The Greek Library Catalogue

Anonymous

Fragmenta et tituli

Edition reference
Fragmenta et tituli, ed. H. Lloyd-Jones and P. Parsons, Supplementum Hellenisticum, Berlin: De Gruyter, 1983: 46–74.
CTS identifier
urn:cts:greekLit:tlg1175.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

153

ἣν καλέουσί τινες θνητῶν ψαμμῖτιν ὀρυκτήν.

ταύτης τὴν κεφαλὴν ἕψει〈ν〉 μηδὲν προσενεγκὼν

ἥδυσμ', ἀλλ' ἐς ὕδωρ μόνον ἐνθεὶς καὶ θαμὰ κινῶν

ὕσσωπον παράθες τρίψας, κἂν ἄλλο τι χρῄζῃς

δριμὺ διεὶς ὄξος, κᾆτ' ἔμβαπτ' εὖ καὶ ἐπείγου

οὕτως ὡς πνίγεσθαι ὑπὸ σπουδῆς καταπίνων.

τὴν λοφιὴν δ' ὀπτᾶν αὐτῆς καὶ τἆλλα τὰ πλεῖστα.

154

ἐν δὲ Τορωναίων ἄστει τοῦ καρχαρία χρὴ

τοῦ κυνὸς ὀψωνεῖν ὑπογάστρια κοῖλα κάτωθεν,

εἶτα κυμίνῳ 〈τ〉αῦτα πάσας ἁλὶ μὴ συχνῷ ὄπτα.

ἄλλο δ' ἐκεῖσε, φίλη κεφαλή, μηδὲν προσενέγκῃς,

εἰ μὴ γλαυκὸν ἔλαιον. ἐπειδὰν δ' ὀπτὰ γένηται,

ἤδη τριμμάτιόν τε φέρειν καὶ ἐκεῖνο μετ' αὐτοῦ.

ὅσσα δ' ἂν ἐν λοπάδος κοίλης πλευρώμασιν ἕψῃς,

μήθ' †ὕδατος πηγὴν μήτ' οἴνινον ὄξος

συμμίξῃς, ἀλλ' αὐτὸ μόνον κατάχευον ἔλαιον

αὐχμηρόν τε κύμινον, ὁμοῦ δ' εὐώδεα φύλλα.

ἕψε δ' ἐπ' ἀνθρακιῆς φλόγα τούτοις μὴ προσενεγκὼν

καὶ κίνει πυκ〈ι〉νῶς, μὴ προσκαυθέντα λάθῃ σε.

ἀλλ' οὐ πολλοὶ ἴσασι βροτῶν τόδε θεῖον ἔδεσμα

οὐδ' ἔσθειν ἐθέλουσιν ὅσοι κεπφαττελεβώδη

ψυχὴν κέκτηνται θνητῶν εἰσίν τ' ἀπόπληκτοι,

ὡς ἀνθρωποφάγου τοῦ θηρίου ὄντος. ἅπας δὲ

ἰχθὺς σάρκα φιλεῖ βροτέην, ἄν που περικύρσῃ·

ὥστε πρέπει καθαρῶς ὁπόσοι τάδε μωρολογοῦσι

τοῖς λαχάνοις προσάγειν καὶ πρὸς Διόδωρον ἰόντας

τὸν σοφὸν ἐγκρατέως μετ' ἐκείνου πυθαγορίζειν.

155

ἀλλὰ παρεὶς λῆρον πολὺν ἀστακὸν ὠνοῦ

τὸν τὰς χεῖρας ἔχοντα μακρὰς ἄλλως τε βαρείας,

τοὺς δὲ πόδας μικρούς, βραδέως δ' ἐπὶ γαῖαν ὀρούει.

εἰσὶ δὲ πλεῖστοι μὲν πάντων ἀρετῇ τε κράτιστοι

ἐν Λιπάραις· πολλοὺς δὲ καὶ Ἑλλήσποντος ἀθροίζει.

156

ἢν δέ ποτ' εἰς Ἴασον Καρῶν πόλιν εἰσαφίκηαι,

καρῖδ' εὐμεγέθη λήψει, σπανίην δὲ πρίασθαι·

ἐν δὲ Μακηδονίῃ τε καὶ Ἀμβρακίῃ μάλα πολλαί.

157

Σειρίου ἀντέλλοντος 〈 〉 φάγρον 〈 〉

Δήλῳ τ' Εἰρετρίῃ τε κατ' εὐλιμένους ἁλὸς οἴκους.

