Aristeae epistula ad Philocratem
- Edition reference
- Aristeae epistula ad Philocratem, ed. A. Pelletier, Lettre d'Aristée à Philocrate [Sources chrétiennes 89. Paris: Éditions du Cerf, 1962]: 100–240.
- CTS identifier
urn:cts:greekLit:tlg1183.tlg001.local001- Rights
- Document TEI P5 local en UTF-8.
- Corpus release
- 2.2.0 · 2026-08-29
- Bibliographic authority
- View bibliographic record ↗
T
{ΑΡΙΣΤΕΑΣ ΦΙΛΟΚΡΑΤΕΙ}
1
Ἀξιολόγου διηγήσεως, ὦ Φιλόκρατες, περὶ τῆς γενηθεί-
σης ἡμῖν ἐντυχίας πρὸς Ἐλεάζαρον τὸν τῶν Ἰουδαίων ἀρχιε-
ρέα συνεσταμένης, διὰ τὸ σὲ περὶ πολλοῦ πεποιῆσθαι παρ'
ἕκαστα ὑπομιμνήσκοντος συνακοῦσαι περὶ ὧν ἀπεστάλημεν
καὶ διὰ τί, πεπείραμαι σαφῶς ἐκθέσθαι σοι, κατειληφὼς ἣν
ἔχεις φιλομαθῆ διάθεσιν,
2
ὅπερ μέγιστόν ἐστιν ἀνθρώπῳ,
προσμανθάνειν ἀεί τι καὶ προσλαμβάνειν,
ἤτοι κατὰ τὰς ἱστορίας, ἢ καὶ κατ' αὐτὸ τὸ πρᾶγμα πεπει-
ραμένῳ. Οὕτω γὰρ κατασκευάζεται ψυχῆς καθαρὰ διάθεσις,
ἀναλαβοῦσα τὰ κάλλιστα· καὶ πρὸς τὸ πάντων κυριώτατον
νενευκυῖα τὴν εὐσέβειαν ἀπλανεῖ κεχρημένη κανόνι διοικεῖ.
3
Τὴν προαίρεσιν ἔχοντες ἡμεῖς πρὸς τὸ περιέργως τὰ θεῖα
κατανοεῖν, ἑαυτοὺς ἐπεδώκαμεν εἰς 〈τὴν πρὸς〉 τὸν προειρη-
μένον ἄνδρα πρεσβείαν, καλοκἀγαθίᾳ καὶ δόξῃ προτετιμημένον
ὑπό τε τῶν πολιτῶν καὶ τῶν ἄλλων, καὶ κατακεκτημένον
μεγίστην ὠφέλειαν τοῖς σὺν ἑαυτῷ καὶ τοῖς κατὰ τοὺς ἄλλους
τόπους πολίταις, πρὸς τὴν ἑρμηνείαν τοῦ θείου νόμου, διὰ τὸ
γεγράφθαι παρ' αὐτοῖς ἐν διφθέραις ἑβραϊκοῖς γράμμασιν.
4
Ἣν δὴ καὶ ἐποιησάμεθα ἡμεῖς σπουδῇ, λαβόντες καιρὸν
πρὸς τὸν βασιλέα περὶ τῶν μετοικισθέντων εἰς Αἴγυπτον ἐκ
τῆς Ἰουδαίας ὑπὸ τοῦ πατρὸς τοῦ βασιλέως, πρώτως κεκτη-
μένου τήν τε πόλιν καὶ τὰ κατὰ τὴν Αἴγυπτον παρειληφότος.
Ἄξιόν ἐστι καὶ ταῦτά σοι δηλῶσαι.
5
Πέπεισμαι γάρ σε
μᾶλλον ἔχοντα πρόσκλισιν πρὸς τὴν σεμνότητα καὶ τὴν τῶν
ἀνθρώπων διάθεσιν τῶν κατὰ τὴν σεμνὴν νομοθεσίαν διεξα-
γόντων, περὶ ὧν προαιρούμεθα δηλοῦν, ἀσμένως σε ἀκούσε-
σθαι, προσφάτως παραγεγενημένον ἐκ τῆς νήσου πρὸς ἡμᾶς,
καὶ βουλόμενον συνακούειν ὅσα πρὸς ἐπισκευὴν ψυχῆς ὑπάρ-
χει.
6
Καὶ πρότερον δὲ διεπεμψάμην σοι περὶ ὧν ἐνόμιζον
ἀξιομνημονεύτων εἶναι τὴν ἀναγραφήν, ἣν μετελάβομεν παρὰ
τῶν κατὰ τὴν λογιωτάτην Αἴγυπτον λογιωτάτων ἀρχιερέων
περὶ τοῦ γένους τῶν Ἰουδαίων.
7
Φιλομαθῶς γὰρ ἔχοντί σοι
περὶ τῶν δυναμένων ὠφελῆσαι διάνοιαν δέον ἐστὶ μεταδιδόναι,
μάλιστα μὲν πᾶσι τοῖς ὁμοίοις, πολλῷ δὲ μᾶλλον σοὶ γνησίαν
ἔχοντι τὴν αἵρεσιν, οὐ μόνον κατὰ τὸ συγγενὲς ἀδελφῷ καθ-
εστῶτι τὸν τρόπον, ἀλλὰ καὶ τῇ πρὸς τὸ καλὸν ὁρμῇ τὸν αὐτὸν
ὄντα ἡμῖν.
8
Χρυσοῦ γὰρ χάρις ἢ κατασκευή τις ἄλλη τῶν
τετιμημένων παρὰ τοῖς κενοδόξοις ὠφέλειαν οὐκ ἔχει τὴν
αὐτήν, ὅσον ἡ παιδείας ἀγωγὴ καὶ ἡ περὶ τούτων φροντίς.
Ἵνα δὲ μὴ περὶ τῶν προλεγομένων μηκύνοντες ἀδόλεσχόν τι
ποιῶμεν, ἐπὶ τὸ συνεχὲς τῆς διηγήσεως ἐπανήξομεν.
9
Κατασταθεὶς ἐπὶ τῆς τοῦ βασιλέως βιβλιοθήκης Δημή-
τριος ὁ Φαληρεὺς ἐχρηματίσθη πολλὰ διάφορα πρὸς τὸ συνα-
γαγεῖν, εἰ δυνατόν, ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην βιβλία·
καὶ ποιούμενος ἀγορασμοὺς καὶ μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν,
ὅσον ἐφ' ἑαυτῷ, τὴν τοῦ βασιλέως πρόθεσιν.
10
Παρόντων
οὖν ἡμῶν ἐρωτηθείς· Πόσαι τινὲς μυριάδες τυγχάνουσι
βιβλίων; Εἶπεν· Ὑπὲρ τὰς εἴκοσι, βασιλεῦ· σπουδάσω δ' ἐν
ὀλίγῳ χρόνῳ πρὸς τὸ πληρωθῆναι πεντήκοντα μυριάδας τὰ
λοιπά. Προσήγγελται δέ μοι καὶ τῶν Ἰουδαίων νόμιμα μεταγρα-
φῆς ἄξια καὶ τῆς παρὰ σοὶ βιβλιοθήκης εἶναι.
11
Τί τὸ
κωλῦον οὖν, εἶπεν, ἐστί σε τοῦτο ποιῆσαι; Πάντα γὰρ ὑπο-
τέτακταί σοι τὰ πρὸς τὴν χρείαν. Ὁ δὲ Δημήτριος εἶπεν·
Ἑρμηνείας προσδεῖται· χαρακτῆρσι γὰρ ἰδίοις κατὰ τὴν Ἰου-
δαίαν χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμμάτων θέσει,
καθὸ καὶ φωνὴν ἰδίαν ἔχουσιν. Ὑπολαμβάνονται Συριακῇ
χρῆσθαι· τὸ δ' οὐκ ἔστιν, ἀλλ' ἕτερος τρόπος. Μεταλαβὼν δὲ
ἕκαστα ὁ βασιλεὺς εἶπε γραφῆναι πρὸς τὸν ἀρχιερέα τῶν
Ἰουδαίων, ὅπως τὰ προειρημένα τελείωσιν λάβῃ.
