Apocalypsis apocrypha Joannis
- Edition reference
- Apocalypsis apocrypha Joannis (versio tertia), ed. A. Vassiliev, Anecdota Graeco-Byzantina, vol. 1, Moscow: Imperial University Press, 1893: 317–322.
- CTS identifier
urn:cts:greekLit:tlg1158.tlg003.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
319
νουν τοὺς ἀμετανοήτους καὶ ἁμαρτωλούς. Καὶ παραμένει ἐκεῖ ἡ
ψυχὴ ἡμέρας μʹ καὶ τότε ἀπάγεται πάλιν καὶ προσκυνεῖ τὸν θρό-
νον τὸν τετράμορφον καὶ τότε ὁρᾷ τὸν Υἱὸν τοῦ θεοῦ καὶ τότε
χαίρει ὁ Πατὴρ σὺν τῷ Υἱῷ καὶ τὸ ἅγιον Πνεῦμα καὶ πάντες οἱ
ἄγγελοι καὶ οἱ ἀρχάγγελοι μετὰ λαμπάδων καὶ δόξης πολλῆς καὶ
ἀπάγουν αὐτὸν ἐνώπιον τοῦ παραδείσου καὶ θεωρεῖ τὴν δόξαν
320
αὐτοῦ ἣν μέλλει λαβέσθαι καὶ λέγει· Κύριε, Κύριε, ἂς ἔλθῃ σύν-
τομα ἡ δευτέρα παρουσία σου ἵνα λάβω τὴν δόξα(ν) μου. Καὶ
ἔστιν μέσα τῶν ἁμαρτωλῶν καὶ τῶν δικαίων χάσμα μέγα καὶ ἐν
τὸ χάσμα πῦρ φλέγων τοὺς ἁμαρτωλούς, πρὸς δὲ τοὺς δικαίους
δρόσος καὶ δροσίζει αὐτούς. Καὶ λέγει αὐτῷ ὁ Ἰάκωβος· εἰπὲ ἡμῖν,
εὐλογημένε δοῦλε τοῦ θεοῦ, Ἰωάννη Θεολόγε· καὶ πῶς μέλ(λ)ει
σωθῆναι πᾶσα ψυχή, ὅτι οὐδεὶς ἀναμάρτητος; Καὶ λέγει αὐτῷ
Ἰωάννης· ἄκουσον, ὦ Ἰάκωβε, σκληρὸς ὁ λόγος ὃν σὺ ἐρωτᾷς με.
μαρτυρεῖ μοι ἅγιον Εὐαγγέλιον ὅτι ἔχων ἑκατὸν πρόβατα καὶ (ἐὰν) πλα-
νηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ἀφεὶς τὰ ἐνενήκοντα ἐν(ν)έα τῷ ὄρει πο-
ρευθῇ ζητῶν τὸ ἀπολωλὸς καὶ εὑρὼν αὐτὸν βαστάζῃ τοῦτον
ἐπὶ τῶν ὤμων αὐτοῦ καὶ ἔρχεται ἐπὶ τοὺς φίλους καὶ ἀδελφοὺς
αὐτοῦ λέγων ὅτι συγχάρητέ μοι ὅτι εὗρον τὸ ἀπολωλὸς πρόβα-
τόν μου; Οὕτως καὶ ἐὰν πλανηθῇ τις ἐν ἁμαρτίᾳ καὶ πάλιν με-
ταστρέφεται καὶ ἐξέρχεται ἐν τῷ ἱερεῖ ἐξομολογούμενος τὰς ἁμαρ-
τίας αὐτοῦ πάσας, τότε ὁ διάβολος αὐτοῦ φεύγει ἐκ τὴν θύραν
τῆς ἐκκλησίας ἕως ᾅδου καὶ λέγει· οὐαί μοι ὅτι ἠπώλεσαν (=ἀπ-
ώλεσα) τὸν ἐμὸν φίλον. Καὶ τότε παραλαμβάνει αὐτὸν ὁ Κύριος
ἡμῶν Ἰησοῦς Χριστὸς τῆς δεξιᾶς χειρὸς καὶ λέγει τοῖς ἀγγέλοις