τὴν κεφαλὴν δ' αὐτοῦ μόνον ὠνοῦ καὶ μετ' ἐκείνης

οὐραῖον· τὰ δὲ λοιπὰ δόμον †μηδ' εἰσενέγκῃς.

158

καὶ λεβίην λαβέ, Μόσχε, τὸν ἥπατον, ἐν περικλύστῳ

Δήλῳ καὶ Τήνῳ

159

σάλπην δὲ κακὸν μὲν ἔγωγε

ἰχθὺν εἰς ἀεὶ κρίνω· βρωτὴ δὲ μάλιστα

ἐστὶ θεριζομένου σίτου· λαβὲ δ' ἐν Μυτιλήνῃ

αὐτήν.

160

ἐν δὲ Θάσῳ τὸν σκορπίον ὠνοῦ, 〈ἐ〉ὰν ᾖ

μὴ μεί〈ζ〉ων πυγόνος· μεγάλου δ' ἀπὸ χεῖρας ἴαλλε.

161

τὸν χρόμιν ἐν Πέλλῃ λήψει μέγαν—ἔστι δὲ πίων,

ἂν θέρος ᾖ—καὶ ἐν Ἀμβρακίῃ.

162

κίθαρον δὲ κελεύω

ἂν μὲν λευκὸς ἔῃ †στερεός τε πεφύκῃ,

ἕψειν εἰς ἅλμην καθαρὴν τρία φύλλα καθέντα·

ἂν δ' ᾖ πυρρὸς ἰδεῖν καὶ μὴ λίην μέγας, ὀπτᾶν

ὀρθῇ κεντήσαντα δέμας νεοθῆγι μαχαίρῃ.

καὶ πολλῷ τυρῷ καὶ ἐλαίῳ τοῦτον ἄλειφε·

χαίρει γὰρ δαπανῶντας ὁρῶν, ἔστιν δ' ἀκόλαστος.

163

εἶτα λαβεῖν ψῆτταν μεγάλην καὶ τὴν ὑπότρηχυν

βούγλωσσον, ταύτην δὲ θέρευς περὶ Χαλκίδα κεδνήν.

164

καὶ νεαροῦ μεγάλου τ' αὐλωπία ἐν θέρει ὠνοῦ

κρανί' ὅταν Φαέθων πυμάτην ἁψῖδα διφρεύῃ·

καὶ παράθες θερμὸν ταχέως καὶ τρῖμμα μετ' αὐτοῦ·

ὄπτα δ' ἀμφ' ὀβελίσκον ἑλὼν ὑπογάστριον αὐτοῦ.

165

ἀμφὶ δὲ τὴν ἱερήν τε καὶ εὐρύχορον Σάμον ὄψει

θύννον ἁλισκόμενον σπουδῇ μέγαν, ὃν καλέουσιν

ὄρκυν, ἄλλοι δ' αὖ κῆτος. τούτου δὲ θέρευς χρὴ

ὀψωνεῖν ἃ πρέπει ταχέως καὶ μὴ περὶ τιμῆς

〈δηριάαν 〉

ἔστι δὲ γενναῖος Βυζαντίῳ ἔν τε Καρύστῳ,

ἐν Σικελῶν δὲ κλυτῇ νήσῳ Κεφαλοιδὶς ἀμείνους

πολλῷ τῶνδε τρέφει θύννους καὶ Τυνδαρὶς ἀκτή.

ἂν δέ ποτ' Ἰταλίης ἱερῆς Ἱππώνιον ἔλθῃς,

ἕρπε τότ' εἰς ὕδατος στεφάνους, πολὺ δὴ πολὺ πάντων

ἐνταῦθ' εἰσὶν ἄριστοι ἔχουσί τε τέρματα νίκης.

οἱ δ' ἐπὶ τῶνδε τόπων πεπλανημένοι εἰσὶν ἐκεῖθεν

πολλὰ περήσαντες πελάγη βρυχίου διὰ πόντου·

ὥστ' αὐτοὺς ἡμεῖς θηρεύομεν ὄντας 〈ἀ〉ώρους.

166

τὴν δ' ἀμίην φθινοπώρου, ὅταν Πλειὰς καταδύνῃ,

πάντα τρόπον σκεύαζε. τί σοι τάδε μυθολογεύω;

οὐ γὰρ μὴ σὺ διαφθείρῃ〈ς〉 γ', οὐδ' ἂν ἐπιθυμῇς.

