De Nilo
- Edition reference
- De Nilo, FGrH #647: 3C:199–203.
- CTS identifier
urn:cts:greekLit:tlg1139.tlg035.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3c,647,F
1
εὐθαλὴς / Αἴγυπτος, ἁγνοῦ νάματος πληρουμένη, / φερέσβιον Δήμητρος ἀντέλλει
στάχυν«.
3c,647,F
1
(3) Καλλισθένης δὲ ὁ ἱστοριογράφος (124 F 12) πρὸς τὰ μικρῶι πρότερον
εἰρημένα ὑπὸ Ἀναξαγόρου τε καὶ Εὐριπίδου ἀντεῖπεν, αὐτὸς δὲ τῆι ἑαυτοῦ
γνώμηι χρώμενός φησιν »ὑδάτων γινομένων κατὰ τὴν Αἰθιοπίαν κατὰ τὴν
Κυνὸς ἀνατολὴν ἕως ἐπιτολῆς Ἀρκτούρου, καθ' οὓς χρόνους καὶ οἱ ἐτησίαι
πνέουσιν«. τούτους γάρ φησι τοὺς ἀνέμους μάλιστα τὰ νέφη πνέοντας πρὸς τὴν
Αἰθιοπίαν ἄγειν, ὧν δὴ καὶ προσπιπτόντων πρὸς τὰ ὄρη καταρρήγνυσθαι πολὺ
πλῆθος ὕδατος, ἀφ' οὗ τὸν Νεῖλον πληρούμενον ἀναβαίνειν συμβαίνει.
(4) Δημόκριτος (cf. Vorsokr.5 68 A 99) δὲ λέγει περὶ μὲν χειμερινὰς τροπὰς
τοὺς περὶ τὰς Ἄρκτους χιονίζεσθαι τόπους, περὶ τροπὰς δὲ θερινὰς μεταστάντος
τοῦ ἡλίου τηκομένης τῆς χιόνος καὶ ἀτμιζομένης ἀπὸ τῆς τήξεως νέφη γίνεσθαι,
ἃ τοὺς ἐτησίας ὑπολαμβάνοντας φέρειν πρὸς μεσημβρίαν· συνωθουμένων δὲ
τῶν νεφῶν ἐπὶ τὴν Αἰθιοπίαν καὶ τὴν Λιβύην ὄμβρον γίνεσθαι πολύν, ὃν κα-
ταρρέοντα πληροῦν τὸν Νεῖλον.
(5) Εὐθυμένης δὲ ὁ Μασσαλιώτης αὐτὸς πεπλευκώς φησιν εἰς τὴν ἔξω
θάλασσαν ἐπιρρεῖν ἕως εἰς τὴν Λιβύην ἐστραμμένην τε εἶναι πρὸς Βορέαν τε
καὶ Ἄρκτους, καὶ τὸν μὲν ἄλλον χρόνον κενὴν εἶναι τὴν θάλασσαν, τοῖς δὲ
ἐτησίαις ἀνωθουμένην ὑπὸ τῶν πνευμάτων πληροῦσθαι καὶ ῥεῖν ἔσω ταῖς
ἡμέραις ταύταις, παυσαμένων δὲ τῶν ἐτησίων ἀναχωρεῖν. εἶναι δὲ αὐτὴν καὶ
γλυκεῖαν, καὶ κήτη παραπλήσια τοῖς ἐν τῶι Νείλωι κροκοδείλοις καὶ ἱππο-
ποτάμοις ἔχειν.
(6) Οἰνοπίδης δὲ ὁ Χῖος (cf. Vorsokr.5 41 A 11) λέγει τοῦ 〈μὲν〉 χειμῶνος
τῶν ποταμῶν ἀναξηραίνεσθαι τὰς πηγάς, ἐν δὲ τῶι θέρει θερμαινομένας ῥεῖν.
τοῦ μὲν οὖν ἀναπληροῦσθαι τὴν γινομένην ξηρασίαν τὸ αἴτιον τῶν οὐρανίων
ὑδάτων ἐπιγινομένων τοῖς χειμῶσι συμβαίνει, τὸν δὲ Νεῖλον οὐχ ὑόμενον τότε
ἐνδεῆ γινόμενον μὴ συναναπληροῦν, καὶ διὰ τοῦτο τοῦ χειμῶνος ἥσσονα αὐτὸν
γίνεσθαι, τοῦ δὲ θέρους πλήρη.
(7) Ἡρόδοτος (2, 24 ff.) δὲ τοῖς μὲν λοιποῖς ὑπεναντία λέγει, παραπλησίως
δὲ Οἰνοπίδηι. τὴν μὲν γὰρ ῥύσιν τοῦ Νείλου φησὶ τοιαύτην ὥστε ἀεὶ πληροῦν
τὸν ποταμόν, τὸν δὲ ἥλιον τοῦ χειμῶνος κατὰ τὴν Λιβύην ποιούμενον τὴν
πορείαν ἀναξηραίνειν τὸν Νεῖλον, ἐπὶ δὲ τὰς θερινὰς τροπὰς μεθιστάμενον πρὸς
τὴν Ἄρκτον ἰέναι.
