The Greek Library Author

Anonymous

De signis Iliadis

Authority group
Aristonicus (catalogue association; authorship remains anonymous)
Edition reference
De signis Iliadis, ed. L. Friedländer, Aristonici Περὶ σημείων Ἰλιάδος reliquiae emendatiores, Göttingen: Dieterich, 1853 (repr. Amsterdam: Hakkert, 1965): 39–350.
CTS identifier
urn:cts:greekLit:tlg1194.tlg002.local001
Rights
Document TEI P5 local en UTF-8.
Corpus release
2.2.0 · 2026-08-29
Bibliographic authority
View bibliographic record ↗

1

29

γηράσασαν αὐτὴν τότε ἀποδώσει, ἀλλ' ὅτι πρότερον γηράσει

ἢ ἐκείνῳ ἀποδοθήσεται. A. Cf. ad Σ 283 Ω 551. L.

32

<σαώτερος ὥς κε νέηαι>: ὅτι τὸ σαώτερος ἀντὶ τοῦ

ἁπλοῦ. A. Cf. p. 30.

34

<βῆ δ' ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θα-

λάσσης>: ὅτι Ζηνόδοτος διὰ τοῦ χ̅ ἀχέων. A.

37

<κλῦθί μευ ἀργυρότοξ', ὃς Χρύσην ἀμφιβέβη-

κας>: ὅτι κατὰ μεταφορὰν ἐκ τετραπόδων ὑπερμαχεῖς. A.

Ε 21, 299 Θ 331 Ν 420 Ξ 477 Ρ 4, 80.

40

<ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί' ἔκηα,

ταύρων ἠδ' αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ.

τὸ δέ> (Pluyg. p. 11)· ὅτι περιττὸς ὁ δέ συνήθως αὐτῷ. A.

Cf. p. 33.

42

<τίσειαν Δαναοί>: ὅτι Ζηνόδοτος τίσαιεν. A. cod.

τίσειεν.

44

<βῆ δὲ κατ' Οὐλύμποιο καρήνων>: ὅτι ὄρος ὁ

Ὄλυμπος· τὰ γὰρ κάρηνα ἐπὶ ὄρους. A. Ar. 169.

46

<ἔκλαγξαν δ' ἄρ' οἰστοὶ ἐπ' ὤμων χωομένοιο,

αὐτοῦ κινήθεντος· ὁ δ' ἤιε νυκτὶ ἐοικώς>: ὅτι Ζη-

νόδοτος ἀμφοτέρους ἠθέτηκεν, οὐ καλῶς. A. Et Zenodotum

non recte scripsisse νυκτὶ ἐλυσθείς: Μ 463. L.

50

<οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀρ-

γούς>: ὅτι οὐκ ὀρθῶς τινὲς οὐρῆας τοὺς φύλακας, ἀντιδια-

στέλλει γὰρ διὰ τοῦ αὐτοῖσι (51). A. Ψ 111.

51

<βέλος ἐχεπευκές>: ὅτι μεταφορικῶς ἀπὸ τῆς πεύκης.

A. Pluyg. p. 8, cf. schol. AD ap. Bekk. Fortasse hoc Ari-

stonici est.

53

<ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο>.

Fuit annotatio de significatu vocis <κῆλα>: Λ 584.

56

<ὁρᾶτο>: ὅτι Ζηνόδοτος ὁρῆτο γράφει· ἀγνοεῖ δὲ ὅτι

Δωρικὸν γίνεται. A. Cf. ad v. 198.

59

<Ἀτρείδη, νῦν ἄμμε παλιμπλαγχθέντας ὀίω

ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν>:

ἡ διπλῆ πρὸς τὴν τῶν νεωτέρων ἱστορίαν, ὅτι ἐντεῦθεν τὴν

κατὰ Μυσίαν ἱστορίαν ἔπλασαν. A. Cf. ad 71 et Ar. 101.

In repetito ἱστορίαν offendo; pro altero fortasse fuit ἐφόρμι-

σιν vel tale quid. Et dixerat πάλιν significare retro non iterum·

BL ad h. l. et Λ 326.

60

<εἴ κεν>: ὅτι Ζηνόδοτος <οἵ κεν> γράφει, οὐ καλῶς·

καλὴ γὰρ ἡ ἀπόγνωσις τῆς σωτηρίας. A.

62

<ἀλλ' ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα,

ἢ καὶ ὀνειροπόλον>: ἡ διπλῆ, ὅτι μάντις γενικῶς,

ἱερεὺς δὲ καὶ ὀνειροπόλος εἰδικῶς, εἴδη μάντεων. Ζηνόδο-

τος δὲ ἠθέτηκεν αὐτόν (v. 63), μήποτε δὲ ὀνειροκρίτην

ὑπείληφεν, οὐκ ὀρθῶς. A. Cod. οἰωνοπόλος pro ὀνειροπόλος.

Quid significet ὀνειροπόλος, v. ad Ε 149.

65

<εἴ ταρ ὅ γ' εὐχωλῆς ἐπιμέμφεται>: ὅτι ἐλλείπει ἡ

περί. A. Cf. p. 26.

68

<κατ' ἄρ' ἕζετο>: ὅτι Ζηνόδοτος γράφει ἐκαθέζετο.

οὐκ ἐᾷ δὲ ἑλληνίζειν τὸν Ὅμηρον· ὥσπερ γὰρ οὐδὲ λέγει

ἐκατέβαινεν, οὕτως οὐδὲ ἐκαθέζετο. A. Pro οὐδὲ λέγει in

cod. esse ait Pluyg. p. 11. οὐδεὶς λέγει· quod si est, falsum est.

68-9

<ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη

Κάλχας Θεστορίδης>: ὅτι Ζηνόδοτος γράφει μάν-

τις Θεστορίδης. A. Collato Aristonici scholio ad Ω 77 con-

jici certe poterit, cur Zenodotus hanc lectionem praetulerit.

Scilicet Achilles generatim dicit· <ἀλλ' ἄγε δή τινα μάντιν

ἐρείομεν> (62), neque Calchantem nominatim appellat. Hinc cen-

suisse videtur Zenodotus, eum qui respondeat, necessario ut

vatem esse significandum. Aristarchus contra dixisse videtur,

hoc nequaquam esse necessarium et attulit locum illum ex ul-

timo libro, ubi ἐξ ὀνόματος μὴ καλέσαντος τοῦ Διὸς ἡ πρὸς

ταῦτα τεταγμένη Ἶρις ὑπακούει.

71

<καὶ νήεσς' ἡγήσατ' Ἀχαιῶν Ἴλιον εἴσω>: ὅτι

ἀντὶ τοῦ νεῶν. (cf. p. 22). καὶ ὅτι Κάλχας ἡγήσατο τοῖς Ἕλ-

λησι καὶ οὐχὶ Τήλεφος, ὥς τινες νεώτεροι (Ar. 190). καὶ τὸ

εἴσω ἀντὶ τοῦ εἴς. (Ar. 142). A.

73

<ὅ σφιν εὐφρονέων ἀγορήσατο καὶ μετέειπεν>:

ὅτι (Pl. p. 8) Ζηνόδοτος γράφει· <ὅς μιν ἀμειβόμενος ἔπεα

πτερόεντα προσηύδα>. A. μίν pro αὐτούς, quod reiciunt

Aristarchei: v. ad Κ 127, Apollon. pron. p. 108. L.

80

<κρείσσων>: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν̅ γράφει. τὰ

δὲ τοιαῦτα συγκριτικὰ ἔχει ἐπὶ τῆς εὐθείας τὸ ν̅. A. Cod.

εὐσύγκριτα pro συγκριτικά. Correxit Bekkerus.

83

<σὺ δὲ φράσαι εἴ με σαώσεις>: ὅτι Ζηνόδοτος γρά-

φει φράσον. μᾶλλον δὲ τὸ φράσαι ἁρμόζει. A. Ar. 94.

85

<οἶσθα>: ὅτι οἶσθα χωρὶς τοῦ σ̅. οὕτως γὰρ λέγει

διὰ παντός· <οἶσθα· τίη τοι ταῦτα> (Α 365). <οἶσθα γέ-

ρον> (δ 465). A.

86

<Κάλχαν>: ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν̅ Κάλχα. τὰ

δὲ εἰς α̅ς̅ λήγοντα, διὰ τοῦ ν̅τ̅ κλινόμενα ἐπὶ τῆς γενικῆς,

ἔχει τὴν κλητικὴν εἰς ν̅, Θόαν, Αἶαν. A. Cf. ad Ν 68, 222.

93

<οὔ ταρ ὅγ' εὐχωλῆς ἐπιμέμφεται, οὐδ' ἑκατόμβης

ἀλλ' ἕνεκ' ἀρητῆρος, ὃν ἠτίμης' Ἀγαμέμνων.

