The Greek Library Catalogue

Anonymous

Fragmenta de glossis Homericis

Edition reference
Fragmenta de glossis Homericis, ed. S. Neitzel, Die Fragmente des Grammatikers Dionysios Thrax. Die Fragmente der Grammatiker Tyrannion und Diokles. Apions Glossai Homerikai [Sammlung griechischer und lateinischer Grammatiker 3. Berlin: De Gruyter, 1977]: 213–218, 220–300.
CTS identifier
urn:cts:greekLit:tlg1152.tlg004.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

25

ἔνδοξος, οἷον αὐδωμένη, ἐπὶ Κίρκης καὶ Καλυψοῦς. τινὲς δὲ αὐδηέσσας

αὐτὰς λέγουσιν, ὅτι εἰς ὁμιλίας ἦλθον ἀνθρώπῳ τῷ Ὀδυσσεῖ.

26

ἀχαρίστερον υ 392

Ap. S. 50, 3 = 773 Stein.: <ἀχαρίστερον>· ἀχαριστότερον. ὁ δὲ

Ἀπίων λυπηρότερον.

27

ἄχος Β 171 ...

Et. Gen. (AB, Sym.): <ἄχος>· ἡ λύπη ... ὁ δ' Ἀπίων ἄχος τὴν

λύπην τὴν σιωπὴν ἐπιφέρουσαν (ex Orione).

28

βαθυπέπλων

Ap. S. 50, 26 = 790 Stein.: <βαθυπέπλων>· ὁ Ἀπίων καλῶν. τὸ

αὐτὸ σημαίνει καὶ βαθυζώνων καὶ βαθυκόλπων· φαίνεται γὰρ ἐκ τῶν

τοιούτων ἐπιθέτων ἅμα μὲν τὰ μεγέθη τῶν σωμάτων, ἅμα δὲ τὸ σεμνὸν

τῆς περιστολῆς ...

29

βαμβαίνων Κ 375

Ap. S. 50, 21 = 787 Stein.: <βαμβαίνων>· διὰ τρόμον οὐκ ἠρεμοῦσαν

τὴν βάσιν ποιούμενος. ὁ δὲ Ἀπίων βῆμα πρὸ βήματος βαίνων καὶ

πορευόμενος. 〈ἢ〉 ἀπὸ τοῦ γινομένου ψόφου περὶ τὸ στόμα.

30

βέρεθρον Θ 14. μ 94

Ap. S. 51, 4 = 798 Stein.: <βέρεθρον>· Ἀπίων ὁ πηλώδης τόπος,

ἀπὸ τοῦ οἱονεὶ βάραθρον εἶναι καὶ βάρος ποιεῖν τῷ ἄρθρῳ τοῦ ποδός,

ἢ τὴν γῆν θραύειν.

31

βλήτροισι Ο 678

Ap. S. 51, 25 = 815 Stein.: <βλήτροισι>· τοῖς κατὰ τὰς συναρμογὰς

γόμφοις. ὁ δὲ Ἀπίων 〈***〉 „κολλητὸν βλήτροισι, δυωκαιεικοσίπη-

χυ“ (Ο 678).

32

βοάγρια Μ 22. π 296

Ap. S. 52, 27 = 836 Stein.: <βοάγρια>· αἱ ἀσπίδες. ὁ δὲ Ἀπίων τὰ ἐκ

βοῆς ἠγρευμένα, τουτέστι τῆς μάχης, {τὰ} λάφυρα.

33

δύη ξ 215 ...

Ap. S. 60, 32 = 1020 Stein.: <δύη>· κακοπάθεια ... ὁ δὲ Ἀπίων

κάκωσις, ἀπὸ τοῦ εἰσδύνειν τὰ κακά.

34

ἐρέχθων ε 83. 157

Et. Gen. (B, om. A) = EM. 371, 28: <ἐρέχθων>· ... ὁ δ' Ἀπίων

ἐρέχθων λέγει διακόπτων.

35*

εὐνή Α 436 ...

Et. Gen. A, B (Reitzenstein, Geschichte p. 103, adn. 1): <εὐνή>· ἡ

κοίτη. παρὰ τὸ εὕδω ... ἢ παρὰ τὸ νῶ τὸ σωρεύω ... τρία δὲ σημαί-

νει ἡ λέξις παρὰ τῷ Ποιητῇ, τὴν κοίτην, ὡς ὅταν λέγῃ ”εὐνῇ ἐν μαλα-

κῇ” (χ 196), τὴν ἄγκυραν, ὡς ἐν τῷ „εὐνὰς δ' ἔβαλον“ (Α 436), καὶ τὴν

διατριβήν· ”ὅθι φασὶ θεάων ἔμμεναι εὐνάς” (Ω 615).

36

(ἐπι)ζαφελῶς Ι 516. ζ 330

Ap. S. 80, 33: <ζαφελῶς>· ὁ μὲν Ἀπίων μεγαλοκότως. ἐπιφέρει δὲ

τὸ μενεαίνειν (ζ 330), δι' οὗ σημαίνει τὸ ἐγκοτεῖν· ὅθεν κρεῖττον νοεῖν

ἐκ τοῦ ζα καὶ τοῦ ὀφέλλειν, 〈ὅπερ〉 ἐπὶ τοῦ αὐξαίνειν τίθεται. μεγάλως

οὖν καὶ ηὐξημένως μενεαίνει καὶ χολοῦται.

37

ζῶστρα ζ 38

Ap. S. 81, 24: <ζῶστρα>· Ἀπίων τὰ ἐνδύματα τῶν ἀνδρῶν· „ζῶστρά

τε καὶ πέπλους καὶ ῥήγεα σιγαλόεντα“ (ζ 38). ὁ δὲ Ζηνόδωρος (ρ. 19

Pusch) βέλτιον τὰ ζώματα, τὰς ζώνας.

38

ἡμερίς ε 69

Ap. S. 84, 1: <ἡμερίς>· ἄμπελος ... ὁ δὲ Ἀπίων ἀπὸ τοῦ ἡμεροῦν

ἡμᾶς.

39

θαλαμηπόλος η 8. ψ 293

Hsch. θ 17: <θαλαμηπόλος>· ἡ περὶ τὸν κοιτῶνα ἢ περὶ τὸν θάλαμον

διατρίβουσα ἢ ἀναστρέφουσα. Ἀπίων δὲ κοιτωνοφύλαξ, νυμφαγωγός,

τοῦ θαλάμου ἐπιμελουμένη.

40

θαλπωρή Ζ 412 ...

Ap. S. 86, 4: <θαλπωρή>· χαρά. ὁ δὲ Ἀπίων ἡδονή. ἐπὶ δὲ τῆς

χαρᾶς ὑγιῶς· ἡ γὰρ διάχυσις τῆς ψυχῆς ἀφωμοίωται τοῖς θαλπομένοις,

καὶ ὥσπερ τὸ ἰαίνεσθαί ἐστι διαχεῖσθαι καὶ θερμαίνεσθαι, καὶ τὸ κατὰ

ψυχὴν δὲ χαίρειν καὶ διαμάχεσθαι ἰαίνεσθαι λέγεται ...

41

θέλγειν Μ 255 ...

Ap. S. 86, 30: <θέλγειν>· ὁ μὲν Ἀπίων ἀνιᾶν, ἀμαυροῦν. οὐκ ἔοικε

δὲ τοῦτο ἡ λέξις ὑπογράφειν, ἀλλὰ γενικῶς τὸ μεταβολήν τινα ψυχῆς

ποιεῖσθαι. καὶ ἔστι τὸ ἔτυμον τοῦ θέλγειν εἰς τὸ θέλειν ἄγειν.

42

θεσπέσιον Α 591 ...

Ap. S. 87, 26: <θεσπέσιον>· ὁ μὲν Ἀπίων συνθέτου τῆς λέξεως οὔσης

ἀποδίδωσι θεσπέσιον τὸ ἐκ θεοῦ ἑπόμενον ἢ ἐκ θεοῦ λεγόμενον· δύναται

δὲ καὶ παραγώγως θεῖον εἶναι.

43

θήρ Γ 449 ...

Ap. S. 88, 3: <θήρ>· κατ' ἐξοχὴν ὁ λέων, ἀπὸ τοῦ θοῶς ὀρούειν, ὡς

Ἀπίων.

44

θρυλίχθη Ψ 396

Ap. S. 88, 21: <θρυλίχθη>· ὁ μὲν Ἀπίων συνεθραύσθη· ”θρυλίχθη δὲ

μέτωπον” (Ψ 396). ἔνιοι δὲ παρεσύρθη, τινὲς δὲ ἐδρύφθη.

45

ἰονθάδος ξ 50

Ap. S. 91, 30: <ἰονθάδος>· ὁ μὲν Ἀπίων τῆς δασείας, οἷον τῆς ἰόνθους

ἐχούσης, ἢ τῆς ἰούσης θοῶς. τινὲς δὲ ἀκμαίας· ... διὰ δὲ τοῦ Ἀριστάρ-

χου ὑπομνήματος ἰονθάδος ἔνιοι ἀποδιδόασι τελείου ...

Hsch. ι 746: Ἀπίων τῆς ἰούσης θοῶς ἢ ἰόνθους ἐχούσης, οἷον ἐκφύματα

σκληρά.

46

ἱπποκορυσταί Β 1 ...

