Testimonia et Fragmenta
- Scientific editors
- Hans Friedrich August von Arnim
- Edition reference
- Stoicorum veterum fragmenta · Stuttgart · Teubner · 1903
- CTS identifier
urn:cts:greekLit:tlg1193.tlg001.local001- Corpus release
- 2.2.0 · 2026-08-29
- Digital source
- View source ↗
Diogenes Laërt. VII 160. Ἀρίστων ὁ Χῖος ὁ φάλανθος, ἐπικαλούμενος Σειρήν (secuntur placita). οὕτως δὲ φιλοσοφῶν καὶ ἐν Κυνοσάργει διαλεγόμενος ἴσχυσεν αἱρετιστὴς ἀκοῦσαι. Μιλτιάδης οὖν καὶ Δίφιλος Ἀριστώνειοι προσηγορεύοντο. ἦν δέ τις πειστικὸς καὶ ὄχλῳ πεποιημένος· ὅθεν ὁ Τίμων φησὶ περὶ αὐτοῦ· (fr. 61 W.) καί τις Ἀρίστωνος γενεὴν ἄπο αἱμύλου ἕλκων. παραβαλών δὲ Πολέμωνι, φησὶ Διοκλῆς ὁ Μάγνης, μετέθετο, Ζήνωνος ἀῤῥωστίᾳ μακρᾷ περιπεσόντος· (secuntur narratiunculae de Aristonis cum Persaeo et cum Arcesilao litibus n. 346. 347) Βιβλία δὲ αὐτοῦ φέρεται τάδε· Προτρεπτικῶν β′. περὶ τῶν Ζήνωνος δογμάτων· διάλογοι· σχολῶν ς′· περὶ σοφίας διατριβῶν ζʹ· ἐρωτικαὶ διατριβαί· ὑπομνήματα ὑπὲρ κενοδοξίας· ὑπομνημάτων κε′· ἀπομνημονευμάτων γʹ· χρειῶν ιαʹ· πρὸς τοὺς ῥήτορας· πρὸς τὰς Ἀλεξίνου ἀντιγραφάς· πρὸς τοὺς διαλεκτικούς γʹ· πρὸς Κλεάνθην· ἐπιστολῶν δʹ. (Distinxi epistulas a libro πρ. Kλ.)
Παναίτιος δὲ καὶ Σωσικράτης μόνας αὐτοῦ τὰς ἐπιστολάς φασι, τὰ δὲ ἄλλα τοῦ Περιπατητικοῦ Ἀρίστωνος. τοῦτον λόγος φαλακρὸν ὄντα ἐγκαυθῆναι ὑπὸ ἡλίου καὶ ὧδε τελευτῆσαι.
Cf. prooem. 16. καὶ οἱ μὲν αὐτῶν (scil. τῶν φιλοσόφων) κατέλιπον ὑπομνήματα, οἱ δ’ ὅλως οὐ συνέγραψαν, ὥσπερ κατά τινας Σωκράτης, Στίλπων, Φίλιππος, Μενέδημος, Πύῤῥων - - κατά τινας Πυθαγόρας, Ἀρίστων ὁ Χῖος πλὴν ἐπιστολῶν ὀλίγων.
Themistius or. 21 p. 255 Hard. ἐκφανέντος δὲ ἐν φιλοσοφίᾳ καὶ ἐκλάμψαντος τοῦ ἀληθοῦς, ἀναιμωτὶ πάντες ἀπολαύουσιν οἱ συλλαβόμενοι τοῦ ἔργου. διὰ τοῦτο ἠσπάζετο Ἀρίστων Κλεάνθην καὶ τῶν ὁμιλητῶν ἐκοινώνει.
Ind. Stoic. Herc. col. XXXIII 4. (πε)ρί γε μὴν | Ἀρίστωνον(ος το)ῦ Χίου | παραμ . . . etc.
col. XXXIV. τῆς τραγῳδ(ίας ἡ) μ(ὲν ἀν)| δρωνιτις τῆς γρα(φῆς)· | τῷ νῷ δὲ ἁρμοσ(τὸ)ν | ἓν μόν(ο)ν κα(ὶ) το(ι)οῦ|τό τι λε(χθ)ὲν οὐ μ(όνο)ν |ἴσω(ς) ὑφ’ (ἡ)μῶν δ . . . etc.
Nolui omittere, quae ad Aristonem aliquo modo pertinere certum est; sed sententia parum perspicitur. Temptavi: (πρὸς δὲ τὸ πολλαχῶς δύνασθαι ἐξηγεῖσθαι κἂν ἀσάφεια μετὰ) τῆς τραγῳδ(ίας ἅ)μ(α συν)δρῴῃ τις τῆς γρα(φῆς). Agitur fortasse de loco libri obscuro et tragica dictione fucato. Qui liber aut Aristonis fuit aut de Aristone conscriptus. Supplementa in textu posita sunt Buecheleri.
Ind. Stoic. Herc. col. XXXV. συνενέπνει μετ(ὰ) | τῶν λόγων μένος | τι κα(ὶ θυ)μόν, ὥσπερ | φησὶν ὁ (π)οιητὴς τὴ(ν) Ἀθηνᾶν, ὥσθ’ ἕκασ|τον καθ(ά)περ . . . (ἐν) | μέθαις . . . . . . . . . | μετεπι . . . etc.
Aristonis admirabilem dicendi vim describi certum est.
Aelianus Var. Hist. III 33. Σάτυρος ὁ αὐλητὴς Ἀρίστωνος τοῦ φιλοσόφου πολλάκις ἠκροᾶτο καὶ κηλούμενος ἐκ τῶν λεγομένων ἐπέλεγεν· (Ε 215) εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην, τοὺς αὐλοὺς αἰνιττόμενος καὶ τρόπον τινὰ τὴν τέχνην ἐκφαυλίζων παραβολῇ τῇ πρὸς φιλοσοφίαν.
Strabo I p. 15 (de Eratosthene). ἐγένοντο γάρ, φησιν, ὡς οὐδέποτε, κατὰ τοῦτον τὸν καιρὸν ὑφ’ ἕνα περίβολον καὶ μίαν πόλιν οἱ κατ’ Ἀρίστωνα καὶ Ἀρκεσίλαον ἀνθήσαντες φιλόσοφοι. - - ὁ δὲ Ἀρκεσίλαον καὶ Ἀρίστωνα τῶν καθ’ αὑτὸν ἀνθησάντων κορυφαίους τίθησιν. - - ἐν αὐταῖς γὰρ ταῖς ἀποφάσεσι ταύταις ἱκανὴν ἀσθένειαν ἐμφαίνει τῆς ἑαυτοῦ γνώμης, ᾗ τοῦ Ζήνωνος τοῦ Κιτιέως γνώριμος γενόμενος Ἀθήνησι τῶν μὲν ἐκεῖνον διαδεξαμένων οὐδενὸς μέμνηται, τοὺς δ’ ἐκείνῳ διενεχθέντας καὶ ὦν διαδοχὴ οὐδεμία σώζεται, τούτους ἀνθῆσαί φησι κατὰ τὸν καιρὸν ἐκεῖνον.
Diogenes Laërt. VII 182. οὗτος (scil.Chrysippus) ὀνειδισθεὶς ὑπό τινος ὅτι οὐχὶ παρὰ Ἀρίστωνι μετὰ πολλῶν σχολάζοι· εἰ τοῖς πολλοῖς, εἶπε, προσεῖχον, οὐκ ἂν ἐφιλοσόφησα.