εὐχωλῆς ἐπιμέμφεται>: ὅτι ἐλλείπει τὸ περί, καὶ περισσὸν

τὸ ἐπιμέμφεται. A. Ego suspicabar· καὶ κοινὸν τὸ ἐπιμέμ-

φεται sc. ἐπὶ τὸν ἑξῆς· v. adn. seq. et ad Λ 56 Φ 479 Ψ 183.

Contraria corruptela est Ι 416 (κοινόν pro περισσόν). Lehrsius

hunc locum ita sanare mavult· καὶ περισσὸν τὸ ἐπί ἐν τῷ

ἐπιμέμφεται, ut Ξ 54 Τ 62. Cf. p. 26.

96

<τοὔνεκ' ἄρ' ἄλγεα ἔδωκεν ἑκηβόλος ἠδ' ἔτι δώ-

σει>: ἀθετεῖται, ὅτι περισσός· πρόκειται γάρ· <ἀλλ' ἕνεκ'

ἀρητῆρος, ὃν ἠτίμης' Ἀγαμέμνων>. τὸ δὲ ἐπιμέμφεται

ἀπὸ κοινοῦ δεῖ λαμβάνειν. ABL. Hoc scholium a Vill. et Bekk.

injuria ad v. 94 relatum est.

98

<πρίν γ' ἀπὸ πατρὶ φίλῳ δομέναι ἑλικώπιδα κούρην

ἀπριάτην, ἀνάποινον>: ὅτι οὐ κατὰ προσηγορίαν τὴν

ἀπριάτην λέγει, ἀλλ' ἀντὶ τοῦ ἀπρατί· καὶ παράλληλον τὸ

ἀνάποινον· τὸ γὰρ αὐτὸ δι' ἀμφοτέρων δηλοῦται. A. Ut hic

κατὰ προσηγορίαν, ita Ι 446 κατὰ μεσότητα Λ 186 κα-

τ' ἐπίθετον. De παράλληλον cf. ad Ν 276.

100

<τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν>: ὅτι

Ζηνόδοτος γράφει <αἴ κέν μιν>. γελοῖον δὲ διστακτικῶς λέ-

γειν τὸν μάντιν. ABL.

<πεπίθοιμεν>: ὅμοιόν ἐστι τῷ <ῥηιδίως πεπιθεῖν> (Ι 184).

εἴωθε δὲ τοὺς δευτέρους ἀορίστους ἀναδιπλασιάζειν. A. Cf.

p. 11 not. 1.

h103-4

<ἀχνύμενος· μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι

πίμπλαντ', ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐίκτην>.

103

τούτῳ τῷ στίχῳ καὶ τῷ <πίμπλαντ' ὄσσε δέ οἱ>

παράκειται ἀστερίσκος, ὅτι ἀμφότεροι εἰς τὴν Ὀδύσσειαν

(δ 661) μετάκεινται οὐκ ὀρθῶς. A.

105

<Κάλχαντα πρώτιστα κακ' ὀσσόμενος προσ-

έειπεν>: ὅτι ἀπὸ τῶν ὄσσων κακῶς ὑπιδόμενος, οὐκ ἀπὸ

τῆς ὄσσης, τῆς φωνῆς, κακολογήσας· οὐ γὰρ χρῆται Ὅμη-

ρος τῇ ὄσσῃ ψιλῶς ἐπὶ τῆς φωνῆς, μᾶλλον δὲ ἐπὶ τῆς θείας

κλῃδόνος. A. Ar. 96.

106

<μάντι κακῶν, οὐ πώποτέ μοι τὸ κρήγυον εἶπας.

αἰεί τοι τὰ κάκ' ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι>:

ὅτι ἅπαξ εἴρηται τὸ κρήγυον (Ar. 14), καὶ οὐκ ἔστιν ἀληθὲς

ἀλλ' ἀγαθόν· ἀντιδιαστέλλει γοῦν ἐπὶ τὸ <αἰεί τοι τὰ κάκ'

ἐστὶ φίλα>. A.

h109-12

<καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις,

ὡς δὴ τοῦδ' ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,

οὕνεκ' ἐγὼ κούρης Χρυσηίδος ἀγλά' ἄποινα

οὐκ ἔθελον δέξασθαι>.

110

ἀθετεῖται, ὅτι αἰρομένου τούτου σύντομος γίνεται

ἡ ἑρμηνεία καὶ οὐδὲν ἐλλιπὲς ἔχουσα. AB.

h116-7

<ἀλλὰ καὶ ὧς ἐθέλω δομέναι πάλιν, εἰ τό γ' ἄμεινον·

βούλομ' ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι.>

117

ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν, ὡς τῆς διανοίας

εὐήθους οὔσης· οὐ δεῖ δὲ αὐτὸν ἰδίᾳ προφέρεσθαι, ἀλλὰ

συνάπτειν τοῖς ἄνω· ἐν ἤθει γὰρ λέγεται. A. Sensum esse

dicit Langius (Gött. Gel. Anz. 1851 p. 940): hunc versum tum

demum recte intelligi, si non separatim sed conjuncte cum

praecedentibus pronuncietur et intelligatur. Quod (si recte in-

terpretatus sum) haud ita longe distat ab eo, quod proposui in

proll. ad Nicanor. p. 112: Aristarchum cavere voluisse, ne ante

hunc versum majus intervallum a pronunciantibus fieret.

128-9

<τριπλῇ τετραπλῇ τ' ἀποτίσομεν, αἴ κέ ποθι Ζεύς

δῷσι πόλιν Τροΐην εὐτείχεον ἐξαλαπάξαι>:

ὅτι Ζηνόδοτος γράφει Τροίην, ὡς ἐπὶ τὴν Ἴλιον βουλόμε-

νος γενέσθαι τὴν ἀναφοράν, ἀπιθάνως· ἄδηλον γὰρ ἦν εἰ

ἑλοῦσιν αὐτήν. ἔστιν οὖν ὁ λόγος περὶ μιᾶς πόλεως τῶν

περιοίκων· (v. ad 164) ταύτας γὰρ ἐπόρθει ὁ Ἀχιλλεύς. διὸ

καὶ ἐν τρισὶ συλλαβαῖς ἀναγινώσκεται. A. Et εὐτείχεον πό-

λιν non tantum de sola Troja dici· Π 67. L.

131

<μὴ δ' οὕτως, ἀγαθός περ ἐών, θεοείκελ' Ἀχιλλεῦ

κλέπτε νόῳ>: ὅτι ἰδίως κέχρηται τῷ πέρ συνδέσμῳ,

ἀντὶ τοῦ γέ ἢ τοῦ δή. A. Cf. p. 35.

133

<ἦ ἐθέλεις ὄφρ' αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ' αὔτως

ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ' ἀποδοῦναι>.

133-4

ἀθετοῦνται, ὅτι εὐτελεῖς τῇ συνθέσει καὶ τῇ

διανοίᾳ καὶ μὴ ἁρμόζοντες Ἀγαμέμνονι. A.

h135-7

<ἀλλ' εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί,

ἄρσαντες κατὰ θυμόν, ὅπως ἀντάξιον ἔσται·

εἰ δέ κε μὴ δώωσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι>—

136

καλῶς ἂν ἔχοι in talibus supplent Aristarehei. Π 559. L.

137

<ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι>: ὅτι περισσεύει ὁ δέ

(cod. κέ cf. p. 9) σύνδεσμος, καὶ τὸ ῥῆμα ἤλλακται, ἕλωμαι

ἀντὶ τοῦ ἑλοίμην. οὕτως δὲ γίνεται περισσὸς ὁ <ἄξω ἑλών>. A.

h138-9

<ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος

ἄξω ἑλών· ὁ δὲ κὲν κεχολώσεται, ὅν κεν ἵκωμαι>.

139

ἀθετεῖται, ὅτι πλήρης ὁ λόγος, ἀλλαγῆς γενομένης

τοῦ ῥήματος ἕλωμαι ἀντὶ τοῦ ἑλοίμην. καὶ εὔηθες τὸ προσ-

κείμενον ὁ <δέ κεν κεχολώσεται>· πῶς γὰρ οὐκ ἔμελλε

χολοῦσθαι; A. Ar. 360.

141

<νῦν δ' ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα

δῖαν>: ὅτι τὸ ἐρύσσομεν ἀντὶ τοῦ ἐρύσωμεν· συνέσταλται

γάρ. A. Cf. p. 13.

h142-4

<ἐν δ' ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐν δ' ἑκατομβήν

θείομεν, ἂν δ' αὐτὴν Χρυσηίδα καλλιπάρῃον

βήσομεν>.

143

ὅτι Ζηνόδοτος αὐτὸν ἠθέτηκεν. ἀναγκαῖος δὲ ὁ

περὶ τῆς Χρυσηίδος λόγος· ταύτης γὰρ ἕνεκα ἐγένετο καὶ ὁ

λοιμός. A.