12
Νομίσας δὲ ἐγὼ καιρὸν εἶναι περὶ ὧν πολλάκις ἠξιώ-
κειν Σωσίβιόν τε τὸν Ταραντῖνον καὶ Ἀνδρέαν, τοὺς ἀρχισω-
ματοφύλακας, περὶ τῆς ἀπολυτρώσεως τῶν μετηγμένων ἐκ τῆς
Ἰουδαίας ὑπὸ τοῦ πατρὸς τοῦ βασιλέως—ἐκεῖνος γὰρ
ἐπελθὼν τὰ κατὰ κοίλην Συρίαν καὶ Φοινίκην ἅπαντα, συγ-
χρώμενος εὐημερίᾳ μετὰ ἀνδρείας, τοὺς μὲν μετῴκιζεν, οὓς
δὲ ᾐχμαλώτιζε, φόβῳ πάντα ὑποχείρια ποιούμενος· ἐν ὅσῳ καὶ
πρὸς δέκα μυριάδας ἐκ τῆς τῶν Ἰουδαίων χώρας εἰς Αἴγυπτον
μετήγαγεν,
13
ἀφ' ὧν ὡσεὶ τρεῖς μυρίαδας καθοπλίσας
ἀνδρῶν ἐκλεκτῶν εἰς τὴν χώραν κατῴκισεν ἐν τοῖς φρουρίοις
—ἤδη μὲν καὶ πρότερον ἱκανῶν εἰσεληλυθότων σὺν τῷ Πέρσῃ,
καὶ πρὸ τούτων ἑτέρων συμμαχιῶν ἐξαπεσταλμένων πρὸς τὸν
τῶν Αἰθιόπων βασιλέα μάχεσθαι σὺν Ψαμμιτίχῳ· ἀλλ' οὐ
τοσοῦτοι τῷ πλήθει παρεγενήθησαν, ὅσους Πτολεμαῖος ὁ τοῦ
Λάγου μετήγαγε—·
14
καθὼς δὲ προείπομεν, ἐπιλέξας
τοὺς ἀρίστους ταῖς ἡλικίαις καὶ ῥώμῃ διαφέροντας καθώπλισε,
τὸ δὲ λοιπὸν χύμα πρεσβυτέρων καὶ νεωτέρων, ἔτι δὲ γυναι-
κῶν, εἴασεν εἰς τὴν οἰκετίαν, οὐχ οὕτως τῇ προαιρέσει κατὰ
ψυχὴν ἔχων, ὡς κατακρατούμενος ὑπὸ τῶν στρατιωτῶν, δι' ἃς
ἐπεποίηντο χρείας ἐν τοῖς πολεμικοῖς ἀγῶσιν—ἡμεῖς δὲ
ἐπεί τινα παρεύρεσιν εἰς τὴν ἀπόλυσιν αὐτῶν ἀπελάβομεν,
καθὼς προδεδήλωται, τοιούτοις ἐχρησάμεθα λόγοις πρὸς τὸν
βασιλέα·
15
Μήποτε ἄλογον ᾖ ἐλέγχεσθαι ὑπ' αὐτῶν τῶν
πραγμάτων, ὦ βασιλεῦ. Τῆς γὰρ νομοθεσίας κειμένης πᾶσι
τοῖς Ἰουδαίοις, ἣν ἡμεῖς οὐ μόνον μεταγράψαι ἐπινοοῦμεν,
ἀλλὰ καὶ διερμηνεῦσαι, τίνα λόγον ἕξομεν πρὸς ἀποστολήν, ἐν
οἰκετίαις ὑπαρχόντων ἐν τῇ σῇ βασιλείᾳ πληθῶν ἱκανῶν;
Ἀλλὰ τελείᾳ καὶ πλουσίᾳ ψυχῇ ἀπόλυσον τοὺς συνεχομένους
ἐν ταλαιπωρίαις, κατευθύνοντός σοι τὴν βασιλείαν τοῦ τεθει-
κότος αὐτοῖς θεοῦ τὸν νόμου, καθὼς περιείργασμαι.
16
Τὸν
γὰρ πάντων ἐπόπτην καὶ κτίστην θεὸν οὗτοι σέβονται, ὃν καὶ
πάντες, ἡμεῖς δέ, βασιλεῦ, προσονομάζοντες ἑτέρως Ζῆνα καὶ
Δία· τοῦτο δ' οὐκ ἀνοικείως οἱ πρῶτοι διεσήμαναν, δι' ὃν
ζωοποιοῦνται τὰ πάντα καὶ γίνεται, τοῦτον ἁπάντων ἡγεῖσθαί
τε καὶ κυριεύειν. Ὑπερηρκὼς δὲ σύμπαντας ἀνθρώπους τῇ
λαμπρότητι τῆς ψυχῆς ἀπόλυσιν ποίησαι τῶν ἐνεχομένων
ταῖς οἰκετίαις.
17
Οὐδὲ πολὺν χρόνον ἐπισχών, καὶ ἡμῶν
κατὰ ψυχὴν πρὸς τὸν θεὸν εὐχομένων, τὴν διάνοιαν αὐτοῦ
κατασκευάσαι πρὸς τὸ τοὺς ἅπαντας ἀπολυθῆναι—κτίσμα
γὰρ ὂν θεοῦ τὸ γένος τῶν ἀνθρώπων καὶ μεταλλοιοῦται καὶ
τρέπεται πάλιν ὑπ' αὐτοῦ· διὸ πολλαχῶς καὶ ποικίλως ἐπεκα-
λούμην τὸν κυριεύοντα κατὰ καρδίαν, ἵνα συναναγκασθῇ,
καθὼς ἠξίουν, ἐπιτελέσαι·
18
μεγάλην γὰρ εἶχον ἐλπίδα,
περὶ σωτηρίας ἀνθρώπων προτιθέμενος λόγον, ὅτι τὴν ἐπιτέ-
λειαν ὁ θεὸς ποιήσει τῶν ἀξιουμένων· ὃ γὰρ πρὸς δικαιοσύνην
καὶ καλῶν ἔργων ἐπιμέλειαν ἐν ὁσιότητι νομίζουσιν ἄνθρωποι
ποιεῖν, κατευθύνει τὰς πράξεις καὶ τὰς ἐπιβολὰς ὁ κυριεύων
ἁπάντων θεός—,
19
ὁ δὲ διανακύψας καὶ προσβλέψας
ἱλαρῷ τῷ προσώπῳ· Πόσας ὑπολαμβάνεις μυριάδας ἔσεσθαι;
ἔφη. Παρεστὼς δὲ Ἀνδρέας ἀπεφήνατο· Βραχεῖ πλεῖον μυριά-
δων δέκα. Ὃ δέ· Μικρόν γε, εἶπεν, Ἀριστέας ἡμᾶς ἀξιοῖ
πρᾶγμα. Σωσίβιος δὲ καὶ τῶν παρόντων τινὲς τοῦτ' εἶπον·
Καὶ γὰρ ἄξιόν ἐστι τῆς σῆς μεγαλοψυχίας, ὅπως χαριστήριον
ἀναθῇ τῷ μεγίστῳ θεῷ τὴν τούτων ἀπόλυσιν. Μεγίστως γὰρ
τετιμημένος ὑπὸ τοῦ κρατοῦντος τὰ πάντα καὶ δεδοξασμένος
ὑπὲρ τοὺς προγόνους, εἰ καὶ μέγιστα ποιήσεις χαριστήρια,
καθῆκόν ἐστί σοι.
20
Διαχυθεὶς δὲ εὖ μάλα τοῖς ὀψωνίοις
εἶπε προσθεῖναι, καὶ σώματος ἑκάστου κομίζεσθαι δραχμὰς
εἴκοσι, καὶ περὶ τούτων ἐκθεῖναι πρόσταγμα, τὰς δὲ ἀπογρα-
φὰς ποιεῖσθαι παρ' αὐτά, μεγαλείως χρησάμενος τῇ προθυμίᾳ,
τοῦ θεοῦ τὴν πᾶσαν ἐπιτελέσαντος ἡμῶν προαίρεσιν, καὶ
συναναγκάσαντος αὐτὸν ἀπολυτρῶσαι μὴ μόνον τοὺς συνελη-
λυθότας τῷ στρατοπέδῳ τοῦ πατρός, ἀλλὰ καὶ εἴ τινες προῆ-
σαν, ἢ μετὰ ταῦτα παρεισήχθησαν εἰς τὴν βασιλείαν. Ὑπὲρ τὰ
τετρακόσια τάλαντα τὴν δόσιν ἀπέφαινον εἶναι.
21
Καὶ
τοῦ προστάγματος δὲ τὸ ἀντίγραφον οὐκ ἄχρηστον οἴομαι
κατακεχωρίσθαι. Πολλῷ γὰρ ἡ μεγαλομέρεια φανερωτέρα καὶ
εὔδηλος ἔσται τοῦ βασιλέως, τοῦ θεοῦ κατισχύοντος αὐτὸν εἰς
τὸ σωτηρίαν γενέσθαι πλήθεσιν ἱκανοῖς.
22
Ἦν δὲ τοιοῦτο·
Τοῦ βασιλέως προστάξαντος—Ὅσοι τῶν συνεστρατευμέ-
νων τῷ πατρὶ ἡμῶν εἰς τοὺς κατὰ Συρίαν καὶ Φοινίκην τόπους
ἐπελθόντες τὴν τῶν Ἰουδαίων χώραν ἐγκρατεῖς ἐγένοντο
σωμάτων Ἰουδαϊκῶν καὶ ταῦτα διακεκομίκασιν εἴς τε τὴν
πόλιν καὶ τὴν χώραν ἢ καὶ πεπράκασιν ἑτέροις, ὁμοίως δὲ
καὶ εἴ τινες προῆσαν ἢ καὶ μετὰ ταῦτά εἰσιν εἰσηγμένοι τῶν
τοιούτων, ἀπολύειν παραχρῆμα τοὺς ἔχοντας, κομιζομένους
αὐτίκα ἑκάστου σώματος δραχμὰς εἴκοσι, τοὺς μὲν στρατιώ-
τας τῇ τῶν ὀψωνίων δόσει, τοὺς δὲ λοιποὺς ἀπὸ τῆς βασιλικῆς
τραπέζης.
23
Νομίζομεν γὰρ καὶ παρὰ τὴν τοῦ πατρὸς
ἡμῶν βούλησιν καὶ παρὰ τὸ καλῶς ἔχον ᾐχμαλωτεῦσθαι τού-
τους, διὰ δὲ τὴν στρατιωτικὴν προπέτειαν τήν τε χώραν
αὐτῶν κατεφθάρθαι καὶ τὴν τῶν Ἰουδαίων μεταγωγὴν εἰς τὴν
Αἴγυπτον γεγονέναι· ἱκανὴ γὰρ ἦν ἡ παρὰ τό γε δέον γεγονυῖα
ἐκ τῶν στρατιωτῶν ὠφέλεια· διὸ παντελῶς ἀνεπιεικής ἐστι
καὶ ἡ τῶν ἀνθρώπων καταδυναστεία.