εἰ δ' ἐθέλεις καὶ τοῦτο δαήμεναι, ὦ φίλε Μόσχε,

ὅντινα χρή σε τρόπον κείνην διαθεῖναι ἄριστα,

ἐν συκῆς φύλλοις καὶ ὀριγάνῳ οὐ μάλα πολλῇ.

μὴ τυρόν, μὴ λῆρον· ἁπλῶς δ' οὕτως θεραπεύσας

ἐν συκῆς φύλλοις σχοίνῳ κατάδησον ἄνωθεν,

εἶθ' ὑπὸ θερμὴν ὦσον ἔσω σποδόν, ἐν φρεσὶ καιρὸν

γινώσκων ὁπότ' ἐστ' ὀπτή, καὶ μὴ κατακαύσῃς.

ἔστω δ' αὕτη σοι Βυζαντίου ἐξ ἐρατεινοῦ,

εἴπερ ἔχειν ἀγαθὴν ἐθέλεις· κἂν ἐγγὺς ἁλῷ που

τοῦδε τόπου, κεδνὴν λήψει· τηλοῦ δὲ θαλάσσης

Ἑλλησποντιάδος χείρων, κἂν κ〈λ〉εινὸν ἀμείψῃς

Αἰγαίου πελάγους ἔναλον πόρον, οὐκέθ' ὁμοίη

γίνεται, ἀλλὰ καταισχύνει τὸν πρόσθεν ἔπαινον.

167

ἡνίκα δ' ἂν δύνοντος ἐν οὐρανῷ Ὠρίωνος

μήτηρ οἰνοφόρου βότρυος χαίτην ἀποβάλλῃ,

τῆμος ἔχειν ὀπτὸν σαργὸν τυρῷ κατάπαστον,

εὐμεγέθη, θερμόν, δριμεῖ δεδαϊγμένον ὄξει.

σκληρὸς γὰρ φύσει ἐστίν. ἅπαντα δέ μοι θεράπευε

τὸν στερεὸν τοιῷδε τρόπῳ μεμνημένος ἰχθύν.

τὸν δ' ἀγαθὸν μαλακόν τε φύσει καὶ πίονα σάρκα

ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας·

πληθώρην γὰρ ἔχει τῆς τέρψιος αὐτὸς ἐν αὑτῷ.

168

καὶ θύννης οὐραῖον ἔχειν, 〈τ〉ὴν θυννίδα φωνῶ

τὴν μεγάλην, ἧς μητρόπολις Βυζάντιόν ἐστιν,

εἶτα τεμὼν αὐτὴν ὀρθῶς ὄπτησον ἅπασαν

ἁλσὶ μόνον λεπτοῖσι πάσας καὶ ἐλαίῳ ἀλείψας,

θερμά τ' ἔδειν τεμάχη βάπτων δριμεῖαν ἐς ἅλμην.

καὶ ξήρ' ἂν ἐθέλῃς ἔσθειν, γενναῖα πέλονται,

ἀθανάτοισι θεοῖσι φυὴν καὶ εἶδος ὅμοια·

ἂν δ' ὄξει ῥάνας παραθῇς, ἀπόλωλεν ἐκείνη.

169

καὶ Σικελοῦ θύννου τέμαχος 〈 〉

τμηθέν, ὅτ' ἐν βίκοισι ταριχεύεσθαι ἔμελλεν.

σαπέρδῃ δ' ἐνέπω κλαίειν μακρά, Ποντικῷ ὄψῳ,

καὶ τοῖς κεῖνον ἐπαινοῦσιν· παῦροι γὰρ ἴσασιν

ἀνθρώπων, ὅ τι φαῦλον ἔφυ καὶ κεδνὸν ἔδεσμα.

ἀλλὰ τριταῖον ἔχειν σκόμβρον πρὶν ἐς ἁλμυρὸν ὕδωρ

ἐλθεῖν ἀμφορέως ἐντὸ〈ς〉 νέου ἡμιτάριχον.

ἂν δ' ἀφίκῃ κλεινοῦ Βυζαντίου εἰς πόλιν ἁγνήν,

ὡραίου φάγε μοι τέμαχος πάλιν· ἔστι γὰρ ἐσθλὸν

καὶ μαλακόν.