2
AETIOS Plac. 4, 1 p. 384 ff. Diels:
Περὶ Νείλου ἀναβάσεως. (1) Θαλῆς τοὺς ἐτησίας ἀνέμους οἴεται πνέοντας
τῆι Αἰγύπτωι ἀντιπροσώπους ἐπαίρειν τοῦ Νείλου τὸν ὄγκον διὰ τὸ τὰς ἐκροὰς
αὐτοῦ τῆι παροιδήσει τοῦ ἀντιπαρήκοντος πελάγους ἀνακόπτεσθαι.
(2) Εὐθυμένης ὁ Μασσαλιώτης ἐκ τοῦ ὠκεανοῦ καὶ τῆς ἔξω θαλάσσης
γλυκείας κατ' αὐτὸν οὔσης νομίζει πληροῦσθαι τὸν ποταμόν.
(3) Ἀναξαγόρας ἐκ τῆς χιόνος τῆς ἐν τῆι Αἰθιοπίαι τηκομένης μὲν τῶι
θέρει, ψυχομένης δὲ τῶι χειμῶνι.
(4) Δημόκριτος τῆς χιόνος τῆς ἐν τοῖς πρὸς ἄρκτον μέρεσιν ὑπὸ θερινὰς
τροπὰς ἀναλυομένης τε καὶ διαχεομένης νέφη μὲν ἐκ τῶν ἀτμῶν πιλοῦσθαι,
τούτων δὲ συνελαυνομένων πρὸς μεσημβρίαν καὶ τὴν Αἰθιοπίαν ὑπὸ τῶν ἐτη-
σίων ἀνέμων ἀποτελεῖσθαι ῥαγδαίους ὄμβρους, ὑφ' ὧν ἀναπίμπλασθαι τάς τε
λίμνας καὶ τὸν Νεῖλον ποταμόν.
(5) Ἡρόδοτος ὁ συγγραφεὺς ἴσον μὲν ἐκ τῶν πηγῶν φέρεσθαι χειμῶνος καὶ
θέρους, φαίνεσθαι δὲ ἐλάττονα τοῦ χειμῶνος διὰ τὸ ἐν τούτωι τῶι καιρῶι
πλησίον ἰόντα τὸν ἥλιον τῆς Αἰγύπτου ἐξατμίζειν τὰ νάματα.
(6) Ἔφορος ὁ ἱστοριογράφος (70 F 65) κατὰ θέρος φησὶν ἀναχαλᾶσθαι τὴν
ὅλην Αἴγυπτον καὶ οἱονεὶ ἐξιδροῦν τὸ πολὺ νᾶμα. συνδίδωσι δ' αὐτῆι καὶ ἡ
Ἀραβία καὶ ἡ Λιβύη παρὰ τὸ ἀραιὸν καὶ ὑπόψαμμον.
3
SCHOL. APOLL. RHOD. 4, 269/71a: περὶ τῆς τοῦ Νείλου ἀναδό-
σεως διάφοροι αἰτίαι παρὰ τοῖς παλαιοῖς ἐλέγοντο. (1) Ἀναξαγόρας μὲν
γάρ φησι διὰ τῆξιν τῆς χιόνος πληθύειν αὐτόν, ὧι ἕπεται καὶ Εὐριπίδης λέγων.
»Νείλου μὲν αἵδε καλλιπάρθενοι ῥοαί / ** / λευκῆς τακείσης χιόνος ὑγραίνει
γύην«. καὶ Αἰσχύλος δὲ καὶ Σοφοκλῆς ὑπέλαβον τοὺς ὑπὲρ τὴν Αἴγυπτον
χιονίζεσθαι τόπους, καὶ τηκομένης τῆς χιόνος τὴν χύσιν εἰς τὸν Νεῖλον ἐκδί-
δοσθαι. (2) Νικαγόρας (V) δέ φησιν ἀπὸ τῶν ἀντοίκων αὐτὸν ῥεῖν. (3)
Δημόκριτος δὲ ὁ φυσικὸς *** ἀπὸ τοῦ κατὰ μεσημβρίαν ὑπερκειμένου πελάγους
λαμβάνειν τὸν Νεῖλον τὴν ἐπίχυσιν, ἀπογλυκαίνεσθαι δὲ τὸ ὕδωρ διὰ τὸ διά-
στημα καὶ τὸ μῆκος τοῦ πόρου καὶ ὑπὸ τοῦ καύματος ἀφεψόμενον· διὸ καὶ
ἐναντίαν φησὶν ἔχειν τὴν γεῦσιν. (4) Οἰνοπίδης δὲ ὁ Χῖος, ὅτι χειμῶνος
ὢν ὑπὸ γῆν ὁ ἥλιος †ἐκπέμπει τὸ ὕδωρ, τοῦ δὲ θέρους γενόμενος ὑπὲρ γῆν
οὐκέτι διὰ τὸ μᾶλλον θερμαίνεσθαι αὐτήν· διὸ κεχαραδρωμένη ἡ γῆ πλεῖον
ὕδωρ ἀναδίδωσιν. (5) Ἔφορος δὲ ποταμόχωστον εἶναί φησι τὴν Αἴγυπτον,
