Apophthegmata Romana
- Edition reference
- Apophthegmata Romana, FGrH #839:3C: 905–908.
- CTS identifier
urn:cts:greekLit:tlg1139.tlg030.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
καὶ δόρασιν· ἀλλ' οὐδ' ἱππεύειν ἰσχύομεν, τὸ δὲ πᾶν ἢ τὸ πλεῖστον τῆς Ῥωμαικῆςδυνάμεως πεζὸν ἦν. ἀλλὰ Σαυνίταις καταστάντες εἰς πόλεμον, καὶ τοῖς ἐκείνωνθυρεοῖς καὶ ὑσσοῖς ὁπλισθέντες ἱππεύειν τε αὑτοὺς ἀναγκάσαντες, ἀλλοτρίοιςὅπλοις καὶ ζηλώμασιν ἐδουλωσάμεθα τοὺς μέγα ἐφ' ἑαυτοῖς πεφρονηκότας.οὐδὲ πολιορκεῖν, ὦ Καρχηδόνιοι, ἐγινώσκομεν· ἀλλὰ παρὰ τῶν Ἑλλήνωνμαθόντες, ἀνδρῶν τοῦ ἔργου πεπειραμένων, κἀκείνων τῶν ἐπιστημόνων καὶπάντων ἀνθρώπων ἐν πολιορκίαι δεδυνήμεθα πλέον. μὴ δὴ Ῥωμαίους ἀναγ-κάσητε ἅψασθαι τῶν θαλαττίων· εἰ γὰρ ἡμῖν δεήσει ναυτικοῦ, πλείους μὲν καὶἀμείνους ὑμῶν ἐν ὀλίγωι χρόνωι κατασκευασόμεθα ναῦς, κρεῖττον δὲ ναυμαχή-σομεν τῶν ἐκ πλείστου ναυτικῶν‘. καὶ οὐκ ἐψεύσατο ὁ Καίσων· βιασθέντεςγὰρ ὑπὸ Καρχηδονίων ναυμαχῆσαι, εὐθὺς τῆι πρώτηι περιεγένοντο ναυμαχίαι,Δουιλίου στρατηγοῦντος. (4) Μάνιος δὲ Βαλέριος, 〈ὁ〉 τὰς πρὸς Ἱέρωνα συνθήκας ποιησάμενος,δοκεῖ καὶ βραχέως καὶ ἀληθῶς εἰπὼν προτρέψαι τὴν βουλὴν ἔχεσθαι τῶνναυτικῶν ὅτι ’περὶ νήσου καὶ ἐν νήσωι μαχομένους οὐκ ἔστι τῶι παντὶ νικᾶν μὴναυκρατοῦντας‘. καὶ οὐδ' οὗτος ἐψεύσατο· τῶι γὰρ τρίτωι καὶ εἰκοστῶι τῶνἐτῶν ναυμαχίαι κρατήσαντες Καρχηδονίων Σικελίαν τε ἔσχον, περὶ ἧς ὁ ἀγών,καὶ φόρου τοὺς Φοίνικας ἐποιήσαντο ὑποτελεῖς. μαντικὰ ταῦτα ἐκ λογισμοῦἔμφρονος, ἐπιμεμαρτυρημένα ἔργων ἐκβάσει. (5) μὴ ἄρα καὶ τὸ Ῥέμου τοιοῦτον ἦν. ὅτε γὰρ δὴ τὴν Ἀλβανῶν βασιλείαν οἱπερὶ τὸν Ῥωμύλον Νεμέτορι ἀποδόντες τῶι πάππωι κτίζειν ἔγνωσαν ἰδίαναὑτῶν πόλιν, περὶ τοῦ τόπου ἐν ὧι κτιστέον διεφέροντο· καὶ Ῥωμύλου τὸΠαλάτιον προκρίνοντος, ἐν ὧι καὶ ἐγεννήθησαν καὶ ἐτράφησαν, ὁ Ῥέμος ἕτερονπροηιρεῖτο χωρίον καὶ αὐτὸ παρὰ τὸν Τίβεριν ὄν, καὶ μέχρι τοῦ νῦν ὁ τόποςκαλεῖται Ῥεμορία. ἀπαραχωρήτως δ' ἄμφω διὰ φιλοτιμίαν ἔχοντες, συντίθενταιθεοῖς ἐπιτρέψαι τὸ πρᾶγμα, καὶ ἐν ἡμέραι τινὶ ῥητῆι ἅμα ἀνίσχοντι ἡλίωιὀρνιθεύεσθαι ἐν τῶι αὑτοῦ χωρίωι ἑκάτερον· ὁποτέρωι *** EUSEB. P.E. 9, 36: (c. 35: Timochares 165 F 1).