The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. A.-M. Denis, Fragmenta pseudepigraphorum quae supersunt Graeca [Pseudepigrapha Veteris Testamenti Graece 3. Leiden: Brill, 1970]: 121–123, 125–127.
CTS identifier
urn:cts:greekLit:tlg1161.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

frag a

«Ἀναστήσονται γὰρ οἱ νεκροὶ καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις»

φησὶν ὁ προφήτης. ἵνα δὲ καὶ τὰ ὑπὸ τοῦ Ἰεζεκιὴλ τοῦ προφήτου ἐν τῷ ἰδίῳ

ἀποκρύφῳ ῥηθέντα περὶ ἀναστάσεως μὴ παρασιωπήσω, καὶ αὐτὰ ἐνταῦθα

παραθήσομαι. αἰνιγματωδῶς γὰρ διηγούμενος λέγει περὶ τῆς δικαίας κρίσεως

ᾗ κοινωνεῖ ψυχὴ καὶ σῶμα, ὅτι βασιλεύς τις ἐν τῇ αὐτοῦ βασιλείᾳ πάντας εἶχεν

ἐστρατευμένους, παγανὸν δὲ οὐκ εἶχεν ἀλλ' ἢ μόνον δύο, ἕνα χωλὸν καὶ ἕνα

τυφλόν, καὶ ἕκαστος 〈αὐτῶν〉 κατ' ἰδίαν ἐκαθέζετο καὶ κατ' ἰδίαν ᾤκει.

γάμους δὲ ποιήσας ὁ βασιλεὺς τῷ ἰδίῳ υἱῷ ἐκάλεσε πάντας τοὺς ἐν τῇ

αὐτοῦ βασιλείᾳ, περιεφρόνησε δὲ τῶν δύο παγανῶν, τοῦ τε χωλοῦ καὶ

τοῦ τυφλοῦ· οἱ δὲ ἠγανάκτησαν ἐν ἑαυτοῖς καὶ ἐπιβουλὴν ἐργάσασθαι

τῷ βασιλεῖ ἐπενόουν. παράδεισον δὲ εἶχεν ὁ βασιλεύς, καὶ ἀπὸ μήκοθεν

ὁ τυφλὸς ἐλάλει τῷ χωλῷ λέγων «πόσον ἦν ἡμῶν τὸ κλάσμα τοῦ ἄρτου

μετὰ τῶν ὄχλων τῶν κληθέντων εἰς τὴν εὐφρασίαν; δεῦρο τοίνυν, καθὼς

ἐποίησεν ἡμῖν, ἀμυνώμεθα αὐτόν.» ὁ δὲ ἕτερος ἠρώτα «ποίῳ τρόπῳ;»

ὁ δὲ εἶπεν «ἀπέλθωμεν εἰς τὸν παράδεισον αὐτοῦ καὶ ἀφανίσωμεν ἐκεῖ τὰ τοῦ

παραδείσου.» ὁ δὲ εἶπεν «καὶ πῶς δύναμαι, χωλὸς ὢν καὶ μὴ δυνάμενος ἐπισαί-

νειν;» ὁ δὲ τυφλὸς ἔφη «αὐτὸς ἐγὼ δύναμαί τι πράττειν μὴ ὁρῶν ποῦ ἀπέρχο-

μαι; ἀλλὰ τεχνασώμεθα.» τίλας χόρτον τὸν πλησίον καὶ πλέξας σχοινίον

ἠκόντισε τῷ τυφλῷ καὶ εἶπεν «κράτει, καὶ δεῦρο πρὸς τὸ σχοινίον πρός με.»

ὡς δὲ ἐποίησεν ὃ προετράπη, ὅτε ἔφθασε λέγει «δεῦρό μοι γενοῦ πόδες καὶ

βάστασόν με, καὶ γίνομαί σοι ὀφθαλμοί, ἄνωθεν ὁδηγῶν σε δεξιὰ καὶ εὐώνυμα.»