170

〈 〉

Βοσπόρου ἐκπλεύσαντα τὰ λευκότατ', ἀλλὰ προσέστω

μηδὲν ἐκεῖ στερεῆς σαρκὸς Μαιώτιδι λίμνῃ

ἰχθύος αὐξηθέντος, ὃν ἐν μέτρῳ οὐ θέμις εἰπεῖν.

171

ἀλλὰ λαβὲ ξιφίου τέμαχος Βυζάντιον ἐλθών,

οὐραίου γ' αὐτὸν τὸν σφόνδυλον. ἔστι δὲ κεδνὸς

κἀν πορθμῷ πρὸς ἄκραισ〈ι〉 Πελωριάδος προβολαῖσι.

172

〈τὸν〉 σκάρον ἐξ Ἐφέσου ζήτει, χειμῶνι δὲ τρίγλην

ἔσθι' ἐνὶ ψαφαρῇ ληφθεῖσαν Τειχιοέσσῃ

Μιλήτου κώμῃ Καρῶν πέλας ἀγκυλοκώλων.

173

κἀν Θάσῳ ὀψώνει τρίγλην, κοὐ χείρονα λήψει

ταύτης· ἐν δὲ Τ〈έ〉ῳ χείρω, κεδνὴ δὲ καὶ αὕτη.

ἐν δ' Ἐρυθραῖς ἀγαθὴ θηρεύεται αἰγιαλῖτις.

174

κεστρέα δ' Αἰγίνης ἐξ ἀμφιρύτης ἀγόραζε,

ἀνδράσι τ' ἀστείοισιν ὁμιλήσεις !!!

175

κεστρέα τὸν θαυμαστόν, ὅταν χειμὼν ἀφίκηται.

176

λάμβανε δ' ἐκ Γαίσωνος, ὅταν Μίλητον ἵκηαι,

κεστρέα τὸν κέφαλον καὶ τὸν θεόπαιδα λάβρακα.

εἰσὶ γὰρ ἐνθάδ' ἄριστοι, ὁ γὰρ τόπος ἐστὶ τοιοῦτος.

πιότεροι δ' ἕτεροι πολλοὶ Καλυδῶνί τε κλεινῇ

Ἀμβρακίῃ τ' ἐνὶ πλουτοφόρῳ Βόλβῃ τ' ἐνὶ λίμνῃ,

ἀλλ' οὐκ εὐώδη γαστρὸς κέκτηνται ἀλοιφὴν

οὐδ' οὕτω δριμεῖαν. ἐκεῖνοι δ' εἰσίν, ἑταῖρε,

τὴν ἀρετὴν θαυμαστοί. ὅλους δ' αὐτοὺς ἀλεπίστους

ὀπτήσας μαλακοὺς χρηστῶς προσένεγκε δι' ἅλμης.

μηδὲ προσέλθῃ σοί ποτε τοὖψον τοῦτο ποιοῦντι

μήτε Συρακόσιος μηθεὶς μήτ' Ἰταλιώτης·

οὐ γὰρ ἐπίστανται χρηστοὺς σκευαζέμεν ἰχθῦς,

ἀλλὰ διαφθείρουσι κακῶς τυροῦντες ἅπαντα

ὄξει τε ῥαίνοντες ὑγρῷ καὶ σιλφίου ἅλμῃ·

τῶν δὲ πετραίων ἰχθυδίων τῶν τρισκαταράτων

πάντων εἰσὶν ἄριστοι ἐπισταμένως διαθεῖναι

καὶ πολλὰς ἰδέας κομψῶς παρὰ δαιτὶ δύνανται

ὀψαρίων τεύχειν γλίσχρων ἡδυσματολήρων.

177

καὶ σελάχη μέντοι κλεινὴ Μίλητος ἄριστα

ἐκτρέφει. ἀλλὰ τί χρὴ ῥίνης λόγον ἢ πλατυνώτου

λειοβάτου ποιεῖσθαι; ὁμῶς κροκόδειλον ἂν ὀπτὸν

δαισαίμην ἀπ' ἰπνοῦ τερπνὸν παίδεσσιν Ἰώνων.

178

βάτραχον ἔνθ' ἂν ἴδῃς, ὀψώνει 〈

〉 καὶ γαστρίον αὐτοῦ

σκεύασον.

179

καὶ νάρκην ἑφθὴν ἐν ἐλαίῳ ἠδὲ καὶ οἴνῳ

καὶ χλόῃ εὐώδει καὶ βαιῷ ξύσματι τυροῦ.