148

<τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς

Ἀχιλλεύς>: τὸ σημεῖον ὅτι—Quae sequuntur, Aristonici

non sunt. Sin autem diple punctis notata recte habet, ad Zeno-

doti lectionem hoc scholium spectavit. Qui quum Μ 230 pro

τὸν δ' ἄρ' ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ muta-

verit τὸν δ' ἠμείβετ' ἔπειτα, suspicio erit etiam hunc locum

ab eo aliter scriptum fuisse, ac nunc est.

158

<ἀλλὰ σοί, ὦ μέγ' ἀναιδές, ἅμ' ἑσπόμεθ', ὄφρα σὺ

χαίρῃς,

τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα,

πρὸς Τρώων· τῶν οὔ τι μετατρέπῃ οὔτ' ἀλεγίζεις>:

ὅτι Ζηνόδοτος γράφει <τιμὴν ἀρνύμενος> καὶ τὸν ἑξῆς

ἠθέτηκεν. ἠγνόηκε δὲ ὅτι ἡ τιμὴ νῦν ἀντὶ τῆς τιμωρίας

κεῖται· καὶ τὸ ἀρνύμενος οὐκ ἔστι λαμβάνων, ἀλλ' ἀντὶ τοῦ

εἰσπραττόμενος παρὰ Τρώων. A. Debebat potius· ἀλλὰ τὸ

ἀρνύμενοι ἀντὶ τοῦ εἰσπραττόμενοι παρὰ Τρώων. De τιμῇ

idem obs. Ρ 92. Cf. Ar. 153, 365.

h163-4

<οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας, ὁππότ' Ἀχαιοί

Τρώων ἐκπέρσως' εὐναιόμενον πτολίεθρον>.

163

ὅτι Ζηνόδοτος γράφει <οὐδ' ὅτ' Ἀχαιοί>. ἠγνόηκε

δὲ ὅτι ἤλλακται τὸ ἔχω ἀντὶ τοῦ ἔσχον. A. Cf. p. 4.

164

ὅτι φανερὸν ἐκ τούτου, ὡς καὶ ἐν τοῖς ἐπάνω (129)

περί τινος τῶν περιχώρων ἐστὶ πόλεων ὁ λόγος. καὶ ὅτι ὁ

χρόνος ἤλλακται, ἐκπέρσωσιν ἀντὶ τοῦ ἐκπέρσουσιν. AL.

Ultima (quibus non uti debebam Philol. VI p. 677 not.) recte

habere non possunt. Nam eum qui explicuit: si Graeci ex-

pugnabunt (ἐκπέρσουσι) urbem Trojanorum, de ipsa Troja co-

gitasse apparet: quod aperte pugnat cum explicatione Aristarchi,

qui hoc de oppido aliquo in agro Trojano sito intellexit, quod

illo tempore jam expugnatum esset; unde praesentia ἔχω et

ἔρχομαι (168) praeteritorum significationem habere voluit. For-

tasse verba ὅτι ὁ χρόνος ἤλλακται pertinent ad v. 165, ut sit

διέπουσι ἀντὶ τοῦ διεῖπον.

167

<σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ' ὀλίγον τε φί-

λον τε

ἔρχομ' ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων>:

ὅτι δύναται ὑφ' ἓν κεκάμω, δύναται (ins. δὲ) καὶ χωρὶς κε

κάμω· (p. 11) καὶ ὅτι ἤλλακται ὁ χρόνος, ἔρχομαι ἀντὶ τοῦ

ἠρχόμην (p. 4) A.

170

<οὐδέ ς' ὀίω

ἐνθάδ' ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν>:

ὅτι ἡ πτῶσις ἐνήλλακται· ἀντὶ γὰρ γενικῆς κέχρηται ὀνο-

μαστικῇ· ἀντὶ τοῦ οὐχ ὑπονοῶ δέ σε ἐμοῦ ὄντος ἀτίμου

πλουτήσειν. A. σε ἐμοῦ scripsi pro σου. Cf. p. 19.

175

<πάρ' ἔμοιγε καὶ ἄλλοι,

οἵ κέ με τιμήσουσιν>: ὅτι περισσὸς ὁ κέ σύν-

δεσμος, ἢ τὸ τιμήσουσιν ἀντὶ τοῦ τιμήσειαν. A. Ἤ pro καί

corr. L. Cf. p. 11.

176

<ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων>:

ὅτι συγκριτικῷ (immo ὑπερθετικῷ) ἀντὶ ἁπλοῦ ἐχρήσατο. A.

Cf. p. 31.

177

<αἰεὶ γάρ τοι ἔρις τε φίλη πόλεμοί τε μάχαι

τε>: ὀβελὸς σὺν ἀστερίσκῳ ὅτι ἐνταῦθα οὐκ ὀρθῶς κεῖται, ἐν

δὲ τῇ Διομήδους ἀριστείᾳ (891). A. Cod.· ἀστερίσκος, ὅτι

ἐνταῦθα ὀρθῶς κεῖται, ἐν δὲ τῇ Ὀδυσσείᾳ οὐ. In Odyssea

nec hic versus legitur, nec similis.

184

<πέμψω, ἐγὼ δέ κ' ἄγω Βρισηίδα καλλιπάρῃον>:

ὅτι τὸ ἄγω ἀντὶ τοῦ ἄγοιμι. A. Cf. p. 9.

h189-92

<διάνδιχα μερμήριξεν,

ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ

τοὺς μὲν ἀναστήσειεν, ὁ δ' Ἀτρείδην ἐναρίζοι,

ἦε χόλον παύσειεν ἐρητύσειέ τε θυμόν.

189

διάνδιχα>: ὅτι δύο ἐμερίμνησεν οὐκ ἐναντία ἀλλήλοις, ὅπερ

ἐκλαβών τις προσέθηκεν <ἦε χόλον παύσειεν>. A.

192

ὅτι ἐκλύεται τὰ τῆς ὀργῆς· διὸ ἀθετεῖται. A.

h193-6

<ἕως ὁ ταῦθ' ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,

ἕλκετο δ' ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ' Ἀθήνη

οὐρανόθεν· πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη

ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε.

194

ἦλθε δ' Ἀθήνη>: ὅτι (Pluyg. 8) περισσὸς ὁ δέ σύνδεσμος. A.

Cf. p. 33.

195-6

ὀβελὸς σὺν ἀστερίσκῳ (sc. ad utrumque), ὅτι

οὐκ ὀρθῶς ἐκ τοῦ ποιητικοῦ προσώπου λέγονται. A. V. ad

208 sq. Scripsi λέγονται pro λέγεται. Τὸ ποιητικὸν πρόσω-

πον est ὁ ποιητής.

197

<ξανθῆς δὲ κόμης ἕλε Πηλείωνα>: ὅτι οὕτως λέ-

γει τὸν Πηλείωνα τῆς κόμης εἷλεν, οὐχὶ τοῦ Πηλείωνος τὴν

κόμην. ἀγνοήσαντες δέ τινες γράφουσι <ξανθὴν δὲ κόμην>

(cod. ξανθῆς δὲ κόμης) <ἕλε Πηλείωνος>. A. Cf. p. 21 not. 1.

198

<ὁρᾶτο>: ὅτι Ζηνόδοτος γράφει ὁρῆτο· τοῦτο δὲ Δώ-

ριον. A. v. ad 56.

203

<ἦ ἵνα ὕβριν ἴδῃ>: ὅτι χωρὶς τοῦ σ̅ τὸ ἴδῃ. A. Cf. p. 2.

204

<ἀλλ' ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀίω>: ὅτι

Ζηνόδοτος γράφει <τὸ δὲ καὶ τετελεσμένον ἔσται>. τοῦτο

δὲ τῇ Ἀθηνᾷ ἁρμόζει μᾶλλον διαβεβαιοῦν. A.

h207-9

<ἦλθον ἐγὼ παύσασα τὸ σὸν μένος, αἴ κε πίθηαι

οὐρανόθεν· πρὸ δέ μ' ἧκε θεὰ λευκώλενος Ἥρη

ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κηδομένη τε>.

208-9

ὅτι ἀμφοτέρους Ζηνόδοτος ἠθέτηκεν. οἰκείως

δὲ μᾶλλον κεῖνται εἰς προτροπὴν τοῦ Ἀχιλλέως (v. ad 195 sq.). A.

212

<ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται>:

ὅτι Ζηνόδοτος γράφει τετελέσθαι ὀίω. τοῦτο δὲ Ἀχιλλεῖ

ἥρμοζεν (v. ad 204). A.

216

<χρὴ μὲν σφωίτερόν γε θεὰ ἔπος εἰρύσσασθαι>:

ὅτι πρὸς δύο ἀμείβεται· τὸ γὰρ σφωίτερόν ἐστι δυικόν. κα-

κῶς ἄρα ἀθετεῖ Ζηνόδοτος τὸν <πρὸ δέ μ' ἧκε θεὰ λευκώ-

λενος Ἥρη> καὶ <τὸν ἄμφω ὁμῶς θυμῷ φιλέουσά τε κη-

δομένη τε> (208 sq). A. Scilicet Zenodotus σφωίτερον acce-

pit pro plurali. L.