τοῦτο δὲ ποιήσαντες κατέβησαν εἰς τὸν παράδεισον· εἶτα λοιπὸν εἴτε ἠδίκησαν

εἴτε καὶ οὐκ ἠδίκησαν, ὅμως τὰ ἴχνη πέφηνεν ἐν τῷ παραδείσῳ. καταλύσαντες

δὲ ἐκ τῶν γάμων οἱ εὐφρανθέντες καταβάντες εἰς τὸν παράδεισον ἐξεπλάγησαν

τὰ ἴχνη εὑρόντες ἐν τῷ παραδείσῳ καὶ ταῦτα ἀνήγγειλαν τῷ βασιλεῖ, λέγοντες

«ἅπαντες στρατιῶται ἐν τῇ βασιλείᾳ σου καὶ οὐδείς ἐστι παγανός. πόθεν τοί-

νυν ἴχνη παγανῶν ἐν τῷ παραδείσῳ;» ὁ δὲ ἐθαύμασε, [καὶ] ὡς μὲν ἡ παραβολὴ

δηλονότι τοῦ ἀποκρύφου λέγει ὡς πρὸς τὸν ἄνθρωπον αἰνιττομένη, ὁ θεὸς δὲ

οὐδὲν ἀγνοεῖ. ἡ δὲ διήγησις λέγει ὡς μετεστείλατο τὸν χωλὸν καὶ τὸν τυφλὸν

καὶ ἠρώτησε τὸν τυφλόν «μὴ σὺ κατῆλθες εἰς τὸν παράδεισον;» ὁ δὲ ἔφη

«οἴμοι, κύριε· ὁρᾷς ἡμῶν τὴν ἀδυναμίαν, οἶδας ὅτι 〈οὐχ〉 ὁρῶ ποῦ βαδίζω.»

εἶτα ἐλθὼν ἐπὶ τὸν χωλὸν καὶ αὐτὸν ἠρώτα «σὺ κατῆλθες εἰς τὸν παράδεισόν

μου;» ὁ δὲ ἀποκριθεὶς εἶπεν «ὦ κύριε, πικρᾶναί μου τὴν ψυχὴν ἐν τῷ μέρει τῆς

ἀδυναμίας βούλει.» καὶ λοιπὸν ἡ κρίσις ἀργεῖ. τί οὖν ποιεῖ ὁ κριτὴς ὁ δίκαιος;

ἀναγνοὺς ποίῳ τρόπῳ ἀμφότεροι ἐζεύχθησαν ἐπιτίθησι τὸν χωλὸν τῷ πηρῷ καὶ

τοὺς ἀμφοτέρους ἐτάζει μάστιξι, καὶ οὐ δύνανται ἀρνήσασθαι. ἑκάτεροι ἀλλή-

λους ἐλέγχουσιν, ὁ μὲν χωλὸς λέγων τῷ τυφλῷ «οὐ σύ με ἐβάστασας καὶ

ἀπήνεγκας;» καὶ ὁ τυφλὸς τῷ χωλῷ «οὐκ αὐτὸς ὀφθαλμοί μου γέγονας;»

οὕτως τὸ σῶμα τῇ ψυχῇ καὶ ἡ ψυχὴ τῷ σώματι εἰς ἔλεγχον τῆς κοινῆς

ἐργασίας συνάπτεται, καὶ ἡ κρίσις τελεία γίνεται περὶ ἀμφοτέρων, σώματός

τε καὶ ψυχῆς, * τῶν ἔργων [τῶν] γεγενημένων εἴτε ἀγαθῶν εἴτε φαύλων.

frag b

καὶ πάλιν ἐν ἑτέρῳ τόπῳ λέγει «καὶ τέξεται ἡ δάμαλις καὶ ἐροῦσιν, οὐ

τέτοκεν.»

frag c

προστιθεὶς καὶ γνώμην ἀγαθήν·

Μετανοήσατε, οἶκος Ἰσραήλ,

ἀπὸ τῆς ἀνομίας ὑμῶν· εἶπον τοῖς

υἱοῖς τοῦ λαοῦ μου· Ἐὰν ὦσιν αἱ

ἁμαρτίαι ὑμῶν ἀπὸ τῆς γῆς ἕως τοῦ

οὐρανοῦ καὶ ἐὰν ὦσιν πυρρότεραι

κόκκου καὶ μελανώτεραι σάκκου,

καὶ ἐπιστραφῆτε πρός με ἐξ ὅλης

τῆς καρδίας καὶ εἴπητε· Πάτερ·

ἐπακούσομαι ὑμῶν ὡς λαοῦ ἁγίου.

