Testimonia
- Authority group
- Antiphon (catalogue association; authorship remains anonymous)
- Edition reference
- Testimonia, ed. H. Diels and W. Kranz, Die Fragmente der Vorsokratiker, vol. 2, 6th edn., Berlin: Weidmann, 1952: 334–337.
- CTS identifier
urn:cts:greekLit:tlg1147.tlg002.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
3
ἥδιον ποιεῖ ζῆν. εἰ οὖν ὥσπερ καὶ τῶν ἄλλων ἔργων οἱ διδάσκαλοι τοὺς μαθητὰς
μιμητὰς ἑαυτῶν ἀποδεικνύουσιν, οὕτω καὶ σὺ τοὺς συνόντας διαθήσεις, νόμιζε
κακοδαιμονίας διδάσκαλος εἶναι. καὶ ὁ Σωκράτης πρὸς ταῦτα εἶπε· (4) Δοκεῖς
μοι, ὦ Ἀντιφῶν, ὑπειληφέναι με οὕτως ἀνιαρῶς ζῆν, ὥστε πέπεισμαι σὲ μᾶλλον
ἀποθανεῖν ἂν ἑλέσθαι ἢ ζῆν ὥσπερ ἐγώ. ἴθι οὖν ἐπισκεψώμεθα τί χαλεπὸν ἤισθησαι
τοὐμοῦ βίου. (5) πότερον ὅτι τοῖς μὲν λαμβάνουσιν ἀργύριον ἀναγκαῖόν ἐστιν
ἀπεργάζεσθαι τοῦτο ἐφ' ὧι ἂν μισθὸν λάβωσιν, ἐμοὶ δὲ μὴ λαμβάνοντι οὐκ ἀνάγκη
διαλέγεσθαι ὧι ἂν μὴ βούλωμαι; ἢ τὴν δίαιτάν μου φαυλίζεις ὡς ἧττον μὲν ὑγιεινὰ
ἐσθίοντος ἐμοῦ ἢ σοῦ, ἧττον δὲ ἰσχὺν παρέχοντα; ... (10) ἔοικας, ὦ Ἀντιφῶν,
τὴν εὐδαιμονίαν οἰομένωι τρυφὴν καὶ πολυτέλειαν εἶναι· ἐγὼ δὲ νομίζω τὸ μὲν
μηδενὸς δεῖσθαι θεῖον εἶναι τὸ δ' ὡς ἐλαχίστων ἐγγυτάτω τοῦ θείου, καὶ τὸ μὲν
θεῖον κράτιστον, τὸ δ' ἐγγυτάτω τοῦ θείου ἐγγυτάτω τοῦ κρατίστου.
(11) πάλιν δέ ποτε ὁ Ἀντιφῶν διαλεγόμενος τῶι Σωκράτει εἶπεν· Ὦ Σώκρατες,
ἐγώ τοί σε δίκαιον μὲν νομίζω, σοφὸν δὲ οὐδ' ὁπωστιοῦν· δοκεῖς δέ μοι καὶ αὐτὸς
τοῦτο γιγνώσκειν· οὐδένα γοῦν τῆς συνουσίας ἀργύριον πράττει. καίτοι τό γε
ἱμάτιον ἢ τὴν οἰκίαν ἢ ἄλλο τι ὧν κέκτησαι νομίζων ἀργυρίου ἄξιον εἶναι οὐδενὶ
ἂν μὴ ὅτι προῖκα δοίης, ἀλλ' οὐδ' ἔλαττον τῆς ἀξίας λαβών. (12) δῆλον δὴ
ὅτι εἰ καὶ τὴν συνουσίαν ὤιου τινὸς ἀξίαν εἶναι, καὶ ταύτης ἂν οὐκ ἔλαττον τῆς
ἀξίας ἀργύριον ἐπράττου. δίκαιος μὲν οὖν ἂν εἴης, ὅτι οὐκ ἐξαπατᾶις ἐπὶ πλεο-
νεξίαι, σοφὸς δὲ οὐκ ἄν, μηδενός γε ἄξια ἐπιστάμενος. (13) ὁ δὲ Σωκράτης
πρὸς ταῦτα εἶπεν· Ὦ Ἀντιφῶν, παρ' ἡμῖν νομίζεται τὴν ὥραν καὶ τὴν σοφίαν