Diogenes Laërt. VII 18. Ἀρίστωνος δὲ τοῦ μαθητοῦ πολλὰ διαλεγομένου οὐκ εὐφυῶς, ἔνια δὲ καὶ προπετῶς καὶ θρασέως ἀδύνατον, εἰπεῖν (τὸν Ζήνωνα), εἰ μή σε ὁ πατὴρ μεθύων ἐγέννησεν. ὅθεν αὐτὸν καὶ λάλον ἀπεκάλει, βραχυλόγος ὤν.
Athenaeus VII 281c. καὶ τῶν Στωϊκῶν δέ τινες συνεφήψαντο ταύτης τῆς ἡδονῆς· Ἐρατοσθένης γοῦν ὁ Κυρηναῖος μαθητὴς γενόμενος Ἀρίστωνος τοῦ Χίου, ὃς ἧν εἶς τῶν ἀπὸ τῆς Στοᾶς, ἐν τῷ ἐπιγραφομένῳ Ἀρίστωνι παρεμφαίνει τὸν διδάσκαλον ὡς ὕστερον ὁρμήσαντα ἐπὶ τρυφήν, λέγων ὧδε· ἤδη δέ ποτε καὶ τοῦτον πεφώρακα τὸν τῆς ἡδονῆς καὶ ἀρετῆς μεσότοιχον διορύττοντα καὶ ἀναφαινόμενον παρὰ τῇ ἡδονῇ.
Athenaeus VI 251b. Τίμων ὁ Φλιάσιος ἐν τῷ τρίτῳ τῶν σίλλων (fr. 64 W.) Ἀρίστωνά φησι τὸν Χῖον, Ζήνωνος δὲ τοῦ Κιτιέως γνώριμον, κόλακα γενέσθαι Περσαίου τοῦ φιλοσόφου, ὅτι ἦν ἑταῖρος· Ἀντιγόνου τοῦ βασιλέως.
Diogenes Laërt. IV 33. καὶ τῆς διαλεκτικῆς εἴχετο (ὁ Ἀρκεσίλαος) καὶ τῶν Ἐρετρικῶν ἥπτετο λόγων· ὅθεν καὶ ἐλέγετο ἐπ’ αὐτοῦ ὑπ’ Ἀρίστωνος· πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος.
Sextus hypotyp. I 234. (de Arcesilao locutus) ἔνθεν καὶ τὸν Ἀρίστωνα εἰπεῖν περὶ αὐτοῦ· πρόσθε Πλάτων, ὄπιθεν Πύρρων, μέσσος Διόδωρος, διὰ τὸ προσχρῆσθαι τῇ διαλεκτικῇ τῇ κατὰ τὸν Διόδωρον, εἶναι δὲ ἄντικρυς Πλατωνικόν.
Diogenes Laërt. IV 40. (ὁ Ἀρκεσίλαος) φιλομειράκιός τε ἦν καὶ καταφερής· ὅθεν οἱ περὶ Ἀρίστωνα τὸν Χῖον Στωϊκοὶ ἐπεκάλουν αὐτῷ, φθορέα τῶν νέων καὶ κιναιδολόγον καὶ θρασὺν ἀποκαλοῦντες. καὶ γὰρ καὶ Δημητρίου τοῦ πλεύσαντος εἰς Κυρήνην ἐπὶ πλέον ἐρασθῆναι λέγεται καὶ Κλεοχάρους τοῦ Μυρλεανοῦ· ἐφ’ ᾧ καὶ πρὸς τοὺς κωμάσαντας εἶπεν, αὐτὸς μὲν θέλειν ἀνοῖξαι, ἐκεῖνον δὲ διακωλύειν. τούτου δὲ ἤρων καὶ Δημοχάρης ὁ Λάχητος καὶ Πυθοκλῆς ὁ τοῦ Βουγέλου· οὓς καταλαβὼν ὑπ’ ἀνεξικακίας παραχωρεῖν ἔφη. διὰ ταῦτα δὴ οὖν ἔδακνόν τε αὐτὸν οἱ προειρημένοι καὶ ἐπέσκωπτον ὡς φίλοχλον καὶ φιλόδοξον. μάλιστα δὲ ἐπετίθεντο αὐτῷ παρὰ Ἱερωνύμῳ τῷ Περιπατητικῷ, ὁπότε συνάγοι τοὺς φίλους ἐς τὴν Ἁλκυονέως τοῦ Ἀντιγόνου υἱοῦ ἡμέραν, εἰς ἣν ἱκανὰ χρήματα ἀπέστειλεν ὁ Ἀντίγονος πρὸς ἀπόλαυσιν. ἔνθα καὶ παραιτούμενος ἑκάστοτε τὰς ἐπικυλικείους ἐξηγήσεις πρὸς Ἀρίδηλον προτείνοντά τι θεώρημα καὶ ἀξιοῦντα εἰς αὐτὸ λέγειν εἶπεν· ἀλλ’ αὐτὸ τοῦτο μάλιστα φιλοσοφίας ἴδιον, τὸ καιρὸν ἑκάστων ἐπίστασθαι.
Diogenes Laërt. VII 162. ἀπετείνετο δὲ (ὁ Αρίστων) πρὸς Ἀρκεσίλαον, ὅτε θεασάμενος ταῦρον τερατώδη μήτραν ἔχοντα οἴμοι, ἔφη, δέδοται Ἀρκεσιλάῳ ἐπιχείρημα κατὰ τῆς ἐναργείας.
πρὸς δὲ τὸν φάμενον Ἀκαδημαϊκὸν οὐδὲν καταλαμβάνειν ἆρ’ οὐδὲ τὸν πλησίον σου καθήμενον ὁρᾷς; εἶπεν· ἀρνησαμένου δὲ· τίς σ’ ἐκτύφλωσεν, ἔφη, τίς ἀφείλετο λαμπάδος αὐγάς;
Diogenes Laërt. VII 162. μάλιστα δὲ προσεῖχε (scil. Aristo) Στωικῷ δόγματι τῷ τὸν σοφὸν ἀδόξαστον εἶναι. πρὸς ὃ Περσαῖος ἐναντιούμενος διδύμων ἀδελφῶν τὸν ἕτερον ἐποίησεν αὐτῷ παρακαταθήκην δοῦναι, ἔπειτα τὸν ἕτερον ἀπολαβεῖν· καὶ οὕτως ἀπορούμενον διήλεγξεν.
Cicero de nat. deor. III 77. si verum est, quod Aristo Chius dicere solebat, nocere audientibus philosophos iis, qui bene dicta male interpretarentur; posse enim asotos ex Aristippi, acerbos e Zenonis schola exire.
Diogenes Laërt. II 79. (ὁ Ἀρίστιππος) τοὺς τῶν ἐγκυκλίων παιδευμάτων μετασχόντας, φιλοσοφίας δὲ ἀπολειφθέντας ὁμοίους ἔλεγεν εἶναι - - τὸ δ’ ὅμοιον καὶ Ἀρίστων· τὸν γὰρ Ὀδυσσέα καταβάντα εἰς ᾅδου τοὺς μὲν νεκροὺς πάντας σχεδὸν ἑωρακέναι καὶ συντετυχηκέναι, τὴν δὲ βασίλισσαν αὐτὴν μὴ τεθεᾶσθαι.
Stobaeus Florilegium 4, 109 Vol. I p. 246 Hense (4, 110 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Ἀρίστων ὁ Χῖος τοὺς περὶ τὰ ἐγκύκλια μαθήματα πονουμένους, ἀμελοῦντας δὲ φιλοσοφίας, ἔλεγεν ὁμοίους εἶναι τοῖς μνηστῆρσι τῆς Πηνελόπης, οἳ ἀποτυγχάνοντες ἐκείνης περὶ τὰς θεραπαίνας ἐγίνοντο.