αὐτοῦ· συγχάρητέ μοι ὅτι πρόβατον ἀπολωλόμενον ηὗρον. καὶ με-
γάλη χαρὰ γίνεται ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ ἐπὶ ἁμαρτωλῷ
μετανοοῦντι. καὶ ἐὰν μέλ(λ)ῃ αὔριον ἐξομολογήσασθαι καὶ ἀφῶν
τὴν ἁμαρτίαν σήμερον κατοικεῖ τὸ ἅγιον πνεῦμα ἐν αὐτῷ. ὅτι
ἐὰν ἁμαρτάνῃ ἄνθρωπος ἐκφεύξεται ἐξ αὐτὸν τὸ ἅγιον πνεῦμα
καὶ παραστήκει αὐτὸν ὡς (σ)κιὰν (ν)υκτὸς καὶ ἡμέρας καὶ ἐκδέχε-
ται τὴν ὀδύνην ἵνα κατοικῇ ἐν αὐτὸν καὶ ὁ Κύριος ἡμῶν. Οἰκ-
τείρει ὁ προφήτης ὅτι· νεώτερος ἐγενόμην καὶ γὰρ ἐγήρασα καὶ
οὐκ οἶδα δίκαιον ἐγκαταλελυμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν
ἄρτους. Καὶ ἐγὼ Ἰωάννης λέγω ὅτι οἰκτειρήσει ὁ Κύριος
Ἰησοῦς Χριστὸς ἐν τῇ δευτέρᾳ ἐλεύσει αὐτοῦ, οἰκτειρεῖ καὶ σώζει
τὴν ψυχήν. Δείξω σοι ὑπόδειγμαν καὶ μὴ ἀφελπῇς (=ἀπελπίσῃς)
ἀπὸ τῆς φιλανθρωπίας τοῦ θεοῦ. ἐάν τις καὶ μὴ ἀνωὰ ἔχῃ
ὑπόδειγμα, (ἰδὲ) τὸν Πέτρον, ὅτι τρίτον ἀρνησάμενος τὸν Κύριον
ἡμῶν Ἰησοῦν Χριστὸν καὶ πάλιν διὰ θερμῶν δακρύων ἐσυνεχω-
321
ρήθη εὐθὺς καὶ οὐράνιος κλειδοῦχος ἐγίνετον διὰ τῆς θερμῆς με-
τανοίας. Ἐὰν ᾖ πόρνος, ἰδὲ τὴν Μαρίαν τὴν πόρνην ὅτι ἥμαρτεν
εἰς ἄνδρας χιλίους ἑπτακοσίους τρεῖς καὶ οὐκ ἐγίνωσκεν ξένον
οὔτε ἴδιον, ἀλλὰ ὀλιγοψύχη διὰ τῶν δακρύων ἐξήλειψεν πάσας
τὰς ἁμαρτίας αὐτῆς. ἐὰν ᾖ φονεὺς καὶ μετανοῶν θερμῶς, ἰδὲ τὸν
Μανασσὴν ὅτι τὸν υἱὸν αὐτοῦ εἰδώλων θυσίαν ἐποίησεν καὶ μετὰ
τεσσαράκοντα πρεσβυτέρους ἐφόνευσε καὶ τὸν Ἡσαΐαν ἐνέπρισε, ἀλλὰ
διὰ ἐπιστροφῆς θερμῆς στεναγμῶν καὶ δακρύων μέχρι τῶν τεσ-
σαράκοντα ἡμερῶν ὁ βυθὸς ἐγεμίσθη καὶ συνεχωρήσθη ἐκ τῶν
πολλῶν ἁμαρτιῶν. ἰδὲ καὶ τὸν λῃστὴν ὅπου κλοπαὶ καὶ φόνοι
καὶ αὐτὸς ἐνενήκοντα ἐννέα φόνους ἐποίησεν, ἀλλ' ἐν πίστει θερ-
μῇ καὶ βοῇ μεγάλῃ ὅτι εἶπεν ἐν τῷ σταυρῷ· μνήσθητί μου, Κύ-
ριε, ἐν τῇ βασιλείᾳ σου, τὸν παράδεισον ἔλαβεν. Ἐὰν ᾖ μοιχός,
ἰδὲ τὸν Δαυὶδ τὸν προφήτην ὅπου ἔλαβεν τὴν τοῦ Οὐρίαν γυ-
ναῖκαν, τὴν Βηρσαβεέ, καὶ ἔσχεν καὶ ἄλλαις ἐνενήκοντα ἐννέα.