ὁμοίως μὲν καλόν, ὁμοίως δὲ αἰσχρὸν διατίθεσθαι εἶναι. τήν τε γὰρ ὥραν ἐὰν
μέν τις ἀργυρίου πωλῆι τῶι βουλομένωι, πόρνον αὐτὸν ἀποκαλοῦσιν, ἐὰν δέ τις,
ὃν ἂν γνῶι καλόν τε κἀγαθὸν ἐραστὴν ὄντα, τοῦτον φίλον ἑαυτῶι ποιῆται, σώ-
φρονα νομίζομεν· καὶ τὴν σοφίαν ὡσαύτως τοὺς μὲν ἀργυρίου τῶι βουλομένωι
πωλοῦντας σοφιστὰς ὥσπερ πόρνους ἀποκαλοῦσιν, ὅστις δέ, ὃν ἂν γνῶι εὐφυᾶ ὄντα,
διδάσκων, ὅ τι ἂν ἔχηι ἀγαθόν, φίλον ποιεῖται, τοῦτον νομίζομεν, ἃ τῶι καλῶι
κἀγαθῶι πολίτηι προσήκει, ταῦτα ποιεῖν. (14) ἐγὼ δ' οὖν καὶ αὐτός, ὦ Ἀντι-
φῶν, ὥσπερ ἄλλος τις ἢ ἵππωι ἀγαθῶι ἢ κυνὶ ἢ ὄρνιθι ἥδεται, οὕτω καὶ ἔτι μᾶλλον
ἥδομαι φίλοις ἀγαθοῖς, καὶ ἐάν τι ἔχω ἀγαθόν, διδάσκω, καὶ ἄλλοις συνίστημι
παρ' ὧν ἂν ἡγῶμαι ὠφελήσεσθαί τι αὐτοὺς εἰς ἀρετήν· καὶ τοὺς θησαυροὺς τῶν
πάλαι σοφῶν ἀνδρῶν, οὓς ἐκεῖνοι κατέλιπον ἐν βιβλίοις γράψαντες, ἀνελίττων
κοινῆι σὺν τοῖς φίλοις διέρχομαι. καὶ ἄν τι ὁρῶμεν ἀγαθόν, ἐκλεγόμεθα καὶ μέγα
νομίζομεν κέρδος, ἐὰν ἀλλήλοις φίλοι γιγνώμεθα. ἐμοὶ μὲν δὴ ταῦτα ἀκούοντι
ἐδόκει αὐτός τε μακάριος εἶναι καὶ τοὺς ἀκούοντας ἐπὶ καλοκἀγαθίαν ἄγειν.
(15) καὶ πάλιν ποτὲ τοῦ Ἀντιφῶντος ἐρομένου αὐτόν, πῶς ἄλλους μὲν ἡγοῖτο
πολιτικοὺς ποιεῖν, αὐτὸς δ' οὐ πράττοι τὰ πολιτικά, εἴπερ ἐπίσταιτο· Ποτέρως δ'
ἄν, ἔφη, ὦ Ἀντιφῶν, μᾶλλον τὰ πολιτικὰ πράττοιμι, εἰ μόνος αὐτὰ πράττοιμι ἢ
εἰ ἐπιμελοίμην τοῦ ὡς πλείστους ἱκανοὺς εἶναι πράττειν αὐτά;
4
ATHEN. XV 673 E F ἐκδόντος γὰρ τούτου [der Peripatetiker Adrastos]
πέντε μὲν βιβλία Περὶ τῶν παρὰ Θεοφράστωι ἐν τοῖς Περὶ ἠθῶν καθ' ἱστορίαν καὶ
λέξιν ζητουμένων, ἕκτον δὲ περὶ τῶν ἐν τοῖς Ἠθικοῖς Νικομαχείοις Ἀριστοτέλους,
ἐννοίας ἀμφιλαφεῖς παραθεμένου περὶ τοῦ παρὰ Ἀντιφῶντι τῶι τραγωιδιοποιῶι
[Nauck FGT p. 792] Πληξίππου καὶ πλεῖστα ὅσα καὶ περὶ αὐτοῦ τοῦ Ἀντιφῶν-
τος εἰπόντος, σφετερισάμενος [Hephaistion] καὶ ταῦτα ἐπέγραψέν τι βιβλίον Περὶ
τοῦ παρὰ Ξενοφῶντι ἐν τοῖς Ἀπομνημονεύμασιν Ἀντιφῶντος, οὐδὲν ἴδιον προσεξ-
ευρών.