Cf. Diog Laërt. II 79. Plut. de lib. educ. p. 7 d. Gnomol. Vatic. 166. Crameri Anecd. Paris. IV 411, 15 (Hense).
idem 4, 110. ὁ αὐτὸς τοὺς πολλοὺς εἴκαζε τῷ Λαέρτῃ, ὅστις τῶν κατὰ τὸν ἀγρὸν ἐπιμελούμενος πάντων, ὀλιγώρως εἶχεν ἑαυτοῦ· καὶ γὰρ τούτους τῶν κτημάτων πλείστην ἐπιμέλειαν ποιουμένους περιορᾶν τὴν ψυχὴν ἑαυτῶν πλήρη παθῶν ἀγρίων οὖσαν. (Od. ω 249).
Placita.
Diogenes Laërt. VII 160. Ἀρίστων ὁ Χῖος - τέλος ἔφησεν εἶναι τὸ ἀδιαφόρως ἔχοντα ζῆν πρὸς τὰ μεταξὺ ἀρετῆς καὶ κακίας, μηδὲ ἡντινοῦν ἐν αὐτοῖς παραλλαγὴν ἀπολείποντα, ἀλλʼ ἐπίσης ἐπὶ πάντων ἔχοντα· εἶναι γὰρ ὅμοιον τὸν σοφὸν τῷ ἀγαθῷ ὑποκριτῇ, ὃς ἄν τε Θερσίτου ἄν τε Ἀγαμέμνονος πρόσωπον ἀναλάβῃ, ἑκάτερον ὑποκρίνεται προσηκόντως. τόν τε φυσικὸν τόπον καὶ τὸν λογικὸν ἀνῄρει, λέγων τὸν μὲν εἶναι ὑπὲρ ἡμᾶς, τὸν δʼ οὐδὲν πρὸς ἡμᾶς, μόνον δὲ τὸν ἠθικὸν εἶναι πρὸς ἡμᾶς. ἐοικέναι δὲ τοὺς διαλεκτικοὺς λόγους τοῖς ἀραχνίοις, ἃ καίτοι δοκοῦντα τεχνικόν τι ἐμφαίνειν, ἄχρηστά ἐστιν. ἀρετάς τε οὔτε πολλὰς εἰσῆγεν, ὡς ὁ Ζήνων, οὔτε μίαν πολλοῖς ὀνόμασι καλουμένην, ὡς οἱ Μεγαρικοί, ἀλλὰ κατὰ τὸ πρός τί πως ἔχειν.
Stobaeus ecl. II 8, 13 W. Ἀρίστωνος· Ἀρίστων ἔφη τῶν ζητουμένων παρὰ τοῖς φιλοσόφοις τὰ μὲν εἶναι πρὸς ἡμᾶς, τὰ δὲ μηδὲν πρὸς ἡμᾶς, τὰ δʼ ὑπὲρ ἡμᾶς. πρὸς ἡμᾶς μὲν τὰ ἠθικά, μὴ πρὸς ἡμᾶς δὲ τὰ διαλεκτικά (μὴ γὰρ συμβάλλεσθαι πρὸς ἐπανόρθωσιν βίου)· ὑπὲρ ἡμᾶς δὲ τὰ φυσικά· ἀδύνατα γὰρ ἐγνῶσθαι καὶ οὐδὲ παρέχειν χρείαν.
Eusebius praep. evang. XV 62, 7 (p. 854c). ταῦτα μὲν οὖν ὁ Σωκράτης· μετὰ δὲ αὐτὸν οἱ περὶ Ἀρίστιππον τὸν Κυρηναῖον, ἔπειθ’ ὕστερον οἱ περὶ Ἀρίστωνα τὸν Χῖον ἐπεχείρησαν λέγειν ὡς δέοι μόνα τὰ ἠθικὰ φιλοσοφεῖν· εἶναι γὰρ δὴ ταῦτα μὲν δυνατὰ καὶ ὠφέλιμα· τοὺς μέντοι περὶ τῆς φύσεως λόγους πᾶν τοὐναντίον μήτε καταληπτοὺς εἶναι μήτʼ, εἰ καὶ ὀφθεῖεν, ὄφελος ἔχειν τι. μηδὲν γὰρ ἡμῖν ἔσεσθαι κλέον, ἀλλʼ οὐδʼ εἰ μετεωρότεροι τοῦ Περσέως ἀρθέντες (frg. trag. adesp. 131 N) ὑπέρ τε πόντου χεῦμʼ ὑπέρ τε πλειάδα αὐτοῖς τοῖς ὄμμασι κατίδοιμεν τὸν πάντα κόσμον καὶ τὴν τῶν ὄντων φύσιν ἥτις δήποτέ ἐστιν. οὐ γὰρ δὴ διά γε τοῦτο φρονιμωτέρους ἢ δικαιοτέρους ἢ ἀνδρειοτέρους ἢ σωφρονεστέρους ἡμᾶς ἔσεσθαι, καὶ μὴν οὐδὲ ἰσχυροὺς ἢ καλοὺς ἢ πλουσίους, ὧν χωρὶς οὐχ οἷόν τε εὐδαιμονεῖν. ὅθεν ὀρθῶς εἶπε Σωκράτης ὅτι τῶν ὄντων τὰ μὲν ὑπὲρ ἡμᾶς εἴη, τὰ δὲ οὐδὲν πρὸς ἡμὰς. εἶναι γὰρ τὰ φυσικὰ μὲν ὑπὲρ ἡμᾶς, τὰ δὲ μετὰ τὸν θάνατον οὐδὲν πρὸς ἡμᾶς, μόνα δὲ πρὸς ἡμᾶς τὰ ἀνθρώπινα. ταύτῃ δὲ καὶ χαίρειν αὐτὸν εἰπόντα τῇ Ἀναξαγόρου καὶ Ἀρχελάου φυσιολογίᾳ ζητεῖν ὅττι οἱ ἐν μεγάροισι κακόν τ' ἀγαθόν τε τέτυκται. Καὶ ἄλλως δὲ εἶναι τοὺς φυσικοὺς λόγους οὐ χαλεποὺς οὐδὲ ἀδυνάτους μόνον, ἀλλὰ καὶ ἀσεβεῖς καὶ τοῖς νόμοις ὑπεναντίους. τοὺς μὲν γὰρ ἀξιοῦν μηδ’ εἶναι θεοὺς τὸ παράπαν, τοὺς δὲ τὸ ἄπειρον ἢ τὸ ὂν ἢ τὸ ἕν, καὶ πάντα μᾶλλον ἢ τοὺς νομιζομένους· τήν τ' αὖ διαφωνίαν παμπόλλην οὖσαν· τοὺς μὲν γὰρ ἄπειρον ἀποφαίνειν τὸ πᾶν, τοὺς δὲ πεπερασμένον, καὶ τοὺς μὲν ἀξιοῦν ἅπαντα κινεῖσθαι, τοὺς δὲ καθάπαξ μηδέν.
Diogenes Laërt. VI 103. ἀρέσκει οὖν αὐτοῖς (scil. τοῖς Κυνικοῖς) τὸν λογικὸν καὶ τὸν φυσικὸν τόπον περιαιρεῖν, ἐμφερῶς Ἀρίστωνι τῷ Χίῳ, μόνῳ δὲ προσέχειν τῷ ἠθικῷ.
Cicero Acad. Pr. II 123. Liber igitur a tali irrisione Socrates, liber Aristo Chius, qui nihil istorum (scil. physicorum) sciri putat posse.