218

<ὅς κε θεοῖς ἐπιπείθηται, μάλα τ' ἔκλυον αὐ-

τοῦ>: πρὸς τὸ σχῆμα, ὅτι οὐ κλύουσιν εἶπεν ἢ ἀκούσονται.

A. Cf. p. 6.

220

<ἦ, καὶ ἐπ' ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,

ἂψ δ' ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐδ' ἀπίθησεν>:

ὅτι (Pl. p. 9) Ζηνόδοτος μεταγράφει <ὣς εἰπὼν πάλιν ὦσε

μέγα ξίφος οὐδ' ἀπίθησε> καὶ τοὺς δύο ἕνα ἐποίησεν. A.

222

<ἡ δ' Οὔλυμπον δὲ βεβήκει

δώματ' ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλ-

λους>. Hunc versum ab Aristarcheis obelo notatum puto: v.

ad 424. Sed Schol. AV quod Ar. p. 363 inter Aristarchea re-

latum est (quo ut Aristarcheo usus est Hauptius Zus. zu Lach-

manns Betr. über die Ilias p. 99) nunc ab Aristarcho abjudi-

candum esse censemus. Nam vix μετὰ δαίμονας ἄλλους ex-

plicare potuit· εἰς τὸν τῶν δαιμόνων τόπον. L. Contra Ari-

stonici esse videtur, quod in cod. A. esse dicit Pluygers. p. 9·

ὅτι ἀντὶ τοῦ ἐπί sc. τὸ μετά. v. Did. ad 423.

225

<οἰνοβαρές, κυνὸς ὄμματ' ἔχων, κραδίην δ'

ἐλάφοιο>: ὅτι Ζηνόδοτος τοῦτον τὸν τόπον ἠθέτηκεν, ἕως

τοῦ <ναὶ μὰ τόδε σκῆπτρον> (234). A.

232

<ἦ γὰρ ἂν Ἀτρείδη νῦν ὕστατα λωβήσαιο>: ὅτι

τὸ εὐκτικὸν ἀντὶ παρεληλυθότος ὁριστικοῦ τοῦ ἐλωβήσω πα-

ρείληπται, ὡς <καὶ νύ κεν ἐνθ' ἀπόλοιτο ἄναξ ἀνδρῶν

Αἰνείας> (Ε 311). A. Ipsa verba Aristonici haec non sunt

(v. p. 7), sed idem observavit. L. Ut patet ex ejus adnota-

tione ad Β 242.

244

<ὅτ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας>. Notaverat

Aristonicus (ut ad Α 412)· ὅτι τὸ δ̅ε̅ν̅ παρέλκει. Cf. quae

sunt in A. L.

249

<μέλιτος γλυκίων ῥέεν αὐδή>: ὅτι (Pl. 8) Ζηνό-

δοτος χωρὶς τοῦ ν̅ γράφει γλυκίω. τὰ δὲ τοιαῦτα συγκριτικὰ

ἔχει τὸ ν̅. A.

<γενεαὶ μερόπων ἀνθρώπων

251

ἐφθίαθ', οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ' ἐγέ-

νοντο>: ὅτι Ζηνόδοτος γράφει αἵ οἱ. A. Cf. p. 32.

260

<ἤδη γάρ ποτ' ἐγὼ καὶ ἀρείοσιν ἠέπερ ἡμῖν

ἀνδράσιν ὡμίλησα>: ὅτι Ζηνόδοτος γράφει <ἠέπερ

ὑμῖν> ἀντὶ τοῦ ἡμῖν. ἐφύβριστος δὲ ὁ λόγος. διὰ δὲ τοῦ

ἡμῖν καὶ ἑαυτὸν συγκαταριθμεῖ καὶ πάντας τοὺς καθ' αὑτόν. A.

262

<οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐδὲ ἴδωμαι>:

ὅτι παραλέλειπται ἡ μή ἀπαγόρευσις. ἔστι γὰρ οὐδὲ μὴ

ἴδωμαι ὅμοιον τῷ <πληθὺν δ' οὐκ ἂν ἐγὼ μυθήσομαι

οὐδ' ὀνομήνω> (Β 488). A. Cf. p. 33.

270

<τηλόθεν ἐξ ἀπίης>: ὅτι παραλλήλως τηλόθεν ἐξ

ἀπίης. οἱ δὲ νεώτεροι ἐξεδέξαντο τὴν Πελοπόννησον. A. Ar.

233 et de παραλλήλως ad Ν 276.

271

<κατ' ἔμ' αὐτόν>: ὅτι Ζηνόδοτος γράφει κατ' ἐμωυ-

τόν. τὸ δὲ πλῆρες ἐμὲ αὐτόν. A.

272

<μαχέοιτο>: ὅτι ἀντὶ τοῦ μάχοιτο. A. Cf. ad 344.

275

<μήτε σὺ τόνδ' ἀγαθός περ ἐὼν ἀποαίρεο

κουρήν>: ὅτι ἀρχαικῶς (Cf. p. 1) τὸν δ' ἀφαιροῦ, οὐχὶ τοῦδε

(p. 21). A.

276

<μήτε σὺ Πηλειδἤθελ' ἐριζέμεναι>: ὅτι ἐγκε-

κλιμένως ἀναγνωστέον, ἵνα διαλύηται εἰς τὸ ἔθελε. A. Cf.

Λ 217.

290

<εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες,

τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι>:

ὅτι συνήθως ἑαυτῷ προθέουσιν τὰ ὀνείδη. A. Sc. ut neutrum

plurale cum verbo plurali conjunctum sit. Cf. p. 15.

h295-6

<ἄλλοισιν δὴ ταῦτ' ἐπιτέλλεο· μὴ γὰρ ἔμοιγε

σήμαιν'· οὐ γὰρ ἔγωγ' ἔτι σοι πείσεσθαι ὀίω>.

295

κοινὸν τὸ ἐπιτέλλεο, καὶ ὁ γάρ περισσὸς ὁ ἑξῆς·

διὸ ἀθετεῖται. A. Haec ita fere scripta fuerunt· κοινὸν τὸ

ἐπιτέλλεο καὶ ἐπὶ τὸ <μὴ γὰρ ἔμοιγε>· περισσὸς οὖν ὁ ἑξῆς·

διὸ ἀθετεῖται. Cf. ad 443.

299

<ἐπεί μ' ἀφελέσθε γε δόντες>: ὅτι Ζηνόδοτος

γράφει <ἐπεί ῥ' ἐθέλεις ἀφελέσθαι>. ὀργῇ δὲ κοινωνεῖ εἰς

ἅπαντας, τὸν αἴτιον τῆς ἀφαιρέσεως ἀγνοῶν (i. e. rationem

non habens). A. ὀργῇ pro ἔργῳ et τὸν αἴτιον pro τὴν αἰτίαν L.

Lobeck Aglaoph. p. 18 not. docuit κοινωνεῖν dici pro κοινοῦν. L.

Nihilominus scribendum puto κοινοποεῖ, quo verbo utitur Δ 343

Λ 659. Ceterum ante τὸν αἴτιον ὡς vel ὡσεί inserendum

erit. Et dixerat h. l. de conjunctione verbi ἀφαιρεῖσθαι cum

accusativo personae· Ε 156 Π 59. Cf. p. 21.

300

<τῶν δ' ἄλλων ἅ μοί ἐστι>. Reliqua sorte, Brisei-

dem παρ' Ἀγαμέμνονος ἐξαίρετον accepit· Ι 367.

307

<ἤιε σύν τε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν>: ὅτι

εἰπὼν τὸ πατρωνυμικὸν παρέλιπε τὸ κύριον. A. Sc. nunc

primum Patrocli fit mentio. v. Haupt Zus. zu Lachm. p. 99 et

contra Naegelsbach Anm. z. Ilias, ed. 2. p. 78.

320

<Εὐρυβάτην>: ὅτι καὶ ἕτερος Εὐρυβάτης, Ὀδυσ-

σέως κῆρυξ (Β 184). ἡ δὲ ἀναφορὰ πρὸς τὸν Πυλαιμένην

(Ν 658). A. Cf. Ι 170.

323

<χειρὸς ἑλόντε ἀγέμεν>: ὅτι χειρὸς ἑλόντε ἀγέ-

μεν Ἀρίσταρχος (cod. ἄγειν Ἀριστόνικος v. qu. ep. 49), ἵνα

τὸ δυικὸν εὔδηλον ᾖ· ἀμφίβολον γὰρ ἔσται, ἐὰν κατὰ συνα-

λοιφὴν ἀναγινώσκωμεν. A. Ita scripsimus et Aristonico tri-

buimus, quum non appareat, utrum id quod Pluygers. p. 7 „le-

gendum esse“ dicit (οὕτως χ. ἑ. ἀγέμεν Ἀρίσταρχος κτλ.) in

codice scriptum sit an ab ipso conjectum.