ῥηγνυμένης δὲ τῆς γῆς ὑπὸ τοῦ ἡλίου τῶι ἔαρι ἀναπηδᾶν τὸ ὕδωρ, καὶ ἐπαύξεσθαι
τὸ ῥεῦμα. (6) Θαλῆς δὲ ὁ Μιλήσιός φησιν ὑπὸ τῶν ἐτησίων †συνελαυνόμενα
τὰ νέφη κατὰ τὰ ὄρη τῆς Αἰθιοπίας αὐτόθι ῥήγνυσθαι†· ὅταν γὰρ τοῦ ποταμοῦ
ἐξεναντίας συστῶσιν αἱ πνοαὶ προσπίπτουσαι τῆι θαλάσσηι, ἐκ τῆς ἀποπεμ-
πομένης πλήσμης τὰς ὑπερχύσεις ἀναδέχεσθαι τὸν Νεῖλον. (7) Διογένης
δὲ ὁ Ἀπολλωνιάτης ὑπὸ τοῦ ἡλίου ἁρπάζεσθαι τὸ ὕδωρ τῆς θαλάσσης, ὃ τότε
εἰς τὸν Νεῖλον καταφέρεσθαι· οἴεται γὰρ πληροῦσθαι τὸν Νεῖλον ἐν τῶι θέρει
διὰ τὸ τὸν ἥλιον εἰς τοῦτον τὰς ἀπὸ γῆς ἰκμάδας τρέπειν.
DIONYS. HAL. A. R. 1, 8, 3: σχῆμα δὲ ἀποδίδωμι τῆι πραγμα-τείαι οὔθ' ὁποῖον οἱ τοὺς πολέμους ἀναγράψαντες ἀποδεδώκασι ταῖς ἱστορίαιςοὔθ' ὁποῖον οἱ τὰς πολιτείας αὐτὰς ἐφ' ἑαυτῶν διηγησάμενοι οὔτε ταῖς χρονικαῖςπαραπλήσιον ἃς ἐξέδωκαν οἱ τὰς Ἀτθίδας πραγματευσάμενοι· μονοειδεῖς γὰρἐκεῖναί τε καὶ ταχὺ προσιστάμεναι τοῖς ἀκούουσιν. IOSEPH. c. Ap. 1, 17: οὐδ' αὖ περὶ τῶν Ἀττικῶν οἱ τὰς Ἀτθίδαςσυγγεγραφότες ἢ περὶ τῶν Ἀργολικῶν οἱ τὰ περὶ Ἄργος ἱστοροῦντες ἀλλήλοιςκατηκολουθήκασι. STRABON 5, 2, 4 p. 221: καὶ οἱ τὴν Ἀτθίδα συγγράψαντες ἱστοροῦσιπερὶ τῶν Πελασγῶν ὡς καὶ Ἀθήνησι γενομένων [τῶν Πελασγῶν]· διὰ δὲ τὸπλανήτας εἶναι καὶ δίκην ὀρνέων ἐπιφοιτᾶν ἐφ' οὓς ἔτυχε τόπους Πελαργοὺςὑπὸ τῶν Ἀττικῶν κληθῆναι. STRABON 9, 1, 6 p. 392: οἵ τε τὴν Ἀτθίδα συγγράψαντες, πολλὰ δια-φωνοῦντες, τοῦτό γε ὁμολογοῦσιν, οἵ γε λόγου ἄξιοι, διότι τῶν Πανδιονιδῶντεσσάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τετάρτου Νίσου,καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, ὁ Νίσος τὴν Μεγαρίδα λάχοικαὶ κτίσαι τὴν Νισαίαν. Φιλόχορος (328 F 107) μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχριτοῦ Πυθίου διήκειν αὐτοῦ φησι τὴν ἀρχήν, Ἄνδρων (10 F 14) δὲ μέχρι Ἐλευ-σῖνος καὶ τοῦ Θριασίου πεδίου. CLEM. AL. Strom. 1, 104: κατὰ δὲ τὸ ὀκτωκαιδέκατον ἔτος τῆς Ἀγα-μέμνονος βασιλείας Ἴλιον ἑάλω, Δημοφῶντος τοῦ Θησέως βασιλεύοντοςἈθήνησι τῶι πρώτωι ἔτει, Θαργηλιῶνος μηνὸς δευτέραι ἐπὶ δέκα, ὥς φησιΔιονύσιος ὁ Ἀργεῖος (308 F 1)· Ἀγίας δὲ καὶ Δερκύλος ἐν τῆι τρίτηι (305 F 2)μηνὸς Πανήμου ὀγδόηι φθίνοντος· Ἑλλάνικος (323a F 21b) δὲ δωδεκάτηιΘαργηλιῶνος μηνός· καί τινες τῶν τὰ Ἀττικὰ συγγραψαμένων ὀγδόηι φθίνον-