Sextus adv. math. VII 12. καὶ Ἀρίστων δὲ ὁ Χῖος οὐ μόνον, ὥς φασι, παρῃτεῖτο τήν τε φυσικὴν καὶ λογικὴν θεωρίαν διὰ τὸ ἀνωφελὲς καὶ πρὸς κακοῦ τοῖς φιλοσοφοῦσιν ὑπάρχειν, ἀλλὰ καὶ τοῦ ἠθικοῦ τόπους τινὰς συμπεριέγραφεν, καθάπερ τόν τε παραινετικὸν καὶ τὸν ὑποθετικὸν τόπον· τούτους γὰρ εἰς τίτθας ἂν καὶ παιδαγωγοὺς πίπτειν, ἀρκεῖν δὲ πρὸς τὸ μακαρίως βιῶναι τὸν οἰκειοῦντα μὲν πρὸς ἀρετὴν λόγον, ἀπαλλοτριοῦντα δὲ κακίας, κατατρέχοντα δὲ τῶν μεταξὺ τούτων, περὶ ἃ οἱ πολλοὶ πτοηθέντες κακοδαιμονοῦσιν.
Seneca epist. 89, 13. Ariston Chius non tantum supervacuas esse dixit naturalem et rationalem (scil. partem philosophiae) sed etiam contrarias. moralem quoque, quam solam reliquerat, circumcidit, nam eum locum, qui monitiones continet, sustulit et paedagogi esse dixit, non philosophi, tamquam quicquam aliud sit sapiens quam generis humani paedagogus.
Lactant. div. instit. VII 7. Ad virtutem capessendam nasci homines, Ariston disseruit.
Seneca epist. 94, 1. Eam partem philosophiae, quae dat propria cuique personae praecepta nec in universum componit hominem, sed marito suadet, quomodo se gerat adversus uxorem, patri quomodo educet liberos, domino quomodo servos regat, quidam solam receperunt. — — Sed Ariston Stoicus ⟨e⟩ contrario hanc partem levem existimat et quae non descendat in pectus usque. ad illam habentem praecepta plurimum ait proficere ipsa decreta philosophiae constitutionemque summi boni, quam qui bene intellexit ac didicit, quia in quaque re faciendum sit, sibi ipse praecepit.
Seneca epist. 94, 5. Qui hanc partem (scil. eam quae dat propria cuique personae praecepta) videri volunt supervacuam, hoc aiunt: Si quid oculis oppositum moratur aciem, removendum est. illo quidem obiecto operam perdidit, qui praecipit: sic ambulabis, illo manum porriges. Eodem modo ubi aliqua res obcaecat animum et ad officiorum dispiciendum ordinem impedit, nihil agit, qui praecipit: sic vives cum patre, sic cum uxore. nihil enim proficient praecepta, quamdiu menti. error obfusus est; si ille discutitur, adparebit, quid cuique debeatur officio; alioquin doces illum, quid sano faciendum sit, non efficis sanum. Pauperi ut agat divitem monstras: hoc quomodo manente paupertate fieri potest? ostendis esurienti, quid tamquam satur faciat: fixam potius medullis famem detrahe. Idem tibi de omnibus vitiis dico: ipsa removenda sunt, non praecipiendum, quod fieri illis manentibus non potest. nisi opiniones falsas, quibus laboramus, expuleris, nec avarus, quomodo pecunia utendum sit, exaudiet, nec timidus, quomodo periculosa contemnat. efficias oportet, ut sciat pecuniam nec bonum nec malum esse; ostendas illi miserrimos divites; efficias ut, quicquid publice expavimus, sciat non esse tam timendum quam fama circumfert, nec dolere [quemquam] nec mori. saepe in morte, quam pati lex est, magnum esse solatium, quod ad neminem redit; in dolore pro remedio futuram obstinationem animi, qui levius sibi facit, quicquid contumaciter passus est. optimam doloris esse naturam, quod non potest nec qui extenditur magnus esse nec qui est magnus extendi. omnia fortiter excipienda, quae nobis mundi necessitas imperat. His decretis cum illum in conspectum suae condicionis adduxeris et cognoverit beatam esse vitam non quae secundum voluptatem est, sed secundum naturam, cum virtutem unicum bonum hominis adamaverit, turpitudinem solum malum fugerit, reliqua omnia, divitias, honores, bonam valetudinem, vires, imperia scierit esse mediam partem, nec bonis adnumerandam nec malis: monitorem non desiderabit ad singula, qui dicat: sic incede, sic coena. hoc viro, hoc feminae, hoc marito, hoc caelibi convenit. ista enim qui diligentissime monent, ipsi facere non possunt. haec paedagogus puero, haec avia nepoti praecipit, et irascendum non esse magister iracundissimus disputat. si ludum litterarium intraveris, scies ista, quae ingenti supercilio philosophi iactant in puerili esse praescripto.
Utrum deinde manifesta an dubia praecipies? non desiderant manifesta monitorem. praecipienti dubia non creditur. supervacuum est ergo praecipere. id adeo sic disce: si id mones, quod obscurum est et ambiguum, probationibus adiuvandum erit. si probatarus es, illa per quae probas, plus valent satisque per se sunt. Sic amico utere, sic cive, sic socio. Quare? quia iustum est. Omnia ista mihi de iustitia locus tradit. illic invenio aequitatem per se expetendam; nec metu nos ad illam cogi nec mercede conduci; non esse iustum, cui quicquam in hac virtute placet praeter ipsam. hoc cum persuasi mihi et perbibi, quid ista praecepta proficiunt, quae eruditum docent? praecepta dare scienti supervacuum est, nescienti parum. audire enim debet non tantum, quid sibi praecipiatur, sed etiam quare. Utrum, inquam, veras opiniones habenti de bonis malisque sunt necessaria an non habenti? qui non habet, nihil a te adiuvabitur. aures eius contraria monitionibus tuis fama possedit. qui habet exactum iudicium de fugiendis petendisque, scit, quid sibi faciendum sit, etiam te tacente. tota ergo pars ista philosophiae submoveri potest.
Duo sunt, propter quae delinquimus: aut inest animo pravis opinionibus malitia contracta, aut etiamsi non est falsis occupatus, ad falsa proclivis est et cito specie quo non oportet trahente corrumpitur. itaque debemus aut percurare mentem aegram et vitiis liberare, aut vacantem quidem, sed ad peiora pronam praeoccupare. utrumque decreta philosophiae faciunt. ergo tale praecipiendi genus nil agit.
Praeterea si praecepta singulis damus, incomprehensibile opus est. alia enim dare debemus feneranti, alia colenti agrum, alia negotianti, alia regum amicitias sequenti, alia pares, alia inferiores amaturo. In matrimonio praecipias, quomodo vivat cum uxore aliquis, quam virginem duxit, quomodo cum ea, quae alicuius ante matrimonium experta est, quemadmodum cum locuplete, quemadmodum cum indotata. an non putas aliquid esse discriminis inter sterilem et fecundam, inter provectiorem et puellam, inter matrem et novercam? Omnes species complecti non possumus; atqui singulae propria exigunt. leges autem philosophiae breves sunt et omnia adligant. Adice nunc, quod sapientiae praecepta finita debent esse et certa; si qua finiri non possunt, extra sapientiam sunt. sapientia rerum terminos novit. ergo ista praeceptiva pars submovenda est, quia quod paucis promittit, praestare omnibus non potest, sapientia autem omnes tenet.