24
Πᾶσιν οὖν ἀνθρώ-
ποις τὸ δίκαιον ἀπονέμειν ὁμολογούμενοι, πολλῷ δὲ μᾶλλον
τοῖς ἀλόγως καταδυναστευομένοις, καὶ κατὰ πᾶν ἐκζητοῦντες
τὸ καλῶς ἔχον πρός τε τὸ δίκαιον καὶ τὴν κατὰ πάντων εὐσέ-
βειαν, προστετάχαμεν ὅσα τῶν Ἰουδαϊκῶν ἐστι σωμάτων ἐν
οἰκετίαις πανταχῆ καθ' ὁντινοῦν τρόπον ἐν τῇ βασιλείᾳ, κομι-
ζομένους τοὺς ἔχοντας τὸ προκείμενον κεφάλαιον ἀπολύειν,
καὶ μηδένα κακοσχόλως περὶ τούτων μηδὲν οἰκονομεῖν· τὰς
δ' ἀπογραφὰς ἐν ἡμέραις τρισίν, ἀφ' ἧς ἡμέρας ἔκκειται τὸ
πρόσταγμα, ποιεῖσθαι πρὸς τοὺς καθεσταμένους περὶ τούτων,
καταδεικνύντας εὐθὺ καὶ τὰ σώματα.
25
Διειλήφαμεν γὰρ
καὶ ἡμῖν συμφέρειν καὶ τοῖς πράγμασι τοῦτ' ἐπιτελεσθῆναι.
Τὸν δὲ βουλόμενον προσαγγέλλειν περὶ τῶν ἀπειθησάντων,
ἐφ' ᾧ τοῦ φανέντος ἐνόχου τὴν κυρίαν ἕξειν· τὰ δὲ ὑπάρχοντα
τῶν τοιούτων εἰς τὸ βασιλικὸν ἀναληφθήσεται.
26
Εἰσδοθέντος τοῦ προστάγματος, ὅπως ἐπαναγνωσθῇ
τῷ βασιλεῖ, τὰ ἄλλα πάντ' ἔχοντος πλὴν τοῦ Καὶ εἴ τινες
προῆσαν ἢ καὶ μετὰ ταῦτά εἰσιν εἰσηγμένοι τῶν τοιούτων,
αὐτὸς τοῦτο ὁ βασιλεὺς προσέθηκε, μεγαλομερείᾳ καὶ μεγαλο-
ψυχίᾳ χρησάμενος, ἐκέλευσέ τε τὴν τῶν διαφόρων δόσιν
ἀθρόαν οὖσαν ἀπομερίσαι τοῖς ὑπηρέταις τῶν ταγμάτων καὶ
βασιλικοῖς τραπεζίταις.
27
Οὕτω δοχθὲν ἐκεκύρωτο ἐν
ἡμέραις ἑπτά· πλεῖον δὲ ταλάντων ἑξακοσίων ἑξήκοντα ἡ
δόσις ἐγεγόνει. Πολλὰ γὰρ καὶ τῶν ἐπιμαστιδίων τέκνων σὺν
ταῖς μητράσιν ἐλευθεροῦντο. Προσανενεχθέντος εἰ καὶ περὶ
τούτων εἰκοσαδραχμία δοθήσεται, καὶ τοῦτ' ἐκέλευσεν ὁ βασι-
λεὺς ποιεῖν, ὁλοσχερῶς περὶ τοῦ δόξαντος ἅπαντ' ἐπιτελῶν.
28
Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον ἐκέλευσεν
εἰσδοῦναι περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀντιγραφῆς. Πάντα
γὰρ διὰ προσταγμάτων καὶ μεγάλης ἀσφαλείας τοῖς βασιλεῦσι
τούτοις διῳκεῖτο, καὶ οὐδὲν ἀπερριμμένως οὐδ' εἰκῇ. Διόπερ
καὶ τὸ τῆς εἰσδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατα-
κεχώρικα, καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος καὶ τὴν ἑκάστου
κατασκευήν, διὰ τὸ μεγαλομερείᾳ καὶ τέχνῃ διαφέρειν ἕκαστον
αὐτῶν. Τῆς δὲ εἰσδόσεώς ἐστιν ἀντίγραφον τόδε·
29
Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. Προστάξαντός σου,
βασιλεῦ, περὶ τῶν ἀπολειπόντων εἰς τὴν συμπλήρωσιν τῆς
βιβλιοθήκης βιβλίων, ὅπως ἐπισυναχθῇ, καὶ τὰ διαπεπτωκότα
τύχῃ τῆς προσηκούσης ἐπισκευῆς, πεποιημένος οὐ παρέργως
τὴν ἐν τούτοις ἐπιμέλειαν, προσαναφέρω σοι τάδε.
30
Τοῦ
νόμου τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις τισὶν ἀπολεί-
πει· τυγχάνει γὰρ Ἑβραϊκοῖς γράμμασι καὶ φωνῇ λεγόμενα,
ἀμελέστερον δέ, καὶ οὐχ ὡς ὑπάρχει, σεσήμανται, καθὼς ὑπὸ
τῶν εἰδότων προσαναφέρεται· προνοίας γὰρ βασιλικῆς οὐ
τέτευχε.
31
Δέον δέ ἐστι καὶ ταῦθ' ὑπάρχειν παρά σοι
διηκριβωμένα, διὰ τὸ καὶ φιλοσοφωτέραν εἶναι καὶ ἀκέραιον
τὴν νομοθεσίαν ταύτην, ὡς ἂν οὖσαν θείαν. Διὸ πόρρω γεγό-
νασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καὶ τὸ τῶν ἱστορικῶν πλῆ-
θος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων, καὶ τῶν κατ'
αὐτὰ πεπολιτευμένων [καὶ πολιτευομένων] ἀνδρῶν, διὰ τὸ
ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν, ὥς φησιν
Ἑκαταῖος ὁ Ἀβδηρίτης.
32
Ἐὰν οὖν φαίνηται, βασιλεῦ,
γραφήσεται πρὸς τὸν ἀρχιερέα τὸν ἐν Ἱεροσολύμοις, ἀποστεῖ-
λαι τοὺς μάλιστα καλῶς βεβιωκότας καὶ πρεσβυτέρους ὄντας
ἄνδρας, ἐμπείρους τῶν κατὰ τὸν νόμον τὸν ἑαυτῶν, ἀφ' ἑκά-
στης φυλῆς ἕξ, ὅπως τὸ σύμφωνον ἐκ τῶν πλειόνων ἐξετά-
σαντες καὶ λαβόντες τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβές, ἀξίως
καὶ τῶν πραγμάτων καὶ τῆς σῆς προαιρέσεως, θῶμεν εὐσήμως.
Εὐτύχει διὰ παντός.
33
Τῆς δὲ εἰσδόσεως ταύτης γενομένης, ἐκέλευσεν ὁ
βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ τούτων, σημά-
ναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμαλώτων.
Ἔδωκε δὲ καὶ εἰς κατασκευὴν κρατήρων τε καὶ φιαλῶν καὶ
τραπέζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντή-
κοντα καὶ ἀργυρίου τάλαντα ἑβδομήκοντα καὶ λίθων ἱκανόν τι
πλῆθος—ἐκέλευσε δὲ τοὺς ῥισκοφύλακας τοῖς τεχνίταις, ὧν
ἂν προαιρῶνται, τὴν ἐκλογὴν διδόναι—καὶ νομίσματος εἰς
θυσίας καὶ ἄλλα πρὸς τάλαντα ἑκατόν.
34
Δηλώσομεν δέ
σοι περὶ τῆς κατασκευῆς, ὡς ἂν τὰ τῶν ἐπιστολῶν ἀντίγραφα
διέλθωμεν.
Ἦν δὲ ἡ τοῦ βασιλέως ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον·
35
Βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ ἀρχιερεῖ χαίρειν καὶ
ἐρρῶσθαι. Ἐπεὶ συμβαίνει πλείονας τῶν Ἰουδαίων εἰς τὴν
ἡμετέραν χώραν κατῳκίσθαι γενηθέντας ἀνασπάστους ἐκ τῶν
Ἱεροσολύμων ὑπὸ Περσῶν, καθ' ὃν ἐπεκράτουν χρόνον, ἔτι δὲ
καὶ συνεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον αἰχμαλώ-
τους, —
36
ἀφ' ὧν πλείονας εἰς τὸ στρατιωτικὸν σύνταγμα
κατεχώρισεν ἐπὶ μείζοσι μισθοφορίαις, ὁμοίως δὲ καὶ τοὺς
προόντας κρίνας πιστοὺς φρούρια κτίσας ἀπέδωκεν αὐτοῖς,
ὅπως τὸ τῶν Αἰγυπτίων ἔθνος φόβον [μὴ] ἔχῃ διὰ τούτων· καὶ
ἡμεῖς δὲ παραλαβόντες τὴν βασιλείαν φιλανθρωπότερον ἀπαν-
τῶμεν τοῖς πᾶσι, πολὺ δὲ μᾶλλον τοῖς σοῖς πολίταις—
37
ὑπὲρ δέκα μυριάδας αἰχμαλώτων ἠλευθερώκαμεν, ἀπο-
δόντες τοῖς κρατοῦσι τὴν κατ' ἀξίαν ἀργυρικὴν τιμήν, διορθού-
μενοι καὶ εἴ τι κακῶς ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρμάς, διει-
ληφότες εὐσεβῶς τοῦτο πρᾶξαι, καὶ τῷ μεγίστῳ θεῷ χαριστι-
κὸν ἀνατιθέντες, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ καὶ δόξῃ
κρατίστῃ παρ' ὅλην τὴν οἰκουμένην διατετήρηκεν· εἴς τε τὸ
στράτευμα τοὺς ἀκμαιοτάτους ταῖς ἡλικίαις τετάχαμεν, τοὺς
δὲ δυναμένους καὶ περὶ ἡμᾶς εἶναι, τῆς περὶ τὴν αὐλὴν
πίστεως ἀξίους, ἐπὶ χρειῶν καθεστάκαμεν.
38
Βουλομένων
δ' ἡμῶν καὶ τούτοις χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκου-
μένην Ἰουδαίοις καὶ τοῖς μετέπειτα, προῃρήμεθα τὸν νόμον
ὑμῶν μεθερμηνευθῆναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παρ'
ὑμῶν λεγομένων Ἑβραϊκῶν γραμμάτων, ἵν' ὑπάρχῃ καὶ ταῦτα
παρ' ἡμῖν ἐν βιβλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις.