<ὁ δὲ τῆς Συρίας [σχοινομέτρης] σχοινομέτρησιν γράψας ἐν τῆιπρώτηι> φησὶ κεῖσθαι Ἱεροσόλυμα ἐπὶ μετεώρου τε καὶ τραχέος τόπου·ὠικοδομῆσθαι δέ τινα μὲν μέρη τοῦ τείχους ἀπὸ λίθου ξεστοῦ, τὰ δὲ πλεῖσταἀπὸ χάλικος· καὶ ἔχειν τὴν περίμετρον τὴν πόλιν σταδίων κ̅ζ̅, ὑπάρχειν δὲ καὶπηγὴν ἐν τῶι χωρίωι ὕδωρ δαψιλὲς ἀναβλύζουσαν. HARPOKR. EPIT. (PHOT. SUD. ET. M. p. 786, 5) s.v. Τριτοπάτο-ρες· Δήμων ἐν τῆι Ἀτθίδι (327 F 2) φησὶν ἀνέμους εἶναι τοὺς Τριτοπάτορας.Φιλόχορος (328 F 182) δὲ τοὺς Τριτοπάτορας πάντων γεγονέναι πρώτους ....Φανόδημος δὲ ἐν Ϛ̅ (325 F 6) φησὶν ὅτι μόνοι Ἀθηναῖοι θύουσί τε καὶ εὔχονταιαὐτοῖς ὑπὲρ γενέσεως παίδων, ὅταν γαμεῖν μέλλωσιν. ἐν δὲ τῶι ὈρφέωςΦυσικῶι (F 318 Kern) ὀνομάζεσθαι τοὺς Τριτοπάτορας Ἀμαλκείδην καὶΠρωτοκλέα καὶ Πρωτοκρέοντα, θυρωροὺς καὶ φύλακας ὄντας τῶν ἀνέμων.<ὁ δὲ τὸ Ἐξηγητικὸν ποιήσας Οὐρανοῦ καὶ Γῆς φησὶν αὐτοὺςεἶναι, ὀνόματα δὲ αὐτῶν Κόττον, Βριάρεων, καὶ Γύγην.> PARTHEN. Narr. am. 21: Περὶ Πεισιδίκης. λέγεται δὲ καὶ ὅτε Ἀχιλλεὺςπλέων τὰς προσεχεῖς τῆι ἠπείρωι νήσους ἐπόρθει, προσσχεῖν αὐτὸν Λέσβωι· ἔνθα δὴ καθ'ἑκάστην τῶν πόλεων αὐτὸν ἐπιόντα κεραίζειν. (2) ὡς δὲ οἱ Μήθυμναν οἰκοῦντες μάλα κρα-τερῶς ἀντεῖχον, καὶ ἐν πολλῆι ἀμηχανίαι ἦν διὰ τὸ μὴ δύνασθαι ἑλεῖν τὴν πόλιν, Πεισιδίκηντινὰ Μηθυμναίαν, τοῦ βασιλέως θυγατέρα, θεασαμένην ἀπὸ τοῦ τείχους τὸν Ἀχιλλέα ἐρασ-θῆναι αὐτοῦ, καὶ οὕτως τὴν τροφὸν διαπεμψαμένην ὑπισχνεῖσθαι ἐγχειρίσειν αὐτῶι τὴν πόλιν,εἴγε μέλλοι αὐτὴν γυναῖκα ἕξειν. (3) ὁ δὲ τὸ μὲν παραυτίκα καθωμολογήσατο· ἐπεὶμέντοι ἐγκρατὴς 〈τῆς〉 πόλεως ἐγένετο, νεμεσήσας ἐπὶ τῶι δρασθέντι προυτρέψατο τοὺςστρατιώτας καταλεῦσαι τὴν κόρην. (4) μέμνηται τοῦ πάθους τοῦδε καὶ ὁ τὴν Λέσβου κτίσινποιήσας ἐν τοῖσδε· <«ἔνθα δὲ Πηλείδης κατὰ μὲν κτάνε Λάμπετον Ἴρου, /ἐκ δ' Ἱκετάονα πέφνεν, ἰθαιγενέος Λεπετύμνου / υἱέα Μηθύμνης τε, καὶἀλκηέστατον ἄλλων / αὐτοκασίγνητον Ἑλικάονος ἔνδοθι πάτρης / †τηλί-κον Ὑψίπυλον· θαλερὴ δέ μιν ἄασε Κύπρις. / ἣ γὰρ ἐπ' Αἰακίδηι κούρηιφρένας ἐκπτοίησεν / Πεισιδίκηι, ὅτε τόν γε μετὰ προμάχοισιν Ἀχαιῶν /χάρμηι ἀγαλλόμενον θηέσκετο, πολλὰ δ' ἐς ὑγρὴν / ἠέρα χεῖρας ἔτεινενἐελδομένη φιλότητος».