The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. J. C. T. Otto, Corpus apologetarum Christianorum saeculi secundi, vol. 9, Jena: Mauke, 1872: 486–487.
CTS identifier
urn:cts:greekLit:tlg1163.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

{Ex Apologia.}

... ἐξ ἐκείνου τὴν δι' εὐχῆς

τὸ παράδοξον πεποιηκυῖαν λε-

γεῶνα οἰκείαν τῷ γεγονότι πρὸς

τοῦ βασιλέως εἰληφέναι προση-

γορίαν, κεραυνοβόλον τῇ Ῥω-

μαίων ἐπικληθεῖσαν φωνῇ.

2

{Fortasse ex eadem.}

Εἰρηναῖός τε καὶ Κλήμης, Ἀ-

πολινάριός τε ὁ Ἱεραπολίτης καὶ

Σεραπίων ὁ τῆς ἐν Ἀντιοχείᾳ

προεστὼς ἐκκλησίας, <ἔμψυχον

τὸν ἐνανθρωπήσαντα> ἐν

τοῖς πονηθεῖσιν αὐτοῖς λόγοις

ὡς ὁμολογούμενον [αὐτοῖς] φά-

σκουσιν.

3

{Ex libro De pascha.}

Εἰσὶ τοίνυν οἳ δι' ἄγνοιαν φι-

λονεικοῦσι περὶ τούτων, συγ-

γνωστὸν πρᾶγμα πεπονθότες·

ἄγνοια γὰρ οὐ κατηγορίαν ἀνα-

δέχεται, ἀλλὰ διδαχῆς προσδεῖ-

ται· καὶ λέγουσιν ὅτι τῇ ιδʹ τὸ

πρόβατον μετὰ τῶν μαθητῶν

ἔφαγεν ὁ κύριος, τῇ δὲ μεγάλῃ

ἡμέρᾳ τῶν ἀζύμων αὐτὸς ἔπα-

θεν, καὶ διηγοῦνται Ματθαῖον

οὕτω λέγειν ὡς νενοήκασιν·

ὅθεν ἀσύμφωνός τε νόμῳ ἡ

νόησις αὐτῶν, καὶ στασιάζειν

δοκεῖ κατ' αὐτοὺς τὰ εὐαγγέλια.

4

{Ex codem libro.}

Ἡ ιδʹ τὸ ἀληθινὸν τοῦ κυρίου

πάσχα, ἡ θυσία ἡ μεγάλη, ὁ

ἀντὶ τοῦ ἀμνοῦ παῖς θεοῦ, ὁ

δεθείς, ὁ δήσας τὸν ἰσχυρόν,

καὶ ὁ κριθεὶς κριτὴς ζώντων

καὶ νεκρῶν, καὶ ὁ παραδοθεὶς

εἰς χεῖρας ἁμαρτωλῶν ἵνα σταυ-

ρωθῇ, ὁ ὑψωθεὶς ἐπὶ κερά-

των μονοκέρωτος, καὶ ὁ τὴν

ἁγίαν πλευρὰν ἐκκεντηθείς, ὁ

ἐκχέας ἐκ τῆς πλευρᾶς αὐτοῦ

τὰ δύο πάλιν καθάρσια, ὕδωρ

καὶ αἷμα, λόγον καὶ πνεῦμα,

καὶ ὁ ταφεὶς ἐν ἡμέρᾳ τῇ

τοῦ πάσχα, ἐπιτεθέντος τῷ

μνήματι τοῦ λίθου.