39
Καλῶς οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς ἀξίως
ἐπιλεξάμενος ἄνδρας καλῶς βεβιωκότας πρεσβυτέρους, ἐμπει-
ρίαν ἔχοντας τοῦ νόμου, καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ'
ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλειόνων τὸ σύμφωνον
εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. Οἰόμεθα γὰρ
ἐπιτελεσθέντος τούτου μεγάλην ἀποίσεσθαι δόξαν.
40
Ἀπεσ-
τάλκαμεν δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων
καὶ Ἀριστέαν, τιμωμένους παρ' ἡμῖν, διαλεξομένους σοι καὶ
κομίζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων καὶ εἰς θυσίας
καὶ τὰ ἄλλα ἀργυρίου τάλαντα ἑκατόν. Γράφων δὲ καὶ σὺ πρὸς
ἡμᾶς περὶ ὧν ἐὰν βούλῃ κεχαρισμένος ἔσῃ, καὶ φιλίας ἄξιόν
τι πράξεις, ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ ὧν ἂν
αἱρῇ. Ἔρρωσο.
41
Πρὸς ταύτην τὴν ἐπιστολὴν ἀντέγραψεν ἐνδεχομένως
ὁ Ἐλεάζαρος ταῦτα·
Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ φίλῳ γνησίῳ χαί-
ρειν. Αὐτός τε ἔρρωσο καὶ ἡ βασίλισσα Ἀρσινόη, ἡ ἀδελφή,
καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα, καὶ αὐτοὶ δὲ
ὑγιαίνομεν.
42
Λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν μεγάλως
ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλήν, καὶ
συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτοῖς, ἵνα εἰδῶ-
σιν ἣν ἔχεις πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν. Ἐπεδείξαμεν δὲ
καὶ τὰς φιάλας ἃς ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς
τριάκοντα, κρατῆρας πέντε, καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ
εἰς προσαγωγὴν θυσιῶν καὶ εἰς ἐπισκευὰς ὧν ἂν δέηται τὸ
ἱερὸν ἀργυρίου τάλαντα ἑκατόν,
43
ἅπερ ἐκόμισεν Ἀνδρέας
τῶν τετιμημένων παρὰ σοὶ καὶ Ἀριστέας, ἄνδρες καλοὶ καὶ
ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀγωγῆς καὶ
δικαιοσύνης ἄξιοι κατὰ πάντα· οἳ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ
σοῦ, πρὸς ἃ καὶ παρ' ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς
γράμμασι.
44
Πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ
φύσιν ἐστίν, ὑπακουσόμεθα· τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως
σημεῖόν ἐστι. Μεγάλα γὰρ καὶ σὺ καὶ ἀνεπίληστα τοὺς πολί-
τας ἡμῶν κατὰ πολλοὺς 〈τρόπους〉 εὐηργέτηκας.
45
Εὐθέως
οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας καὶ τῆς ἀδελφῆς καὶ τῶν
τέκνων καὶ τῶν φίλων· καὶ ηὔξατο πᾶν τὸ πλῆθος, ἵνα σοι
γένηται καθὼς προαιρῇ διὰ παντός, καὶ διασώζῃ σοι τὴν βασι-
λείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων θεός, καὶ
ὅπως γένηταί σοι συμφερόντως καὶ μετὰ ἀσφαλείας ἡ τοῦ
ἁγίου νόμου μεταγραφή.
46
Παρόντων δὲ πάντων ἐπελεξά-
μεθα ἄνδρας καλοὺς καὶ ἀγαθοὺς πρεσβυτέρους, ἀφ' ἑκάστης
φυλῆς ἕξ, οὓς καὶ ἀπεστείλαμεν ἔχοντας τὸν νόμον. Καλῶς
οὖν ποιήσεις, βασιλεῦ δίκαιε, προστάξας, ὡς ἂν ἡ μεταγραφὴ
γένηται τῶν βιβλίων, ἵνα πάλιν ἀποκατασταθῶσι πρὸς ἡμᾶς
ἀσφαλῶς οἱ ἄνδρες. Ἔρρωσο.
47
Εἰσὶ δὲ πρώτης φυλῆς· Ἰώσηφος Ἐζεκίας Ζαχαρίας
Ἰωάννης Ἐζεκίας Ἐλισσαῖος. Δευτέρας· Ἰούδας Σίμων
Σομόηλος Ἀδαῖος Ματταθίας Ἐσχλεμίας. Τρίτης· Νεεμίας
Ἰώσηφος Θεοδόσιος Βασέας Ὀρνίας Δάκις.
48
Τετάρτης·
Ἰωνάθας Ἀβραῖος Ἐλισσαῖος Ἀνανίας Χαβρίας ... Πέμπτης·
Ἴσακος Ἰάκωβος Ἰησοῦς Σαββαταῖος Σίμων Λευίς. Ἕκτης·
Ἰούδας Ἰώσηφος Σίμων Ζαχαρίας Σομόηλος Σελεμίας.
49
Ἑβδόμης· Σαββαταῖος Σεδεκίας Ἰάκωβος Ἴσαχος Ἰησίας
Νατθαῖος. Ὀγδόης· Θεοδόσιος Ἰάσων Ἰησοῦς Θεόδοτος
Ἰωάννης Ἰωνάθας. Ἐνάτης· Θεόφιλος Ἄβραμος Ἄρσαμος
Ἰάσων Ἐνδεμίας Δανίηλος.
50
Δεκάτης· Ἰερεμίας Ἐλεά-
ζαρος Ζαχαρίας Βανέας Ἐλισσαῖος Δαθαῖος. Ἑνδεκάτης·
Σαμούηλος Ἰώσηφος Ἰούδας Ἰωνάθης Χαλεβ Δοσίθεος.
Δωδεκάτης· Ἰσάηλος Ἰωάννης Θεοδόσιος Ἄρσαμος Ἀβιήτης
Ἐζεκῆλος. Οἱ πάντες ἑβδομήκοντα δύο.
51
Καὶ τὰ μὲν πρὸς τὴν τοῦ βασιλέως ἐπιστολὴν
τοιαύτης ἐτύγχανεν ἀντιγραφῆς ὑπὸ τῶν περὶ τὸν Ἐλεά-
ζαρον.
Ὡς δὲ ἐπηγγειλάμην καὶ τὰ τῶν κατασκευασμάτων διασα-
φῆσαι, ποιήσω. Πολυτεχνίᾳ γὰρ διαφέροντα συνετελέσθη, τοῦ
βασιλέως πολλὴν ἐπίδοσιν ποιουμένου καὶ παρ' ἕκαστον ἐπι-
θεωροῦντος τοὺς τεχνίτας. Διὸ παριδεῖν οὐδὲν ἠδύναντο οὐδὲ
εἰκῇ συντελέσαι.
Πρῶτον δέ σοι τὰ περὶ τῆς τραπέζης ἐξηγήσομαι.
52
Προεθυμεῖτο μὲν οὖν ὁ βασιλεὺς ὑπέροπλόν τι ποιῆσαι τοῖς
μέτροις τὸ κατασκεύασμα. Προσέταξε δὲ πυθέσθαι τῶν ἀνὰ
τὸν τόπον, πηλίκη τίς ἐστιν ἡ προοῦσα καὶ κειμένη κατὰ τὸ
ἱερὸν ἐν Ἱεροσολύμοις.
53
Ὡς δὲ ἀπεφήναντο τὰ μέτρα,
προσεπηρώτησεν, εἰ κατασκευάσει μείζονα. Τινὲς μὲν οὖν καὶ
τῶν ἱερέων καὶ τῶν ἄλλων ἔλεγον μηδὲν ἐπικωλύειν. Ὁ δὲ
εἶπε βούλεσθαι καὶ πενταπλῆν τοῖς μεγέθεσι ποιῆσαι, διστά-
ζειν δὲ μήποτε ἄχρηστος γένηται πρὸς τὰς λειτουργίας.
54
Οὐ γὰρ αἱρεῖσθαι τὸ κεῖσθαι μόνον ἐν τῷ τόπῳ 〈τὰ〉
παρ' αὐτοῦ, πολὺ δὲ μᾶλλον χάριν ἕξειν, ἐὰν τὰς καθηκούσας
λειτουργίας ἐπὶ τῶν ὑπ' αὐτοῦ κατεσκευασμένων οἷς καθῆκε
ποιῶνται δεόντως.
55
Οὐ γὰρ ἕνεκεν σπάνεως χρυσοῦ τὰ
προσυντετελεσμένα βραχύμετρα καθέστηκεν, ἀλλὰ φαίνεται
πρός τινα λόγον, εἶπεν, οὕτως συνεστηκέναι τοῖς μέτροις.
Ἔτι γὰρ ἐπιταγῆς οὔσης οὐθὲν ἂν ἐσπάνιζε· διόπερ οὐ παρα-
βατέον οὐδὲ ὑπερθετέον τὰ καλῶς ἔχοντα.
56
Τῇ μὲν οὖν
ποικιλίᾳ τῶν τεχνῶν ἐκέλευσεν ὅτι μάλιστα χρήσασθαι, σεμνῶς
ἅπαντα διανοούμενος καὶ φύσιν ἔχων ἀγαθὴν εἰς τὸ συνιδεῖν
πραγμάτων ἔμφασιν. Ὅσα δ' ἂν ᾖ ἄγραφα, πρὸς καλλονὴν
ἐκέλευσε ποιεῖν· ὅσα δὲ διὰ γραπτῶν, μέτρα αὐτοῖς κατακο-
λουθῆσαι.