Porphyr. Quaest. Hom. I p. 20, 9 Schrader = I p. 83, 16 Sodano:

γελοίως ὁ Ἀπίων ἱπποκορυστὰς ἀποδέδωκε τοὺς κόρυθας ἔχοντας

ἱππείαις θριξὶ κεκοσμημένας. εἰ γὰρ παρὰ τὴν κόρυν συνέκειτο, κἂν

ἱπποκόρυθες ἐλέγοντο. νῦν δὲ σημαίνει τὸν ἐφ' ἵππων ὁπλίτην· κορυστὴς

γὰρ ἀπὸ μέρους ὁπλίτης καὶ μαχητής.

47

κήξ ο 479

Ap. S. 99, 8: <κήξ>· ὁ μὲν Ἀπίων φησὶν ὁ λάρος· λέγεται δὲ 〈καὶ〉

καύηξ. ἄδηλον δὲ εἰ καὶ Ὅμηρος ταῦτα σημαίνει· οἶδε γὰρ καὶ τὸν

λάρον ἐν οἷς φησι „λάρῳ ὄρνιθι ἐοικώς“ (ε 51). μήποτ' οὖν ἄλλο τι

θαλάσσιον ὄρνεον· ”ἄντλῳ δ' ἐνδούπησε πεσοῦς' ὡς εἰναλίη κήξ”

(ο 479).

Hsch. κ 2525 (= Hrd. II, 533, 12): ὁ λάρος κατὰ Ἀπίωνα.

48

κινυρή Ρ 5

Schol. Ap. Rh. I 292: <κινύρετο>· ... κυρίως δὲ κινύρεσθαί ἐστιν ἐπὶ

βοὸς καὶ εἴρηται παρὰ τὸ κινεῖν τὴν οὐρὰν ἐν τῷ μυκᾶσθαι. καὶ Ἀπίων

δὲ εὑρὼν τὴν ἐτυμολογίαν παρὰ Ἀπολλοδώρῳ (FGrHist 244 F 277)

ταύτην, ὅτι ταῦρος λέγεται παρὰ τὸ τείνειν τὴν οὐράν, μετέθηκε τὴν

εὕρεσιν τῆς ἐτυμολογίας.

49

κλίσιον ω 208

Ap. S. 100, 19: <κλίσιον>· ... ὁ μὲν Ἡλιόδωρος τὰς κύκλῳ καὶ ἔξω

καταλύσεις εἴρηκεν, ὁ δὲ Ἀρίσταρχος κυκλόθεν τοῦ οἴκου οἷον ἐκ στι-

βάδων ᾠκοδομημένον, πρὸς οὗ καὶ οἱ θρόνοι ἔκειντο, ὥστε οὖν καὶ ἐπ'

αὐτῶν καθιζομένους δειπνεῖν καὶ ἐγκοιμᾶσθαι. ὁ δὲ Ἀπίων φησὶν

οὕτως· κλίσιον ἡ βάσις, ἐφ' ἧς κεῖται ὁ θρόνος· „περὶ δὲ κλίσιον θέε

πάντῃ“ (ω 208), ὅ ἐστι δι' ὅλου τοῦ οἴκου.

50

κλιτύς Π 390. ε 470

Ap. S. 100, 27: <κλιτύς>· ὁ μὲν Ἀπίων τὸ καταφερὲς τῶν ὑδάτων·

κρεῖσσον δὲ νοεῖν τὰ ἀποκλίματα τῶν ὀρῶν.

ex Ap. S. Et. Gen. (AB) s. v. κλιτύς = EM. 519, 46 = Et. Gud. 328, 16:

ὁ μὲν Ἀπίων τὸ καταφερὲς τῶν ὑδάτων ...

51

κλυτόπωλος Ε 654 ...

Ap. S. 100, 33: <κλυτόπωλος>· ὁ μὲν Ἀπίων ἵππους ἀγαθοὺς 〈ἔχων〉,

ὁ δὲ Ἀρίσταρχος ἐπὶ τοῦ ”ψυχὴν δ' Ἄιδι κλυτοπώλῳ” (Ε 654) ἀκούει

κλυτὴν ἐπιπώλησιν, διὰ τὸ τοὺς τελευτῶντας ἐξακούεσθαι διά τε τοὺς

θρήνους καὶ τὰς οἰμωγὰς τὰς ἐπ' αὐτοῖς.

52

κλωμακόεσσαν Β 729

Ap. S. 101, 4: <κλωμακόεσσαν>· ὁ μὲν Ἀπίων τραχεῖαν καὶ ὀρεινήν.

53

κνώδαλον ρ 317

Ap. S. 101, 15: <κνώδαλον>· ὁ Ἀπίων θηρίον θαλάσσιον, ἀπὸ τοῦ

ἐν ἁλὶ κινεῖσθαι· καταχρηστικῶς δὲ λέγουσι καὶ τὰ ἄλλα θηρία κνώδαλα.

ὁ μὲν Ὅμηρος ἃ μὲν νοεῖ θαλάσσια θηρία, οἱ Αἰολεῖς λέγουσι κνώδαλα.

Ὅμηρος δὲ ἅπαξ πᾶν θηρίον.

54

κολώνη Β 811

Ap. S. 102, 3: <κολωνός>· πᾶν ἀνάστημα τῆς γῆς ... ὁ δὲ Ἀπίων

παρεὶς τὸ σημαινόμενον, προθεὶς δὲ τὸ Κολώνη, πόλις Τρωϊκή.

55

κονίη Γ 55 ...

Ap. S. 102, 12: <κόνις>· ἡ πεδιὰς λέγεται καὶ ἡ ἐκ τέφρας σποδός ...

οἱονεὶ κίνις, ἀπὸ τῆς κινήσεως. λέγει δὲ τὴν αὐτὴν κονίην ... ὁ δὲ

Ἀπίων μάχην εἶναι ἔφη.

56

κορύνη Η 141. 143

Ap. S. 102, 33: <κορύνη>· ἑτερόρροπον ξύλον. ὁ δὲ Ἀπίων κολλορόβου

τι γένος.

57

κορώνη ε 66 ...

Ap. S. 102, 22: <κορώνη>· ἐπὶ μὲν τοῦ ζῴου ... εἶναι δέ φησιν ὁ Ἀπίων

τὴν αὐτὴν τῷ λάρῳ καὶ τῇ αἰθυίῃ.

58

κορωνίδες Α 170 ...

Ap. S. 102, 27: <κορωνίδες>· αἱ καμπυλόπρυμνοι· λέγει γὰρ οὕτως

τὰς ναῦς. ὁ δὲ Ἀπίων ἐτυμολογῶν τὰς κορωνίδας φησὶ καρανίδας,

ἀπὸ τοῦ κάρα αὐταῖς ἐπικεῖσθαι, τουτέστι τὸ τέλος· παρ' ὃ καὶ ἐν τοῖς

βιβλίοις ἐπὶ τέλους κορωνὶς γέγραπται.

59

κοτύλη Χ 494 ...

Ap. S. 103, 9: <κοτύλη>· πᾶν τὸ κοῖλον. ὁ δὲ Ἀπίων τὸ κοῖλον τῆς

χειρός.

60

κρῖ Ε 196 ...

Ap. S. 104, 22: <κρῖ>· ὁ μὲν Ἀρίσταρχος τὸ αὐτὸ τῷ κριθὴν σημαίνειν,

εἰρῆσθαι δὲ οὐ κατ' ἀποκοπήν, ὡς ἐνόμισαν, ἀλλὰ μετεσχηματίσθαι τὸ

θηλυκὸν εἰς οὐδέτερον τὸ κρῖ. ὁ δὲ Ἀπίων γένος τι (sc. κριθῆς), οὐ

πάντως κριθή.

61

κρόταφος Δ 502 ...

Orion in Et. Gen. (AB), al.: <κροτάφοις>· κυρίως μὲν ἡ λέξις ἐπὶ τῶν

ζῴων τῶν κερατοφόρων, διὰ τὸ ἐξ αὐτῶν τῶν μερῶν φύεσθαι τὰ κέρατα,

οἱονεὶ κερατοφόροι τινὲς ὄντες· ἢ ὅτι κρούουσι τὴν ἁφὴν παλλόμενοι,

οἷον κρούταφοι· ὡς δὲ Ἀπολλόδωρος (F Gr Hist 244 F 256), ὅτι

συγκεκρότηνται ἀμφοτέρωφθεν· ὡς δὲ Ἀπίων, ὅτι τῆς κόρσης ἅπτονται

τουτέστι τῆς κεφαλῆς. οὕτως Σωρανός.

62

κυνέη Γ 316 ...

Ap. S. 105, 18: <κυνέη>· κυρίως ἡ περικεφαλαία ἡ ἐκ κυνείων δερμάτων,

καταχρηστικῶς δὲ ἡ ἐξ ἄλλων ... ὁ δὲ Ἀπίων περικεφαλαίας γένος.

ἔστι δὲ αὕτη τοῖς κατὰ μέτωπον καὶ μικρὸν ταῖς ὄψεσι ἐπισκοτοῦσα.

63

κύντερον Θ 483 ...

Ap. S. 105, 13: <κύντερον>· κυνότερον, ἀναιδέστερον. ὁ δὲ Ἀπίων

ἀγριώτερον.