324

<εἰ δέ κε μὴ δώῃσιν, ἐγὼ δέ κεν αὐτὸς ἕλω-

μαι>: πρὸς τὸ σχῆμα, ὅτι ἕλωμαι ἀντὶ τοῦ [ἑλοῦμαι ἢ]

ἑλοίμην. A. (Pluyg. p. 7). Verba uncinis inclusa in cod.

deesse dicit Pl. p. 10, et desunt apud Vill.: sed quin ab Aristo-

nico posita fuerint minime dubito. Cf. p. 9.

330

<οὐδ' ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς>:

ὅτι ἐκ τοῦ ἐναντίου τὸ ἐναντίον ἀκουστέον· οὐκ ἐγήθησεν

ἀλλ' ἐλυπήθη. A. Ar. 14.

336

<ὃ σφῶι προΐει>: ἡ διπλῆ ὅτι Ζηνόδοτος γράφει

σὺν τῷ ν̅, ὃ σφῶιν. τοῦτο δὲ σημαίνει ὑμῶν ἢ ὑμῖν, ὧν

οὐδὲν ἁρμόζει τῷ λόγῳ, ἀλλὰ τὸ ὑμᾶς. A.

340

<καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος>: ἡ διπλῆ ὅτι

τὸ ἄρθρον μετάκειται. ἔδει δὲ πρὸς τοῦ ἀπηνέος βασιλῆος

(Bekk. καὶ παρὰ τοῦ βασιλῆος). καὶ ἄνω (11) κατὰ τὸ <οὕ-

νεκα τὸν Χρύσην ἠτίμας'> (ita pro ἠτίμασεν) <ἀρητῆρα>.

A. Quod Bekk. dedit, propius ad verum accedere videtur,

quam quod Vill.

344

<μαχέοιντο>. Notaverat formam sine dubio Aristo-

nicus: v. ad 272. L.

351

<χεῖρας ὀρεγνύς>: ὅτι Ζηνόδοτος γράφει <χεῖρας

ἀναπτάς>. A.

364

<ὅτι τὸ βαρυστενάχων> κατὰ βαρεῖαν τάσιν. A.

Pluyg. p. 5. Cf. Ar. p. 315.

365

<οἶσθα· τί ἤ τοι ταῦτα ἰδυίῃ πάντ' ἀγορεύω>:

ὅτι παλιλλογεῖν παρῄτηται (cf. ad Π 747, Ar. p. 358). ἀλ-

λότριοι ἄρα οἱ ἐπιφερόμενοι στίχοι εἴκοσι ἑπτά. A. Cf. Σ 444.

Et dixerat fortasse de οἶσθα sine ς̅ finali scribendo· v. 85. De

versibus 372—75 v. ad 12—14.

393

<ἀλλὰ σύ, εἰ δύνασαί γε, περίσχεο παιδὸς

ἑῆος>: ὅτι Ζηνόδοτος γράφει <ἑοῖο>. A. qu. ep. 66.

396

<πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν

ἄκουσα>: ἡ διπλῆ ὅτι ἀπὸ τούτου τοῦ στίχου ἕως τοῦ <τὸν

καὶ ὑπέδδεισαν> (406) Ζηνόδοτος ἀθετεῖ. A. Cf. ad 504

et Ar. 353.

399

<ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον

ἄλλοι>. Fuit Aristonici nota, Olympios intelligi non posse Ti-

tanes· Ξ 279 (Ο 225). Unde apparet, qui Titanes intelligerent,

jam ante Aristarchum fuisse. L.

400

<Ἥρη τ' ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη.

Παλλὰς Ἀθήνη>: ὅτι Ζηνόδοτος γράφει <Φοῖβος Ἀπόλ-

λων>. ἀφαιρεῖται δὲ τὸ πιθανόν· ἐπίτηδες γὰρ τοὺς τοῖς

Ἕλλησι βοηθοῦντας θεοὺς ἠχθρευκέναι Διί φησιν, ἵνα μᾶλ-

λον ἀκούοιτο Θέτις. BL?

402

<μακρὸν Ὄλυμπον>: ὅτι μακρὸν τὸν Ὄλυμπον

ὡς ὄρος· τὸν δὲ οὐρανὸν εὐρύν. A. Ar. 168.

404

<Αἰγαίων'· ὁ γὰρ αὖτε βίῃ οὗ πατρὸς ἀμεί-

νων>: ὅτι Ζηνόδοτος γράφει <ὁ γὰρ αὖτε βίῃ πολὺ φέρ-

τατος ἁπάντων> (puto ἄλλων L. Etiam Eustath. 124, 40·

φέρτερος ἁπάντων) <ὅπποσσοι ναίους' ὑπὸ Τάρταρον

εὐρώεντα>. οὐκ ἔστι δὲ τῶν Τιτάνων ὁ Αἰγεύς, ἀλλ' ἐνά-

λιος δαίμων· οὕτως γὰρ καὶ ἡ σύγκρισις λαμβανομένη πρὸς

τὸν Ποσειδῶνα λόγον ἕξει. A. Ar. 183.

405

<ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων>:

ὅτι ἐντεῦθεν ἐπὶ τοῦ Ἄρεως λέγεται οὐκ ὀρθῶς <πὰρ δὲ

Διὶ Κρονίωνι καθέζετο κύδεϊ γαίων> (Ε 906). A.

412

<ὅτ' ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν>: ὅτι τὸ δ̅ε̅ν̅

παρέλκει. AL.

420

<εἶμ' αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον>: ὅτι

ὄρος ὁ Ὄλυμπος. A. Pl. p. 9.

<Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ' ἀμύμονας Αἰθιοπῆας

424

χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ' ἅμα πάντες

ἕπονται>: ἰστέον δὲ ὅτι τινὲς γράφουσι μετὰ δαίμονας ἄλ-

λους· διὸ ἀθετεῖται. A. Mihi haec sic fere scripta esse videntur·

ὅτι τινὲς γράφουσι μετὰ δαῖτα· διὸ ἡ διπλῆ. καὶ ὅτι μά-

χεται τὸ μετὰ δαίμονος ἄλλους (vs. 222)· διὸ ἀθετεῖται (v.

ad vs. 222). In textu Hom. Villois. appositus ad hunc versum

424 obelus errore irrepsisse putandus est. L.

429

<χωόμενον κατὰ θυμὸν εὐζώνοιο γυναικός>:

ὅτι ἐλλείπει ἡ περί· ἔστι γὰρ περὶ γυναικός. A. Cf. p. 26.

434

<ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες>:

Ἀρίσταρχος ἀφέντες, Ζηνόδοτος ὑφέντες. A. Ita Bekk. et

Vill. Duo ultima verba si desunt in cod. (quod affirmat Pluyg.

p. 10), assumenda sunt ex BL. Ceterum hoc ex Didymo et

Aristonico coaluit.

h443-4

<παῖδά τε σοι ἀγέμεν, Φοίβῳ δ' ἱερὴν ἑκατόμβην

ῥέξαι ὑπὲρ Δαναῶν, ὄφρ' ἱλασόμεσθα ἄνακτα>.

443

ὅτι τὸ ἀγέμεν κοινόν, ὥστε γίνεσθαι τὸν ἑξῆς πε-

ρισσόν· διὸ καὶ ἀθετεῖται. A. v. Φ 479 et Ar. p. 359

444

ὅτι περισσός. A. Pl. p. 8.

446

<ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὁ δ' ἐδέξατο χαίρων

παῖδα φίλην. τοὶ δ' ὦκα θεῷ κλειτὴν ἑκατόμβην

ἑξείης ἔστησαν ἐύδμητον περὶ βωμόν>.

ὅτι Ζηνόδοτος οὕτως συντετμημένως· <ὣς εἰπών>· (εἶπεν Duen-

tzer p. 152) <τοὶ δ' ὦκα θεῷ ἱερὴν ἑκατόμβην Ἑξείης

ἔστησαν>. τὴν δὲ ἀναγκαιοτάτην Χρυσηΐδα περιεῖλεν. A.

h454-5

<ἠμὲν δή ποτ' ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,

τίμησας μὲν ἐμέ, μέγα δ' ἴψαο λαὸν Ἀχαιῶν>.

454

ὅτι κατὰ τὴν Πατρόκλου ἔξοδον (Π 237) οὐκ ὀρ-

θῶς λέγεται, ἐντεῦθεν μεταχθείς. οὐ γὰρ εἰκότως Ἀχιλ-

λεὺς ἐπιχαίρει τῇ ἥττῃ τῶν Ἑλλήνων. ὁ δὲ Χρύσης βάρ-

βαρος καὶ μισέλλην. AL. Sic βάρβαροι ad Β 122. L.

459

<αὖ ἔρυσαν> notatum fuit significare εἰς τοὐπίσω εἷλ-

κον: Μ 261. L. Diplen in textu esse dicit Pluyg. p. 9; sed

schol. ad γ 453 quod ineditum esse credit, jam edidit Cramer·

ex Harl. An. Paris. 3, 436.