Inter insaniam publicam et hanc, quae medicis traditur, nihil interest, nisi quod haec morbo laborat, illa opinionibus falsis; altera causas furoris traxit ex valitudine, altera animi mala valitudo est. si quis furioso praecepta det, quomodo loqui debeat, quomodo procedere, quomodo in publico se gerere, quomodo in privato, erit ipso, quem monebit, insanior; bilis nigra curanda est et ipsa furoris causa removenda. idem in hoc alio animi furore faciendum est. ipse discuti debet; alioquin abibunt in vanum monentium verba. Haec ab Aristone dicuntur.
Clemens Alex. Stromat. II p. 179 Sylb., Vol. I p. 497 Pott. τί δή σοι Ἀρίστωνα καταλέγοιμι; τέλος οὗτος εἶναι τὴν ἀδιαφορίαν ἔφη· τὸ δὲ ἀδιάφορον ἁπλῶς ἀδιάφορον ἀπολείπει.
Sextus adv. math. XI 63. μὴ εἶναι δὲ προηγμένον ἀδιάφορον τὴν ὑγείαν καὶ πᾶν τὸ κατʼ αὐτὴν παραπλήσιον ἔφησεν Ἀρίστων ὁ Χῖος. ἴσον γάρ ἐστι τὸ προηγμένον αὐτὴν λέγειν ἀδιάφορον τῷ ἀγαθὸν ἀξιοῦν, καὶ σχεδὸν ὀνόματι μόνον διαφέρον. καθόλου γὰρ τὰ μεταξὺ ἀρετῆς καὶ κακίας ἀδιάφορα μὴ ἔχειν μηδεμίαν παραλλαγήν, μηδὲ τινὰ μὲν εἶναι φύσει προηγμένα, τινὰ δὲ ἀποπροηγμένα, ἀλλὰ παρὰ τὰς διαφόρους τῶν καιρῶν περιστάσεις μήτε τὰ λεγόμενα προῆχθαι πάντως γίνεσθαι προηγμένα, μήτε τὰ λεγόμενα ἀποπροῆχθαι κατʼ ἀνάγκην ὑπάρχειν ἀποπροηγμένα. ἐὰν γοῦν δέῃ τοὺς μὲν ὑγιαίνοντας ὑπηρετεῖν τῷ τυράννῳ καὶ διὰ τοῦτο ἀναιρεῖσθαι, τοὺς δὲ νοσοῦντας ἀπολυομένους τῆς ὑπηρεσίας συναπολύεσθαι καὶ τῆς ἀναιρέσεως, ἕλοιτʼ ἂν μᾶλλον ὁ σοφὸς τὸ νοσεῖν κατὰ τοῦτον τὸν καιρὸν ἢ [ὅτι] τὸ ὑγιαίνειν. καὶ ταύτῃ οὔτε ἡ ὑγεία προηγμένον ἐστὶ πάντως οὔτε ἡ νόσος ἀποπροηγμένον. ὥσπερ οὖν ἐν ταῖς ὀνοματογραφίαις ἄλλοτʼ ἄλλα προτάττομεν στοιχεῖα, πρὸς τὰς διαφόρους περιστάσεις ἀρτιζόμενοι, καὶ τὸ μὲν δέλτα ὅτε τὸ τοῦ Δίωνος ὄνομα γράφομεν, τὸ δὲ ἰῶτα ὅτε τὸ τοῦ Ἴωνος, τὸ δὲ ὦ ὅτε τὸ τοῦ Ὠρίωνος, οὐ τῇ φύσει ἑτέρων παρὰ τὰ ἕτερα γράμματα προκρινομένων, τῶν δὲ καιρῶν τοῦτο ποιεῖν ἀναγκαζόντων, οὕτω κἀν τοῖς μεταξὺ ἀρετῆς καὶ κακίας πράγμασιν οὐ φυσική τις γίνεται ἑτέρων παρ’ ἕτερα πρόκρισις, κατὰ περίστασιν δὲ μᾶλλον.
Cicero Acad. Pr. II 130. Aristonem, qui cum Zenonis fuisset auditor, re probavit ea, quae ille verbis, nihil esse bonum nisi virtutem, nec malum nisi quod virtuti esset contrarium; in mediis ea momenta, quae Zeno voluit, nulla esse censuit. huic summum bonum est, in his rebus neutram in partem moveri, quae ἀδιαφορία ab ipso dicitur.
Tusc. disp. V 27. Aristo Chius - qui nisi quod turpe esset, nihil malum diceret.
Cicero de finibus II 35. Nam Pyrrho, Aristo, Erillus iam diu abiecti.
ibid. V 23. Iam explosae eiectaeque sententiae Pyrrhonis, Aristonis, Erilli, quod in hunc orbem, quem circumscripsimus, incidere non possunt, adhibendae omnino non fuerunt.
Cicero Tuscul. disput. V 85. Hae sunt sententiae, quae stabilitatis aliquid habeant; nam Aristonis, Pyrrhonis, Erilli nonnullorumque aliorum evanuerunt.
Cicero de officiis I 6. quoniam Aristonis, Pyrrhonis, Erilli iam pridem explosa sententia est; qui tamen haberent ius suum disputandi de officio, si rerum aliquem dilectum reliquissent, ut ad officii inventionem aditus esset.
Cicero de fin. II 43. Quae (scil. prima naturae quod Aristoni et Pyrrhoni omnino visa sunt pro nihilo, ut inter optime valere et gravissime aegrotare nihil prorsus dicerent interesse, recte iam pridem contra eos desitum est disputari. Dum enim in una virtute sic omnia esse voluerunt, ut eam rerum selectione exspoliarent nec ei quicquam aut unde oreretur darent, aut ubi niteretur, virtutem ipsam, quam amplexabantur, sustulerunt.
Cf. III 11 et 12.
IV 47. ut Aristonis esset explosa sententia dicentis nihil differre aliud ab alio, nec esse res ullas praeter virtutes et vitia, inter quas quticquam omnino interesset.
V 23. ii - qui in rebus iis, in quibus nihil aut honestum aut turpe sit, negant esse ullam causam, cur aliud alii anteponatur, nec inter eas res quicquam omnino putant interesse.
Cicero de finibus III 15, 50. Deinceps explicatur differentia rerum: quam si non ullam esse diceremus, confunderetur omnis vita, ut ab Aristone, neque ullum sapientiae munus aut opus inveniretur, cum inter res eas, quae ad vitam degendam pertinerent, nihil omnino interesset neque ullum delectum adhiberi oporteret.
Cicero de finibus V 73. Multa dicta sunt ab antiquis de contemnendis ac despiciendis rebus humanis; hoc unum Aristo tenuit: praeter vitia atque virtutes negavit rem esse ullam aut fugiendam aut expetendam.
Cicero de legibus I 38. sive etiam Aristonis difficilem atque arduam, sed iam tamen fractam et convictam sectam secuti sunt, ut virtutibus exceptis atque vitiis cetera in summa aequalitate ponerent. - 55. si, ut Chius Aristo dixit solum bonum esse, quod honestum esset, malumque, quod turpe, ceteras res omnis plane paris ac ne minimum quidem, utrum adessent an abessent, interesse etc.
Cicero de finibus IV 79. Roges enim Aristonem, bonane ei videantur haec: vacuitas doloris, divitiae, valetudo; neget. Quid? quae contraria sunt his, malane? Nihilo magis. - Admirantes quaeramus - quonam modo vitam agere possimus, si nihil interesse nostra putemus, valeamus aegrine simus, vacemus an cruciemur dolore, frigus, famem propulsare possimus necne possimus. Vives, inquit Aristo, magnifice atque praeclare, quod erit cumque visum, ages, numquam angere, numquam cupies, numquam timebis.