ἀλλ' ἐξωμο(λο)γήσατο ὁλοψύχως τὸν (Ν)άθαν τὸν προφήτην καὶ
τὸ πύρινον ξίφος ἀποστράφη ἀπ' αὐτόν, καὶ καθέζεται θεοπάτωρ.
Καὶ πάλιν ἀποδείξω σοι τὸν Ἀνδρέαν Κρήτην ὅτι καὶ αὐτὸς ἐν
τῇ μητρὶ αὐτοῦ ἐμοίχευσεν, ἀλλ' ἐν μετανοίας καθαρᾶς ὑμνῳδὸς
καὶ ῥήτωρ τῶν θείων γραφῶν ἐγίνετον καὶ τὸν θρόνον τῆς ἐπι-
σκοπῆς ἐδέξατο. Ἐὰν μάγος ᾖν (=ᾖ) καὶ φονεύς, ἰδὲ τὸν Κυπριανὸν
ὅτι καὶ αὐτὸς ἐκ γένους δαιμόνων ἐγέννατον καὶ χίλια τριάκοντα
βρέφη ἀνήλωσεν καὶ ἄλλα ἐστατὸν ἐπὶ τὸ πλάτος ἐποίησεν, ἐξύσεν
καὶ πολλοὺς ἐκ τὴν ὁδὸν τοῦ θεοῦ μετέστρεψεν. ἀλλὰ δι' ἐπι-
στροφῆς ὀρθῆς (καὶ) ἐξομολογήσεως θερμῆς τὰς δυνάμει(ς)
τῶν δαιμόνων ἐνίκησεν καὶ σύνθρονος τοῖς ἐπισκόποις καὶ λει-
τουργὸς τοῦ θεοῦ ἐγένετον. Τοῦτον λέγω σοι· οὐαὶ τοὺς μὴ με-
τανοήσαντας ὅτι ἐν ἀνομίαις ἀποθανὼν Χριστοῦ ἀνάστασιν οὐ θεω-
ρεῖ, ἀλλὰ κολάζεται μετὰ τῶν δαιμόνων εἰς τὸν ᾅδην, ὅτι, κα-
θώς φησι τὸ Εὐαγγέλιον, πᾶς γὰρ ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλός
ἐστι τῆς ἁμαρτίας καὶ ἡ ἁμαρτία υἱὸς διαβόλου ἐστίν· παραλαμ-
βάνει τοὺς ἀμετανοήτους ὁ διάβολος καὶ ἀπάγει αὐτοὺς τῷ δια-
βόλῳ τῷ πατρὶ αὐτοῦ. Ἐὰν δὲ ποιήσῃ θυσίαν ὁ ἁμαρτωλὸς πρὶν
322
μετανοήσῃ παροξύνει τὸν Κύριον καθώς φησιν ὁ προφήτης ὅτι·
θυσία ἁμαρτωλοῦ βδέλυγμα Κυρίῳ καὶ ἡ προσευχὴ αὐτοῦ γενή-
σεται ἁμαρτάνῃ πεντηκοστὸς δὲ ἀμετανόητος ἐπικατάρατος, ὅτι
λευκαίνουν αἱ τρίχας τῆς κεφαλῆς αὐτοῦ. ἐὰν δὲ ἁμαρτάνῃ γέ-
ρων ἄνευ τε τῆς γυναικὸς αὐτοῦ καλεῖται οὕτως ὅτι εἰς τὴν ἰδίαν
