Fragmenta epica
- Edition reference
- Fragmenta epica, ed. A. Bernabé, Poetarum epicorum Graecorum testimonia et fragmenta, pt. 1, Leipzig: Teubner, 1987: 151–153.
- CTS identifier
urn:cts:greekLit:tlg1182.tlg004.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
4
Ἰσσηδοὶ χαίτηισον ἀγαλλόμενοι ταναῆισι.
5
καὶ φάσ〈αν〉 ἀνθρώπους εἶναι καθύπερθεν ὁμούρους
πρὸς Βορέω, πολλούς τε καὶ ἐσθλοὺς κάρτα μαχητάς,
ἀφνειοὺς ἵπποισι, πολύρρηνας, πολυβούτας.
6
ὀφθαλμὸν δ' ἕν' ἕκαστος ἔχει χαρίεντι μετώπωι,
χαίτηισι〈ν〉 λάσιοι, πάντων στιβαρώτατοι ἀνδρῶν.
11
θαῦμ' ἡμῖν καὶ τοῦτο μέγα φρεσὶν ἡμετέρηισιν.
ἄνδρες ὕδωρ ναίουσιν ἀπὸ χθονὸς ἐν πελάγεσσι·
δύστηνοί τινές εἰσιν, ἔχουσι γὰρ ἔργα πονηρά·
ὄματτ' ἐν ἄστροισι, ψυχὴν δ' ἐνὶ πόντωι ἔχουσιν.
ἦ που πολλὰ θεοῖσι φίλας ἀνὰ χεῖρας ἔχοντες
εὔχονται σπλάγχνοισι κακῶς ἀναβαλλομένοισι.