Cicero de finibus IV 43. Itaque mihi videntur omnes quidem illi errasse, qui finem bonorum esse dixerunt honeste vivere, sed alius alio magis, Pyrrho scilicet maxime - deinde Aristo, qui nihil relinquere (scil. quod praeter virtutem appetendum esset) non est ausus, introduxit autem, quibus commotus sapiens appeteret aliquid, quodcumque in mentem incideret et quodcumque tamquam occurreret. Is hoc melior quam Pyrrho, quod aliquod genus appetendi dedit, deterior quam ceteri, quod penitus a natura recessit.
Clemens Alex. Stromat. II 20 p. 195 Sylb., Vol. I p. 486 Pott. ὅθεν, ὡς ἔλεγεν Ἀρίστων, πρὸς ὅλον τὸ τετράχορδον, ἡδονὴν λύπην φόβον ἐπιθυμίαν, πολλῆς δεῖ τῆς ἀσκήσεως καὶ μάχης.
Plutarchus de exilio 5 p. 600e. οἷόν ἐστιν ἡ νῦν σοι παροῦσα μετάστασις ἐκ τῆς νομιζομένης πατρίδος. φύσει γὰρ οὐκ ἔστι πατρίς, ὥσπερ οὐδ’ οἶκος οὐδ’ ἀγρὸς οὐδὲ χαλκεῖον, ὡς Ἀρίστων ἔλεγεν, οὐδ’ ἰατρεῖον· ἀλλὰ γίγνεται, μᾶλλον δ’ ὀνομάζεται καὶ καλεῖται τούτων ἕκαστον ἀεὶ πρὸς τὸν οἰκοῦντα καὶ χρώμενον.
Seneca epist. 115, 8. Tunc intellegere nobis licebit, quam contemnenda miremur, simillimi pueris, quibus omne ludicrum in pretio est; parentibus quippe nec minus fratribus praeferunt parvo aere empta monilia. quid ergo inter nos et illos interest, ut Ariston ait, nisi quod nos circa tabulas et statuas insanimus, carius inepti? illos reperti in litore calculi leves et aliquid habentes varietatis delectant, nos ingentium maculae columnarum etc.
Plutarchus de Stoic. repugn. 8 p. 1034d. Χρύσιππος Ἀρίστωνι μὲν ἐγκαλῶν ὅτι μιᾶς ἀρετῆς σχέσεις ἔλεγε τὰς ἄλλας εἶναι.
Galenus de Hipp. et Plat. decr. VII 2 (208. 591 M.). νομίσας γοῦν ὁ Ἀρίστων μίαν εἶναι τῆς ψυχῆς δύναμιν, ᾗ λογιζόμεθα, καὶ τὴν ἀρετὴν τῆς ψυχῆς ἔθετο μίαν, ἐπιστήμην ἀγαθῶν καὶ κακῶν. ὅταν μὲν οὖν αἱρεῖσθαί τε δέῃ τἀγαθὰ καὶ φεύγειν τὰ κακά, τὴν ἐπιστήμην τήνδε καλεῖ σωφροσύνην· ὅταν δὲ πράττειν μὲν τἀγαθά, μὴ πράττειν δὲ τὰ κακά, φρόνησιν· ἀνδρείαν δὲ ὅταν τὰ μὲν θαῥῥῇ, τὰ δὲ φεύγῃ. ὅταν δὲ τὸ κατὰ ἀξίαν ἑκάστῳ νέμῃ, δικαιοσύνην. ἑνὶ δὲ λόγῳ γινώσκουσα μὲν ἡ ψυχὴ χωρὶς τοῦ πράττειν τἀγαθά τε καὶ κακὰ σοφία τέ ἐστι καὶ ἐπιστήμη, πρὸς δὲ τὰς πράξεις ἀφικνουμένη τὰς κατὰ τὸν βίον ὀνόματα πλείω λαμβάνει τὰ προειρημένα, φρόνησίς τε καὶ σωφροσύνη καὶ δικαιοσύνη καὶ ἀνδρεία καλουμένη. τοιαύτη μέν τις ἡ Ἀρίστωνος δόξα περὶ τῶν τῆς ψυχῆς ἀρετῶν.
Plutarchus de virtute morali 2 p. 440f. Ἀρίστων δʼ ὁ Χῖος τῇ μὲν οὐσίᾳ μίαν καὶ αὐτὸς ἀρετὴν ἐποίει καὶ ὑγίειαν ὠνόμαζε· τῷ δὲ πρὸς τί πως διαφόρους καὶ πλείονας, ὡς εἴ τις ἐθέλοι τὴν ὅρασιν ἡμῶν λευκῶν μὲν ἀντιλαμβανομένην λευκοθέαν καλεῖν, μελάνων δὲ μελανθέαν ἤ τι τοιοῦτον ἕτερον. καὶ γὰρ ἡ ἀρετὴ ποιητέα μὲν ἐπισκοποῦσα καὶ μὴ ποιητέα κέκληται φρόνησις, ἐπιθυμίαν δὲ κοσμοῦσα καὶ τὸ μέτριον καὶ τὸ εὔκαιρον ἐν ἡδοναῖς ὁρίζουσα σωφροσύνη, κοινωνήμασι δὲ καὶ συμβολαίοις ὁμιλοῦσα τοῖς πρὸς ἑτέρους δικαιοσύνη· καθάπερ τὸ μαχαίριον ἓν μέν ἐστιν, ἄλλοτε δʼ ἄλλο διαιρεῖ, καὶ τὸ πῦρ ἐνεργεῖ περὶ ὕλας διαφόρους μιᾷ φύσει χρώμενον.
Clemens Al. Strom. I p. 376 Pott. Εἰ γοῦν σκοποῖμεν, μία κατὰ δύναμίν ἐστιν ἡ ἀρετή· ταύτην δὲ συμβέβηκεν τούτοις μὲν τοῖς πράγμασιν ἐγγενομένην λέγεσθαι φρόνησιν· ἐν τούτοις δὲ σωφροσύνην· ἐν τούτοις δὲ ἀνδρείαν ἢ δικαιοσύνην. - - τοῦτον φαμὲν τὸν τρόπον μιᾶς καὶ τῆς αὐτῆς δραχμῆς τῷ μὲν ναυκλήρῳ δοθείσης λέγεσθαι ναῦλον· τῷ δὲ τελώνῃ τέλος· καὶ ἐνοίκιον μὲν τῷ σταθμούχῳ· μισθὸν δὲ τῷ διδασκάλῳ· καὶ τῷ πιπράσκοντι ἀῤῥαβῶνα. Ἑκάστη δὲ - ἀρετὴ - συνωνύμως καλουμένη μόνον τοῦ καθ’ ἑαυτὴν ἀποτελέσματός ἐστιν αἰτία· κατὰ σύγχρησιν δὲ τούτων γίγνεται τὸ εὐδαιμόνως ζῆν· μὴ γὰρ δὴ εὐδαιμονῶμεν πρὸς τὰ ὀνόματα, ὅταν τὸν ὀρθὸν βίον εὐδαιμονίαν λέγωμεν καὶ εὐδαίμονα τὸν κεκοσμημένον τὴν ψυχὴν ἐναρέτως.