> εἶτα μικρὸν ὑποβάς· <«δέκτο μὲν αὐτίκα λαὸν Ἀχαιι-κὸν ἔνδοθι πάτρης / παρθενικὴ κληῖδας ὑποχλίσσασα πυλάων· / ἔτληδ' οἷσιν ἰδέσθαι ἐν ὀφθαλμοῖσι τοκῆας / χαλκῶι ἐληλαμένους καὶ δούλιαδεσμὰ γυναικῶν / ἑλκομένων ἐπὶ νῆας ὑποσχεσίηις' Ἀχιλῆος, / ὄφρανυὸς γλαυκῆς Θέτιδος πέλοι, ὄφρα οἱ εἶεν / πενθεροὶ Αἰακίδαι, Φθίηιδ' ἐνὶ δώματα ναίοι / ἀνδρὸς ἀριστῆος πινυτὴ δάμαρ (οὐδ' ὅγ' ἔμελλεν /τὰ ῥέξειν), ὀλοῶι δ' ἐπαγάσσετο πατρίδος οἴτωι. / ἔνθ' ἥγ' αἰνότατονγάμον εἴσιδε Πηλείδαο / Ἀργείων ὑπὸ χερσὶ δυσάμμορος, οἵ μιν ἔπεφνον/ πανσυδίηι θαμινῆισιν ἀράσσοντες λιθάδεσσιν».> PAUSAN. 10, 19, 3: τὸ ἀπὸ τούτου δὲ ἔρχομαι διηγησόμενος λόγον Λέσβιον.ἁλιεῦσιν ἐν Μηθύμνηι τὰ δίκτυα ἀνείλκυσεν ἐκ θαλάσσης πρόσωπον ἐλαίας ξύλου πεποιη-μένον· τοῦτο ἰδέαν παρείχετο φέρουσαν μὲν [τοι] ἐς τὸ θεῖον, ξένην δὲ καὶ ἐπὶ θεοῖς Ἑλληνι-κοῖς οὐ καθεστῶσαν. εἴροντο οὖν οἱ Μηθυμναῖοι τὴν Πυθίαν ὅτου θεῶν ἢ καὶ ἡρώων ἐστὶνἡ εἰκών, ἡ δὲ αὐτοὺς σέβεσθαι Διονύσου κεφαλὴν Φαλλῆνος ἐκέλευσεν. ἐπὶ τούτωι οἱ Μηθυ-μναῖοι ξόανον μὲν τὸ ἐκ τῆς θαλάσσης παρὰ σφίσιν ἔχοντες καὶ θυσίαις καὶ εὐχαῖς τιμῶσι,χαλκοῦν δὲ ἀποπέμπουσιν ἐς Δελφούς. COD. LAUR. 56, 1 (s. XIII/XIV) fol. 12: (1) Θαλῆς ὁ Μιλή-σιος, εἷς τῶν ζ̅ σοφῶν, φησὶ διὰ τοὺς ἐτησίας γίνεσθαι τὴν ἀναπλήρωσιν·πνεῖν γὰρ αὐτοὺς ἐναντίους τῶι ποταμῶι, καὶ τὰ στόματα κεῖσθαι κατὰ τὴνπνοὴν αὐτῶν· τὸν μὲν οὖν ἄνεμον ἐξ ἐναντίας πνέοντα κωλύειν τὴν ἔκβασιν τοῦποταμοῦ ἐκπίπτειν εἰς τὴν θάλασσαν, τὸ δὲ κῦμα προσπῖπτον ἀντίον τοῖς στό-μασι καὶ οὔριον ὂν ἀνακόπτειν τὸν ποταμόν, καὶ 〈τὴν〉 ἀναπλήρωσιν οὕτωςφησὶ γίνεσθαι τοῦ ποταμοῦ. (2) Ἀναξαγόρας δὲ ὁ φυσικός φησι τῆς χιόνος τηκομένης τὴν ἀναπλήρωσιντοῦ Νείλου γίνεσθαι· ὡσαύτως δὲ καὶ Εὐριπίδης καὶ ἕτεροί τινες τραγωιδιῶνποιηταί. ἀλλ' Ἀναξαγόρας μὲν αὐτὴν τὴν γένεσιν ποίησιν λέγει τῆς ἀναπλη-ρώσεως, ὡς αὐτὸς εἴρηκεν, Εὐριπίδης δὲ καὶ τὸν τόπον ἀφορίζει, λέγων οὕτωςἐν δράματι Ἀρχελάωι (F 228 N2) «Δαναὸς ὁ πεντήκοντα θυγατέρων πατήρ /Νείλου λιπὼν κάλλιστον ἐκ γαίας ὕδωρ, / ὃς ἐκ μελαμβρότοιο πληροῦταιῥοὰς / Αἰθιοπίδος γῆς, ἡνίκ' ἂν τακῆι χιών / τεθριππεύοντος Ἡλίου κατ'αἰθέρα»· καὶ ἐν Ἑλένηι (vv. 1 ff.) «Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί, /ὃς ἀντὶ δίας ψεκάδος Αἰγύπτου πέδον / λευκῆς τακείσης χιόνος ὑγραίνει γύας».καὶ Αἰσχύλος (F 300 N2) «γένος (?) μὲν αἰνεῖν ἐκμαθὼν ἐπίσταμαι / Αἰθιο-πίδος γῆς, ἔνθα Νεῖλος ἑπτάρους / γαῖαν κυλίνδων πνευμάτων ἐπομβρίαι, /ἐν ἧι πυρωτὸν †μηνὸς ἐκλάμψαν φλόγα / τήκει πετραίην χιόνα· πᾶσα δ'