57
Δύο γὰρ πήχεων τὸ μῆκος 〈πήχεος δὲ τὸ
εὖρος〉, τὸ δὲ ὕψος πήχεος καὶ ἡμίσους συνετέλουν, χρυσίου
δοκίμου στερεὰν πάντοθεν τὴν ποίησιν ἐργασάμενοι, λέγω
δὲ οὐ περί τι περιεπτυγμένου τοῦ χρυσοῦ, τὸν δὲ ἐλασμὸν
αὐτὸν ἐπιδεδέσθαι.
58
Στεφάνην δὲ ἐποίησαν παλαιστιαίαν
κυκλόθεν τὰ δὲ κυμάτια στρεπτά, τὴν ἀναγλυφὴν ἔχοντα
σχοινίδων ἔκτυπον, τῇ τορείᾳ θαυμαστῶς ἔχουσαν ἐκ τῶν
τριῶν μερῶν· ἦν γὰρ τρίγωνα.
59
Καὶ καθ' ἕκαστον μέρος
ἡ διατύπωσις τῆς ἐνεργείας τὴν αὐτὴν διάθεσιν εἶχεν, ὥστε,
καθ' ὃ ἂν μέρος στρέφοιτο, τὴν πρόσοψιν εἶναι τὴν αὐτήν,
κειμένου δὲ κατὰ τῆς στεφάνης τὸ μὲν εἰς αὐτὴν τὴν τράπε-
ζαν ἀπόκλιμα τὴν διατύπωσιν ἔχειν τῆς ὡραιότητος, τὸ δὲ
ἐκτὸς κλίμα πρὸς τὴν τοῦ προσάγοντος εἶναι θεωρίαν.
60
Διὸ
τὴν ὑπεροχὴν ὀξεῖαν εἶναι τῶν δύο κλιμάτων συνέβαινε,
μετέωρον ἐπικειμένην, ὡς προειρήκαμεν, τριγώνου κατεσκευα-
σμένου, καθ' ὃ ἂν μέρος στρέφοιτο. Λίθων τε πολυτελῶν ἐν
αὐτῷ διαθέσεις ὑπῆρχον ἀνὰ μέσον τῶν σχοινίδων· ἕτερος
παρὰ ἕτερον πλοκὴν εἶχον ἀμίμητον τῇ ποιήσει.
61
Πάντες
δ' ἦσαν διὰ τρημάτων κατειλημμένοι χρυσαῖς περόναις πρὸς
τὴν ἀσφάλειαν. Ἐπὶ δὲ τῶν γωνιῶν αἱ κατακλεῖδες συνέσφιγ-
γον πρὸς τὴν συνοχήν.
62
Ἐκ πλαγίων δὲ κατὰ τὴν στεφά-
νην κυκλόθεν τὰ πρὸς τὴν ἄνω πρόσοψιν ᾠοθεσία κατ-
εσκεύαστο διάλιθος, ἐκτύπωσιν ἔχουσα προοχῆς συνεχέσιν
ἀναγλυφαῖς ῥαβδωταῖς, πυκνὴν ἐχούσαις τὴν πρὸς ἄλληλα
θέσιν περὶ ὅλην τὴν τράπεζαν.
63
Ὑπὸ δὲ τὴν ἐκτύπωσιν
τῶν λίθων τῆς ᾠοθεσίας, στέφανον ἐποίησαν οἱ τεχνῖται
πάγκαρπον, ἐν ὑπεροχῇ προδήλως ἔχοντα βοτρύων καὶ στα-
χύων, ἔτι δὲ φοινίκων καὶ μήλων ἐλαίας τε καὶ ῥοῶν καὶ τῶν
παραπλησίων. Τοὺς δὲ λίθους ἐργασάμενοι πρὸς τὴν τῶν
προειρημένων καρπῶν διατύπωσιν, ἔχοντας ἑκάστου γένους τὴν
χρόαν, ἀνέδησαν τῷ χρυσίῳ κύκλῳ περὶ ὅλην τὴν τῆς τραπέζης
κατασκευὴν κατὰ κρόταφον.
64
Μετὰ δὲ τὴν τοῦ στεφάνου
διάθεσιν, ὁμοίως 〈κάτω τὰ〉 κατὰ τὴν τῆς ᾠοθεσίας διασκευὴν
[ἣ] κατεσκεύαστο, καὶ τὰ λοιπὰ τῆς ῥαβδώσεως καὶ διαγλυφῆς,
〈διὰ τὸ〉 [καὶ] κατ' ἀμφότερα τὰ μέρη τὴν τράπεζαν πρὸς
τὴν χρῆσιν πεποιῆσθαι, καθ' ὃ ἂν μέρος αἱρῶνται, ὥστε καὶ
τὴν τῶν κυμάτων θέσιν καὶ τὴν τῆς στεφάνης εἶναι κατὰ τὸ
τῶν ποδῶν μέρος.
65
Ἔλασμα γὰρ ἐποίησαν καθ' ὅλου τοῦ
πλάτους τῆς τραπέζης στερεὸν δακτύλων τεσσάρων, ὥστε τοὺς
πόδας ἐνίεσθαι εἰς τοῦτο, περόνας 〈σὺν〉 κατακλεῖσιν ἔχοντας
ἐσφίγχθαι κατὰ τὴν στεφάνην, ἵνα, καθ' ὃ ἂν αἱρῶνται μέρος, ἡ
χρῆσις ᾖ· τὸ αὐτὸ δὲ κατὰ ἐπιφάνειαν θεωρεῖται ἀμφοτεροδεξίου
τῆς κατασκευῆς οὔσης.
66
Ἐπ' αὐτῆς δὲ τῆς τραπέζης μαίαν-
δρον ἔκτυπον ἐποίησαν, ἐν ὑπεροχῇ λίθους ἔχοντα κατὰ μέσον
πολυτελεῖς τῶν πολυειδῶν, ἀνθράκων τε καὶ σμαράγδων, ἔτι δὲ
ὄνυχος καὶ τῶν ἄλλων γενῶν τῶν διαφερόντων ἐν ὡραιότητι.
67
Μετὰ δὲ τὴν τοῦ μαιάνδρου διάθεσιν ἐπέκειτο σχιστὴ
πλοκή, θαυμασίως ἔχουσα, ῥομβωτὴν ἀποτελοῦσα τὴν ἀνὰ
μέσον θεωρίαν· ἐφ' ᾗ κρυστάλλου λίθος καὶ τὸ λεγόμενον ἤλεκ-
τρον ἐντετύπωτο, ἀμίμητον θεωρίαν ἀποτελοῦν τοῖς θεωροῦσι.
68
Τοὺς δὲ πόδας ἐποίησαν τὰς κεφαλίδας ἔχοντας κρι-
νωτάς, ἀνάκλασιν κρίνων ὑπὸ τὴν τράπεζαν λαμβανόντων, τὰ
δὲ τῆς ἐντὸς προσόψεως ὀρθὴν ἔχοντα τὴν πετάλωσιν.
69
Ἡ δὲ ἐπ' ἐδάφους ἔρεισις τοῦ ποδὸς ἄνθρακος λίθου
πάντοθεν παλαιστιαία, κρηπῖδος ἔχουσα τάξιν κατὰ τὴν πρόσ-
οψιν, ὀκτὼ δὲ δακτύλων τὸ πλάτος ἔχουσα· ἐφ' ὃν ἐπίκειται
τὸ πᾶν ἔλασμα τοῦ ποδός.
70
Κατεσκεύασαν δὲ ἐκφύοντα
κισσὸν ἀκάνθῳ πλεκόμενον ἐκ τοῦ λίθου, σὺν ἀμπέλῳ περιει-
λούμενον κυκλόθεν τῷ ποδὶ σὺν τοῖς βότρυσιν, οἳ λιθουργεῖς
ἦσαν, μέχρι τῆς κεφαλῆς. Ἡ δ' αὐτὴ διάθεσις ἦν τῶν τεσσάρων
ποδῶν, πάντα ἐνεργῶς πεποιημένα καὶ προσηγμένα, τῆς
ἐμπειρίας καὶ τέχνης τὰς ὑπεροχὰς ἀπαραλλάκτως ἔχοντα
πρὸς τὴν ἀλήθειαν, ὥστε καὶ ῥιπίζοντος τοῦ κατὰ τὸν ἀέρα
πνεύματος κίνησιν ἐπιδέχεσθαι τὴν τῶν φύλλων θέσιν,
πρὸς τὴν τῆς ἀληθείας διάθεσιν τετυπωμένων ἁπάντων.
71
Ἐποίησαν δὲ τριμερὲς τὸ στόμα τῆς τραπέζης, οἱονεὶ
τρίπτυχον, πελεκίνοις συναρμοζόμενα γομφωτοῖς πρὸς ἑαυτὰ
κατὰ τὸ πάχος τῆς κατασκευῆς, ἀθέατον καὶ ἀνεύρετον τὴν
τῶν ἁρμῶν κατασκευάσαντες συμβολήν. Ἡμιπηχίου δὲ οὐκ
ἐλάσσονος ἦν τὸ πάχος τῆς ὅλης τραπέζης, ὥστε πολλῶν εἶναι
ταλάντων τὴν ὅλην διασκευήν.
72
Ἐπεὶ γὰρ οὐ προῄρητο
τοῖς μεγέθεσιν οὐδὲν προσθεῖναι ὁ βασιλεύς, ὅσον ἔδει δαπα-
νηθῆναι κατασκευαζομένων μειζόνων, ταῦτα ἀποδέδωκε
πλείονα· καὶ κατὰ τὴν προαίρεσιν αὐτοῦ πάντα ἐπετελέσθη
θαυμασίως καὶ ἀξιολόγως ἔχοντα, καὶ ταῖς τέχναις ἀμίμητα,
καὶ τῇ καλλονῇ διαπρεπῆ.