θυγατέραν ἐπόρνευσεν ὅτι πατὴρ πάντων καλεῖται. ἥ τε καὶ γυνὴ
ἐὰν λευκαίνουν τρίχας τῆς κεφαλῆς αὐτῆς καὶ πορνεύῃ καλεῖται
οὕτως ὅτι μὲν εἰς τὸ ἴδιον τέκνον αὐτῆς ἐμοίχευσεν. Τοὺς δὲ με-
τανοοῦντας πάντας εἰσακούσεται Κύριος καὶ λέγει· οὐ θέλω τὸν
θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὸ ἐπιστρέψαι (αὐτὸν) καὶ ζῆσαι. λέ-
γει γὰρ τὸ ἅγιον Εὐαγγέλιον ὅτι· ἄφες ἐκκόψαι τὴ(ν) συκὴν ἵνα
σκάψαι περιποιοῦμαι ἐπ' αὐτῷ χρόνους τρεῖς καὶ ἐὰν οὐ καρπο-
φορῇ ἔκκοψον αὐτὴν ἵνα μᾶλλον καὶ τὴν γῆν καταργῇ. Τὸ δέν-
δρον ὁ ἁμαρτωλός ἐστιν, τὸ σκάψαι ὁ λόγος τοῦ ἱερέως, ὁ ἀμπε-
λὼν ὁ κόσμος· ἐὰν οὐ μεταστρέφῃ καὶ φέρῃ καρπὸν καλόν, ἀπά-
γεται εἰς τὸ πῦρ τὸ αἰώνιον. Οὐαὶ τοὺς ἱερεῖς τοὺς ἁμαρτάνον-
τας καὶ οὐ μετανοοῦντας!
Λέγει αὐτῷ ὁ Ἰάκωβος· εἰπὲ ἡμῖν, Ἰωάννη, περὶ τῶν θησαυ-
ριζομένων ἐν ἐκκλησίαις καὶ ὄρεσι καὶ πτωχοῖς· τί ἐστιν ἀντάλ-
λαγμα; Λέγει αὐτῷ Ἰωάννης ὁ ἀπόστολος· ἱλαρὸν γὰρ δότην
ἀγαπᾷ ὁ Κύριος. ἐὰν εἴ τι ἂν δώσῃ ἄνθρωπος, ἀπολαμβάνει ἑκα-
τόν. ἐὰν ἔνι ἀσθενής, τὰ δὲ κουφίζονται καὶ τὰ ἐνενήκοντα ἀπο-
λάβῃ. καὶ ἐὰν τελευτήσῃ ἄνθρωπος καὶ λέγῃ τῷ ὑπηρέτῃ αὐτοῦ·
δὸς τὰ ὑπάρχοντά μου, τὸ μὲν ἕνα ἔχει ὁ ἠπίτροπος (=ἐπ—), ἡ
δὲ μία μοῖρα ἔνι τοῦ ἀποθανόντος. Πληροφορήθητε, ἀδελφοὶ οἱ
ἀκούοντες· μετὰ τὸ ἀποθανεῖν τὸν ἄνθρωπον μετάνοια οὐκ ἔστιν
οὐδὲ συγχώρησις τῶν μετανοούντων. ἀλλὰ πάλιν λέγω ὑμῖν μὴ
ἀπελπιστεῖν τοῦ θεοῦ ἡμῶν φιλανθρωπία(ν) ὅτι αὐτὸς εἶπε· τὸν
ἐρχόμενον πρός με οὐ μὴ ἐκβάλω ἔξω. ᾧ ἡ δόξα καὶ τὸ κράτος
εἰς τοὺς αἰῶνας τῶν αἰώνων, ἀμήν.