64

λαβρεύεαι Ψ 474. 478

Ap. S. 106, 15: <λαβρεύεαι>· ὁ μὲν Ἀπίων προγλωσσεύῃ 〈καὶ μεγα-

ληγορεῖς〉· ἔστι γὰρ κυρίως λάβρον μέγα κατὰ τὴν βοράν· τὸ γὰρ

λα μέγα δηλοῖ. μεταφορικῶς οὖν κεῖται ἐπὶ τοῦ μεγάλα βουλομένου διὰ

τὸν λόγον ἐμφαίνειν. πρὸ καιροῦ πολυλογεῖς καὶ λάλος γίγνῃ καὶ

οἷον ἀθρόως λέγεις, ἀμέτρως. {καὶ μεγαληγορεῖς.}

65

λαῖτμα Τ 267 ...

Ap. S. 106, 27: <λαῖτμα>· ὁ μὲν Ἀπίων τὸ ὅρμημα τῆς θαλάσσης,

κατὰ μίμησιν τοῦ ψόφου· ἔνιοι δὲ παρὰ τὸ λα, ὅ ἐστιν ἐπὶ τοῦ μεγάλου.

66

λαοσσόος Ν 128 ...

Ap. S. 107, 3: <λαοσσόος>· ἡ τοὺς λαοὺς σοοῦσα, ὅ ἐστι σοβοῦσα καὶ

ἐπὶ πόλεμον ὁρμῶσα. ὁ δὲ Ἀπίων ἡ τοὺς λαοὺς σῴζουσα.

67

λειριόεσσαν Γ 152

Ap. S. 107, 24: <λειριόεντα> (N 830)· ἁπαλόν. λείριον γὰρ τὸ ἄνθος

παρὰ τὴν λειότητα· οἱ δὲ 〈ὄπα λειριόεσσαν〉 (Γ 152) τὴν προσηνῆ,

Ἀπίων δὲ τὴν ἡδεῖαν.

68

λήιον Β 147 ...

Ap. S. 108, 19: <λήιον>· τὸ σιτοφόρον χωρίον· ὁ δὲ Ἀπίων ἐτυμολο-

γῶν φησί· „λεαίνει γὰρ τῇ τροφῇ· ἀγριοῦνται γὰρ οἱ λιμώττοντες“.

βέλτιον δὲ 〈ε ψιλῷ〉 διὰ τὴν ἐπιφαινομένην κατ' ἴσον λειότητα τῶν

σταχύων.

69

λικριφίς Ξ 463. τ 451

Ap. S. 108, 25: <λικριφίς>· ἐκ πλαγίων, καὶ λέχριον τὸ πλάγιον. ὁ δὲ

Ἀπίων λοξῶς.

70

μακών Π 469 ...

Ap. S. 109, 32: <μακών>· ὁ μὲν Ἀπίων βοήσας, ἔστι δὲ ἰδίωμα βοῆς.

71

μεσόδμη β 424 ...

Ap. S. 111, 26: <μεσόδμη>· ὁ μὲν Ἀπίων τὸ ξύλον τὸ ἀπὸ τῆς τρόπεως

〈ἕως〉 τοῦ ἱστοῦ, ᾧ δέδεται ὁ ἱστός, οἱονεὶ ἡ ἐν τῷ μέσῳ τῆς νεὼς δε-

δομημένη.

72

μεταμώνια Δ 363 ...

Ap. S. 112, 3: <μεταμώνια>· μάταια, ἀπὸ τοῦ μετὰ τῶν ἀνέμων ἰέναι,

οἷον ἀνεμοφόρητα· οὕτως Ἀπίων. οἱ δὲ τὰ μεταμελείας ἄξια.

73

μηκάδες Λ 383 ...

Hsch. μ 1170: <μηκάδες>· ἢ αἱ μηκώμεναι αἶγες· ἢ κραυγάστριαι. ἔνιοι

δὲ τὰς κερατώδεις ... Ἀπίων δὲ τοκάδας.

74

μῆνις Α 1 ...

Ap. S. 112, 24: <μῆνις>· ὁ μὲν Ἀπίων μάνις· οἱ γὰρ ὀργιζόμενοί πως

μαίνονται. Ἀρίσταρχος δὲ κότος πολυχρόνιος, ἀπὸ τοῦ 〈ἐπιμένειν

ἤγουν〉 ἐγκεῖσθαι.

Hsch. μ 1225: Ἀπίων μάνις· οἱ γὰρ ὀργιζόμενοι μαίνονται.

75

μόθος Η 117 ...

Ap. S. 113, 16: <μόθος>· ὁ Ἀπίων πόνος, μάχη, φρύαγμα.

76

νειαίρῃ Ε 539 ... , νειόθεν Κ 10

Ap. S. 115, 9: <νεαίρῃ>· ὁ μὲν Ἀπίων ἀποδίδωσι κατωτάτῃ. προσ-

εχέστερον δὲ τὸ ἐσχάτῃ, κατὰ τὸ ἔσχατον μέρος, ὅτε φησὶ ”νειαίρῃ δ'

ἐν γαστρί” (Ε 539) ... ἐπὶ μέντοι τοῦ „νειόθεν ἐκ κραδίης“ (Κ 10)

κάτωθεν εἴ τις μεταφράζοι, οὐκ ἀτόπως μεταλήψεται, ὡς καὶ Ἀπίων·

στενάξαι γάρ φησιν οὐκ ἄνωθεν ἀλλ' ἐκ τῶν ἐσχάτων μερῶν, καθὸ καὶ

ἡ καρδία.

77

νέποδες δ 404

Ap. S. 115, 31: <νέποδες>· Ἀπίων ἄποδες. ἢ νηξίποδες ἢ ἀπόγονοι.

τὸ μὲν οὖν ἄποδες ψεῦδος· ἔχουσι γὰρ πόδας αἱ φῶκαι· τὸ δὲ ἀπόγονοι

παράκουσμα τῶν νεωτέρων ποιητῶν.

78

νηγάτεον Β 43. Ξ 185

Ap. S. 116, 8: <νηγάτεον>· ὁ Ἀπίων νεωστὶ κατεσκευασμένον ἢ εὖ

νενησμένον. βέλτιον δὲ παρὰ τὸ νεωστὶ γεγενῆσθαι, ὡς σύνθετον.

79

νήδυμος Β 2 ...

Ep. Hom. (An. Ox. I, 292, 3 = Et. Gud. 407, 23): <νήδυμος>· ... ὁ δὲ

Ἀπίων ἐτυμολογῶν φησιν ἄδυμος, ὃν οὐκ ἔστιν ἀποδύσασθαι διὰ τὸ

βάθος.

80

νηπύτιοι Ν 292 ...

Ap. S. 116, 25: <νηπύτιοι>· ὁ μὲν Ἀπίων ἄφωνοι, ὡς ἐκ τοῦ νή καὶ

τοῦ ἠπύειν, ὅ ἐστι φωνεῖν. οὐκ ἔστι δέ, ἀλλ' ἐπέκτασίς ἐστι τοῦ 〈νήπιοι〉.

81

νιφάδες Γ 222 ...

Ap. S. 116, 30: <νιφάδεσσι>· ὁ μὲν Ἀπίων ψεκάδας, ἔστι δὲ κατὰ τὸ

ὑγιὲς αἱ τῆς χιόνος κατ' ὀλίγον ἀπόρροιαι· οἶδε γὰρ τὰς ψεκάδας

δηλῶσαι, ψιάδας λέγων· ”αἱματοέσσας δὲ ψιάδας” (Π 459).

82

ὀθόνη Γ 141 ...

Ap. S. 118, 34: <ὀθόναι>· τὰ περιβόλαια, παρὰ τὸ ἕσασθαι, ἐσθόναι

τινὲς οὖσαι. ὁ δὲ Ἀπίων ὀθόνην τὴν ζώνην ἀποδέδωκεν.

83

οἰσύα ε 256: ῥίπεσσι ... οἰσυίνῃσι

Ap. S. 119, 19: <οἰσυίνῃσι>· ταῖς ἐκ τῆς οἰσύας πλεκομέναις. ὁ δὲ

Ἀπίων γένος σχοινίου ἢ λύγου.

84

ὀνειρείῃσι πύλῃσιν δ 809

Ap. S. 121, 11: <ὀνειρείῃσι πύλῃσιν>· ὁ μὲν Ἀπίων τῷ ὕπνῳ· διὰ

γὰρ τούτου 〈ὄνειροι〉 ἐκπέμπονται. ἡμῖν δὲ φαίνεται κυρίως κατὰ τὸ

μυθικόν.

85

ὀξυόεντι Ε 50 ...

Ap. S. 121, 20: <ὀξυόεντι>· ὁ μὲν Ἀπίων ὀξεῖ ἔγχεϊ· ὀξυόεντι δὲ ὀξυίνῳ.

86*

ὅπλα Κ 254 ...

Et. Gen. (AB) s. v. <ὅπλα>· ... σημαίνει δὲ ἡ λέξις καὶ τὰ τῆς νεὼς

σχοινία καὶ τὰ χαλκευτικὰ ὄργανα, ὥς φησιν Ἀπίων.

EM. 628, 20: ὅπλα· ... σημαίνει καὶ τὰ χαλκευτικὰ ὄργανα, ἤγουν

ἐργαλεῖα, ὥς φησιν Ἀπίων, Ἰλιάδος Σ ἐκ τοῦ „φύσας“.