73
Τῶν δὲ κρατήρων δύο μὲν ἦσαν 〈χρυσοῖ〉 τῇ κατασκευῇ,
φολιδωτὴν ἔχοντες ἀπὸ τῆς βάσεως μέχρι τοῦ μέσου τὴν
διασκευὴν τῇ τορείᾳ, καὶ τὴν τῶν λίθων ἀνὰ μέσον τῶν φολί-
δων σύνδεσιν πολυτέχνως ἔχοντες.
74
Εἶτα μαίανδρος ἐπέ-
κειτο πηχυαῖος ὕψει, τὴν δ' ἐκτύπωσιν ἐνυπῆρχε διὰ λιθώ-
σεως ποικίλης, ἐμφαίνων σὺν ὡραιότητι τὸ τῆς τέχνης
φιλόπονον. Ἐπὶ δὲ τούτου ῥάβδωσις, ἐφ' ᾗ διαπλοκὴ ῥόμβων,
δικτυωτὴν ἔχουσα τὴν πρόσοψιν ἕως ἐπὶ τὸ στόμα.
75
Τὸ
δ' ἀνὰ μέσον ἀσπιδίσκοι λίθων ἑτέρων παρ' ἑτέροις, τοῖς
γένεσι παραλλαγὴν ἐχόντων, τετραδακτύλων οὐκ ἔλαττον,
ἀνεπλήρουν τὸ τῆς καλλονῆς ἐναργές. Ἐπὶ δὲ τῆς στεφάνης
τοῦ στόματος κρίνων τύπωσις σὺν ἀνθεμίσι καὶ βοτρύων σχοι-
νιαὶ διάπλοκοι διετυποῦντο κυκλόθεν.
76
Οἱ μὲν οὖν διὰ τοῦ
χρυσοῦ τοιαύτην εἶχον τὴν κατασκευήν, χωροῦντες ὑπὲρ δύο
μετρητάς· οἱ δ' ἀργυροῖ λείαν εἶχον τὴν διασκευήν, ἔνοπτρον
δὴ γεγονυῖαν πρὸς αὐτὸ τοῦτο θαυμασίως ἔχουσαν, ὥστε πᾶν
τὸ προσαχθὲν ἀπαυγάζεσθαι σαφέστερον μᾶλλον ἢ ἐν τοῖς
κατόπτροις.
77
Οὐκ ἐφικτὸν δ' ἐστὶν ἐξηγήσασθαι τὰ προ-
συντελεσθέντα πρὸς τὴν τῆς ἀληθείας ἔμφασιν. Ὡς γὰρ ἐπ-
ετελέσθη, τεθέντων τῶν κατασκευασμάτων ἑτέρου παρ' ἕτερον
—λέγω δὲ πρῶτον ἀργυροῦ κρατῆρος, εἶτα χρυσοῦ, πάλιν
ἀργυροῦ καὶ χρυσοῦ—παντελῶς ἀνεξήγητος ἐγένετο τῆς
προσόψεως ἡ διάθεσις, καὶ τῶν πρὸς τὴν θεωρίαν προσιόντων
οὐ δυναμένων ἀφίστασθαι διὰ τὴν περιαύγειαν καὶ τὸ τῆς
ὄψεως τερπνόν.
78
Ποικίλη γὰρ ἦν ἡ τῆς ἐπιφανείας
ἐνέργεια. Προσορώντων γὰρ πρὸς αὐτὴν τὴν τοῦ χρυσίου
κατασκευήν, ψυχαγωγία τις ἦν μετὰ θαυμασμοῦ, συνεχῶς ἐφ'
ἕκαστον ἐπιβαλλούσης τῆς διανοίας τεχνίτευμα. Καὶ πάλιν
ὅτε πρὸς τὴν τῶν ἀργυρῶν προσβλέψαι τις θέσιν ἤθελεν, ἀπ-
έλαμπε τὰ πάντα κυκλόθεν, ὡς ἄν τις ἑστήκῃ, καὶ διάχυσιν
ἐποίει μείζονα τοῖς θεωμένοις· ὥστε παντελῶς ἀνεξήγητον
εἶναι τῶν ἐνηργημένων τὴν πολυτεχνίαν.
79
Τὰς δὲ χρυσᾶς φιάλας διετόρευσαν στεφάνοις ἀμπέλου
κατὰ μέσον, περὶ δὲ τὰ χείλη κισσοῦ τε καὶ μυρσίνης ἔτι δ'
ἐλαίας ἀνέπλεξαν στέφανον ἔκτυπον, πολυτελεῖς ἐνέντες
λίθους· καὶ τὰς λοιπὰς δὲ τορείας διηλλαγμένως ἐπετέλεσαν,
ἅπαντα φιλοτιμηθέντες εἰς ὑπεροχὴν δόξης τοῦ βασιλέως
ποιῆσαι.
80
Καθόλου γὰρ οὔτ' ἐν τοῖς βασιλικοῖς ὑπῆρχε
ῥισκοφυλακίοις τοιαύτη κατασκευὴ τῇ πολυτελείᾳ καὶ τεχνουρ-
γίᾳ, οὔτ' ἔν τινι ἄλλῳ. Πρόνοιαν γὰρ οὐ μικρὰν ἐποιεῖτο ὁ
βασιλεύς, φιλοδοξῶν εἰς τὰ καλῶς ἔχοντα.
81
Πολλάκις
γὰρ τὸν δημόσιον χρηματισμὸν παρίει, τοῖς δὲ τεχνίταις
παρήδρευεν ἐπιμελῶς, ἵνα καθηκόντως τῷ τόπῳ συντελέσω-
σιν, εἰς ὃν ἀπεστέλλετο τὰ τῶν ἔργων. Διὸ πάντα σεμνῶς
ἐγεγόνει, καὶ καταξίως τοῦ τε ἀποστέλλοντος βασιλέως καὶ
τοῦ προστατοῦντος ἀρχιερέως τοῦ τόπου.
82
Καὶ γὰρ τὸ
τῶν λίθων πλῆθος ἄφθονον, καὶ μεγάλοι τοῖς μεγέθεσιν, οὐκ
ἔλαττον πεντακισχιλίων· καὶ ταῖς τέχναις κρατιστεύοντα
πάντα, ὥστε πενταπλασίως τοῦ χρυσοῦ τιμιωτέραν εἶναι τὴν
τῶν λίθων δόσιν καὶ τὴν τῶν τεχνῶν ἐνέργειαν.
83
Ὑπολαμβάνων οὖν καὶ τούτων τὴν ἀναγραφὴν ἀναγ-
καίαν εἶναι, δεδήλωκά σοι. Τὰ δ' ἑξῆς περιέχει τὴν πρὸς τὸν
Ἐλεάζαρον ὁδὸν ἡμῖν γενομένην· τὴν δὲ θέσιν τῆς ὅλης χώρας
πρῶτον δηλώσω. Ὡς γὰρ παρεγενήθημεν ἐπὶ τοὺς τόπους,
ἐθεωροῦμεν τὴν πόλιν μέσην κειμένην τῆς ὅλης Ἰουδαίας ἐπ'
ὄρους ὑψηλὴν ἔχοντος τὴν ἀνάτασιν.
84
Ἐπὶ δὲ τῆς κορυφῆς κατεσκεύαστο τὸ ἱερὸν ἐκπρεπῶς
ἔχον· καὶ οἱ περίβολοι τρεῖς, ὑπὲρ ἑβδομήκοντα δὲ πήχεις τῷ
μεγέθει, καὶ τὸ πλάτος ἀκόλουθον καὶ τὸ μῆκος τῆς κατὰ τὸν
οἶκον διασκευῆς ὑπῆρχε, μεγαλομερείᾳ καὶ χορηγίᾳ κατὰ
πάντα ὑπερβαλλούσῃ διῳκοδομημένων ἁπάντων.
85
Καὶ τοῦ
θυρώματος δὲ καὶ τῶν περὶ αὐτὸ συνδέσμων κατὰ τὰς φλιὰς
καὶ τῆς τῶν ὑπερθύρων ἀσφαλείας ἔκδηλος ἦν ἡ τῶν χρημά-
των γεγονυῖα ἀφειδὴς δαπάνη.
86
Τοῦ τε καταπετάσματος
ἡ διατύπωσις θυρώσει κατὰ πᾶν ὁμοιοτάτη ὑπῆρχε· καὶ
μάλιστα διὰ τὴν τοῦ πνεύματος ὑποδρομὴν ἀδιάλειπτον κίνη-
σιν λαμβανούσης τῆς διυφῆς, διὰ τὸ ἀπ' ἐδάφους γίνεσθαι τὴν
ὑποδρομὴν κατὰ τὴν κόλπωσιν μέχρι τῆς ἄνω διατάσεως,
ἡδεῖάν τινα καὶ δυσαπάλλακτον τὴν θεωρίαν ἔχοντος τοῦ
πράγματος.
87
Ἥ τε τοῦ θυσιαστηρίου κατασκευὴ συμ-
μέτρως ἔχουσαν πρὸς τὸν τόπον καὶ τὰ θύματα διὰ τοῦ πυρὸς
ἐξαναλούμενα τὴν διοικοδομὴν εἶχε, τῆς δ' ἀναβάσεως τῆς
πρὸς αὐτό, πρὸς τὴν εὐκοσμίαν, ἔχοντος τοῦ τόπου καθηκόν-
τως τὸ κλίμα τῶν λειτουργούντων ἱερέων κεκαλυμμένων μέχρι
τῶν σφυρῶν «βυσσίνοις χιτῶσιν».
88
Ὁ δὲ οἶκος βλέπει πρὸς ἕω, τὰ δ' ὀπίσθια αὐτοῦ πρὸς
ἑσπέραν· τὸ δὲ πᾶν ἔδαφος λιθόστρωτον καθέστηκε καὶ κλί-
ματα πρὸς τοὺς καθήκοντας τόπους ἔχει τῆς τῶν ὑδάτων
ἐπιφορᾶς ἕνεκεν, ἣ γίνεται διὰ τὴν σμῆξιν τῶν ἀπὸ τῶν θυσιῶν
αἱμάτων. Πολλαὶ γὰρ μυριάδες κτηνῶν προσάγονται κατὰ τὰς
τῶν ἑορτῶν ἡμέρας.