5
DIOG. II 46 τούτωι [Sokrates] τις, καθά φησιν Ἀριστοτέλης ἐν τρίτωι
Περὶ ποιητικῆς [fr. 75 Rose], ἐφιλονίκει Ἀντίλοχος Λήμνιος καὶ Ἀ. ὁ τερατο-
σκόπος.
6
[PLUT.] Vit. X orat. 1 p. 833 c [Antiphon der Rhamnusier] λέγεται
δὲ τραγωιδίας συνθεῖναι ἰδίαι καὶ σὺν Διονυσίωι τῶι τυράννωι· ἔτι δ' ὢν πρὸς τῆι
ποιήσει <τέχνην ἀλυπίας> συνεστήσατο, ὥσπερ τοῖς νοσοῦσιν ἡ παρὰ τῶν ἰατρῶν
θεραπεία ὑπάρχει· ἐν Κορίνθωι τε κατεσκευασμένος οἴκημά τι παρὰ τὴν ἀγορὰν
προέγραψεν, ὅτι δύναται τοὺς λυπουμένους διὰ λόγων θεραπεύειν, καὶ πυνθανό-
μενος τὰς αἰτίας παρεμυθεῖτο τοὺς κάμνοντας. νομίζων δὲ τὴν τέχνην ἐλάττω ἢ
καθ' αὑτὸν εἶναι ἐπὶ ῥητορικὴν ἀπετράπη. εἰσὶ δ' οἳ καὶ τὸ Γλαύκου τοῦ Ῥηγίνου
<Περὶ ποιητῶν> βιβλίον [FHG II 23] εἰς Ἀντιφῶντα ἀναφέρουσι. PHILOSTR. V.
soph. I 15, 2 πιθανώτατος δὲ ὁ Ἀ.
γενόμενος καὶ προσρηθεὶς Νέστωρ ἐπὶ τῶι περὶ παντὸς εἰπὼν ἂν πεῖσαι νηπενθεῖς
ἀκροάσεις ἐπήγγειλεν, ὡς οὐδὲν οὕτω δεινὸν ἐρούντων ἄχος, ὃ μὴ ἐξελεῖν τῆς
γνώμης.
7
LUCIAN. V. hist. II 33 (Ὀνείρων νῆσος) καὶ πλησίον ναοὶ δύο Ἀπάτης
καὶ Ἀληθείας· ἔνθα καὶ τὸ ἄδυτόν ἐστιν αὐτοῖς καὶ τὸ μαντεῖον, οὗ προειστήκει
προφητεύων Ἀ. ὁ τῶν ὀνείρων ὑποκριτὴς ταύτης παρὰ τοῦ Ὕπνου λαχὼν τῆς
τιμῆς.
8
CLEM. Str. VII 24 [III 17, 18 St.] χαρίεν τὸ τοῦ Ἀντιφῶντος· οἰωνισα-
μένου τινός, ὅτι κατέφαγεν ὗς τὰ δελφάκια, θεασάμενος αὐτὴν ὑπὸ λιμοῦ διὰ μικρο-
ψυχίαν τοῦ τρέφοντος κατισχναμένην· ‘χαῖρε, εἶπεν, ἐπὶ τῶι σημείωι, ὅτι οὕτω
πεινῶσα τὰ σὰ οὐκ ἔφαγεν τέκνα.’