87

ὀπός Ε 902, ὀπώρη Χ 27 ...

EM. 628, 39: <ὀπός>· Ἀπίων τὸ τῶν δένδρων δάκρυον· ὅθεν καὶ ἡ

σμύρνα καὶ ὁ λίβανος οὕτω λέγεται. ἀφ' οὗ καὶ ἡ ὀπώρα, ὅτι ὀπὸς

αὐτὴν ὠρεῖ, ὅ ἐστι φυλάσσει. οὐκ ἀπιθάνως· ὀπὸς γάρ ἐστιν ἀπὸ τοῦ

ἐπεῖναι κατὰ τὴν ἐπιτομήν. (ex Ap. S.)

88

ὀπυίειν Θ 304 ...

Ap. S. 122, 9: <ὀπύειν>· ὁ μὲν Ἀπίων ὁμιλεῖν. οὐκ ἔστι δέ, ἀλλὰ τὸ κατὰ

νόμους γυναῖκα συνοικεῖν ἀνδρί.

89

ὀπωπή γ 97 ...

Et. Gen. (AB). = EM. 628, 48: <ὀπωπή>· πρόσοψις· ὁ δ' Ἀπίων τὴν

ἐν τῷ προσώπῳ †ἀποδίδωσι.

90

ὀρεσκῴοισι Α 268. ι 155

Ap. S. 122, 17: <ὀρεσκῴοισι>· οἱ μὲν Κένταυροι ἐπιθετικῶς εἰσιν εἰρημέ-

νοι. ὁ δὲ Ἀπίων διχῶς φησιν, ὀρεσιοίκων ἢ ὀρεσικοίτων. οἱ γὰρ

οἶκοι οὐκ ἔγκεινται. παρὰ δὲ τὸ κεῖαι, ὅ ἐστι κοιμηθῆναι, δύναται εἶναι

Ἰακῶς· καὶ γὰρ διὰ τῆς ει εἴρηκεν ὀρεσκείοις.

91

ὀρός ι 222. ρ 225

Ap. S. 123, 5: <ὀρόν>· ὁ μὲν Ἀπίων, ἓν ἀνθ' ἑνός, γάλα. οὐκ ἔστι δέ, ἀλλ'

ἡ ὑδατώδης ὑπόστασις τοῦ γάλακτος ... εἴρηται δὲ ἀπὸ τοῦ ἐξορούειν

τοῦ γάλακτος ...

92

ὀρσοθύρη χ 126. 132. 333

Ap. S. 122, 13: <ὀρσοθύρη>· Ἀπίων θύρα ὑψηλή, δι' ἧς ἔστι καταβαί-

νοντα ὀροῦσαι, ὅ ἐστι πηδῆσαι, ἢ ἀνιόντα πηδῆσαι, διὰ τὸ μὴ ἔχειν

βαθμούς.

93

ὄρχος η 127. ω 341

Schol. Theocr. I 48b: <ὄρχος>· ὀρχάτου διαφέρει· ὄρχος γάρ ἐστιν ὁ

βόθρος, εἰς ὃν ἐντίθεται τὸ φυτὸν πρὸς μοσχείαν, παρὰ τὸ ὀρύσσω,

ὀρυχόν τινα ὄντα, ὄρχατον δὲ τὴν ἐπίστιχον φυτείαν, παρὰ τὸ ἔρχε-

σθαι ... Ἀπίων δὲ ἐτυμολογεῖ παρὰ τὸ ὄρνυσθαι τὴν γῆν πρὸς φυτείαν.

94

οὐδενόσωρα Θ 178

Hsch. ο 1564: <οὐδενόσωρα>· οὐδὲ μιᾶς φροντίδος ἄξια· ὠρεῖν γὰρ τὸ

φροντίζειν καὶ φυλάσσειν ... Ἀπίων δὲ οὐδενὸς φυλακτικά.

95

οὔθατα ι 440

Ap. S. 124, 7: <οὔθατα>· ὁ μὲν Ἀπίων μαστοί ...· ἔνιοι δὲ τὰ μέσα

τῶν ἔντοσθεν, ἅπερ περιεκτικά ἐστι τῶν μαστῶν.

96

οὐλοχύτας Α 449 ...

Ap. S. 124, 15: <οὐλοχύτας>· ὁ μὲν Ἀπίων τὰ μαζοβόλια· ἐν τούτοις

γὰρ ἀνακέχυνται αἱ οὐλαί. φαίνεται δὲ νοῶν τὰ ἀγγεῖα, ἐν οἷς αἱ κριθαὶ

κέχυνται. ἴσως δὲ ταῦτα σημαίνει. ὅταν δὲ λέγῃ ”καὶ οὐλοχύτας ἀνέλοντο”

(Α 449), σαφὲς ὡς αὐτὰς τὰς κριθὰς σημαίνει, οἷον τὰς ὅλας χεομένας

ἐπὶ τῶν σπονδῶν.

97

ὄψον Λ 630 ...

Ap. S. 126, 1: <ὄψον>· ὁ μὲν Ἀπίων κακῶς τὸ κρέας· ἀντιμαρτυρεῖ γὰρ

ὁ ποιητὴς „καὶ τὸ κρόμυον ποτῷ ὄψον“ (Λ 630). ἔστιν οὖν πᾶν προσ-

όψημα ὄψον ...

98

παλαιφάτου τ 163

Ap. S. 127, 1: <παλαιφάγου>· ὁ Ἀπίων πάλαι ἐσθιομένης {ἐστί}· ἐπὶ

γὰρ τῆς δρυός φησιν ”οὐ γὰρ ἀπὸ δρυός ἐστι παλαιφάγου”.

99

παλάξαι Ε 100 ...

Ap. S. 126, 35: <παλάξαι>· μαλάξαι Ἀπίων καὶ συνθραῦσαι. ἔστι δὲ

μᾶλλον βρέξαι, ἀφ' οὗ καὶ πηλὸς ἡ βεβρεγμένη γῆ.

100

Παλλάς Α 200 ...Ap. S. 126, 29: <Παλλάς>· ἐπίθετον ἴδιον Ἀθηνᾶς, ὡς μὲν Ἀπίων ἀπὸτοῦ παίειν τοὺς λαούς, ἢ ἀπὸ τοῦ πάλλειν τὸ δόρυ, ἢ ἀπὸ τοῦ πάλλεινκατὰ τὴν ἡλικίαν· παρθένος γάρ ἐστιν, ὅθεν καὶ ὁ πάλλαξ ὠνόμασται.ἔνιοι δὲ ὅτι Πάλλαντα ἀνεῖλεν ἕνα τῶν Γιγάντων· τοῦτο δὲ οὐκ ἄν τις ἐξ

Ὁμήρου παραστήσειε ...

101

παλύνειν Κ 7 ...

Et. Gen. (AB) (= EM. 650, 1 = Zonar. 1516): <παλύνω>· ὡς μὲν

Ἀπίων, τὸ μολύνειν καὶ βρέχειν. ἄμεινον δὲ τὸ λευκαίνειν. Ἰλιάδος Κ.

παρὰ τὴν πάλην ἢ παλίνην ...

102

πείρινθα Ω 190 ...

Et. Gen. (AB): <πείρινθος>· ὃ κυρίως πείρινθα λέγεται. σημαίνει δὲ τὸ

τετράγωνον ἐπάνω τῆς ἁμάξης, εἰς ὃ ἐντίθενται τὰ κομιζόμενα. οὕτως

Ἀπίων. ὁ δὲ Δίδυμος (fr. 45, p. 76 Schmidt) τὸ ἐκ ῥιπῶν πεπλεγμένον

πλινθίον, ῥιπέντα οὖν καὶ ὑπερθέσει καὶ πλεονασμῷ τοῦ ι, πείρινθα.

ἢ παρὰ τὸ περιθέειν πέρινθος καὶ πλεονασμῷ τοῦ ι πείρινθος.

103

πεξαμένη Ξ 176

Ap. S. 129, 30: <πεξαμένη>· ὁ Ἀπίων κτενισαμένη, καὶ ὁ Ἀπολλόδωρος

(F GrHist 244 F 266). ἐπιφέρει δὲ καὶ τὸ τὰ ἔρια ξαίνει

κείρειν· ταὐτὸ πέξαι καὶ ὁ πόκος. δηλοῖ δὲ καὶ τὸ καταξάνασα.

104

πεφράδοι Ξ 335

Ap. S. 131, 6: <πεφράδοι>· διασημάνειεν. ὁ δὲ Ἀπίων {ἂν} εἴποι, τοῦ

Ἀριστάρχου σεσημειωμένου ὅτι τὸ φράσαι οὐδέποτε ἐπὶ τοῦ εἰπεῖν

τάσσεται.

105

πηδῷ η 328. ν 78

Ap. S. 131, 15: <πηδῷ>· τῷ πλάτει τῆς κώπης, ὡς μὲν Ἀπίων, ἀπὸ τοῦ

παίειν, ὡς δ' ἔνιοι, ἀπὸ τοῦ ξύλου τοῦ πηδίνου λεγομένου, ὡς δὲ πιθα-

νώτερον, ἀπὸ τοῦ κατὰ τὴν πῆξιν ὥσπερ πηδᾶν τὴν κώπην.

