The Greek Library Catalogue

Anonymous

Fragmenta

Edition reference
Fragmenta, ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 42–43.
CTS identifier
urn:cts:greekLit:tlg1172.tlg001.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

121

{εἰς Ἄτταλον}

{⊗} Πέργαμος οὐχ ὅπλοις κλεινὴ μόνον, ἀλλὰ καὶ ἵπποις

πολλάκις αὐδᾶται Πῖσαν ἀνὰ ζαθέην.

εἰ δὲ τὸν ἐκ Διόθεν θεμιτὸν θνητῷ νόον εἰπεῖν,

ἔσσεται εἰσαῦτις πολλὸν ἀοιδοτέρη. *

122

{εἰς Μηνόδωρον (epitaphium)}

{⊗} τηλοῦ μὲν Φρυγίη, τηλοῦ δ' ἱερὴ Θυάτειρα,

ὦ Μηνόδωρε, σὴ πατρίς, Καδαυάδη.

ἀλλὰ γὰρ εἰς Ἀχέροντα τὸν οὐ φατὸν ἶσα κέλευθα,

ὡς αἶνος ἀνδρῶν, πάντοθεν μετρεύμενα.

σῆμα δέ τοι τόδ' ἔρεξεν ἀριφραδὲς Εὔδαμος, ᾧ σὺ

πολλῶν πενεστέων ἦσθα προσφιλέστερος. *