9
GNOMOL. VINDOB. 50 p. 14 Wachsm. Ἀ. ἐρωτηθείς, τί ἐστι μαντική,
εἶπεν· ‘ἀνθρώπου φρονίμου εἰκασμός.’ λέγεται δὲ τραγωιδίας συνθεῖναι καὶ ἰδίαι
καὶ σὺν Διονυσίωι τῶι τυράννωι.
{ΑΝΤΙΦΩΝΤΟΣ ΑΛΗΘΕΙΑΣ Α̅Β̅} GAL. in Hipp. de med. off. XVIII B 656 K.ὥσπερ καὶ ὁ Ἀ. ἐν τῶι προτέρωι τῆς Ἀληθείας οὕτω λέγων·<ταῦτα δὲ γνοὺς εἴσηι ἕν τι οὐδὲν 〈ὂν〉 αὐτῶι οὔτε ὧνὄψει ὁρᾶι 〈ὁ ὁρῶν〉 μακρότατα οὔτε ὧν γνώμηι γιγνώ-σκει ὁ μακρότατα γιγνώσκων‘.> HIPPOCR. de arte 2[p. 36, 18 Gomp.2 = C M G. I, 1 p. 10, 1]. δοκεῖ δή μοι τὸ μὲνσύμπαν τέχνη εἶναι οὐδεμία οὐκ ἐοῦσα· καὶ γὰρ ἄλογον τῶν ἐόντωντι ἡγεῖσθαι μὴ ἐόν· ἐπεὶ τῶν γε μὴ ἐόντων τίνα ἄν τις οὐσίηνθεησάμενος ἀπαγγείλειεν ὡς ἔστιν; εἰ γὰρ δὴ ἔστι γ' ἰδεῖν τὰμὴ ἐόντα ὥσπερ τὰ ἐόντα, οὐκ οἶδ', ὅπως ἄν τις αὐτὰ νομίσειε μὴἐόντα, ἅ γε εἴη καὶ ὀφθαλμοῖσιν ἰδεῖν καὶ γνώμηι νοῆσαι ὡς ἔστιν.ἀλλ' ὅπως μὴ οὐκ ἦι τοῦτο τοιοῦτον· ἀλλὰ τὰ μὲν ἐόντα αἰεὶ ὁρᾶ-ταί τε καὶ γινώσκεται, τὰ δὲ μὴ ἐόντα οὔτε ὁρᾶται οὔτε γινώσκεται.γινώσκεται τοίνυν, δεδιδαγμένων ἤδη 〈τῶν εἰδέων, ἑκάστη〉 τῶντεχνέων, καὶ οὐδεμία ἐστὶν ἥ γε ἔκ τινος εἴδεος οὐχ ὁρᾶται. οἶμαιδ' ἔγωγε καὶ τὰ ὀνόματα αὐτὰς διὰ τὰ εἴδεα λαβεῖν· ἄλογον γὰρἀπὸ τῶν ὀνομάτων ἡγεῖσθαι τὰ εἴδεα βλαστάνειν καὶ ἀδύνατον· τὰμὲν γὰρ ὀνόματα [φύσεως] νομοθετήματά ἐστιν, τὰ δὲ εἴδεα οὐ νο-μοθετήματα, ἀλλὰ βλαστήματα. GAL. in Hipp. de med. off. a. O.καί· <’πᾶσι γὰρ ἀνθρώποις ἡ γνώμη τοῦ σώματος ἡγεῖταικαὶ εἰς ὑγίειαν καὶ νόσον καὶ εἰς τὰ ἄλλα πάντα.‘> POLLUX VI 143 <’ἀπαρασκεύωι γνώ-μηι‘> ἐν τοῖς <Περὶ ἀληθείας> Ἀ. εἶπεν, ἀπαρασκεύαστον δὲ ἐν