106

πῖαρ Λ 550. Ρ 659. ι 135

Ap. S. 131, 23. 27: <πῖαρ>· τὸ λιπαρὸν καὶ πιότατον. ὁ δὲ Ἀπίων

〈πεῖαρ〉 ἀναγράφων καὶ τὸ πῖαρ {ἠγνόησεν}, ὅ ἐστι πέρας, διὰ τοῦ ε

καὶ ι θέλει γράφεσθαι, ὅ ἐστι „μέγα πεῖαρ ὀιζύος ἥ μιν ἱκάνει“ (ε 289).

107

πολίον τε σίδηρον Ι 366 ...

Ap. S. 132, 33: <πολιόν τε σίδηρον>· τὸν λευκὸν καὶ λαμπρὸν μεταφο-

ρικῶς ... ὁ δὲ Ἀπίων φησίν· ὅταν κλασθῇ ὁ σίδηρος, λευκὸς φαίνεται·

ἢ τίμιον· ἢ ὅτι διὰ πολλοῦ φαίνεται {καὶ λευκός}· ἡ δὲ δευτέρα καὶ

ἀσαφὴς καὶ μακρόθεν· θέλει γὰρ τίμιον, καθὸ καὶ οἱ γέροντες πολιοὶ

ὄντες τίμιοί εἰσι· τοῦτο δέ ἐστιν ἀπίθανον καὶ μακρόθεν· διὰ τοῦτο γὰρ

οὐδέποτε εἶπε τὸν χρυσὸν πολιόν. καὶ τὸ τρίτον δὲ τῆς ἐτυμολογίας

ἀβέβαιον.

108

ὢ πόποι Α 254 ...

Hsch. s. v. <πόποι>· παπαῖ. ἐπίφθεγμα σχετλιαστικόν. Ἀπίων δέ

φησιν, ὅτι δαίμονές εἰσι πόποι· καὶ ἔστιν ὦ δαίμονες.

109

πόρδαλις, πάρδαλις Ν 103 ...

Ap. S. 133, 34: <πόρδαλις>· τοῦ ποιητοῦ λέγοντός ποτε μὲν διὰ τοῦ ο

στοιχείου ”πόρδαλις ἠδὲ μέγας σῦς” (δ 457), ποτὲ δὲ διὰ τοῦ α „παρδα-

λέην ὤμοισιν ἔχων“ (Γ 17), Ἀπίων {δὲ} φησὶ διαφέρειν· πόρδαλιν μὲν

γὰρ τὸ ἀρσενικόν, πάρδαλιν δὲ τὴν θήλειαν, καὶ τὸν μὲν ἀπὸ τοῦ προ-

άλλεσθαι, τὴν δὲ ἀπὸ τοῦ παράλλεσθαι. ῥητέον δὲ ὅτι κοινῶς φαίνεται

λέγων ”θώων πορδαλίων τε λύκων τ' ἤϊα πέλονται” (Ν 103), ὥστε

ἐπὶ τοῦ ζῴου διὰ τοῦ ο, ἐπὶ δὲ τῆς δορᾶς διὰ τοῦ α.

110

πότνια Α 357 ...

Ap. S. 134, 9: <πότνια>· σεβαστὴ καὶ ἔνδοξος. ὁ δὲ Ἀπίων δέσποινα,

τιμία.

111

οἴνῳ Πραμνείῳ Λ 639. κ 235

Ap. S. 134, 13: <πραμνείῳ>· ἤτοι τῷ ἐκ τῆς πραμνείας ἀμπέλου οὕτω

λεγομένης. οἱ δὲ τῷ παλαιῷ καὶ παραμεμενηκότι, οἱονεὶ παραμενείῳ τινὶ

ὄντι. ὁ δὲ Ἀπίων πραμνείῳ οἷον πραϋντικῷ καὶ πραΰνοντι τὸ μένος

τῶν πινόντων διὰ τὸ εὔποτον αὐτὸν εἶναι.

112

προβοῶντε Μ 277

Ap. S. 134, 31: <προβοῶντε>· ὁ μὲν Ἀπίων προβαίνοντες· καὶ γὰρ

„ἤιε μακρὰ βιβάς“ (Η 213). ἢ φωνοῦντες, οἷον προεγκελευόμενοι μετὰ

βοῆς.

113

πρόκας ρ 295

Ap. S. 135, 19: <πρόκας>· οἱ μὲν ἐλάφους, οἱ δὲ ἕτερόν τι ζῴου εἶδος

ὅμοιον λαγωῷ, ὃ καλεῖται δορκάς. Ἀπίων δὲ ἀπὸ τοῦ μεγάλα κέρατα

ἔχειν ἐτυμολογεῖ, οἷον προκέρας, ἀπὸ τοῦ πρὸ τῆς ἡλικίας κέρας φύειν.

114

προτιβάλλεαι Ε 879

Ap. S. 136, 14: 〈<προτιβάλλεαι>·〉 ὁ μὲν Ἀπίων προκωλύεις· οἱ γὰρ

πυκτεύοντες τῇ προβολῇ κωλύουσι. μήποτε δὲ ὡς οἱ Ἀττικοὶ προβάλ-

λεσθαι τόνδε ἀντὶ τοῦ μισεῖν καὶ ἀφ' ἑαυτῶν ῥίπτειν.

115

πυκινὸν λέχος Ι 621 ...

Ap. S. 137, 23: <πυκινὸν λέχος>· τὸ ἐπιμελῶς ἠσκημένον. ὁ δὲ Ἀπίων

διὰ τὸ ἐκ πολλῶν ἱματίων τὰ στρώματα συντίθεσθαι.

116

πυλάρταο Θ 367. Ν 415. λ 277

Ap. S. 137, 25: <πυλάρταο κρατεροῖο> (Ν 415)· μίαν διάνοιαν αἱρετέον

διὰ τῶν δύο λέξεων· βούλεται γὰρ λέγειν τοῦ τὰς πύλας ἐπαρτῶντος

ἰσχυρῶς, οἷον ἐφαρμόζοντος ... ὁ δὲ Ἀπίων πυλάρταο τοῦ ταῖς

πύλαις προσηρτημένου, ἢ πυλωροῦ ἰσχυροῦ.

117

πύρνον ο 312. ρ 12. πύρνα ρ 362

Ap. S. 138, 6: <πύρνον>· τὴν σιτοδοσίαν, τροφήν, παρὰ τὸν πυρόν. ὁ

δὲ Ἀπίων τὰ μὲν πύρνα σιτία, τὸν δὲ πύρνον ψωμόν.

118

ῥήτρην ξ 393

Ap. S. 138, 29: <ῥήτρη>· ὁ μὲν Ἀπίων ὁμιλία, ῥῆσις, ἀπὸ τοῦ ῥήσκειν,

ὅ ἐστι λέγειν, ὅθεν καὶ ῥήτωρ ὠνόμασται βέλτιον δὲ τὴν ἐπὶ ῥητοῖς

τισι συνθήκην ποιεῖν.

119

σίαλος Ι 208 ...

Ap. S. 141, 18: <σιάλοιο>· λιπαροῦ καὶ εὐτραφοῦς. ὁ δὲ Ἀπίων ἐτυμο-

λογῶν τὴν λέξιν φησὶ σιάλους τοὺς μεγάλους σῦς, ἀπὸ τοῦ περὶ τοὺς

ὀδόντας σιάλου.

120

Σίντιες Α 594. θ 294

Ap. S. 141, 25: <Σίντιες>· φημὶ Ὅμηρος φαίνεται λέγων ἄνδρας τινὰς

ἐθνικῶς τὴν Λῆμνον οἰκοῦντας ... οὕτως δὲ καὶ <Ἀρίσταρχος> ἐδέξατο.

ὁ δὲ Ἀπίων ἐπιφέρει· Σίντιες οἱ σινωταί, κακοῦργοι 〈ἀπὸ τοῦ σίνεσθαι〉·

ὅθεν καὶ ὁ λέων σίντης λέγεται (Υ 165). τινὲς δὲ τοὺς ἐν Λήμνῳ κατοι-

κοῦντας Σίντιας ἀπέδωκαν. φαίη δ' ἄν τις τὸ μὲν λέων σίντης ἐπιθετικῶς

παρὰ τὸ σίνεσθαι ... οἱ δὲ Σίντιες ψιλῶς λέγονται ἐθνικῶς, οὐχὶ πάντως

ἀπὸ τῆς αὐτῆς ἐννοίας, ἀλλ' ὡς πολλὰ τῶν βαρβάρων ἐθνῶν, ἃ οὐ

πάντως ἐτυμολογοῦμεν, ὡς οὐδὲ τοῦτο.

121

<σκῶλος> πυρίκαυστος Ν 564; Σκῶλον Β 497

Ap. S. 143, 3: <σκῶλος>· σκόλοψ ... ὁ δὲ Ἀπίων ῥάβδος πεπυρακτω-

μένη. ἔστι δὲ καὶ πόλις ἐν Βοιωτίᾳ· ”Σχοῖνόν τε Σκῶλόν τε” (Β 497). ὁ

δὲ Ἀρίσταρχος ἀκάνθης τι γένος· ταύτας δ' εἰώθασι πυρπολεῖν.

ex Ap. S. (a) Schol. (*B) Ν 564: Ἀπίων δέ φησι τὸν σκῶλον πεπυρα-

κτωμένην ῥάβδον, (b) EM. 719, 41: ὁ δὲ Ἀπίων ῥάβδος πεπυρακτωμένη.