180

καὶ βατίδ' ἑφθὴν ἔσθε μέσου χειμῶνος ἐν ὥρῃ,

καὶ ταύτῃ τυρὸν καὶ σίλφιον. ἅττα τε σάρκα

μὴ πίειραν ἔχῃ πόντου τέκνα, τῷδε τρόπῳ χρὴ

σκευάζειν. ἤδη σοι ἐγὼ τάδε δεύτερον αὐδῶ.

181

ἵππουρος δὲ Καρύστιός ἐστιν ἄριστος.

ἄλλως τ' εὔοψον σφόδρα χωρίον ἐστὶ Κάρυστος.

182

τὸν δὲ λάτον τὸν κλεινὸν ἐν Ἰταλ〈ί〉ῃ πολυδένδρῳ

ὁ Σκυλλαῖος ἔχει πορθμός, θαυμαστὸν ἔδεσμα.

183

μόρμυρος αἰγιαλεύς, κακὸς ἰχθὺς οὐδέ ποτ' ἐσθλός.

184

πούλυποι ἔν τε Θάσῳ καὶ Καρίῃ εἰσὶν ἄριστοι.

καὶ Κέρκυρα τρέφει μεγάλους πολλούς τε τὸ πλῆθος.

πουλύποδες γαλεοί τε κύνες

185

τευθίδες ἐν Δίῳ τῷ Πιερικῷ παρὰ χεῦμα

Βαφύρα· καὶ ἐν Ἀμβρακίῃ παμπληθέας ὄψει.

186

σηπίαι Ἀβδήροις τε Μαρωνείῃ τ' ἐνὶ μέσσῃ.

187

τοὺς μῦς Αἶνος ἔχει μεγάλους, ὄστρε〈ι〉α δ' Ἄβυδος,

τὰς ἄρκτους Πάριον, τοὺς δὲ κτένας ἡ Μιτυλήνη,

πλείστους δ' Ἀμβρακίη παρέχει καὶ ἄπλατα μετ' αὐτῶν

〈 〉

Μεσσήνῃ δὲ πελωριάδας στενοπορθμίδι κόγχαςκἀν Ἐφέσῳ λήψει τὰς λείας οὔτι πονηράς.

τήθεα Καλχηδών, τοὺς κήρυκας δ' ἐπιτρίψαι

ὁ Ζεὺς τούς τε θαλασσογενεῖς καὶ τοὺς ἀγοραίους,

πλὴν ἑνὸς ἀνθρώπου, κεῖνος δέ μοί ἐστιν ἑταῖρος

Λέσβον ἐριστάφυλον ναίων, Ἀγάθων δὲ καλεῖται.

188-9

{Carnes}

188

τοῦ δὲ λαγὼ πολλοί τε τρόποι πολλαί τε θέμιστες

σκευασίης εἰσί〈ν〉. κεῖνος δ' οὖν ἐστι〈ν〉 ἄριστος

ἂν πίνουσι μεταξὺ φέρῃς κρέας ὀπτὸν ἑκάστῳ,

θερμόν, ἁπλῶς ἁλίπαστον, ἀφαρπάζων ὀβελίσκου

μικρὸν ἐνωμότερον. μὴ λυπείτω δέ ς' ὁρῶντα

ἰχῶρα στάζοντα κρεῶν, ἀλλ' ἔσθιε λάβρως.

αἱ δ' ἄλλαι περίεργοι ἔμοιγ' εἰσὶν διὰ παντὸς

σκευασίαι, γλοιῶν καταχύσματα καὶ κατάτυρα

καὶ κατέλαια λίην, ὥσπερ γαλῇ ὀψοποιούντων.

189

σιτευτὸν καὶ χηνὸς ὁμοῦ σκεύαζε νεοττόν,

ὀπτὸν ἁπλῶς καὶ τόνδε.

190

{Vina}

εἶθ' ὁπόταν πλήρωμα Διὸς Σωτῆρος ἕλησθε,

ἤδη χρὴ γεραόν, πολιὸν σφόδρα κρᾶτα φοροῦντα

οἶνον, ὑγρὴν χαίτην λευκῷ πεπυκασμένον ἄνθει

πίνειν, ἐκ Λέσβου περικύμονος ἐκγεγαῶτα.