frag d

ἐφ' οἷς γὰρ ἂν εὕρω ὑμᾶς, φησίν, ἐπὶ τούτοις καὶ κρινῶ.

frag e

[!!!]ε?γυπτ[ιω]ν αγαλ?[λιασομαι δε ε]

[γω εν] αυτοις εαν? ερουσ?[ιν πατερ ακου]

[σθη]σεται και εσοντ[αι μετα εμου]

[επι γ]η?ς ζωης ω ιημ ε?[ιπον προς] τον κ̅ν̅

[κε μ]η με ελλεγ'ξης τ?[ω θυμω] σου μη

[δε π]εδευσης με εν τη[οργη σου δοκι]

[μαζο]μαι εως των νεφ[ρων μου δια]

[λελ]υμαι εως της κοιλ?[ιας μου δος]

[μοι το] ελεος σου εις εφημ[ερον ως ηλεη]

[σας α]β?ρααμ' τον πατερα ημ?[ων και ι]

[σακ' κα]ι ιακωβ' αλλα σε τον κ̅ν̅?̅ [τον]

[θ̅ν̅ η]μ?ων εγνωκαμεν και ![]

[]ε?νεσι και εγεννηθη[]

[απο]καθημενης μεμ[]

[ ]ς εβδελοιχθημε[ν]

[ ]τ?ο ονομα απ[]

[ ]μενω ![]

[ ]π?λατεια ![]

[το πλανωμενο]ν? ου?κ? επ?[εσ]τρε[ψατε και]

[το ενοχλουμενο]ν ουκ εθ?[ε]ρα[πευσατε]

[και ποιειτε τον] λαον μου πλαν[ασθαι α]

[πο νομης της] κ?αλης και πορευ[εσθαι εις]

[τριβολους κ]αι ακανθας αντι χ?[ορτου]

[και ουκ ετηρη]σατε την εμην εν?[τολην]

[αλλα πας πυμη]ν εξ υμων ανεω[ξετο στο]

[μα και πολλ]ο?ι εις καταβρωμα α?[υτοις ε]

[γενοντο αλ]λ?α ειδου εγω διακριν[ω κριον]

[προς κριον] και μοσχον προς μοσχ[ον και]

[το χωλο]ν? κατε?δησω και το ενο[χλουμε]

[νον ια]σ?ομαι και το πλανομε?[νον] επι

[στρεψω κ]αι βοσκησω αυτου?[ς εγω και ανα]

[παυσω ε]πι το ορος το αγιον [μου και ε]

[σομαι αυ]τοις πυμην κ[αι εσομαι εγγυς]

[αυτων ως ο χ]ιτων του χρ?[ωτος αυτων και]

[επικαλεσ]ονται με? [και ερω ιδου παρει]

[μι εαν διαβαι]ν?ω?σιν ο?[υκ ολισθησου]

[σιν λεγει κ̅ς̅] εκ?ο[]

[ ]α?νισ![]

[ ]πυρος β![!!!!]![!]![]

[ ]ε?ι εκ'μειαινοντ[ες]

[ ]ε?τι προσεβαινον τη?[]

[πρεσ]βυτας αδυναμουν[τας]

[ ε]πι τα ϋψηλα και π!![!]

[ ]δια το οδαγους μη ε[χειν]

[ ]ε?ο?ς? εισιν οι της φων[ης]

[ ]!![!] ἀνεβλεψα δε κ[]

[ ]!ου κρεμαμενου![]

[ ]ανου καθιπταμ?[]

[ ]υ?τον και ειπ?[α]

[ ]!!![]

[ ]!ε![!!!!]![!]ως ο κ[]

[ ]ιν π![!]!!ληθην[]

[ ε]στιν τω δεδουλευ[μενω]

[ ]!καρδια καθαρα κα?[ι]

[ ]!ται επι κ̅ν̅ τον θ̅ν̅[]

[ ]αι τα συντετριμ'με[να]

[ ]οι ϋμας και στησε[ται]

[ ]μετα παντος του![]

[ε]ρ?ημωμενην ϋπο[]

[]!ησθησεται αυτ[]

[ ]!λις και!!![]

[ ]ον![]

[ ]ι νυν υμ![]

[ ]ται απο του ν?[]

[μο]χ?θηρων και?[]

[ ]!χωρας![]

[ ]η?ς καλυπ[]

[ ]γεινεται ε[]