122

Σμινθεῦ Α 39

Ap. S. 143, 9: <Σμινθεῦ>· ἐπίθετον Ἀπόλλωνος, κατὰ τὸν Ἀρίσταρχον

ἀπὸ πόλεως Τρωϊκῆς Σμίνθης καλουμένης. ὁ δὲ Ἀπίων ἀπὸ τῶν μυῶν,

οἳ σμίνθιοι καλοῦνται. καὶ ἐν Ῥόδῳ Σμίνθεια ἑορτή, ὅτι τῶν μυῶν ποτε

λυμαινομένων τὸν καρπὸν τῶν ἀμπελώνων Ἀπόλλων καὶ Διόνυσος

διέφθειραν τοῦς μύας. ἀλλ' Ἀρίσταρχος ἀπρεπὲς ἡγεῖται ἀπὸ χαμαιπε-

τοῦς ζῴου τὸν θεὸν ἐπιθέτῳ κεκοσμῆσθαι ὑπὸ τοῦ ποιητοῦ.

123

σμῶδιξ Β 267. Ψ 716

Ap. S. 143, 18: <σμῶδιξ>· μώλωψ· καί φασιν ἐτυμολογοῦντες ἔνιοι

σμῶδιξ εἶναι διὰ τὸ τοὺς μώλωπας παρ' ὅλον τὸ σῶμα διαδήλους εἶναι

„πυκναὶ δὲ σμώδιγγες“ (Ψ 716). ὁ δὲ Ἀπίων οὕτως μεταφράζει· σμῶδιξ

τὸ ἀπὸ τῆς πληγῆς οἴδημα.

124

σόλος Ψ 826. 839. 844

Ap. S. 143, 25: <σόλος>· Ἀπίων δίσκος σιδηροῦς

125

σπιλάδες γ 298. ε 401. 405

Ap. S. 144, 7: <σπιλάδες>· ὁ μὲν Ἀπίων αἱ ἐν ὕδατι κοῖλαι πέτραι, ὁ

δὲ Ἡλιόδωρος αἱ παραθαλάσσιοι πέτραι καὶ πεπιλημέναι ὑπὸ τῶν

κυμάτων.

Σb (Ba. 368, 30) = Ph. = Su. σ 943: αἱ ἐν ὕδατι κοῖλαι πέτραι, ὡς

Ἀπίων. Ἡλιόδωρος δὲ κτλ.

126

στίβη ε 467. ρ 25

Cyr. (An. Par. IV, 191, 17): <στίβη>· δηλοῦται ὡς μὲν Ἀπίων ψῦχος,

ὡς δὲ Ἡλιόδωρος πάχνη· Ἀπολλόδωρος (F GrHist 244 F 274) τὸ ἐξ

αἰθρίας ψῦχος.

127

συμφερτή Ν 237

Ap. S. 146, 16: <συμφερτή>· ἐπὶ τοῦ στίχου τούτου ”συμφερτὴ δ' ἀρετὴ

πέλει ἀνδρῶν” (Ν 237) ὁ Κομανὸς γενόμενός φησιν „ἤτοι ἡ εἰς ταὐτὸ

συνέλευσις· συμφέρεσθαι γὰρ τὸ εἰς ταὐτὸ συνέρχεσθαι λέγεται ... “ἡμεῖς

δὲ συμπεριφορητή ... καὶ γὰρ ὁ Ἀρίσταρχος τὴν ὅλην διάνοιαν ἐξηγού-

μενός φησι ”σφόδρα καὶ κακῶν ἀνθρώπων εἰς ταὐτὸ συνελθόντων γίνε-

ταί τις ἀρετή”. ὁ δὲ Ἀπίων σύμφορος, ἡ ἐκ πολλῶν συνισταμένη.

128

συνέρρηκται θ 137

Ap. S. 146, 33: <συνέρρηκται>· συνέφθαρται, ἀπὸ τοῦ ἔρρειν· οὕτως

Ἀπίων. βέλτιον δὲ μεταφορικῶς τὸ ἔρρηκται εἰρῆσθαι, ἐπεὶ πᾶν τὸ

ῥησσόμενον βλάπτεται πάντως.

129

σφαραγεῦντο ι 390. 440

Ap. S. 147, 28: <σφαραγεῦντο>· ὁ μὲν Ἀπίων ἐψόφουν, ὁ δὲ Ἡλιόδω-

ρος βέλτιον κατεπονοῦντο.

130

σφάραγον Χ 328

Σb (Ba. 377, 21) = Ph. = Su. σ 1717: <σφάραγον>· ὁ Ἀπίων φάρυγ-

γα, ἀπὸ τοῦ περὶ αὐτὸν γινομένου ψόφου.

131

σφεδανόν Λ 165. Π 372. Φ 542

Ap. S. 147, 33: <σφεδανόν>· ὁ μὲν Ἀπίων σκληρόν. ἔστι δὲ μᾶλλον

ἐπιτεταμένον.

132

σχέτλιος Β 112 ...

Ap. S. 148, 1: <σχέτλιος>· ὁ μὲν Ἀπίων τάλας, ἀγνώμων, χαλεπός, ἀπὸ

τοῦ σχέδην τλῆναι, ἢ ἀπὸ τοῦ ἐπισχετικὸς ἐν τῷ δηλοῦσθαι ὑπάρχειν.

ῥητέον δὲ ὅτι ἐπὶ μὲν τοῦ „σχέτλιός εἰς Ὀδυσεῦ“ (μ 279) δυνατὸν

ἀκούειν οὕτως, ὑπομονητικὸν καὶ σχετλιασμοῦ ἄξια πάσχοντα· ἐπὶ δὲ

τοῦ Διὸς οὐ δυνατὸν οὕτως ἀκούειν, ἀλλὰ τὸν σχετλιασμοῦ ἄξια πράτ-

τοντα.

133

σῶκος Ψ 72

Ap. S. 148, 15: <σῶκος>· ἐπίθετον Ἑρμοῦ· καὶ ὁ μὲν Ἀπίων ἀποδίδωσι

σῶκος 〈σάοικος〉 σωσίοικος, ἔνιοι δὲ σόωκος ὁ ὠκέως σοούμενος. βέλτιον

δὲ τὸ πρότερον ... λέγεται καὶ δι' ἄλλων ”κρατὺς ἀργειφόντης” (Π 181)

διὰ τὴν ἰσχὺν τὴν ἐν τῷ ἀπαγγέλλειν. σῶκον οὖν συνωνύμως τῷ κρατύς.

134

τανύγλωσσοι ε 66

Ap. S. 149, 18: <τανύγλωσσοι>· ἐπὶ μὲν τῶν κορωνῶν φησι „τανύ-

γλωσσοί τε κορῶναι“ (ε 66). κατὰ μέντοι τὸ προφαινόμενον, τεταμένας

εἰς μέγεθος ἔχουσαι τὰς γλώσσας. ὁ δὲ Ἀπίων τεταμένην ἔχουσαι τὴν

φωνήν. ὁ δὲ Ἡλιόδωρος τὸ πρότερον.

135

ταναύποδα ι 464

Ap. S. 150, 11: <ταναύποδα>· ὁ μὲν Ἀπίων ταναόποδα, ὁ δὲ Ἡλιό-

δωρος προσεχέστερον τανύποδα, τεταμένοις ἐν τῇ πορείᾳ χρώμενα τοῖς

ποσίν.

136

ταφών Ι 193 ...

Ap. S. 149, 32: <ταφών>· ἐκπλαγείς· ... τοῦτο δὲ ἐτυμολογῶν ὁ Ἀπίων

φησὶ ταφὼν θαμβήσας, κατὰ κοινωνίαν τοῦ θ πρὸς τὸ τ.

137

ἐν τρητοῖσι ... λεχέεσσι Γ 448 ...

Ap. S. 154, 16: <τρητοῖσιν>· Ἀπίων κυρίως· ἱμᾶσι γὰρ ἐνετείνοντο αἱ

κλῖναι. ὁ δὲ Ἡλιόδωρος εἰς ταὐτὸ τείνειν τοῖς εὖ τετρημένοις.

138

τρίγληνα Ξ 183. σ 298

Ap. S. 154, 24: <τρίγληνα>· ὁ μὲν Ἡλιόδωρος τρίκορα εἶπε· γλήνη γὰρ

ἡ κόρη τοῦ ὀφθαλμοῦ ... ὁ δὲ Ἀπίων βέλτιον πολύγληνα· γλήνη γὰρ

ἡ κόρη, ὥστε εἶναι πολυθέατα, πολλῆς θέας ἄξια. τούτοις ἄν τις προσθείη

ὅτι καὶ γλήνεα λέγεται τὰ θέας ἄξια, ὅτε φησὶ ”κέδρινον ὑψόροφον, ὃς

γλήνεα πολλὰ κεχάνδει” (Ω 192).

ex Ap. S. Σb (Ba. 389, 31) = Ph. = Su. τ 961: ὁ Ἀπίων πολύγληνα,

τὰ θέας ἄξια

e Σb Et. Gen. (AB) s. v. τρίγληνα· ... ὁ δὲ Ἀπίων πολύγληνα, τὰ θέας

ἄξια (Ἀππίων A)

139

τρίποδας Ι 122

Ap. S. 154, 30: <τρίποδας>· ὁ μὲν Ἀπίων λέβητας ἀναθηματικούς, οὐχ

ὑγιῶς δέ· δισσὸν γὰρ εἶδος τῶν τριπόδων, ἕτερον μὲν τῶν ἀναθηματικῶν,

οὓς Δελφικοὺς λέγομεν διὰ τὸ πολλοὺς ἐν Δελφοῖς ἀνακεῖσθαι, ἕτερον δὲ

τῶν καλουμένων ἐμπυριβητῶν, ἐν οἷς θερμαίνεται τὰ λουτρά.