τόν τ' ἀπὸ Φοινίκης ἱερῆς τὸν Βύβλι〈ν〉ον αἰνῶ,

οὐ μέντοι κείνῳ γε παρεξισῶ αὐτόν. ἐὰν γὰρ

ἐξαίφνης αὐτοῦ γεύσῃ μὴ πρόσθεν ἐθισθείς,

εὐώδης μέν σοι δόξει τοῦ Λεσβίου εἶναι

μᾶλλον, ἔχει γὰρ τοῦτο χρόνου διὰ μῆκος ἄπλατον·

πινόμενος δ' ἥσσων πολλῷ. κεῖνος δὲ δοκήσει

οὐκ οἴνῳ σοι ὅμοιον ἔχειν γέρας, ἀμβροσίῃ δέ.

εἰ δέ τινες σκώπτουσιν ἀλαζονοχαυνοφλύαροι,

ὡς ἥδιστος ἔφυ πάντων Φοινίκιος οἶνος,

οὐ προσέχω τὸν νοῦν αὐτοῖς 〈 〉

ἔστι δὲ καὶ Θάσιος πίνειν γενναῖος, ἐὰν ᾖ

πολλαῖς πρεσβεύων ἐτέων περικαλλέσιν ὥραις.

οἶδα δὲ κἀξ ἄλλων πόλεων βοτρυοσταγῆ ἔρνη

εἰπεῖν αἰνῆσαί τε καὶ οὔ με λέληθ' ὀνομῆναι.

ἀλλ' οὐθὲν τἆλλ' ἐστὶν ἁπλῶς πρὸς Λέσβιον οἶνον.

ἀλλά τινες χαίρουσιν ἐπαινοῦντες τὰ παρ' αὑτοῖς.

191

{Numerus cenantium}

πρὸς δὲ μιῇ πάντας δειπνεῖν ἁβρόδαιτι τραπέζῃ·

ἔστωσαν δ' ἢ τρεῖς ἢ τέσσαρες οἱ ξυνάπαντες

ἢ τῶν πέντε γε μὴ πλείους· ἤδη γὰρ ἂν εἴη

μισθοφόρων ἁρπαξιβίων σκηνὴ στρατιωτῶν.

192

{Coronae, odores, bellaria}

ἀεὶ δὲ στεφάνοισι κάρη παρὰ δαῖτα πυκάζου

παντοδαποῖς, οἷς ἂν γαίης πέδον ὄλβιον ἀνθῇ,

καὶ στακτοῖσι μύροις ἀγαθοῖς χαίτην θεράπευε,

καὶ σμύρνην λίβανόν τε πυρὸς μαλερὴν ἐπὶ τέφρην

βάλλε πανημέριος, Συρίης εὐώδεα καρπόν.

ἐμπίνοντι δέ σοι φερέτω τοιόνδε τράγημα,

γαστέρα καὶ μήτρην ἑφθὴν ὑὸς ἔν τε κυμίνῳ

ἔν τ' ὄξει δριμεῖ καὶ σιλφίῳ ἐμβεβαῶσαν

ὀρνίθων τ' ὀπτῶν ἁπαλὸν γένος, ὧν ἂν ὑπάρχῃ

ὥρη. τῶν δὲ Συρακοσίων τούτων ἀμέλησον,

οἳ πίνουσι μόνον βατράχων τρόπον, οὐδὲν ἔδοντες.

ἀλλὰ σὺ μὴ πείθου κείνοις, ἃ δ' ἐγὼ λέγω ἔσθε

βρώ〈μα〉τα· τἆλλα δ' ἐκεῖνα τραγήματα πάντα πέφυκε

πτωχείης παράδειγμα κακῆς, ἑφθοί τ' ἐρέβινθοι

καὶ κύαμοι καὶ μῆλα καὶ ἰσχάδες. ἀλλὰ πλακοῦντα

αἰνῶ Ἀθήνησιν γεγενημένον· εἰ δὲ μὴ αὐτοῦ

αὐτὸν ἔχῃς, ἑτέρωθι μέλι ζήτησον ἀπελθὼν

Ἀττικόν, ὡς τοῦτ' ἔστιν ὃ ποιεῖ κεῖνον ὑβριστήν.

οὕτω τοι δεῖ ζῆν τὸν ἐλεύθερον ἢ κατὰ τῆς γῆς

καὶ κατὰ τοῦ βαράθρου καὶ Ταρτάρου ἐς τὸν ὄλεθρον

ἥκειν καὶ κατορωρύχθαι σταδίους ἀναρίθμους.