89
Ὕδατος δὲ ἀνέκλειπτός ἐστι σύστα-
σις, ὡς ἂν καὶ πηγῆς ἔσωθεν πολυρρύτου φυσικῶς ἐπιρρεού-
σης, ἔτι δὲ θαυμασίων καὶ ἀδιηγήτων ὑποδοχείων ὑπαρχόντων
ὑπὸ γῆν, καθὼς ἀπέφαινον πέντε σταδίων κυκλόθεν τῆς κατὰ
τὸ ἱερὸν καταβολῆς καὶ ἑκάστου τούτων σύριγγας ἀναρίθμους,
καθ' ἕκαστον μέρος ἑαυτὰ συναπτόντων τῶν ῥευμάτων.
90
Καὶ πάντα ταῦτα μεμολιβῶσθαι κατ' ἐδάφους καὶ τῶν
τοίχων ἐπὶ δὲ τούτων κεχύσθαι πολύ τι πλῆθος κονιάσεως,
ἐνεργῶς γεγενημένων ἁπάντων· εἶναι δὲ πυκνὰ τὰ στόματα
πρὸς τὴν βάσιν, ἀοράτως ἔχοντα τοῖς πᾶσι πλὴν αὐτοῖς οἷς
ἐστιν ἡ λειτουργία, ὡς ῥοπῇ καὶ νεύματι πάντα καθαρίζεσθαι
τὰ συναγόμενα παμπληθῆ τῶν θυμάτων αἵματα.
91
Πεπυ-
σμένος δὲ καὶ αὐτὸς τὴν τῶν ὑποδοχείων κατασκευὴν δηλώσω
καθὼς ἐπιστώθην. Προήγαγον γὰρ πλέον σταδίων τεσσάρων
ἐκ τῆς πόλεως, καὶ πρός τινα τόπον ἐκέλευσαν κατακύψαντα
συνακοῦσαι τοῦ γινομένου ψόφου τῆς ἀπαντήσεως τῶν ὑδά-
των· ὥστε συμφανές μοι γεγονέναι τὸ μέγεθος τῶν ἀγγείων,
καθὼς δεδήλωται.
92
Τῶν δὲ ἱερέων ἡ λειτουργία κατὰ πᾶν ἀνυπέρβλητός
ἐστι τῇ ῥώμῃ καὶ τῇ τῆς εὐκοσμίας καὶ σιγῆς διαθέσει. Πάντες
γὰρ αὐτοκελεύστως διαπονοῦσι πολλῆς γινομένης κακοπα-
θείας, καὶ ἑκάστῳ τὸ διατεταγμένον μέλει. Καὶ ἀδιαλείπτως
ὑπηρετοῦσιν, οἱ μὲν τὴν ξυλείαν, οἱ δὲ ἔλαιον, οἱ δὲ σεμίδαλιν,
οἱ δὲ τὰ τῶν ἀρωμάτων, ἕτεροι τὰ τῆς σαρκὸς ὁλοκαυτοῦντες,
ἰσχύι διαφερόντως συγχρώμενοι·
93
διαλαβόντες γὰρ ἀμφο-
τέραις τῶν μόσχων τὰ σκέλη, πλεῖον ὄντα ταλάντων δύο σχε-
δὸν ἑκάστου, ἀναρρίπτουσιν ἑκατέραις θαυμασίως ὕψος ἱκανὸν
καὶ οὐχ ἁμαρτάνουσι τῆς ἐπιθέσεως. Ὁμοίως δὲ καὶ τὰ τῶν
προβάτων ἔτι δ' αἰγῶν τοῖς βάρεσι καὶ πιμελῇ θαυμασίως
ἔχει. Κατὰ πᾶν γὰρ ἐκλεγομένων οἷς ἐπιμελές ἐστιν ἀμώμητα
καὶ τῇ παχύτητι διαφέροντα, τὸ προειρημένον ἐπιτελεῖται.
94
Πρὸς δὲ τὴν ἀνάπαυσιν τόπος αὐτοῖς ἐστὶν ἀποτε-
ταγμένος, οὗ καθίζουσιν οἱ διαναπαυόμενοι. Τούτου δὲ γινο-
μένου, τῶν διαλελοιπότων ἐγείρονται πρόθυμοι, οὐδενὸς ἐπι-
τάσσοντος τὰ τῆς λειτουργίας.
95
Ἥ τε πᾶσα σιγὴ
καθέστηκεν, ὥσθ' ὑπολαμβάνειν, μηθ' ἕνα ἄνθρωπον ἐν τῷ
τόπῳ παρεῖναι, πρὸς τοὺς ἑπτακοσίους παρόντων τῶν λει-
τουργῶν—καὶ τῶν προσαγόντων δὲ τὰ θύματα πολύ τι πλῆθος
—ἀλλὰ φόβῳ καὶ καταξίως μεγάλης θειότητος ἅπαντ' ἐπιτε-
λεῖται.
96
Μεγάλην δὲ ἔκπληξιν ἡμῖν παρέσχεν ὡς ἐθεασάμεθα
τὸν Ἐλεάζαρον ἐν τῇ λειτουργίᾳ, τά τε τοῦ στολισμοῦ καὶ τῆς
δόξης, ἣ συνίσταται διὰ τὴν ἔνδυσιν οὗ φορεῖ χιτῶνος καὶ
τῶν περὶ αὐτὸν λίθων· χρυσοῖ γὰρ κώδωνες περὶ τὸν ποδήρη
εἰσὶν αὐτοῦ, μέλους ἦχον ἀνιέντες ἰδιάζοντα· παρ' ἑκάτερον
δὲ τούτων ἄνθεσι πεποικιλμένοι ῥοΐσκοι, τῇ χρόᾳ θαυμασίως
ἔχοντες.
97
Κατέζωστο δὲ διαφόρῳ ζώνῃ διαπρεπεῖ, διυ-
φασμένῃ καλλίστοις χρώμασιν. Ἐπὶ δὲ τοῦ στήθους φορεῖ τὸ
λεγόμενον λόγιον, ἐν ᾧ συνεσφιγμένοι λίθοι δεκαδύο, διαλ-
λάσσοντες τοῖς γένεσι, χρυσῷ κεκολλημένοι, τὰ τῶν φυλάρχων
ὀνόματα κατὰ τὴν ἐξ ἀρχῆς διάταξιν γενηθεῖσαν, ἀπαυγά-
ζοντες ἕκαστος ἀνεξήγητον τῆς ἰδιότητος τὴν φυσικὴν χρόαν.
98
Ἐπὶ δὲ τῆς κεφαλῆς ἔχει τὴν λεγομένην κίδαριν, ἐπὶ
δὲ ταύτης τὴν ἀμίμητον μίτραν, τὸ καθηγιασμένον βασί-
λειον ἐκτυποῦν ἐπὶ πετάλῳ χρυσῷ γράμμασιν ἁγίοις τὸ
ὄνομα τοῦ θεοῦ, κατὰ μέσον τῶν ὀφρύων, δόξῃ πεπληρωμένον,
ὁ κριθεὶς ἄξιος τούτων ἐν ταῖς λειτουργίαις.
99
Ἡ δὲ
συμφάνεια τούτων ἐμποιεῖ φόβον καὶ ταραχήν, ὥστε νομί-
ζειν εἰς ἕτερον ἐληλυθέναι ἐκτὸς τοῦ κόσμου· καὶ διαβε-
βαιοῦμαι, πάντα ἄνθρωπον προσελθόντα τῇ θεωρίᾳ τῶν προει-
ρημένων εἰς ἔκπληξιν ἥξειν καὶ θαυμασμὸν ἀνεκδιήγητον,
μετατραπέντα τῇ διανοίᾳ διὰ τὴν περὶ ἕκαστον ἁγίαν κατα-
σκευήν.
100
Πρὸς γὰρ τὴν ἐπίγνωσιν ἁπάντων ἐπὶ τὴν παρακει-
μένην ἄκραν τῆς πόλεως ἀναβάντες ἐθεωροῦμεν· ἣ κεῖται μὲν
ἐν ὑψηλοτάτῳ τόπῳ, πύργοις ἐξησφαλισμένη πλείοσι, μέχρι
κορυφῆς εὐμήκεσι λίθοις ἀνῳκοδομημένων αὐτῶν, ὡς μετα-
λαμβάνομεν, πρὸς φυλακὴν τῶν περὶ τὸ ἱερὸν τόπων·
101
ἵνα,
ἐὰν ἐπίθεσίς τις ἢ νεωτερισμὸς ἢ πολεμίων ἔφοδος γένηται,
μηθεὶς δύνηται ὁδὸν εἰς τοὺς περιβόλους ποιήσασθαι τοὺς
περὶ τὸν οἶκον· ἐπικειμένων καὶ ὀξυβελῶν ἐπὶ τῶν πύργων
τῆς ἄκρας καὶ ὀργάνων ποικίλων, καὶ τοῦ τόπου κατὰ κορυφὴν
ὄντος τῶν προειρημένων περιβόλων,
102
ὡσανεὶ φυλασσο-
μένων τῶν πύργων ὑπὸ τῶν πιστοτάτων ἀνδρῶν καὶ τῇ πατρίδι
μεγάλας ἀποδείξεις δεδωκότων· οἵτινες οὐκ εἶχον ἐξουσίαν
ἐξιέναι τῆς ἄκρας, εἰ μὴ ταῖς ἑορταῖς, καὶ τοῦτο ἐκ μέρους,
οὐδὲ εἰσοδεύειν εἴων οὐδένα.