140

τῷ κε Β 373 ...

Ap. S. 156, 13: <τῷ κε>· ἐπὶ τοῦ „τῷ κε τάχ' ἠμύσειε πόλις Πριάμοιο“

(Β 373) βούλονται ἀκούειν ”οὕτως 〈ἄν〉”. καὶ Ἀπίων παραγγέλλει. καὶ

ἐπὶ τοῦ „τῷ κε λάχον κτερέων καί μευ κλέος ἦγον Ἀχαιοί“ (ε 311) ἀντὶ

τοῦ ”οὕτως ἄν”.

141

ὑπάτῃ Ψ 165. Ω 787

Ap. S. 157, 33: <ὑπάτῃ>· ὁ μὲν Ἀπίων „ἐν δὲ πυρὶ (lege πυρῇ) ὑπάτῃ“

(Ψ 165) ἀποδίδωσι πλουσίᾳ. ἄμεινον δὲ ἀνωτάτῃ, οἷον πρώτῃ· ὑποτί-

θεται γὰρ τοὺς ἄλλους τοὺς συγκαιομένους τῷ Πατρόκλῳ περὶ τὰ ἔσχατα

μέρη τῆς πυρᾶς καιομένους.

142

ὑπεμνήμυκε Χ 491

Ap. S. 159, 3: <ὑπεμνήμυκεν>· ... ὁ Ἀρίσταρχος ἀποδίδωσιν ὑποκα-

τανένευκε, ὅθεν Ἀπίων φησὶν ὑπομέμυκε καὶ κλαίει. ἐπιφέρει γὰρ ”δεδά-

κρυντο δὲ παρειαί” (Χ 491). ἐκ δευτέρου δὲ ἀποδιδούς, ἵνα ᾖ ἀνάμνησιν

εἴληφεν. βέλτιον δὲ τὸ πρῶτον.

143

ὑπὸ Νηίῳ α 186

Ap. S. 160, 11: <ὑπονηίῳ>· ὁ μὲν Ἀπίων ὡς ἐν τῇ Ἰθάκῃ λιμένος οὕτως

καλουμένου. ὁ δὲ Ἡλιόδωρος ὡς δύο μέρη λόγου ὄντα μετείληφεν, ἵν'

ᾖ ὑπὸ τῷ νηίῳ· φησὶ γὰρ „νήιος τόπος ἔχων ξύλα ἢ δένδρα, ἐξ ὧν

δεσμοῦσι τὰς ναῦς καθορμίζοντες“.

ex Ap. S. Schol. Dion. Thrax 444, 29 Hilgard: ὁ γὰρ Ἀπίων ὡς τοῦ

ἐν Ἰθάκῃ λιμένος ὑπονηίῳ καλουμένου συνθέτως ἀνέγνω· ὁ δὲ Ἡλιό-

δωρος διαιρεῖ, ἵν' ᾖ ὑπὸ τῷ νηίῳ.

144

ὑποσταχύοιτο υ 212

Ap. S. 159, 27: <ὑποσταχύοιτο>· τῶν ἅπαξ εἰρημένων. ὁ μὲν οὖν

Ἀπίων ἀποδίδωσιν ὑπαύξοιτο, ὁ δὲ Ἡλιόδωρος ὑπογεννῷτο· ”ὑπο-

σταχύοιτο βοῶν γένος εὐρυμετώπων” (υ 212). ὑγιῶς μὲν οὖν ἑκάτερος·

εἴρηται γὰρ ἀπὸ τῶν σταχύων μεταφορικῶς. ὥσπερ οὖν ἐξ ἑνὸς σπέρματος

εἶς πυθμὴν γίνεται, ἀφ' οὗ πολλοὶ στάχυες, οὕτως ἀπὸ μιᾶς βοὸς πολλοὶ

γίνονται. διόπερ ὁ μὲν εἰς τὸ ὑπαύξοιτο μετέφρασεν, ὁ δὲ ὑπογεννῷτο.

145

φάλος Γ 362 ...

Ap. S. 161, 13: <φάλος>· τὸ λάμπρυσμα τῆς περικεφαλαίας ... εἴρηται δὲ

παρὰ τὸ φάος. ὁ δὲ Ἀπίων „φάλος ὁ λαμπρὸς καὶ λευκὸς τῆς περικε-

φαλαίας ἧλος“.

146

φηγός Ε 693 ...

Ap. S. 162, 9: <φηγός>· ἡ δρῦς ... ὁ δὲ Ἀπίων ἐτυμολογῶν παρὰ τὸ

φαγεῖν φαίνεται, ἐπεὶ πρὸ τῆς εὑρέσεως τῶν Δημητριακῶν καρπῶν ἐβα-

λανοφάγουν ...

147

φῆρες Α 268. Β 743

Ap. S. 162, 17: <φῆρες>· οἱ Κένταυροι, Αἰολικῶς, ἀπὸ τοῦ θηριώδη τὴν

φύσιν ἔχειν ἐν ὄρει ὄντες. οἱ δὲ Αἰολεῖς τὰ θηρία φηρία λέγουσιν ... Ἀπίων

δὲ ἐτυμολογῶν ἀπὸ τοῦ †ὑφορᾶσθαι† ἐν τοῖς ὄρεσιν, ἢ ἀπὸ τοῦ φάσμα

ἔχειν θηρίων. βέλτιον δὲ τὸ τῶν Αἰολέων ...

148

φιλομμειδής Γ 424 ...

Ap. S. 163, 13: <φιλομειδής>· ἐπίθετον Ἀφροδίτης, ἡ φιλοῦσα τὰ μειδιά-

ματα, ἐξ οὗ τὴν ἱλαρὰν σημαίνει. ὁ δὲ Ἀπίων φιλόγελως.

149

(σ)φίν Α 73

Ap. S. 163, 15: <φίν>· εἰώθασιν ἀντὶ τοῦ σφίν ἀντωνυμικῶς χρῆσθαι τῇ

φίν, ἀντὶ τοῦ αὐτοῖς ἢ αὐταῖς. οὐχ εὑρίσκεται δὲ παρ' Ὁμήρῳ, ὡς

Ἀπίων τέταχεν.

150

φλοῖσβος Ε 322 ...

Ap. S. 164, 4: <φλέγμα>· τὴν φλόγα. 〈...〉 ὁ δὲ Ἀπίων τὸν φλοῖσμον

ταραχὴν λέγει. βέλτιον δὲ τὸ πρῶτον· κατὰ σύνθεσιν γὰρ πολυφλοί-

σβοιο, κατ' ἰδίαν δὲ οὔ.

151

φοινήεντα Μ 202 = Μ 220

Hsch. s. v. <φοινήεντα>· λεπιδωτὸν ὁ Ἀπίων φησί. οἱ δὲ φοίνιον, ἢ

ἐρυθρὸν τῷ χρώματι, ἢ καταπληκτικόν, ἢ φονευτικόν.

152

φυλίης ε 477

Ap. S. 165, 24: <φυλίης>· ὁ μὲν Ἡλιόδωρος γένος ἐλαίας, ὁ δὲ Ἀπίων

ψιλῶς γένος δένδρου. λέγεται γὰρ ὅτι ἡ ἀνήμερος ἐλαία λεγομένη φυλία

λέγεται.

153

φωριαμός Ω 228. ο 104

Ap. S. 165, 33: <φωριαμοῖς>· κιβωτοῖς. ὁ μὲν Ἀπίων ἐτυμολογῶν ἀπὸ

τοῦ εἶναι ἐν αὐτοῖς τὰ φορήματα. ἔνιοι δὲ τὰς πρὸς τὴν ἀπὸ τῶν φωρῶν,

τουτέστι κλεπτῶν, φυλακὴν κατεσκευασμένας.

154

χαμαιευνάδες κ 243. ξ 15

Ap. S. 167, 6: <χαμαιευνάδες>· ἐπιθετικῶς αἱ σύες, ἀπὸ τοῦ παρακολου-

θοῦντος, αἱ χαμαὶ εὐναζόμεναι· πολλὰ γὰρ τῶν ἄλλων τετραπόδων τὸ

πλεῖον ἵσταται. ὁ δὲ Ἀπίων, ὅτι βόθρους ὀρύσσουσιν. τοῦτο δὲ ποιοῦσι

μέν, οὐ μὴν ἐκ τῆς λέξεως ἐμφαίνεται.

Hsch. S. V. χαμαιευνάδες· ... Ἀπίων δὲ ὅτι βόθρους ὀρύσσουσι.

155

χαυλιόδοντα

Ap. S. 167, 3: <χαυλιόδοντα>· τὸν ἐπικεχαλασμένους ἔχοντα τοὺς

ὀδόντας. ὁ δὲ Ἀπίων γελοίως καυλιόδοντα, ἐκκεκαυληκότας ἔχοντα

τοὺς ὀδόντας· ὅθεν καὶ αὐλός.

