Fragmenta
- Edition reference
- Fragmenta, ed. A.-M. Denis, Fragmenta pseudepigraphorum quae supersunt Graeca [Pseudepigrapha Veteris Testamenti Graece 3. Leiden: Brill, 1970]: 103–104.
- CTS identifier
urn:cts:greekLit:tlg1156.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
frag a, col. 1
(i Cor., 2, 9:) καθὼς γέγραπται
ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ
ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου
οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς
τοῖς ἀγαπῶσιν αὐτόν. ἡμῖν γὰρ
ἀπεκάλυψεν ὁ θεός.
frag a, col. 2
(1 Clem. Rom., 34, 8) λέγει γάρ·
Ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ
ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου
οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν τοῖς ὑπομέ-
νουσιν αὐτόν.
frag b, col. 1
ὅθεν ἡ γραφὴ εἰκότως εὐαγγε-
λίζεται τοῖς πεπιστευκόσιν· «οἱ
δὲ ἅγιοι κυρίου κληρονομήσουσι
τὴν δόξαν τοῦ θεοῦ καὶ τὴν
δύναμιν αὐτοῦ.» ποίαν, ὦ μακά-
ριε, δόξαν, εἰπέ μοι· «ἣν ὀφ-
θαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκου-
σεν, οὐδὲ ἐπὶ καρδίαν ἀνθρώ-
που ἀνέβη· καὶ χαρήσονται ἐπὶ τῇ
βασιλείᾳ τοῦ κυρίου αὐτῶν εἰς τοὺς
αἰῶνας, ἀμήν.»
frag b, col. 2
τότε «ἀπελεύσονται οἱ μὲν πονη-
ροὶ εἰς αἰώνιον κόλασιν, οἱ δὲ δίκαιοι
πορεύσονται εἰς ζωὴν αἰώνιον»,
κληρονομοῦντες ἐκεῖνα, «ἃ ὀφθαλ-
μὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν
καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ
ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς
ἀγαπῶσιν αὐτόν», καὶ χαρήσονται
ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ τῇ ἐν
Χριστῷ Ἰησοῦ.
frag c
Ἐμφέρεται ἐν ἀποκρύφοις ὅτι Ἡλίας ὁ προφήτης εἶπε περὶ τοῦ Ἀντιχρί-
στου· οἷος μέλλῃ τότε φαίνεσθαι· ἡ κεφαλὴ αὐτοῦ φλὸξ πυρός· ὁ ὀφθαλμὸς
αὐτοῦ ὁ δεξιὸς κέκραται αἵματος. Ὁ δὲ εὐώνυμος χαροπὸς ἔχων δύο κόρας,
τὰ δὲ βλέφ[αρα] αὐτοῦ λευκά, τὸ δὲ χεῖλος αὐτοῦ τὸ κάτω μέγα· ὁ δεξιὸς
αὐτοῦ μηρὸς λεπτός, καὶ οἱ πόδες αὐτοῦ πλατεῖς, τέθλασται δὲ ὁ μέγας δάκτυλος
τοῦ ποδὸς αὐτοῦ.