461

<δίπτυχα ποιήσαντες, ἐπ' αὐτῶν δ' ὠμοθέ-

τησαν>: ἀπὸ τῶν ὠμῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μι-

κρὸν ἀπὸ παντὸς μέλους, καὶ ἐπέθηκαν ἐπὶ τὰ μηρία, ὡς

δοκεῖν ὅλα τὰ μέλη τοῦ ἱερείου καρποῦσθαι· διὸ ἡ διπλῆ. A.

467

<αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε

δαῖτα>: ὅτι πόνον τὸ ἐπὶ τῆς ἱερουργίας ἔργον· οὐδέποτε δὲ

τὴν ἀλγηδόνα πόνον εἴρηκεν. A. Pl. p. 8. Ar. p. 86.

h472-4

<οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο

καλὸν ἀείδοντες παιήονα, κοῦροι Ἀχαιῶν,

μέλποντες ἑκάεργον· ὁ δὲ φρένα τέρπετ' ἀκούων.

472

πανημέριοι>: ὅτι οὐ δι' ὅλης φησὶ τῆς ἡμέρας,

ἀλλὰ τοῦ λείποντος τῆς ἡμέρας· καὶ γὰρ τὸ μὲν πεπλεύ-

κασι, τὸ δὲ λεῖπον εὐωχήθησαν. A. Cf. Α 601 Β 385.

473

ὅτι παιήονα οὐ τὸν Ἀπόλλωνα, ἀλλὰ τὸν ἐπὶ κα-

ταλύσει λοιμοῦ ὕμνον (Ar. 181). καὶ τὸ καλόν ἀντὶ τοῦ

καλῶς. A. (Cf. p. 29).

474

ἀθετεῖται, ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα

εἰρῆσθαι, προσέθηκεν αὐτόν. καὶ γίνεται δισσολογία· προεί-

ρηται γάρ <οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο>.

A. Accessit quod μέλπειν apud Homerum non est cantare

sed ludere, maxime saltare. Hoc certe statuit Aristarchus. Nam

Aristonici est scholium Q. ad δ 19 μολπῆς: ὅτι οὐ τὴν ᾠδὴν

ἀλλὰ τὴν παιγνίαν λέγει οὕτω <πρὸς τὸ μέλποντες Ἑκά-

εργον>· καὶ <γὰρ κυνῶν μέλπηθρα> (Ν 233) φησί. Cf. Pa-

lat. ad ζ 101. Praeter hunc locum Α 474 omnes loci Home-

rici qui μέλπειν et μολπή habent, hanc significationem aut

admittunt aut requirunt· Η 241 Ν 637 Π 182 Σ 572 α 152

ζ 101 φ 430 ψ 145, exceptis duobus Σ 604 (qui iterum po-

situs ab Aristarcho δ 19) et ν 27. Ille hodie sic legitur·

Τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός

{605} φορμίζων· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτούς

<μολπῆς ἐξάρχοντος> ἐδίνευον κατὰ μέσσους.

At Aristarchus (Athen. 181 C) τοῦ κρητικοῦ χοροῦ τὸν ᾠδὸν

ἐξεῖλεν, ἐπιτεμὼν τὰ ποιήματα τὸν τρόπον τοῦτον:

τερπόμενοι· δοιὼ δὲ κυβιστητῆρε κατ' αὐτούς

<μολπῆς ἐξάρχοντες> ἐδίνευον κατὰ μέσσους.

Quin idem fecerit in quarto Odysseae non dubito. Wolfium

(Proll. p. CCLXIII. not. 49) errasse apparet. Restat alter lo-

cus ν 27·

τερπόμενοι· μετὰ δέ σφιν ἐμέλπετο θεῖος ἀοιδός

Δημόδοκος λαοῖσι τετιμένος. αὐτὰρ Ὀδυσσεύς—

Quo quid fecerit nescimus. An legit ἐδαίνυτο pro ἐμέλπετο?

h477-8

<ἦμος δ' ἠριγένεια φάνη ῥοδοδάκτυλος ἠώς,

καὶ τότ' ἔπειτ' ἀνάγοντο κατὰ στρατὸν εὐρὺν

Ἀχαιῶν>.

477

ὅτι τῇ ἑξῆς ἐκ τῆς Χρύσης κατέρχονται. ἡ δὲ ἀνα-

φορὰ τῆς σημειώσεως πρὸς τὸν τῶν ἡμερῶν ἀριθμόν. A.

Cf. ad 493 et maxime ad Β 48. L. Delevi ἀπό ante σημειώ-

σεως. Sensus est: diplen spectare ad numerum dierum, ad

quem Aristarchum diligenter attendisse scimus: nihil ultra. Quo-

modo Lachmannus Zenodoti negligentiam in hoc scholio ab

Aristarcho notatam invenire potuerit (Betr. ?ub. die Ilias p. 93),

non intelligo. Quod praeterea sumsit, scholia ad v. 490 Ari-

starcho vel Aristarcheis tribuenda esse, id non magis con-

cedi potest.

488

<αὐτὰρ ὁ μήνιε>: ὅτι Ζηνόδοτος ἠθέτηκεν ἕως τοῦ

<αὖθι μένων> (492). τὸν δὲ <οὔτε ποτ' ἐς πόλεμον> (491)

οὐδὲ ἔγραφεν. A.

493

<ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς>:

ἐκ τούτου λέγει τοῦ χρόνου, τοῦ τῆς μήνιδος. BL. Certe

ἐκ τοῖο hoc modo explicatum esse ab Aristarcho apparet ex

sch. Β 48.

497

<ἠερίη δ' ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν

τε>: ὅτι οὕτως εἴρηκεν, οὐχ ὡς τοῦ Ὀλύμπου ἐπ' οὐρανοῦ

ὄντος, ἀλλ' ἐπεὶ καὶ αἱ κορυφαὶ τοῦ ὄρους ὑπὲρ τὰ νέφη

εἰσίν· ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος οὐρανὸς καλεῖται ὁμωνύ-

μως τῷ στερεμνίῳ. καὶ ἀλλαχοῦ ἐν οὐρανῷ καὶ ἐν Ὀλύμπῳ

γεγονέναι αὐτὴν λέγει. A. καὶ ἀλλαχοῦ pro ἀλλὰ καί. L.

Ar. p. 171.

<Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ' ἀθανάτοισιν

ὄνησα

504

ἢ ἔπει ἢ ἔργῳ>: ὅτι εἰ μὴ προιστορήσαμεν τὰ

περὶ τῶν δεσμῶν, ἐφ' ὧν ἡ Θέτις ἐβοήθησεν αὐτῷ, ἐζητοῦ-

μεν ἂν τί αὐτὸν ὤνησεν. A. Puto προιστόρησεν· nam ubi-

que quod sciam ἱστορεῖν et composita apud Aristonicum nar-

randi significationem habent· παριστορεῖν Β 612, 745 προσ-

ιστορεῖν Θ 371.

523

<ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω>:

ὅτι περισσὸς ὁ κέ. A. Pluyg. p. 9. Cf. p. 9.

528

<ἦ, καὶ κυανέῃσιν>· Fuit adnotatio de ἦ ἐπὶ προει-

ρημένοις tantum posito· Τ 114.

530

<κρατός>: ὅτι Ζηνόδοτος γράφει <κρητός>· οὐκ ἔστι

δὲ Ἰακόν· <ἂψ Ὀδυσεὺς κατὰ κρᾶτα καλυψάμενος>

(θ 92). AL.

559

<πολέας>: Ζηνόδοτος πολῦς (cod. πολεῖς). L. v. Β 4. L.

564

<εἰ δ' οὕτω τοῦτ' ἔστιν, ἐμοὶ μέλλει φίλον

εἶναι>: ὅτι τὸ μέλλει οὐκ ἔστι χρονικόν, ἀλλ' ἀντὶ τοῦ ἔοι-

κεν. A. Ar. 125.

566

<μή νύ τοι οὐ χραίσμωσιν, ὅσοι θεοί εἰς' ἐν

Ὀλύμπῳ

ἄσσον ἰόνθ', ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω>:

ὅτι Ζηνόδοτος γράφει <ἄσσον ἰόντε>. οὐκ ἔστι δέ, ἀλλ'

ἀντὶ τοῦ ἰόντος (sc. τὸ πλῆρες ἰόντα v. qu. ep. 48. Cf. p. 20.)

συγχεῖ δὲ καὶ τὸ δυικόν. A. τὸ δυικόν, quod pro τὸ Δίος

proposuit Bekkerus, in cod. esse affirmat Pluygers. p. 11.

572

<μητρὶ φίλῃ ἐπιῆρα φέρων>: ὅτι ἐπιῆρα τὴν μετὰ

χάριτος ἐπικουρίαν, οἱ δὲ νεώτεροι ἀντὶ συνδέσμου αἰτιώ-

δους χρῶνται, ἀντὶ τοῦ χάριν. A. Cf. Apollon. lex. L.

578

<πατρὶ φίλῳ ἐπιῆρα φέρειν Διί>: πρὸς τὸ αὐτό.