Porphyrius de animae facultatibus apud Stobaeum ecl. I p. 347, 21 W. τὰς τῆς ψυχῆς δυνάμεις ὑπογράψαι πρόκειται· καὶ πρότερόν γε ἐπεξελθὼν τῇ ἱστορίᾳ τῇ τε παρὰ τοῖς παλαιοῖς καὶ τῇ ὕστερον ἐπικριθείσῃ παρὰ τοῖς διδασκάλοις, Ἀρίστων ἀντιληπτικὴν δύναμιν τῆς ψυχῆς θέμενος ταύτην διαιρεῖ εἰς δύο, τὸ μέν τι μέρος φάσκων μετά τινος τῶν αἰσθητηρίων ὡς τὰ πολλὰ κινεῖσθαι, ὃ αἰσθητικὸν καλεῖ, ἀρχὴν καὶ πηγὴν ὑπάρχον τῶν κατὰ μέρος αἰσθήσεων, τὸ δὲ ἀεὶ καθ’ ἑαυτὸ καὶ χωρὶς ὀργάνων, ὃ ἐπὶ μὲν τῶν ἀλόγων οὐκ ὠνομάσθαι (ἢ γὰρ ὅλως οὐκ εἶναι ἐν αὐτοῖς ἢ τελέως ἀσθενὲς καὶ ἀμυδρὸν ἄγαν), ἐν δὲ τοῖς λογικοῖς, ἐν οἷς δὴ μάλιστα ⟨ἢ⟩ μόνοις φαίνεται, νοῦν προσαγορεύεσθαι.
Cicero de nat. deor. I 37. cuius (scil. Zenonis) discipuli Aristonis non minus magno in errore sententiast, qui neque formam dei intellegi posse censeat neque in deis sensum esse dicat dubitetque omnino, deus animans necne sit.
Jamblichus de anima apud Stobaeum ecl. II 382, 18 W. περὶ τῆς κοινωνίας τῆς πρὸς τοὺς θεοὺς τῶν ψυχῶν γέγονέ τις διαμφισβήτησις, τῶν μὲν λεγόντων ἀδύνατον μίγνυσθαι θεοὺς ταῖς κατεχομέναις ψυχαῖς ἐν τῷ σώματι, τῶν δὲ διατεινομένων μίαν εἶναι κοινὴν πολιτείαν τῶν καθαρῶν ψυχῶν πρὸς τοὺς θεοὺς καὶ εἰ ὅτι μάλιστα ἐν τοῖς σώμασι διατρίβουσιν· οἳ δὲ μόνοις δαίμοσιν ἢ καὶ ἥρωσιν ὑποτιθέασιν αὐτὴν εἰς κοινὴν συνουσίαν· ⟨ὧν⟩ ἄλλοι μὲν οἱ βελτίονες, κρινόμενοι κατὰ Πλάτωνα καθάρσει καὶ ἀναγωγῇ καὶ τελειώσει τῆς ψυχῆς, ἄλλοι δὲ οἱ χείρονες, τοῖς ἐναντίοις τούτων διαστελλόμενοι· κατὰ δὲ τοὺς Στωϊκοὺς τῇ κοινωνίᾳ καὶ τῷ καλῷ τῷ τῆς φύσεως ἐξηρτημένῳ· κατὰ δὲ τοὺς Περιπατητικοὺς τῇ κατὰ φύσιν τε συμμετρίᾳ καὶ τῇ ὑπὲρ τὴν ἀνθρωπίνην φύσιν νοερᾷ ζωῇ προτιμώμενοι· κατὰ δὲ Ἥριλλον ἐπιστήμῃ· κατὰ δὲ Ἀρίστωνα ἀδιαφορίᾳ· κατὰ δὲ Δημόκριτον εὐσχημοσύνῃ· κατὰ δὲ τοὺς ἄλλους μέρει τινὶ τοῦ καλοῦ· ἢ τῇ ἀοχλησίᾳ καθ’ ᾿Ιερώνυμον· ἢ ἄλλοις τισὶ τρόποις διαγωγῆς τὸ αἱρετὸν ἔχοντες, ἀφ’ ὦν οἱ κατὰ μέρος φύονται βίοι ἄπειροι περὶ τὴν γένεσιν διαιρούμενοι etc.
Plutarchus vita Demosthenis 30 (de morte Demosthenis). τὸ δὲ φάρμακον Ἀρίστων μὲν ἐκ τοῦ καλάμου λαβεῖν φησιν αὐτόν, ὡς εἴρηται.
Plutarchus vita Demosthenis 10. Ἀρίστων δ’ ὁ Χίος καὶ Θεοφράστου τινὰ δόξαν ἱστόρηκε περὶ τῶν ῥητόρων. ἐρωτηθέντα γάρ, ὁποῖός τις αὐτῷ φαίνεται ῥήτωρ ὁ Δημοσθένης, εἰπεῖν· ἄξιος τῆς πόλεως, ὁποῖος δὲ Δημάδης· ὑπὲρ τὴν πόλιν. Ὁ δ’ αὐτὸς φιλόσοφος Πολύευκτον ἱστορεῖ τὸν Σφήττιον, ἕνα τῶν τότε πολιτευομένων Ἀθήνησιν, ἀποφαίνεσθαι, μέγιστον μὲν εἶναι ῥήτορα Δημοσθένην, δυνατώτατον δὲ εἰπεῖν Φωκίωνα· πλεῖστον γὰρ ἐν βραχυτάτῃ λέξει νοῦν ἐκφέρειν.
Plutarchus ὅτι μάλιστα τοῖς ἡγεμόσι δεῖ τὸν φιλόσοφον διαλέγεσθαι 1 p. 776c. καὶ Ἀρίστων μὲν ὁ Χῖος ἐπὶ τῷ πᾶσι διάλέγεσθαι τοῖς βουλομένοις ὑπὸ τῶν σοφιστῶν κακῶς ἀκούων· ὤφελεν, εἶπε, καὶ τὰ θηρία λόγων συνιέναι κινητικῶν πρὸς ἀρετήν.
Stobaeus Florileg. 13, 40 Vol. I p. 462 Hense (13, 22 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Ὅμοιον ἀψινθίου τὸ δριμὺ καὶ λόγου παῤῥησίαν ἐκκόψαι.
Stobaeus Florileg. 13, 57 Vol. I p. 465 Hense (13, 39 Mein.). Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Φήσαντός τινος λίαν μοι ἐπισκώπτεις ἔφη καὶ γὰρ τοῖς σπληνικοῖς τὰ μὲν δριμέα καὶ πικρὰ ὠφέλιμα, τὰ δὲ γλυκέα βλαβερά.
Plutarchus de recta ratione audiendi 8 p. 42b. οὔτε γὰρ βαλανείου, φησὶν ὁ Ἀρίστων, οὔτε λόγου μὴ καθαίροντος ὄφελός ἐστιν.
Stobaeus Florileg. 79, 44 Mein. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Οἱ ἄρτι ἐκ φιλοσοφίας, πάντας ἐλέγχοντες καὶ ἀπὸ τῶν γονέων ἀρχόμενοι, πάσχουσιν ὅπερ καὶ οἱ νεώνητοι κύνες, οἳ οὐ μόνον τοὺς ἄλλους ὑλακτοῦσιν, ἀλλὰ καὶ τοὺς ἔνδον.
Stobaeus ecl. II p. 215, 20 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Τὸ κύμινον, φασί, δεῖ σπείρειν βλασφημοῦντας, οὕτω γὰρ καλὸν φύεσθαι· καὶ τοὺς νέους χρὴ παιδεύειν ἐπισκώπτοντας, οὕτω γὰρ χρήσιμοι ἔσονται.
Seneca epist. 36, 3. Ariston aiebat malle ⟨se⟩ adulescentem tristem quam hilarem et amabilem turbae. vinum enim bonum fieri, quod recens durum et asperum visum est; non pati aetatem, quod in dolio placuit.
