ἡμῖν ἐπολέμουν χαλκάσπιδες καὶφαλαγγηδόν, οὐ κατὰ σπείρας μαχόμενοι· καὶ ἡμεῖς μεθοπλισθέντες καὶ τὸνἐκείνων ὁπλισμὸν μεταλαβόντες παρεταττόμεθα αὐτοῖς, καὶ τοὺς ἐκ πλείστουἐθάδας τῶν ἐν φάλαγγι ἀγώνων οὕτως ἀγωνιζόμενοι ἐνικῶμεν. οὐκ ἦν ὁ Σαυ-νιτικὸς ἡμῖν θυρεὸς πάτριος, οὐδ' ὑσσοὺς εἴχομεν, ἀλλ' ἀσπίσιν ἐμαχόμεθα