A. Pluyg. p. 8.

591

<ῥῖψε ποδὸς τεταγών, ἀπὸ βηλοῦ θεσπε-

σίοιο>: ὅτι ἀπὸ δυοῖν τόποιν συμπεπλήρωκε τὸν μῦθον. νῦν

μὲν γὰρ, ὅτι ἐῤῥίφη, κατὰ δὲ τὴν ὑπόμνησιν τῶν τῆς Ἥρας

δεσμῶν (Ο 21) καὶ τὸν καιρὸν καὶ τὴν αἰτίαν δι' ἣν ἐῤῥίφη. A.

593

<κάππεσον ἐν Λήμνῳ>: πρὸς τὰ περὶ Ὄλυμπον·

παράκειται γὰρ ἡ Λῆμνος τῇ Θράκῃ. A. Ar. 170.

596

<παιδὸς ἐδέξατο>: ὅτι λείπει ἡ παρά πρόθεσις,

ἵν' ᾖ παρὰ παιδός. A. Cf. p. 26.

599

<ἄσβεστος> videtur notatum fuisse· Π 123.

600

<ποιπνύοντα> notatum fuit· Ξ 155. Cf. Ar. 109.

601

<πρόπαν ἦμαρ>: τὸ ὑπόλοιπον πάσης τῆς ἡμέρας.

BLV. Fluxit ex Aristonico· Β 385. L.

605

<αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,

οἱ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος>: ὅτι

οἱ θεοὶ καὶ οἱ ἄνθρωποι κατὰ τὸν ποιητὴν ἀναλύουσιν οἴ-

καδε καὶ κοιμῶνται. A. Et hic locus et Ψ 58 notati esse vi-

dentur, quia faciunt ad defendendam tralaticiam scripturam

α 424 δὴ τότε κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος, a non-

nullis ita mutatam· δὴ τότε κοιμήσαντο καὶ ὕπνου δῶρον

ἕλοντο. Sed ex his minutis reliquiis nequaquam liquido appa-

ret, quae Aristarchi fuerit sententia.

609

<Ζεὺς δὲ πρὸς ὃν λέχος>: ὅτι Ζηνόδοτος χωρὶς

τοῦ ν̅, <πρὸς ὃ λέχος>, οὐ νοῶν ὅτι κοινόν ἐστι τὸ ὅν ἀρ-

σενικοῦ καὶ οὐδετέρου. A. Cf. Apollon. pron. 140. L.

611

<ἔνθα καθεῦδ' ἀναβάς>: ὅτι Ζηνόδοτος γράφει

<ἐνθ' ἐκάθευδ' ἀναβάς>. A.

2

1

<ἄλλοι μέν ῥα θεοί>: ὅτι Ζηνόδοτος γράφει <ὦλλοι>.

ὁ δὲ ποιητὴς ἀσυνάρθρως ἐκφέρει. A. Ar. p. 377.

2

<Δία δ' οὐκ ἔχε νήδυμος ὕπνος>: ὅτι τὸ νήδυμος

μετὰ τοῦ ν̅, καὶ οὐχὶ ἥδυμος, ὡς ἔνιοι παρὰ τὸ ἡδύς, ὡς

δῆλον ἐκ <τοῦ νήδυμος ἀμφιχυθείς> (Ξ 253). οἱ δὲ μεθ'

Ὅμηρον καὶ χωρὶς τοῦ ν̅ λέγουσι· καὶ Ἀντίμαχος <ἐπεί ῥά

οἱ ἥδυμος ἐλθών> καὶ Σιμωνίδης <οὗτος δέ τοι ἥδυμον>

(ita cod. Pluyg. p. 11. potius ἅδυμον Bergk. fr. 79 L.) <ὕπνον

ἔχων>. A. Κ 187 Π 454 L. Fortasse etiam sequentia Ari-

stonici sunt· ἴσως οὖν ἐνόμισαν ἀπὸ τοῦ ἡδύς εἶναι παρα-

γωγὸν τὸ ἥδυμος, ὡς ἔτυμος ἐτήτυμος. ὁ δὲ ποιητὴς ἐπὶ

τοῦ ἀνεκδύτου τίθησι τὴν λέξιν.

4

<πολέας>: ὅτι Ζηνόδοτος γράφει πολῦς. A. v. Α 559.

6

<οὖλον ὄνειρον>: ὅτι οὐ τὸν μαλακὸν ἀλλὰ τὸν ὀλέ-

θριον· πέμπεται γὰρ ἐπ' ἀπάτῃ καὶ κακῷ. A. ἀπάτῃ pro

ἀπίστῳ. L. Herod. p. 459.

8

<βάσκ' ἴθι>: ὅτι παραλλήλως βάσκε καὶ ἴθι· ἰσοδυνα-

μοῦσι γὰρ αἱ λέξεις. A. Cf. ad Ν 276.

10

<πάντα μάλ' ἀτρεκέως ἀγορευέμεν>: ὅτι ἀπα-

ρεμφάτῳ χρῆται ἀντὶ προστακτικοῦ ἀγορευέμεν ἀντὶ τοῦ

ἀγόρευε. A. Pluygers p. 8. Cf. p. 14.

11

<θωρῆξαί ἑ κέλευε καρηκομόωντας Ἀχαιούς

πανσυδίῃ· νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν>:

ὅτι Ζηνόδοτος χωρὶς τοῦ σ̅ ἕλοι. ἀπέστροφε (cod. ε̅φ̅ε̅) δὲ

τὸν λόγον σχηματίσας, ὡς ἂν αὐτὸς ὁ ὄνειρος εἴποι πρὸς

τὸν Ἀγαμέμνονα. A. Cf. p. 17.

21

<Νέστορι, τόν ῥα μάλιστα γερόντων τῖ' Ἀγα-

μέμνων>: τῶν ἐντίμων, ἐν οἷς καὶ Διομήδης καὶ Αἴαντες.

A. Ar. 122.

<Διὸς δέ τοι ἄγγελός εἰμι,

27

ὅς σευ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαί-

ρει>: ἀστερίσκος σὺν ὀβελίσκῳ, ὅτι τοῦτο ὀρθῶς πρὸς

Πρίαμον Ἶρις λέγει (Ω 174)· ἐπεὶ καὶ τίνος χάριν ἐλεεῖν

αὐτὸν μέλλει; A.

36

<τὰ φρονέοντ' ἀνὰ θυμὸν ἅ ῥ' οὐ τελέεσθαι

ἔμελλον>: ἡ διπλῆ πρὸς τὸ σχῆμα ὅτι ἔμελλον· ἡμεῖς δὲ

ἐροῦμεν ἔμελλεν ἑνικῶς. (V. p. 15). καὶ ὅτι τὸ ἔμελλον ἀντὶ

τοῦ ἐῴκεσαν (Ar. 125). A.

41

<θείη δέ μιν ἀμφέχυτ' ὀμφή>: ὅτι ὀμφὴ ἡ θεία

κλῃδών, οὐ πᾶσα φήμη· διὸ καὶ ὁ Ζεὺς πανομφαῖος, ὁ κλῃ-

δόνιος (Ar. 97). A.

45

<ἀμφὶ δ' ἄρ' ὤμοισιν βάλετο ξίφος ἀργυρόη-

λον>: ἡ διπλῆ ὅτι τὸ Ἀγαμέμνονος ξίφος νῦν μὲν ἀργυ-

ρόηλον, ἐν ἄλλοις δὲ (Λ 29) χρυσόηλον. καὶ Εὐριπίδης

<σφυρῶν> (cod. ο̅ν̅) <σιδηρᾶ κέντρα> εἰπών, ἐν ἄλλοις φησὶ

<χρυσοδέτοις περόναις> (Phoen. 26—812). τὰ τοιαῦτα δὲ

κυρίως οὐ λέγεται, ἀλλὰ κατ' ἐπιφοράν ἐστι ποιητικῆς ἀρε-

σκείας. ὥσπερ δὲ τὰ περὶ τὸν θώρακα καὶ τὴν ἀσπίδα δια-

φορώτερον φράζει (illo sc. loco, ubi v. ad 30), οὕτω καὶ τὸ ξίφος

κοσμεῖ. A. ”Hinc discant Wolfiani” (Ar. 363) et Lachmanniani.

48

<Ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμ-

πον>: πρὸς τὸν τῶν ἡμερῶν ἀριθμόν, ὅτι τρίτη καὶ εἰκοστή·

δέκα μὲν μέχρι τῆς μήνιδος, δώδεκα τῶν θεῶν ἐν Αἰθιο-

πίᾳ ὄντων. ἡ δὲ ἀνατολὴ αὕτη τρίτη καὶ εἰκοστή ἐστιν. A.