Plutarchus de tuenda sanitate praecepta 20 p. 133c. ἀλειπτῶν δὲ φωνὰς καὶ παιδοτριβῶν λόγους, ἑκάστοτε λεγόντων ὡς τὸ παρὰ δεῖπνον φιλολογεῖν τὴν τροφὴν διαφθείρει καὶ βαρύνει τὴν κεφαλήν, τότε φοβητέον, ὅταν τὸν Ἰνδὸν ἀναλύειν ἢ διαλέγεσθαι περὶ τοῦ Κυριεύοντος ἐν δείπνῳ μέλλωμεν. - - ἂν δ’ ἡμᾶς μὴ ἄλλο τι ζητεῖν ἢ φιλοσοφεῖν ἢ ἀναγιγνώσκειν παρὰ δεῖπνον ἐῶσι τῶν ἐν τῷ καλῷ καὶ ὠφελίμῳ τὸ ἐπαγωγὸν ὑφ’ ἡδονῆς καὶ γλυκὺ μόριον ἐχόντων, κελεύσομεν αὐτοὺς μὴ ἐνοχλεῖν, ἀλλ’ ἀπιόντας ἐν τῷ ξυστῷ ταῦτα καὶ ταῖς παλαίστραις διαλέγεσθαι τοῖς ἀθληταῖς, οὓς τῶν βιβλίων ἐξελόντες ἀεὶ διημερεύειν ἐν σκώμμασι καὶ βωμολοχίαις ἐθίζοντες, ὡς ὁ κομψὸς Ἀρίστων ἔλεγε, τοῖς ἐν γυμνασίῳ κίοσιν ὁμοίως λιπαροὺς πεποιήκασι καὶ λιθίνους.
Plutarchus Amatorius 21 p. 766f. ὅταν ἦθος ἁγνὸν καὶ κόσμιον ἐν ὥρᾳ καὶ χάριτι μορφῆς διαφανὲς γένηται, καθάπερ ὄρθιον ὑπόδημα δείκνυσι ποδὸς εὐφυΐαν, ὡς Ἀρίστων ἔλεγεν.
Stobaeus ecl. II p. 24, 8 W. Ἀρίστωνος. Ἀρίστων τοὺς λόγους τῶν διαλεκτικῶν εἴκαζεν τοῖς τῶν ἀραχνίων ὑφάσμασιν οὐδὲν μὲν χρησίμοις, λίαν δὲ τεχνικοῖς ⟨οὖσι⟩.
Stobaeus ecl. II p. 22, 22 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων· οἱ ἐν διαλεκτικῇ βαθύνοντες ἐοίκασι καρκίνους μασωμένοις, οἳ δι’ ὀλίγον τρόφιμον περὶ πολλὰ ὀστᾶ ἀσχολοῦνται.
Stobaeus ecl. II p. 23, 15 W. Ἀρίστωνος. Ἀρίστων ἔλεγεν ἐοικέναι τὴν διαλεκτικὴν τῷ ἐν ταῖς ὁδοῖς πηλῷ· πρὸς οὐδὲν γὰρ οὐδ’ ἐκεῖνον χρήσιμον ὄντα καταβάλλειν τοὺς βαδίζοντας.
Stobaeus ecl. II 24, 12 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. ὁ ἑλλέβορος ὁλοσχερέστερος μὲν ληφθεὶς καθαίρει, εἰς δὲ πάνυ σμικρὰ τριφθεὶς πνίγει· οὕτω καὶ ἡ κατὰ φιλοσοφίαν λεπτολογία.
Stobaeus Florileg. 20, 69 (Vol. I p, 554 Hense). Ἀρίστωνος· τὴν κακολογίαν ἡ ὀργὴ φαίνεται ἀπογεννῶσα· ὥστε ἡ μήτηρ οὐκ ἀστεία.
Stobaeus ecl. II p. 218,7 W. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. Κυβερνήτης μὲν οὔτε ἐν μεγάλῳ πλοίῳ οὔτε ἐν μικρῷ ναυτιάσει, οἱ δὲ ἄπειροι ἐν ἀμφοῖν· οὕτως ὁ μὲν πεπαιδευμένος καὶ ἐν πλούτῳ καὶ ἐν πενίᾳ οὐ ταράττεται, ὁ δ’ ἀπαίδευτος ἐν ἀμφοῖν.
Stobaeus Florileg. 94, 15 Mein. Ἐκ τῶν Ἀρίστωνος Ὁμοιωμάτων. ὡς τὸν αὐτὸν οἶνον πίνοντες οἱ μὲν παροινοῦσιν, οἱ δὲ πραΰνονται, οὕτω καὶ πλοῦτο . . . . . .
Plutarchus vita Catonis 18. πλούτου γὰρ ἀφαίρεσιν οἱ πολλοὶ νομίζουσι τὴν κώλυσιν αὐτοῦ τῆς ἐπιδείξεως, ἐπιδείκνυσθαι δὲ τοῖς περιττοῖς, οὐ τοῖς ἀναγκαίοις. ὃ δὴ καὶ μάλιστά φασι τὸν φιλόσοφον Ἀρίστωνα θαυμάζειν, ὅτι τοὺς τὰ περιττὰ κεκτημένους μᾶλλον ἡγοῦνται μακαρίους ἢ τοὺς τῶν ἀναγκαίων καὶ χρησίμων εὐποροῦντας.
Stobaeus Florileg. 119, 18 Mein. Ἐκ τῶν Ἀρίστωνος Ομοιωμάτων. πολλοὶ σοφοὶ γηραιοὶ φιλοζωοῦσι. καὶ γὰρ οἱ ὀψὲ γήμαντες φιλοζωοῦσιν, ἵν’ ἐκθρέψωσι τὰ τέκνα, καὶ οὗτοι ὀψὲ ἀρετῆς ἐπήβολοι γενόμενοι ἐφίενται αὐτὴν ἐκθρέψαι.
Stobaeus Florileg. 67, 16 (Mein.). Ἐκ τῶν Ἀρίστωνος· Σπαρτιατῶν νόμος τάττει ζημίας τὴν μὲν πρώτην ἀγαμίου, τὴν δευτέραν ὀψιγαμίου, τὴν τρίτην καὶ μεγίστην κακογαμίου.
Plutarchus de curiositate 4 p. 516f. καίτοι καὶ τῶν ἀνέμων μάλιστα δυσχεραίνομεν, ὡς Ἀρίστων φησίν, ὅσοι τὰς περιβολὰς ἀναστέλλουσιν ἡμῶν. ὁ δὲ πολυπράγμων οὐ τὰ ἱμάτια τῶν πέλας οὐδὲ τοὺς χιτῶνας, ἀλλὰ τοὺς τοίχους ἀπαμφιέννυσι, τὰς θύρας ἀναπετάννυσι etc.
Plutarchus πολιτικὰ παραγγέλματα 10 p. 804e. οὔτε γὰρ πῦρ φησιν ὁ Ἀρίστων καπνὸν ποιεῖν οὔτε δόξαν φθόνον, ἢν εὐθὺς ἐκλάμψῃ καὶ ταχέως, ἀλλὰ τῶν κατὰ μικρὸν αὐξανομένων καὶ σχολαίως ἄλλον ἀλλαχόθεν ἐπιλαμβάνεσθα.
Plutarchus aqua an ignis utilior 12 p. 958d. καὶ μὴν ὀλίγου χρόνου καὶ βίου τοῖς ἀνθρώποις δεδομένου ὁ μὲν Ἀρίστων φησὶν ὅτι ὁ ὕπνος οἷον τελώνης τὸ ἥμισυ ἀφαιρεῖ τούτου· ἐγὼ δ’ etc.