103
Μετὰ ἀκριβείας δὲ πολ-
λῆς εἶχον, εἰ καί τις ἐπιταγὴ γένοιτο διὰ τοῦ προκαθηγουμέ-
νου πρὸς θεωρίαν εἰσδέξασθαί τινας· οἷον καὶ καθ' ἡμᾶς ἐγε-
γόνει. Μόλις γὰρ ἀνόπλους ὄντας ἡμᾶς δύο παρεδέξαντο πρὸς
τὸ κατανοῆσαι τὰ τῶν θυσιῶν.
104
Ἔλεγον δὲ καὶ δι'
ὅρκων πεπιστῶσθαι τὸ τοιοῦτον· τοὺς γὰρ πάντας ὀμωμοκέναι,
κατ' ἀνάγκην ἐπιτελουμένους θείως τὸ κατὰ τὸν ὁρκισμὸν
πρᾶγμα, ὄντας πεντακοσίους μὴ παραδέξασθαι πλεῖον ἀνθρώ-
πων πέντε κατὰ τὸ αὐτό· τοῦ γὰρ ἱεροῦ τὴν πᾶσαν εἶναι
φυλακὴν τὴν ἄκραν· καὶ τὸν καταβαλλόμενον αὐτὴν τὴν προ-
φυλακὴν τῶν εἰρημένων οὕτως ἠσφαλίσθαι.
105
Τῆς δὲ πόλεώς ἐστι τὸ χύμα συμμέτρως ἔχον, οἷον
τεσσαράκοντα σταδίων ὄντος τοῦ περιβόλου, καθόσον εἰκάσαι
δυνατόν. Ἔχει δὲ τὴν τῶν πύργων θέσιν θεατροειδῆ, καὶ φαι-
νομένων διόδων—τῶν ὑποκειμένων, τῶν δ' ἐπάνωθεν—
εἰθισμένως, καὶ τὰς διὰ τούτων διεξόδους. Ἀνάκλασιν γὰρ
ἔχει τὰ τῶν τόπων, ὡς ἂν ἐπ' ὄρους τῆς πόλεως ᾠκοδομημέ-
νης.
106
Εἰσὶ δὲ καὶ διαβάθραι πρὸς τὰς διόδους. Οἱ μὲν
γὰρ μετέωροι τὴν ὁδείαν, οἱ δ' ὑπ' αὐτὰς ποιοῦνται, καὶ
μάλιστα διεστηκότες τῆς ὁδείας, διὰ τοὺς ἐν ταῖς ἁγνείαις
ὄντας, ὅπως μηδενὸς θιγγάνωσιν ὧν οὐ δέον ἐστίν.
107
Οὐκ ἀλόγως δὲ τὴν πόλιν συμμετρίᾳ καθηκούσῃ
κατεσκεύασαν οἱ πρῶτοι, σοφῶς δὲ ἐπινοήσαντες. Τῆς γὰρ
χώρας πολλῆς οὔσης καὶ καλῆς, καί τινων μὲν πεδινῶν, τῶν
κατὰ τὴν Σαμαρεῖτιν λεγομένην, καὶ τῶν συναπτόντων τῇ τῶν
Ἰδουμαίων χώρᾳ, τινῶν δὲ ὀρεινῶν, τῶν 〈πρὸς μέσην τὴν
χώραν χρὴ〉 πρὸς τὴν γεωργίαν καὶ τὴν ἐπιμέλειαν τῆς γῆς
γίνεσθαι συνεχῶς, ἵνα καὶ διὰ τοῦτο οὗτοι τὴν εὐκαρπίαν
ἔχωσιν. Οὗ καὶ γινομένου γεωργεῖται πάντα μετὰ δαψιλείας
πολλῆς ἐν πάσῃ τῇ προειρημένῃ χώρᾳ.
108
Τῶν δὲ πόλεων
ὅσαι μέγεθος ἔχουσι καὶ τὴν ἀκόλουθον εὐδαιμονίαν, ταύταις
συμβέβηκεν εὐανδρεῖν, ἀμελεῖσθαι δὲ τῆς χώρας, πάντων ἐπὶ
τὸ κατὰ ψυχὴν ἱλαροῦσθαι νενευκότων, καὶ τῇ κατασκευῇ
πάντας ἀνθρώπους ἐπὶ τὰς ἡδονὰς εὐκαταφόρους εἶναι.
109
Τοῦτο δὲ ἐγίνετο περὶ τὴν Ἀλεξάνδρειαν ὑπερβάλλου-
σαν πάσας τῷ μεγέθει καὶ εὐδαιμονίᾳ τὰς πόλεις. Οἱ γὰρ ἀπὸ
τῆς χώρας εἰς αὐτὴν ἐπιξενούμενοι καταμένοντες ἐφ' ἱκανὸν
εἰς ἐλάττωσιν ἦγον τὰ τῆς ἐργασίας.
110
Ὅθεν ὁ βασιλεύς,
ἵνα μὴ καταμένωσι, προσέταξε μὴ πλέον εἴκοσιν ἡμερῶν
παρεπιδημεῖν· καὶ τοῖς ἐπὶ τῶν χρειῶν ὁμοίως δι' ἐγγράπτων
διαστολὰς ἔδωκεν, ἐὰν ἀναγκαῖον ᾖ κατακαλέσαι, διακρίνειν
ἐν ἡμέραις πέντε.
111
Πρὸ πολλοῦ δὲ ποιούμενος καὶ χρη-
ματιστὰς καὶ τοὺς τούτων ὑπηρέτας ἐπέταξε κατὰ νομούς,
ὅπως μὴ πορισμὸν λαμβάνοντες οἱ γεωργοὶ καὶ προστάται τῆς
πόλεως ἐλαττῶσι τὰ ταμιεῖα, λέγω δὲ τὰ τῆς γεωργίας
πρόσφορα.
112
Παρεξέβημεν δὲ ταῦτα διὰ τὸ καλῶς ἡμῖν τὸν Ἐλεά-
ζαρον ὑποδεδειχέναι τὰ προειρημένα. Μεγάλη γάρ ἐστιν ἡ
τῶν γεωργουμένων φιλοπονία. Καὶ γὰρ ἐλαϊκοῖς πλήθεσι σύν-
δενδρός ἐστι καὶ σιτικοῖς καρποῖς αὐτῶν ἡ χώρα καὶ ὀσπρίοις,
ἔτι δὲ ἀμπέλῳ καὶ μέλιτι πολλῷ. Τὰ μὲν τῶν ἄλλων ἀκροδρύων
καὶ φοινίκων οὐδ' ἀριθμεῖται παρ' αὐτοῖς. Κτήνη τε πολλὰ
παμμιγῆ, καὶ δαψιλὴς ἡ τούτων νομή.
113
Διὸ καλῶς ἔβλε-
ψαν, ὅτι πολυανθρωπίας οἱ τόποι προσδέονται, καὶ τὴν
κατασκευὴν τῆς πόλεως καὶ τῶν κωμῶν ἔθεντο κατὰ λόγον.
114
Πολὺ δὲ πλῆθος καὶ τῶν ἀρωμάτων καὶ λίθων πολυτε-
λῶν καὶ χρυσοῦ παρακομίζεται διὰ τῶν Ἀράβων εἰς τὸν
τόπον. Ἐργάσιμος γὰρ καὶ πρὸς τὴν ἐμπορίαν ἐστὶ κατ-
εσκευασμένη ἡ χώρα, καὶ πολύτεχνος ἡ πόλις, οὐ σπανίζει δὲ
οὐδὲν τῶν διακομιζομένων διὰ τῆς θαλάσσης.
115
Ἔχει
γὰρ καὶ λιμένας εὐκαίρους χορηγοῦντας, τόν τε κατὰ τὴν
Ἀσκαλῶνα καὶ Ἰόππην καὶ Γάζαν, ὁμοίως δὲ καὶ Πτολεμαίδα
τὴν ὑπὸ τοῦ βασιλέως ἐκτισμένην. Μέση δὲ κεῖται πρὸς
τοὺς προειρημένους τόπους, οὐκ ἀπέχουσα τούτων πολύ. Ἔχει
δὲ πάντα δαψιλῆ κάθυγρος οὖσα πάντοθεν ἡ χώρα καὶ μεγά-
λην ἀσφάλειαν ἔχουσα.
116
Περιρρεῖ δ' αὐτὴν ὁ λεγόμενος
Ἰορδάνης ποταμὸς ἀείρρους. 〈Τῆς δὲ χώρας〉 οὐκ ἔλαττον
ἑξακισχιλίων μυριάδων ἀρουρῶν κατὰ τὸ ἀρχαῖον οὔσης—μετ-
έπειτα δὲ οἱ γειτνιῶντες ἐπέβησαν αὐτῆς—ἑξήκοντα μυριάδες
ἀνδρῶν ἔγκληροι καθειστήκεισαν ἑκατοντάρουροι. Πληρούμε-
νος δὲ ὁ ποταμός, καθὼς ὁ Νεῖλος, ἐν ταῖς πρὸς τὸν θερισμὸν
ἡμέραις, πολλὴν ἀρδεύει τῆς γῆς·
117
ὃς εἰς ἕτερον ποτα-
μὸν ἐμβάλλει τὸ ῥεῦμα κατὰ τὴν Πτολεμαιέων χώραν, οὗτος
δὲ ἔξεισιν εἰς θάλασσαν. Ἄλλοι δὲ χειμάρροι λεγόμενοι
κατίασι, περιλαμβάνοντες τὰ πρὸς τὴν Γάζαν μέρη καὶ τὴν
Ἀζωτίων χώραν.
118
Περιέχεται δὲ ἀσφαλείαις αὐτοφυέσι,
δυσείσβολος οὖσα καὶ πλήθεσιν…
εἶναι τὰς…
βα…
The complete text is available when the reading interface loads.