Hinc apparet quomodo intellexerit Α 424 χθιζὸς ἔβη κατὰ

δαῖτα—δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται. Quod quum ipsa

contentionis die Thetis dicat, qui est decimus, illa Jovis mi-

gratio incidit in nonum. Ab hoc si duodecimum numeres, quod

fecit Zenodotus, dies reditus erit vicesimus vel vicesimus pri-

mus, is qui hoc versu (48) illucescere dicitur vicesimus primus

vel secundus. Quem quum Aristarchus vicesimum tertium di-

cat, apparet ab ipsa contentionis die eum numerasse, unde

ἀλλ' ὅτε δή ῥ' ἐκ τοῖο δυωδεκάτη γένετ' ἠώς Α 493 expli-

care debuit· ἐκ τοῦ τῆς μήνιδος χρόνου.

καὶ ὅτι ὄρος ὁ Ὄλυμπος· διὸ καὶ μακρός. A. Pl. 11.

49

<Ζηνὶ φόως ἐρέουσα>: ὅτι μεταφορικῶς τὸ ἐρέουσα

ἀντὶ τοῦ σημαίνουσα. A.

55

<τοὺς ὅ γε συγκαλέσας πυκινὴν ἠρτύνετο

βουλήν>: ὅτι Ζηνόδοτος γράφει <αὐτὰρ ἐπεί ῥ' ἤγερθεν

ὁμηγερέες τ' ἐγένοντο, τοῖσι δ' ἀνιστάμενος μετέφη

κρείων Ἀγαμέμνων>. ἀπίθανον δὲ ἐν ἑπτά (cf. ad Δ

343. L.) ὀρθὸν δημηγορεῖν. A. Cf. ad 76.

56

<θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος>: ὅτι Ζη-

νόδοτος γράφει <θεῖόν μοι ἐνύπνιον>· οὐ λέγει δὲ ὡς ἡμεῖς,

ἀλλ' ἀντὶ τοῦ κατὰ τοὺς ὕπνους, ἐνυπνίως. ὁ δὲ ἀστερί-

σκος, ὅτι ἐν τῇ Ξ τῆς Ὀδυσσείας (495) κακῶς φέρεται. A.

60-70

ὅτι Ζηνόδοτος συντέτμηκεν, οὕτως εἰπών

<ἀνώγει σε πατὴρ ὑψίζυγος αἰθέρι ναίων Τρωσὶ

μαχήσασθαι προτὶ Ἴλιον· ὣς ὁ μὲν εἰπών Ὤιχετ'

ἀποπτάμενος>. τὰ δὲ ἀπαγγελτικὰ ἐξ ἀνάγκης δὶς καὶ

τρὶς ἀναπολεῖται ταῖς αὐταῖς λέξεσι. καὶ οὐ δυσωπητέον·

ἀναγκαῖον γὰρ καὶ τοῖς συγκεκλημένοις βουλευταῖς διηγή-

σασθαι. A. Ar. 357.

64

<ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ' ἐλεαίρει>:

ἀστερίσκος σὺν ὀβελίσκῳ, ὅτι ὑπὸ τῆς Ἴριδος πρὸς Πρίαμον

δεόντως λέγεται (Ω 174). A.

70

<σῇσιν ἔχε φρεσίν>: ὅτι οὐ λέγει μηδενὶ εἴπῃς, ἀλλ'

οἷον φύλαξον ταῖς φρεσὶ καὶ διαμνημόνευσον. A. Puto quae-

stionem excitatam fuisse, cur quum sibi imperatum dicat ut sua

mente servet, enuntiet. L.

72

<ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν>:

ὅτι συνεσταλμένως θωρήξομεν ἀντὶ τοῦ θωρήξωμεν. A.

Cf. p. 13.

h76-83

<ἤτοι ὅ γ' ὣς εἰπὼν κατ' ἄρ' ἕζετο, τοῖσι δ' ἀνέστη

Νέστωρ, ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος·

ὅ σφιν ἐυφρονέων ἀγορήσατο καὶ μετέειπεν·

ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες,

εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπεν,

ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον·

νῦν δ' ἴδεν, ὃς μέγ' ἄριστος Ἀχαιῶν εὔχεται εἶναι·

ἀλλ' ἄγετ' αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν>.

76

ἀπὸ τούτου ἕως τοῦ „ἀλλ' ἄγετ' αἴ κέν πως“ (83) ἀθε-

τοῦνται στίχοι ὀκτώ, καὶ (del. Pluyg. p. 10) ὅτι οὐκ ὀρθοῦ

εἰρηκότος τοῦ Ἀγαμέμνονος λέγει ”ἤτοι ὅ γ' ὣς εἰπὼν κατ'

ἄρ' ἕζετο”, καὶ ὅτι ἱστάμενον ποιεῖ λέγοντα (sc. τὸν

Νέστορα), καὶ ὅτι οὐδὲν περισσὸν λέγει ὁ Νέστωρ ἀλλὰ καὶ

εὔηθες τὸ εἰπεῖν „εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος

ἔνισπε ψεῦδός κεν φαῖμεν·“ οὐ γὰρ κατὰ διαφορὰν οἱ δυ-

νατώτεροι ἀληθεῖς ὀνείρους ὁρῶσιν. (Versum 81 ex Ω 222

huc male translatum esse: quod excidisse patet ex adn. ad eum

locum). αἰρομένων δὲ αὐτῶν ὀρθῶς ἐπὶ τοῦ Ἀγαμέμνονος

ἐπενεχθήσεται ”πείθοντό τε ποιμένι λαῶν” (85)· μὴ παρόν-

τος γὰρ τοῦ Ἀγαμέμνονος τὸν Νέστορα λέγει ποιμένα λαῶν

(Ψ 411, ο 151). <πῶς δὲ καὶ ὁ Νέστωρ λύει τὴν βου-

λὴν ἀπιών>; ἄτοπον γὰρ τούτῳ ἕπεσθαι τοὺς ἄλλους. A.

Quae insignitis litteris sunt a Lehrsio sunt: Herodian. 457.

89

<βοτρυδὸν δὲ πέτονται ἐπ' ἄνθεσιν εἰαρινοῖ-

σιν>: ὅτι ἀντὶ τοῦ ἐπ' ἄνθη εἰαρινά, ὡς ἐν τῇ Δ (351) <ἦλθε

δ' ἐπὶ Κρήτεσσιν> ἀντὶ τοῦ ἐπὶ τοὺς Κρῆτας. A. Cf. p. 23.

93

<ὄσσα>: ὅτι ὄσσα ἡ θεία κλῃδών, οἱ δὲ νεώτεροι

ψιλῶς ἐπὶ πάσης φωνῆς. A. Ar. 96.

99

<σπουδῇ δ' ἕζετο λαός>: ὅτι σπουδῇ λέγει οὐχ οἷον

ἐν τάχει, ἀλλὰ μόγις καὶ δυσχερῶς, ὡς τὸ <ὣς ἄρ' ἄτερ

σπουδῆς τάνυσεν μέγα τόξον Ὀδυσσεύς> (φ 409). A.

Δ 232 Ar. 122.

107

<αὖταρ ὁ αὖτε Θυέστ' Ἀγαμέμνονι λεῖπε φο-

ρῆναι>: ἡ διπλῆ ὅτι οὐ γινώσκει τὴν ἔχθραν Ἀτρέως καὶ Θυέ-

στου, ἀλλὰ συμφωνοῦντας αὐτοὺς συνίστησιν. αὐτῷ γοῦν

παραδίδωσι τὸ σκῆπτρον οὐ τοῖς υἱοῖς ὁ Ἀτρεύς, καὶ ὁ Θυέ-

στης οὐ τῷ υἱῷ αὑτοῦ Αἰγισθεῖ καταλείπει τὸ σκῆπτρον ἀλλ'

Ἀγαμέμνονι. (Ar. 182). καὶ ὅτι κλητικὴ ἀντὶ τῆς ὀρθῆς

Θυέστα ἀντὶ τοῦ Θυέστης. (Cf. p. 18). A. οὐ τοῖς υἱοῖς pro ἤ L.

109

<ἔπε' Ἀργείοισι μέτ' ηὔδα>: ὅτι τὸ ἑξῆς ἐστὶ μετ'

Ἀργείοισιν ἔπεα ηὔδα. A. Recepimus dubitanter, nam diple

versui appicta etiam ad aliam observationem spectare potuit, et

forma epica ἔπεα suspiciosa est. Cf. Herodian. ad Α 269 Δ 94

et Ariston. ad Ρ 240.

110

<ὦ φίλοι ἥρωες Δαναοί>: ὅτι πρὸς πάντας ἀπο-

τεινόμενος τὸν λόγον ἥρωας λέγει. ἡ δὲ ἀναφορὰ πρὸς

Ἴστρον λέγοντα μόνους τοὺς βασιλεῖς ἥρωας λέγεσθαι. A.

Cf. ad Ι 17 et Ar. 108.

111

<Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ>:

ὅτι Ζηνόδοτος γράφει <Ζεύς με μέγας Κρονίδης>· καὶ ὅτι

ἀπὸ τούτου ἕως τοῦ <αἰσχρὸν γὰρ τόδε γ' ἐστί>…

συντ…

The complete text is available when the reading interface loads.