156

χρυσάμπυκας Ε 358 ...

Ap. S. 169, 4: <χρυσάμπυκας>· ὁ μὲν Ἀπίων χρυσοχαλίνους· βέλτιον

δὲ χρυσοῦς δεσμοὺς ἔχοντας, παρὰ τὴν ἄμπυκα, ἥτις ἐστὶ τῶν τριχῶν

εἰς τὸ ἄνω σύλληψις.

157

ὠμησταί Λ 454 ...

Ap. S. 171, 1: <ὨΜΗΣΤΑΙ>· ὁ μὲν Ἀπίων προκέκρικε τὸ συνθέτως

ἀκούειν, μεταπέπλακε δὲ οὕτως, ὠμοέσται, ὠμοφάγοι. δύναται δὲ καὶ

παραγωγὸν εἶναι καὶ ὀξυτονεῖσθαι, παρὰ τὴν ὠμότητα· καὶ γὰρ ὁ

χηρωστὴς παρὰ τὴν χηρείαν.

158

ὥς Π 409

Schol. (T) Π 409: <ὣς εἷλκ' ἐκ δίφροιο>· ἑτοίμως· οὕτως Ἀπίων.

{ΑΙΓΥΠΤΙΑΚΑ.Ἐν βιβλίοις εʹ.}{E LIBRO TERTIO} Josephus C. Apion. II, c. 2: Φησὶ γὰρ(Ἀπίων) ἐν τῇ τρίτῃ τῶν Αἰγυπτιακῶν τάδε· «Μωϋ-σῆς, ὡς ἤκουσα παρὰ τῶν πρεσβυτέρων τῶν Αἰγυ-πτίων, ἦν Ἡλιουπολίτης· ὃς, πατρίοις ἔθεσι κατηγγυη-μένος, αἰθρίους προσευχὰς ἀνῆγεν εἰς οἵους εἶχενἡ πόλις περιβόλους, πρὸς ἀφηλιώτην δὲ πᾶσαν ἀπέ-στρεφεν· ὧδε γὰρ καὶ Ἡλίου κεῖται πόλις. Ἀντὶ δὲὀβελῶν ἔστησε κίονας, ὑφ' οἷς ἦν ἐκτύπωμα σκάφης,σκιὰ δ' ἀπ' ἄκρων ἐπ' αὐτὴν διακειμένη, ὡς, ὃν ἐν αἰ-θέρι, τοῦτον ἀεὶ τὸν δρόμον ἡλίῳ συμπεριπολεῖ.»{E LIBRO QUARTO} Africanus ap. Euseb. P. E. X, 10:Ἀπίων δὲ ὁ Ποσειδωνίου, περιεργότατος γραμματικῶνἐν τῷ Κατὰ Ἰουδαίων βιβλίῳ καὶ ἐν τετάρτῃ τῶνἹστοριῶν φησὶ, κατὰ Ἴναχον Ἄργους βασιλέα, Ἀμώ-σιος Αἰγυπτίων βασιλεύοντος, ἀποστῆναι Ἰουδαίους,ὧν ἡγεῖσθαι Μωσέα. Tatian. Or. ad Gr. c. 59:Ἀπίων ὁ γραμματικὸς, ἀνὴρ δοκιμώτατος,ἐν τῇ τετάρτῃ τῶν Αἰγυπτιακῶν (πέντε δέ εἰσιν αὐτῷγραφαί), πολλὰ μὲν καὶ ἄλλα φησὶ καὶ ὅτι κατέσκαψετὴν Αὔαριν Ἄμωσις, κατὰ τὸν Ἀργεῖον γενόμενοςἼναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ ΜενδήσιοςΠτολεμαῖος. Clem. Alex. Str. I, 22.: Ἀπίωντοίνυν ὁ γραμματικὸς ὁ Πλειστονίκης ἐπικληθεὶς ἐν τῇτετάρτῃ τῶν Αἰγυπτιακῶν ἱστοριῶν, καίτοι φιλαπε-χθημόνως πρὸς Ἑβραίους διακείμενος, ἅτε Αἰγύπτιοςτὸ γένος, ὡς καὶ κατὰ Ἰουδαίων συντάξασθαι βιβλίον,Ἀμώσιος τοῦ Αἰγυπτίων βασιλέως μεμνημένος καὶ τῶνκατ' αὐτὸν πράξεων μάρτυρα παρατίθεται Πτολεμαῖοντὸν Μενδήσιον, καὶ τὰ τῆς λέξεως αὐτοῦ ὧδε ἔχει·«Κατέσκαψε δὲ τὴν Ἀθυρίαν Ἄμωσις κατὰ τὸν Ἀργεῖονγενόμενος Ἴναχον, ὡς ἐν τοῖς Χρόνοις ἀνέγραψεν ὁ Μεν-δήσιος Πτολεμαῖος.» Syncell.: Οἵ τε γὰρ ἐκ περιτομῆς πάντεςἸώσηππός τε καὶ Ἰοῦστος, οἵ τε ἐξ Ἑλλήνων, Πο-λέμων, φημὶ, καὶ Ἀπίων Ποσειδωνίουκαὶ Ἡρόδοτος τὴν ἐξ Αἰγύπτουπορείαν τοῦ Ἰσραὴλ κατὰ Φορωνέα καὶ Ἄπιδα τοὺςἈργείων βασιλεῖς συνέγραψαν, Ἀμώσεως βασιλεύοντος. Josephus C. Apion. II, 2: Ὁ δέ γε πάντων πιστό-τατος Ἀπίων ὡρίσατο τὴν ἔξοδον (sc. τῶν Ἰουδαίων ἐξΑἰγύπτου) ἀκριβῶς κατὰ τὴν ἑβδόμην Ὀλυμπιάδα,καὶ ταύτης ἔτος εἶναι πρῶτον, ἐν ᾧ, φησὶ, ΚαρχηδόναΦοίνικες ἔκτισαν. Idem ibid. paullo post: Τὸν δὲ ἀριθμὸν τῶν ἐλα-σθέντων τὸν αὐτὸν Λυσιμάχῳ σχεδιάσας (ἕνδεκα γὰραὐτοὺς εἶναί φησι μυριάδας), θαυμαστήν τινα καὶ πι-θανὴν ἀποδίδωσιν αἰτίαν, ἀφ' ἧς φησι τὸ σάββατονὠνομᾶσθαι. «Ὁδεύσαντες γὰρ (φησὶν) ἓξ ἡμερῶν ὁδὸνβουβῶνας ἔσχον, καὶ διὰ ταύτην τὴν αἰτίαν τῇ ἑβδόμῃἡμέρᾳ ἀνεπαύσαντο σωθέντες εἰς τὴν χώραν τὴν νῦνἸουδαίαν λεγομένην, καὶ ἐκάλεσαν τὴν ἡμέραν σάββα-τον, σώζοντες τὴν Αἰγυπτίων γλῶτταν· τὸ γὰρ βουβῶ-νος ἄλγος καλοῦσιν Αἰγύπτιοι Σαββάτωσιν.» Ibid.: Ὁ δὲ θαυμαστὸς Ἀπίων διὰμὲν ἓξ ἡμερῶν αὐτοὺς ἐλθεῖν εἰς τὴν Ἰουδαίαν προείρη-κεν· πάλιν δὲ τὸν Μωϋσῆν εἰς τὸ μεταξὺ τῆς Αἰγύπτουκαὶ τῆς Ἀραβίας ὄρος, ὃ καλεῖται Σίναιον, ἀναβάνταφησὶν ἡμέραις τεσσαράκοντα κρυφθῆναι, κἀκεῖθεν κα-ταβάντα δοῦναι τοῖς Ἰουδαίοις τοὺς νόμους.{E LIBRO QUINTO} Gellius N. A. V, 14: Apion, qui Plistonices ap-pellatus est, literis homo multis praeditus, rerumqueGraecarum, plurima atque varia scientia fuit. Ejuslibri non incelebres feruntur, quibus omnium ferme,quae mirifica in Aegypto visuntur audiunturquehistoria comprehenditur. Sed in iis, quae vel legissesese dicit, fortassean vitio studioque ostentationisfit loquacior; est enim sane quam in praedicandisdoctrinis suis venditator. Hoc autem, quod in libroAegyptiacorum quinto scripsit, neque audisse nequelegisse, sed ipsum sese in urbe Romana vidisseoculis suis confirmat. In circo maximo, inquit, ve-nationis amplissimae pugna populo dabatur. Ejusrei, Romae quum forte essem, spectator, inquit, fui.Multae ibi saevientes ferae, magnitudines bestiarumexcellentes, omniumque invisitata aut forma erataut ferocia. Sed praeter alia omnia leonum, inquit,immanitas admirationi fuit; praeterque omnes cete-ros unius. Is unus leo corporis impetu et vastitudineterrificoque fremitu et sonoro toris comisque cervicumfluctuantibus, animos oculosque omnium in seseconverterat. Introductus erat inter complures cete-ros ad pugnam bestiarum datus servus viri consula-ris. Ei servo Androclus nomen fuit. Hunc ille leoubi vidit procul, repente, inquit, quasi admiransstetit· ac deinde sensim atque placide tamquamnoscitabundus ad hominem accedit. Tum caudammore atque ritu adulantium canum clementer et